Τόν Μητροπολίτην ἀφιχθέντα πρός ἐνθρόνισιν ἐν τῇ Ἐπαρχίᾳ αὐτοῦ,
ὑποδέχονται αἱ Ἀρχαί, ἐπίσημοι καί λαός ἐν τῷ καθωρισθέντι τόπῳ.
Είς τόν τόπον τοῦτον τῆς ὑποδοχῆς, ὁ Μητροπολίτης
περιβάλλεται τόν ἀρχιερατικόν μανδύαν, λαμβάνει τήν ἀρχιερατικήν ράβδον καί ὁδεύει
ἐν μέσῳ τῆς πομπῆς τοῦ ἱερατείου καί τῶν ἐπισήμων, οἵτινες ἀκολουθοῦσιν αὐτόν,
εἰς τόν Ἱερόν Καθεδρικόν Ναόν Εὐαγγελισμοῦ τῆς Θεοτόκου Wellington,
τοῦ ὁποίου οἱ κώδωνες κρούονται χαρμοσύνως.
Εἰσελθών εἰς τόν Ἱ. Ναόν, ψαλλομένου τοῦ «Ἄξιόν ἐστι» εἰς ἦχον
β΄, εἰσέρχεται διά πομπῆς εἰς τό Ἱερόν Βῆμα. Περιβάλλεται ἐπιτραχήλιον καί ὡμοφόριον.
Σταθείς ἐν μέσῳ τοῦ σωλέως εὐλογεῖ, τοῦ Χοροῦ ψάλλοντος τό «Εἰς πολλά ἔτη, Δέσποτα».
Ἀκολούθως ἀνέρχεται εἰς τόν ἀρχιερατικόν θρόνον καί ἄρχεται
ἡ ἀκολουθία τῆς Ἐνθρονίσεως.
Ὁ α΄
Διάκονος:
Εὐλόγησον, Δέσποτα.
Ὁ
Μητροπολίτης:
Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε νῦν καί ἀεί καί εἰς τούς αἰῶνας
τῶν αἱώνων.
Ὁ α΄
Διάκονος:
Εἰς
πολλά ἔτη, Δέσποτα. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον
ἡμᾶς (ἐκ γ´).
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον
τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ
ὀνόματός σου.
Κύριε,
ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα.
Καὶ νῦν.
Πάτερ
ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου.
Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν
ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς
ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι
ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Μητροπολίτης:
Ὅτι
σοῦ ἐστίν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα, τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ
Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Οἱ Χοροί
ψάλλουσι τά ἀπολυτίκια τοῦ Εὐαγγελισμοῦ, τοῦ Ἁγίου Ἀποστόλου Ἀνδρέου τοῦ
Πρωτοκλήτου, τοῦ Ἁγίου Μύρωνος ἐπισκόπου Κρήτης τοῦ θαυματουργοῦ καί τό
κοντάκιον «Τῇ Ὑπερμάχῳ». Ἀκολούθως, στίχοι ἐκ τῆς Μεγάλης Δοξολογίας.
Ἐν
συνεχείᾳ,
Ὁ α΄
Διάκονος:
Ἐλέησον
ἡμᾶς ὁ Θεός, κατά τό μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καί ἐλέησον.
Ὁ β΄
Διάκονος:
Ἔτι
δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καί ὀρθοδόξων Χριστιανῶν.
Ὁ
Μητροπολίτης:
Ἔτι
δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου καί Πατριάρχου ἡμῶν Βαρθολομαίου.
Ὁ α΄
Διάκονος:
Ἔτι
δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Μύρωνος,
τοῦ θείᾳ συνάρσει κατασταθέντος ἐπί τήν μέριμναν τῆς ἁγιωτάτης Μητροπόλεως Νέας
Ζηλανδίας καί ὑπέρ τοῦ γενέσθαι αὐτῷ τόν Ἀρχιποίμενα Χριστόν ἀντιλήπτορα καί
βοηθόν ἐπί τήν διαποίμανσιν αὐτῆς.
Ὁ β΄
Διάκονος:
Ἔτι
δεόμεθα ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Γένους, πάσης ἀρχῆς καί ἐξουσίας ἐν τῷ Κράτει
ἡμῶν καί τοῦ κατά ξηράν, θάλασσαν καί ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ.
Ὁ α΄
Διάκονος:
Ἔτι
δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγιείας, σωτηρίας, ἐπισκέψεως καί ἀφέσεως
τῶν ἁμαρτιῶν τῶν δούλων σου, πάντων τῶν εὐσεβῶν καί Ὀρθοδόξων Χριστιανῶν, τῶν
κατοικούντων καί παρεπιδημούντων ἐν τῇ πόλει καί τῇ ἐπαρχίᾳ ταύτῃ.
Ὁ β΄
Διάκονος:
Ἔτι
δεόμεθα ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν Ἐκκλησίαν καί τήν πόλιν ταύτην καί
πᾶσαν πόλιν καί χώραν ἀπό ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός,
μαχαίρας, ἐπιδρομῆς, ἀλλοφύλων, ἐμφυλίου πολέμου καί αἰφνιδίου θανάτου· ὑπέρ
τοῦ ἵλεων, εὐμενῆ καί εὐδιάλλακτον γενέσθαι τόν ἀγαθόν καί φιλάνθρωπον Θεόν
ἡμῶν, τοῦ ἀποστρέψαι καί διασκεδάσαι πᾶσαν ὀργήν καίν όσον τήν καθ’ ἡμῶν
κινουμένην καί ρύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς καί
ἐλεήσαι ἡμᾶς.
Ὁ α΄
Διάκονος:
Ἔτι
δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν
ἁμαρτωλῶν καί ἐλεῆσαι ἡμᾶς.
Ὁ
Μητροπολίτης:
Ἐπάκουσον
ἡμῶν, ὁ Θεός, ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς καί τῶν ἐν
θαλάσσῃ μακράν, καί ἱλεως, ἱλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπί ταῖς ἁμαρτίαις ἡμῶν
καί ἐλέησον ἡμᾶς. Ἐλεήμων γάρ καί φιλάνθρωπος Θεός ὑπάρχεις, καί σοί τήν δόξαν
ἀναπέμπομεν, τῷ Πατρί και τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς
αἰῶνας τῶν αἰώνων.
καί
ποιεῖται ἀπό τοῦ Θρόνου τήν ἀπόλυσιν:
Δόξα
σοι ὁ Θεός ἡμῶν, δόξα σοι.
Ὁ
ἐν εἴδει πυρίνων γλωσσῶν οὐρανόθεν καταπέμψας τό πανάγιον Πνεῦμα ἐπί τούς ἁγίους
Αὐτοῦ Μαθητάς καί Ἀποστόλους, Χριστός ὁ ἀληθινός Θεός ἡμῶν, ταῖς πρεσβείαις τῆς
παναχράντου καί παναμώμου ἁγίας Αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καί ζωοποιοῦ
Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου
ἐνδόξου προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου, τῶν Ἁγίων ἐνδόξων καί
πανευφήμων Ἀποστόλων, τοῦ Ἁγίου ἐνδόξου καί πανευφήμου Ἀποστόλου Ἀνδρέου τοῦ
Πρωτοκλήτου, τῶν Ὁσίων και Θεοφόρων Πατέρων καί Μητέρων ἡμῶν, τοῦ ἐν Ἁγίοις
πατρός ἡμῶν Μύρωνος ἐπισκόπου Κρήτης τοῦ θαυματουργοῦ, τῶν ἁγίων καί δικαίων
θεοπατόρων Ἰωακείμ καί Ἄννης, τοῦ ἁγίου ενδόξου Ἱερομάρτυρος Φωκᾶ ἐπισκόπου
Σινώπης καί πάντων τῶν Ἁγίων, ἐλεῆσαι καί σῶσαι ἡμᾶς ὡς Ἀγαθός καί Φιλάνθρωπος
(ἄνευ τοῦ «Δι’ εὐχῶν»).
Οἱ
Χοροί:
Τόν
Δεσπότην καί Ἀρχιερέα ἡμῶν...
Ἀκολούθως
ἀναγινώσκεται ἀπό τοῦ Ἄμβωνος ἡ Συνοδική Ἐγκύκλιος τῆς ἐκλογῆς τοῦ
Σεβασμιωτάτου Μητροπολίτου.
Ἀκολουθοῦν
αἱ κατάλληλοι τῇ περιστάσει προσφωνήσεις καί ἐκφωνεῖται ὑπό τοῦ ἐνθρονιζομένου
Μητροπολίτου ὁ Ἐνθρονιστήριος αὐτοῦ Λόγος, μεθ’ ὅν ὁ πολυχρονισμός αὐτοῦ:
«Πολυχρόνιον
ποιῆσαι Κύριος ὁ Θεός τόν Σεβασμιώτατον καί Θεοπρόβλητον Ποιμενάρχην ἡμῶν, τόν
Μητροπολίτην Νέας Ζηλανδίας κύριον κύριον Μύρωνα. Κύριε φύλαττε αὐτόν, εἰς
πολλά ἔτη (τρις)»
Ὁ
Μητροπολίτης:
Δι’
εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν...
Ὁ α΄ ἱερεύς:
Δι’
εὐχῶν τοῦ Ἁγίου Δεσπότου ἡμῶν...
Ἀπολυτίκια καί Κοντάκιον
ψαλλόμενα κατά τήν Ἐνθρόνισιν
Ἦχος
δ’.
Σήμερον τῆς σωτηρίας ἡμῶν τό Κεφάλαιον,
Σήμερον τῆς σωτηρίας ἡμῶν τό Κεφάλαιον,
καί
τοῦ ἀπ᾽ αἰῶνος Μυστηρίου ἡ φανέρωσις·
ὁ
Υἱός τοῦ Θεοῦ, Υἱός τῆς Παρθένου γίνεται,
καί
Γαβριήλ τὴν χάριν εὐαγγελίζεται.
Διό
καὶ ἡμεῖς σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν·
Χαῖρε
Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Ἦχος
δ’.
Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος,
Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος,
καὶ
τοῦ Κορυφαίου αὐτάδελφος,
τῷ
Δεσπότῃ τῶν ὅλων Ἀνδρέα ἱκέτευε,
εἰρήνην
τῇ οἰκουμένῃ δωρήσασθαι,
καὶ
ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἧχος
γ’. Θείας πίστεως.
Μέγας
ἥλιος, ἐν Κρήτῃ ὤφθης,
τοῖς
σοῖς θαύμασι πάντας πυρσεύων,
πάτερ
Μύρων Ἱεράρχα πανθαύμαστε.
Ὥς
οὖν τό ρεῖθρον τοῦ Τρίτωνος ἔστησας,
καί
τόν ὀλέθριον δράκοντα ἔκτεινας,
οὕτως Ἅγιε, Χριστόν τόν Θεόν ἱκέτευε,
δωρήσασθαι
ἡμῖν τό μέγα ἔλεος.
Ἦχος
πλ. δ’.
Τῇ ὑπερμάχῳ στρατηγῷ τά νικητήρια,
Τῇ ὑπερμάχῳ στρατηγῷ τά νικητήρια,
ὡς
λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια,
ἀναγράφω
σοι ἡ Πόλις σου Θεοτόκε.
Ἀλλ᾽
ὡς ἔχουσα τό κράτος ἀπροσμάχητον,
ἐκ
παντοίων με κινδύνων ἐλευθέρωσον,
ἵνα
κράζω σοι· Χαῖρε νύμφη ἀνύμφευτε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου