τὸν Καυσοκαλυβίτην, τὸν διορατικὸν καὶ θαυματουργόν
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα τοῦ ΡΜΒ΄ ψαλμοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α΄ Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

\
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ ὑπηρέτῃ τοῦ Χριστοῦ Πορφυρίῳ, χαριτωθέντι δωρεαῖς ἐξαισίαις, προσείπωμεν δεόμενοι ἐκ βάθους ψυχῆς· ἅγιε Πορφύριε, ταπεινῶν ὁ προστάτης, λύτρωσαι δεόμεθα, πατρικῇ σου πρεσβείᾳ,
πάσης ἀνάγκης, νόσων καὶ δεινῶν, τοὺς αἰτουμένους τὴν χάριν τὴν θείαν σου.
Δόξα… Ὅμοιον.
Εὐαρεστήσας τῷ Χριστῷ ἐν τῷ κόσμῳ, μετὰ ἀγγέλων φωτεινῶν συγχορεύεις, μεθ’ ὧν τὸν αἶνον ἄληκτον προσφέρεις τῷ Θεῷ, ὅσιε Πορφύριε, μύστα τῶν ἀποῤῥήτων, ἀποκρύφων γνώστα τε μυστηρίων βαθέων, ἃ διορᾶν σοι ἔδωκε Χριστός, βραβεύων, πάτερ, τὴν σὴν καθαρότητα.
Καὶ νῦν… Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Εἶτα τὸν Ν΄ Ψαλμόν.
Ποῦ καταφύγω; Πορφυρίου σκέπῃ. Εὐαγγέλου.
ᾨδὴ α΄.
Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω,ὡς μεσίτῃ πρὸς τὸν Θεόν· εἰρήνευσον, πάτερ, τὴν ζωήν μου καὶ παῦσον σάλον ἀθλίας καρδίας μου.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
O῾σίως ἀνύσας σου τὴν ζωήν, εὐχαῖς σου νῦν εὗρες παῤῥησίαν πρὸς τὸν Θεόν· πρὸς Ὃν μεσιτεύων ἀσθενοῦντας ἰᾶσαι, πάτερ, καὶ λύεις νοσήματα.
Δόξα…
Ὑμνῶν τὸν Σωτῆρα ἐν οὐρανοῖς φρουροῖς τὰς μονάς σου ἐν τῷ Ἄθῳ καὶ Ἀττικῇ, παρέχων τὴν χάριν τοῖς σοῖς τέκνοις τοῦ ἐκνικᾶν τὰ δαιμόνων φρυάγματα.
Καὶ νῦν… Θεοτοκίον.
Καυσοκαλυβίων τὸν ἀθλητὴν καὶ τὴν Θεοτόκον ἀνυμνήσωμεν ἐν ᾠδαῖς, πρεσβεύειν αἰτοῦντες πρὸς Σωτῆρα καὶ βοηθεῖν ἐν κινδύνοις καὶ θλίψεσι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀγαλλόμενοι πάντες, ὡς ἐν χορῷ, κράζομεν σοῦ τοὺς ἄθλους, πάτερ, αἰνοῦντες καὶ τοὺς ἀγῶνάς σου
κατὰ τοῦ ἄρχοντος τῶν ἀκαθάρτων πνευμάτων, οὗ μανίας, ὅσιε, σῷζε ὑμνοῦντάς σε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ταπεινώσεως ἄκρας, ὑπακοῆς πρότυπον ὄντως ἀσκουμένων ἐγένου ὄρει ἐν Ἄθωνι καὶ εἰς τὴν Εὔβοιαν, ἐν τῇ μονῇ Χαραλάμπους· ὅθεν χάριν ἔλαβες πλήττειν τοὺς δαίμονας.
Δόξα…
Ἀπορρήτων τὸν μύστην, θαυματουργὸν ὅσιον, πάσης Ἀττικῆς τὸν προστάτην πάντες δοξάσωμεν,
ὕμνοις ἐξαίροντες, τῶν χαρισμάτων τὸ πλῆθος, δι’ ὧν ὁ Παράκλητος τοῦτον ἐκόσμησε.
Καὶ νῦν… Θεοτοκίον.
Φυλακτήριον πάντων ἀπὸ δεινῶν, θλίψεων, σὺ ὑπάρχεις μόνη, Παρθένε φρούρει ὑμνοῦντάς σε
ἐν τῷ ἐλέει σου, πρεσβείαις τοῦ Πορφυρίου, πανελλήνων Γέροντος, παντελεήμονος.
Διάσωσον ἀπό κινδύνων τοὺς δούλους σου, θεῖε Πάτερ, τοὺς τὴν σὴν ἐν δεινοῖς αἰτοῦντας βοήθειαν
καὶ δίωξον ἄγχος καὶ ἀκηδίαν.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Φυλάξαι ἡμᾶς δεόμεθα ἐκ θλίψεων, τηρῆσαι πιστοὺς τῇ πίστει τοῦ Χριστοῦ ἡμῶν, Πορφύριε ὅσιε,
τῆς Εὐβοίας ἅγιον βλάστημα, τῆς Ἐκκλησίας καύχημα σεπτὸν καὶ πάντων ὁσίων ἐγκαλλώπισμα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑψωθεὶς ἐν παλαίσμασι πρὸς τὸν φθονερὸν τῶν ἀνθρώπων τύραννον, θεῖον στέφος, πάτερ, ἔλαβες
νικητὴς προβὰς ὡς ὡραιότατος. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Γέρας πόνοις σου δέδοται
τὸ διερμηνεύειν σε τὰ μυστήρια, καὶ τὰ μέλλοντα προβλέπειν σε καὶ ἰᾶσθαι πάντα τὰ νοσήματα.
Δόξα…
Ὦ καινὰ καὶ θαυμάσια τὰ τῇ χάριτί σου τερατουργούμενα! Ποίοις λόγοις ὕμνους πλέξω σοι; Δειλιῶ, ὦ πάτερ, καὶ ἐξίσταμαι.
Καὶ νῦν… Θεοτοκίον.
Παναγία μου Δέσποινα, τῶν ἀγγέλων θαῦμα τὸ ἀκατάληπτον, ὑμνῳδεῖν σε καταξίωσον τοῦ Σωτῆρος πάντων τὴν γεννήτριαν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥῶσιν ἐν δεινοῖς σέ, Πορφύριε, κεκτήμεθα, σοὶ προσφεύγοντες θερμαῖς ἐν προσευχαῖς, ὡς μεσίτῃ πρὸς Θεὸν τὸν πανοικτίρμονα.
Δόξα…
Φύλαξον ἡμᾶς τοὺς τιμῶντάς σε, Πορφύριε, χορηγῶν τῆς μαρτυρίας τοῦ Χριστοῦ τὴν προαίρεσιν καὶ ζέσιν θείας πίστεως.
Καὶ νῦν… Θεοτοκίον.
Ὕμνον σοι, Ἁγνή, εὐφροσύνως ἀναμέλπομεν, τῶν ἀγγέλων οὖσαν ὄντως γλυκασμόν, καὶ πικρίαν Εὔας λύσασαν τῷ τόκῳ σου.
ᾨδὴ Ϛ΄. Τὴν δέησιν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥωννύμεθα ταῖς εὐχαῖς σου, ὅσιε, καὶ ψυχὰς εἰς οὐρανοὺς ἀνυψοῦμεν, ὑπομονὴν καὶ ἀνδρείαν πλουτοῦντες ἐν πειρασμοῖς καὶ δειναῖς ἐπιθέσεσι, Πορφύριε, πάτερ ἡμῶν· ὅθεν πάντες κοινῇ ἀνυμνοῦμέν σε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰώμενος πᾶσαν νόσον, ὅσιε, ἀγαπᾶν ἡμᾶς Σωτῆρα κελεύεις ὅλῃ ψυχῇ, καὶ νοΐ, καὶ καρδίᾳ,
καὶ πρὸς Αὐτὸν ἀναπέμπειν τὴν δέησιν, ὅτι Αὐτὸς προνοητὴς καὶ ἡμῶν ἀντιλήπτωρ γεγένηται.
Δόξα…
Ὁλόφωτος ἡ σεπτή σου, ὅσιε, κεφαλή, χάριτι θείᾳ ἐφάνη τὸν θεῖον μύστην Χριστοῦ προδηλοῦσα
τῇ προσελθούσῃ γυνῇ πρὸς προσκύνησιν, πληρώσασα ἐκ θαυμασμοῦ τὴν ψυχὴν ταύτης, μάκαρ Πορφύριε.
Καὶ νῦν… Θεοτοκίον.
Ὑμνοῦντές σε, Θεοτόκε Ἄχραντε, τὰς ψυχὰς ἡμῶν γαλήνης πληροῦμεν, τῇ τοῦ Υἱοῦ σου ἀγάπῃ θαῤῥοῦντες καὶ μητρικαῖς σου πρεσβείαις ἐλπίζοντες, δεόμενοι ἐπιτυχεῖν παραδείσου τερπνοῦ ἀπολαύσεως.
Διάσωσον ἀπὸ κινδύνων, Πορφύριε, σοὺς ἱκέτας καὶ παράσχου τῇ σῇ μονῇ βοήθειαν, ὅσιε,
ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Στεναζόντων πάντων ἡ παράκλησις γέγονας, κλονουμένων ἐν πίστει, τοῖς θαύμασι στήριγμα.
Ὅθεν πάντες πρὸς τὴν σὴν χάριν σπεύδομεν πιστοὶ πολλῆς δέξασθαι σῆς ἀρωγῆς ἐν τῷ πελάγει τῆς ζωῆς καὶ τῇ ζάλῃ τῶν θλίψεων. Δίδου ἡμῖν ὑγείαν, ψυχῆς τε τὴν εὐρωστίαν, εὐχαῖς σου, πάτερ, πρὸς Θεόν, ἱκετεύομεν οἱ δοῦλοί σου.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου
ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (γ΄)
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον κατὰ Ματθαῖον (ια΄ 27-30).
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.Καυσοκαλυβίων τε τοῦ ὄρους Ἄθωνος μύστην, μοναχῶν τὸ σέμνωμα,
ἱερέων πάντιμον ἐγκαλλώπισμα, ἰατρὸν ἄριστον, ὀρφανῶν πατέρα, τῶν πιπτόντων σε ἀνόρθωσιν
ἔγνωμεν, ὅσιε, καὶ τῶν δαιμονόντων τὴν λύτρωσιν· γαλήνης ἡμῖν πρόξενον καὶ χαρᾶς μεγάλης τὸν αἴτιον. Ὅθεν σοι βοῶμεν· μὴ παύσῃ ἐπισκέπτεσθαι ἡμᾶς, ἰᾶσθαι, πάτερ Πορφύριε, καὶ φυλάττειν δούλους σου.
Ὁ ἱερεύς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐν ἁπλότητι ὅλην τὴν ζωήν σου διῆλθες καὶ ὑπηρέτησας Θεῷ τε καὶ ἀνθρώποις, νυκτός τε καὶ ἡμέρας προσευχόμενος, ὅσιε, καὶ φέρων πόνους ἠμῶν, Πορφύριε, παμμάκαρ.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Πατρικήν σου πρεσβείαν, ἐκζητοῦμεν, τρισμάκαρ, πρὸς τὸν Θεὸν ἡμῶν, ἵνα διασωθῶμεν
κινδύνων καὶ μανίας πονηροῦ πολεμήτορος, θαῤῥοῦντες, πάτερ, τῇ σῇ μεγάλῃ εὐσπλαγχνίᾳ.
Δόξα…
Ἠγαπήθης ὑφ’ ὅλων, ὡς ἀγάπην πηγάζων καὶ πλημμυρῶν ἡμᾶς, πληγάς τε θεραπεύων, δαιμόνια ἐκβάλλων, καὶ ἐκ πόνων λυτρούμενος, παρέχων χάριν δ’ ἀεὶ τοῖς αἰτουμένοις πᾶσι.
Καὶ νῦν… Θεοτοκίον.
Εὐγνωμόνως ὑμνοῦμεν Σέ, Παρθένε καὶ μῆτερ Θεοχαρίτωτε, ὡς τέξασαν τῷ κόσμῳ Σωτῆρα ἀπειράνδρως καὶ Θεὸν Πανοικτίρμονα, πρὸς ὃν πρεσβεύεις ἀεὶ σωθῆναι τοὺς ἀνθρώπους.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑπὲρ ὑγείας καὶ σωτηρίας τοῦ κόσμου τὰς εὐχάς σου Χριστῷ σὺ προσάγεις, ὅθεν σε ὑμνοῦμεν,
Πορφύριε, θεόφρον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἁμαρτιῶν μου Σὺ τὴν πληθὺν ἄφες, Σῶτερ, Πορφυρίου θερμαῖς ἱκεσίαις, καὶ ἐν μετανοίᾳ
τὸν βίον μου παράσχου.
Δόξα…
Γαλήνην δίδου τρικυμιζούσῃ καρδίᾳ, τῶν δεινῶν τὰς ὀδύνας πραΰνων χάριτί σου, πάτερ, καμνόντων εὐεργέτα.
Καὶ νῦν… Θεοτοκίον.
Γέγονας μήτηρ, ἐν παρθενίᾳ τελοῦσα, τὸν Θεὸν καὶ Σωτῆρα τεκοῦσα, ὃν ἐκδυσωποῦσα, κινδύνων σῴζεις πάντας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐλέησον ἱκέτας καὶ προσπίπτοντάς σοι τὴν εὐσπλαγχνίαν τὴν σὴν ἀναμένοντας, παρέχων χάριν, ὑγείαν καὶ τὴν μετάνοιαν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Λαλήσας ὁ κωφός σοι τὴν εὐχαριστίαν, ὡς διὰ σοῦ σεσωσμένος, προσέφερε, τῶν συγγενῶν θαυμαζόντων καὶ προσκυνούντων σε.
Δόξα…
Ὁ νέος ἐν ὁσίοις καταπλήττεις πάντας τερατουργίαις σου, πάτερ Πορφύριε, ἑλκύσας ἄνωθεν χάριν
τῇ ταπεινώσει σου.
Καὶ νῦν… Θεοτοκίον.
Ὑμνοῦμέν σε Παρθένε, Κεχαριτωμένη, ὡς τὴν ἐλπίδα τῷ κόσμῳ δωρήσασαν, τεκοῦσα πᾶσι Σωτῆρα
Θεὸν καὶ ἄνθρωπον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις τῶν ὁσίων ἡ καλλονὴ καὶ τῶν ἀσκουμένων ὁδηγὸς καὶ ὑπογραμμός. Χαίροις ἱερέων
τὸ στέφος καὶ ἡ δόξα, Πορφύριε τρισμάκαρ, Ἄθωνος καύχημα.
Ψάλλομέν σου, πάτερ, τὰς ἀρετάς, ταπεινοφροσύνην καὶ τὴν ἄκραν ὑπακοήν, τὴν διάκρισίν τε
ἁπλότητα, ἁγνείαν, ἀγάπης σου τὸ εὖρος τὸ ἀπροσμέτρητον.
Ὡς παιδίον γέγονας τῇ ψυχῇ, ἀμνησικακίαν καὶ ἁπλότητα ἐνδυθείς, θείων χαρισμάτων τὸν πλοῦτον ἀποκρύπτων, τῇ ἀκενοδοξίᾳ πολιτευόμενος.
Διορατικῶν ἦσθα κορυφή, προφητῶν μεγάλων πλησιέστατος συγγενής· ἰαματικῶν τε συνόμιλος ἁγίων, Πορφύριε, ἐδείχθης, Ἄθωνος κόσμημα.
Τῆς Ἀποκαλύψεως θεωρός, τῆς πρὸς Ἰωάννην, ἐν τῆ Πάτμῳ σὺ γεγονώς, ὤφθης μύστης μέγας
τῶν θείων μυστηρίων, τὰ Χερουβεὶμ ἐγγίσας τῇ ταπεινώσει σου.
Ναυαγῶν τοῦ βίου ὤφθης λιμὴν καὶ τῶν θλιβομένων ἡ παράκλησις ἡ θερμή, τῶν ἀπολωλότων
ποιμὴν τῆς Ἐκκλησίας, καὶ κρήνη ἰαμάτων τῆς θείας χάριτος.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες
μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον.
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἵασαι τὰς ἀσθενείας ἡμῶν ἕνεκεν τοῦ ὀνόματός Σου. Κύριε, ἐλέησον· Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα… Καὶ νῦν…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου. Ἐλθέτω ἡ βασιλεία Σου. Γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ ἱερεύς·
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Εὐβοίας τὸν γόνον, Πανελλήνων τὸν Γέροντα, τῆς Θεολογίας τὸν μύστην καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Δαιμονῶντας γὰρ λυτροῦται, καὶ ἀσθενεῖς ἰᾶται πίστει κράζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ ἁγιάσαντι,
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἡ Ἐκτενὴς καὶ Ἀπόλυσις.
Μετὰ τὴν Ἀπόλυσιν ψάλλομεν ἀργῶς
τὰ κάτωθι τροπάρια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πᾶσι τοῖς τιμῶσιν εὐλαβῶς ἱερὰν τὴν μνήμην σου, πάτερ, καὶ δεομένοις πιστῶς δώρησαι τὴν ἴασιν
παθῶν, Πορφύριε· καὶ κινδύνων καὶ θλίψεων καὶ ζάλης τοῦ κόσμου λύτρωσαι πρεσβείαις σου
τοὺς σοὶ προστρέχοντας· ἔχεις γὰρ πολλὴν παῤῥησίαν, ὡς Χριστοῦ θεράπων καὶ φίλος, μεσιτεύειν, ὅσιε, πρὸς Κύριον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σουκαὶ λύτρωσαι ἡμᾶςἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μουεἰς σὲ ἀνατίθημι,Μῆτερ τοῦ Θεοῦ,φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ ἱερεύς·
Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Δίστιχον.
Πορφύριε, φύλαττε θερμαῖς εὐχαῖς σου
Εὐάγγελον μέλψαντα θαυμάσιά σου.
Εὐαγγέλου Καραδήμου, “Χαίροις, Πάτερ Πορφύριε (Παρακλητικὸς Κανὼν καὶ Χαιρετισμοί), Ἀθήνα 2008
http://www.porphyrios.net/?page_id=167

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Καὶ εὐθὺς εἰς ἦχον δ΄.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α΄ Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
\
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ ὑπηρέτῃ τοῦ Χριστοῦ Πορφυρίῳ, χαριτωθέντι δωρεαῖς ἐξαισίαις, προσείπωμεν δεόμενοι ἐκ βάθους ψυχῆς· ἅγιε Πορφύριε, ταπεινῶν ὁ προστάτης, λύτρωσαι δεόμεθα, πατρικῇ σου πρεσβείᾳ,
πάσης ἀνάγκης, νόσων καὶ δεινῶν, τοὺς αἰτουμένους τὴν χάριν τὴν θείαν σου.
Δόξα… Ὅμοιον.
Εὐαρεστήσας τῷ Χριστῷ ἐν τῷ κόσμῳ, μετὰ ἀγγέλων φωτεινῶν συγχορεύεις, μεθ’ ὧν τὸν αἶνον ἄληκτον προσφέρεις τῷ Θεῷ, ὅσιε Πορφύριε, μύστα τῶν ἀποῤῥήτων, ἀποκρύφων γνώστα τε μυστηρίων βαθέων, ἃ διορᾶν σοι ἔδωκε Χριστός, βραβεύων, πάτερ, τὴν σὴν καθαρότητα.
Καὶ νῦν… Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Εἶτα τὸν Ν΄ Ψαλμόν.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ποῦ καταφύγω; Πορφυρίου σκέπῃ. Εὐαγγέλου.
ᾨδὴ α΄.
Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω,ὡς μεσίτῃ πρὸς τὸν Θεόν· εἰρήνευσον, πάτερ, τὴν ζωήν μου καὶ παῦσον σάλον ἀθλίας καρδίας μου.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
O῾σίως ἀνύσας σου τὴν ζωήν, εὐχαῖς σου νῦν εὗρες παῤῥησίαν πρὸς τὸν Θεόν· πρὸς Ὃν μεσιτεύων ἀσθενοῦντας ἰᾶσαι, πάτερ, καὶ λύεις νοσήματα.
Δόξα…
Ὑμνῶν τὸν Σωτῆρα ἐν οὐρανοῖς φρουροῖς τὰς μονάς σου ἐν τῷ Ἄθῳ καὶ Ἀττικῇ, παρέχων τὴν χάριν τοῖς σοῖς τέκνοις τοῦ ἐκνικᾶν τὰ δαιμόνων φρυάγματα.
Καὶ νῦν… Θεοτοκίον.
Καυσοκαλυβίων τὸν ἀθλητὴν καὶ τὴν Θεοτόκον ἀνυμνήσωμεν ἐν ᾠδαῖς, πρεσβεύειν αἰτοῦντες πρὸς Σωτῆρα καὶ βοηθεῖν ἐν κινδύνοις καὶ θλίψεσι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀγαλλόμενοι πάντες, ὡς ἐν χορῷ, κράζομεν σοῦ τοὺς ἄθλους, πάτερ, αἰνοῦντες καὶ τοὺς ἀγῶνάς σου
κατὰ τοῦ ἄρχοντος τῶν ἀκαθάρτων πνευμάτων, οὗ μανίας, ὅσιε, σῷζε ὑμνοῦντάς σε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ταπεινώσεως ἄκρας, ὑπακοῆς πρότυπον ὄντως ἀσκουμένων ἐγένου ὄρει ἐν Ἄθωνι καὶ εἰς τὴν Εὔβοιαν, ἐν τῇ μονῇ Χαραλάμπους· ὅθεν χάριν ἔλαβες πλήττειν τοὺς δαίμονας.
Δόξα…
Ἀπορρήτων τὸν μύστην, θαυματουργὸν ὅσιον, πάσης Ἀττικῆς τὸν προστάτην πάντες δοξάσωμεν,
ὕμνοις ἐξαίροντες, τῶν χαρισμάτων τὸ πλῆθος, δι’ ὧν ὁ Παράκλητος τοῦτον ἐκόσμησε.
Καὶ νῦν… Θεοτοκίον.
Φυλακτήριον πάντων ἀπὸ δεινῶν, θλίψεων, σὺ ὑπάρχεις μόνη, Παρθένε φρούρει ὑμνοῦντάς σε
ἐν τῷ ἐλέει σου, πρεσβείαις τοῦ Πορφυρίου, πανελλήνων Γέροντος, παντελεήμονος.
Διάσωσον ἀπό κινδύνων τοὺς δούλους σου, θεῖε Πάτερ, τοὺς τὴν σὴν ἐν δεινοῖς αἰτοῦντας βοήθειαν
καὶ δίωξον ἄγχος καὶ ἀκηδίαν.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Φυλάξαι ἡμᾶς δεόμεθα ἐκ θλίψεων, τηρῆσαι πιστοὺς τῇ πίστει τοῦ Χριστοῦ ἡμῶν, Πορφύριε ὅσιε,
τῆς Εὐβοίας ἅγιον βλάστημα, τῆς Ἐκκλησίας καύχημα σεπτὸν καὶ πάντων ὁσίων ἐγκαλλώπισμα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑψωθεὶς ἐν παλαίσμασι πρὸς τὸν φθονερὸν τῶν ἀνθρώπων τύραννον, θεῖον στέφος, πάτερ, ἔλαβες
νικητὴς προβὰς ὡς ὡραιότατος. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Γέρας πόνοις σου δέδοται
τὸ διερμηνεύειν σε τὰ μυστήρια, καὶ τὰ μέλλοντα προβλέπειν σε καὶ ἰᾶσθαι πάντα τὰ νοσήματα.
Δόξα…
Ὦ καινὰ καὶ θαυμάσια τὰ τῇ χάριτί σου τερατουργούμενα! Ποίοις λόγοις ὕμνους πλέξω σοι; Δειλιῶ, ὦ πάτερ, καὶ ἐξίσταμαι.
Καὶ νῦν… Θεοτοκίον.
Παναγία μου Δέσποινα, τῶν ἀγγέλων θαῦμα τὸ ἀκατάληπτον, ὑμνῳδεῖν σε καταξίωσον τοῦ Σωτῆρος πάντων τὴν γεννήτριαν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥῶσιν ἐν δεινοῖς σέ, Πορφύριε, κεκτήμεθα, σοὶ προσφεύγοντες θερμαῖς ἐν προσευχαῖς, ὡς μεσίτῃ πρὸς Θεὸν τὸν πανοικτίρμονα.
Δόξα…
Φύλαξον ἡμᾶς τοὺς τιμῶντάς σε, Πορφύριε, χορηγῶν τῆς μαρτυρίας τοῦ Χριστοῦ τὴν προαίρεσιν καὶ ζέσιν θείας πίστεως.
Καὶ νῦν… Θεοτοκίον.
Ὕμνον σοι, Ἁγνή, εὐφροσύνως ἀναμέλπομεν, τῶν ἀγγέλων οὖσαν ὄντως γλυκασμόν, καὶ πικρίαν Εὔας λύσασαν τῷ τόκῳ σου.
ᾨδὴ Ϛ΄. Τὴν δέησιν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥωννύμεθα ταῖς εὐχαῖς σου, ὅσιε, καὶ ψυχὰς εἰς οὐρανοὺς ἀνυψοῦμεν, ὑπομονὴν καὶ ἀνδρείαν πλουτοῦντες ἐν πειρασμοῖς καὶ δειναῖς ἐπιθέσεσι, Πορφύριε, πάτερ ἡμῶν· ὅθεν πάντες κοινῇ ἀνυμνοῦμέν σε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰώμενος πᾶσαν νόσον, ὅσιε, ἀγαπᾶν ἡμᾶς Σωτῆρα κελεύεις ὅλῃ ψυχῇ, καὶ νοΐ, καὶ καρδίᾳ,
καὶ πρὸς Αὐτὸν ἀναπέμπειν τὴν δέησιν, ὅτι Αὐτὸς προνοητὴς καὶ ἡμῶν ἀντιλήπτωρ γεγένηται.
Δόξα…
Ὁλόφωτος ἡ σεπτή σου, ὅσιε, κεφαλή, χάριτι θείᾳ ἐφάνη τὸν θεῖον μύστην Χριστοῦ προδηλοῦσα
τῇ προσελθούσῃ γυνῇ πρὸς προσκύνησιν, πληρώσασα ἐκ θαυμασμοῦ τὴν ψυχὴν ταύτης, μάκαρ Πορφύριε.
Καὶ νῦν… Θεοτοκίον.
Ὑμνοῦντές σε, Θεοτόκε Ἄχραντε, τὰς ψυχὰς ἡμῶν γαλήνης πληροῦμεν, τῇ τοῦ Υἱοῦ σου ἀγάπῃ θαῤῥοῦντες καὶ μητρικαῖς σου πρεσβείαις ἐλπίζοντες, δεόμενοι ἐπιτυχεῖν παραδείσου τερπνοῦ ἀπολαύσεως.
Διάσωσον ἀπὸ κινδύνων, Πορφύριε, σοὺς ἱκέτας καὶ παράσχου τῇ σῇ μονῇ βοήθειαν, ὅσιε,
ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Στεναζόντων πάντων ἡ παράκλησις γέγονας, κλονουμένων ἐν πίστει, τοῖς θαύμασι στήριγμα.
Ὅθεν πάντες πρὸς τὴν σὴν χάριν σπεύδομεν πιστοὶ πολλῆς δέξασθαι σῆς ἀρωγῆς ἐν τῷ πελάγει τῆς ζωῆς καὶ τῇ ζάλῃ τῶν θλίψεων. Δίδου ἡμῖν ὑγείαν, ψυχῆς τε τὴν εὐρωστίαν, εὐχαῖς σου, πάτερ, πρὸς Θεόν, ἱκετεύομεν οἱ δοῦλοί σου.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου
ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (γ΄)
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον κατὰ Ματθαῖον (ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Ἦχος β΄. Δόξα…
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.Καυσοκαλυβίων τε τοῦ ὄρους Ἄθωνος μύστην, μοναχῶν τὸ σέμνωμα,
ἱερέων πάντιμον ἐγκαλλώπισμα, ἰατρὸν ἄριστον, ὀρφανῶν πατέρα, τῶν πιπτόντων σε ἀνόρθωσιν
ἔγνωμεν, ὅσιε, καὶ τῶν δαιμονόντων τὴν λύτρωσιν· γαλήνης ἡμῖν πρόξενον καὶ χαρᾶς μεγάλης τὸν αἴτιον. Ὅθεν σοι βοῶμεν· μὴ παύσῃ ἐπισκέπτεσθαι ἡμᾶς, ἰᾶσθαι, πάτερ Πορφύριε, καὶ φυλάττειν δούλους σου.
Ὁ ἱερεύς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐν ἁπλότητι ὅλην τὴν ζωήν σου διῆλθες καὶ ὑπηρέτησας Θεῷ τε καὶ ἀνθρώποις, νυκτός τε καὶ ἡμέρας προσευχόμενος, ὅσιε, καὶ φέρων πόνους ἠμῶν, Πορφύριε, παμμάκαρ.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Πατρικήν σου πρεσβείαν, ἐκζητοῦμεν, τρισμάκαρ, πρὸς τὸν Θεὸν ἡμῶν, ἵνα διασωθῶμεν
κινδύνων καὶ μανίας πονηροῦ πολεμήτορος, θαῤῥοῦντες, πάτερ, τῇ σῇ μεγάλῃ εὐσπλαγχνίᾳ.
Δόξα…
Ἠγαπήθης ὑφ’ ὅλων, ὡς ἀγάπην πηγάζων καὶ πλημμυρῶν ἡμᾶς, πληγάς τε θεραπεύων, δαιμόνια ἐκβάλλων, καὶ ἐκ πόνων λυτρούμενος, παρέχων χάριν δ’ ἀεὶ τοῖς αἰτουμένοις πᾶσι.
Καὶ νῦν… Θεοτοκίον.
Εὐγνωμόνως ὑμνοῦμεν Σέ, Παρθένε καὶ μῆτερ Θεοχαρίτωτε, ὡς τέξασαν τῷ κόσμῳ Σωτῆρα ἀπειράνδρως καὶ Θεὸν Πανοικτίρμονα, πρὸς ὃν πρεσβεύεις ἀεὶ σωθῆναι τοὺς ἀνθρώπους.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑπὲρ ὑγείας καὶ σωτηρίας τοῦ κόσμου τὰς εὐχάς σου Χριστῷ σὺ προσάγεις, ὅθεν σε ὑμνοῦμεν,
Πορφύριε, θεόφρον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἁμαρτιῶν μου Σὺ τὴν πληθὺν ἄφες, Σῶτερ, Πορφυρίου θερμαῖς ἱκεσίαις, καὶ ἐν μετανοίᾳ
τὸν βίον μου παράσχου.
Δόξα…
Γαλήνην δίδου τρικυμιζούσῃ καρδίᾳ, τῶν δεινῶν τὰς ὀδύνας πραΰνων χάριτί σου, πάτερ, καμνόντων εὐεργέτα.
Καὶ νῦν… Θεοτοκίον.
Γέγονας μήτηρ, ἐν παρθενίᾳ τελοῦσα, τὸν Θεὸν καὶ Σωτῆρα τεκοῦσα, ὃν ἐκδυσωποῦσα, κινδύνων σῴζεις πάντας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐλέησον ἱκέτας καὶ προσπίπτοντάς σοι τὴν εὐσπλαγχνίαν τὴν σὴν ἀναμένοντας, παρέχων χάριν, ὑγείαν καὶ τὴν μετάνοιαν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Λαλήσας ὁ κωφός σοι τὴν εὐχαριστίαν, ὡς διὰ σοῦ σεσωσμένος, προσέφερε, τῶν συγγενῶν θαυμαζόντων καὶ προσκυνούντων σε.
Δόξα…
Ὁ νέος ἐν ὁσίοις καταπλήττεις πάντας τερατουργίαις σου, πάτερ Πορφύριε, ἑλκύσας ἄνωθεν χάριν
τῇ ταπεινώσει σου.
Καὶ νῦν… Θεοτοκίον.
Ὑμνοῦμέν σε Παρθένε, Κεχαριτωμένη, ὡς τὴν ἐλπίδα τῷ κόσμῳ δωρήσασαν, τεκοῦσα πᾶσι Σωτῆρα
Θεὸν καὶ ἄνθρωπον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις τῶν ὁσίων ἡ καλλονὴ καὶ τῶν ἀσκουμένων ὁδηγὸς καὶ ὑπογραμμός. Χαίροις ἱερέων
τὸ στέφος καὶ ἡ δόξα, Πορφύριε τρισμάκαρ, Ἄθωνος καύχημα.
Ψάλλομέν σου, πάτερ, τὰς ἀρετάς, ταπεινοφροσύνην καὶ τὴν ἄκραν ὑπακοήν, τὴν διάκρισίν τε
ἁπλότητα, ἁγνείαν, ἀγάπης σου τὸ εὖρος τὸ ἀπροσμέτρητον.
Ὡς παιδίον γέγονας τῇ ψυχῇ, ἀμνησικακίαν καὶ ἁπλότητα ἐνδυθείς, θείων χαρισμάτων τὸν πλοῦτον ἀποκρύπτων, τῇ ἀκενοδοξίᾳ πολιτευόμενος.
Διορατικῶν ἦσθα κορυφή, προφητῶν μεγάλων πλησιέστατος συγγενής· ἰαματικῶν τε συνόμιλος ἁγίων, Πορφύριε, ἐδείχθης, Ἄθωνος κόσμημα.
Τῆς Ἀποκαλύψεως θεωρός, τῆς πρὸς Ἰωάννην, ἐν τῆ Πάτμῳ σὺ γεγονώς, ὤφθης μύστης μέγας
τῶν θείων μυστηρίων, τὰ Χερουβεὶμ ἐγγίσας τῇ ταπεινώσει σου.
Ναυαγῶν τοῦ βίου ὤφθης λιμὴν καὶ τῶν θλιβομένων ἡ παράκλησις ἡ θερμή, τῶν ἀπολωλότων
ποιμὴν τῆς Ἐκκλησίας, καὶ κρήνη ἰαμάτων τῆς θείας χάριτος.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες
μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον.
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἵασαι τὰς ἀσθενείας ἡμῶν ἕνεκεν τοῦ ὀνόματός Σου. Κύριε, ἐλέησον· Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα… Καὶ νῦν…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου. Ἐλθέτω ἡ βασιλεία Σου. Γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ ἱερεύς·
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Εὐβοίας τὸν γόνον, Πανελλήνων τὸν Γέροντα, τῆς Θεολογίας τὸν μύστην καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Δαιμονῶντας γὰρ λυτροῦται, καὶ ἀσθενεῖς ἰᾶται πίστει κράζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ ἁγιάσαντι,
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἡ Ἐκτενὴς καὶ Ἀπόλυσις.
Μετὰ τὴν Ἀπόλυσιν ψάλλομεν ἀργῶς
τὰ κάτωθι τροπάρια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πᾶσι τοῖς τιμῶσιν εὐλαβῶς ἱερὰν τὴν μνήμην σου, πάτερ, καὶ δεομένοις πιστῶς δώρησαι τὴν ἴασιν
παθῶν, Πορφύριε· καὶ κινδύνων καὶ θλίψεων καὶ ζάλης τοῦ κόσμου λύτρωσαι πρεσβείαις σου
τοὺς σοὶ προστρέχοντας· ἔχεις γὰρ πολλὴν παῤῥησίαν, ὡς Χριστοῦ θεράπων καὶ φίλος, μεσιτεύειν, ὅσιε, πρὸς Κύριον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σουκαὶ λύτρωσαι ἡμᾶςἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μουεἰς σὲ ἀνατίθημι,Μῆτερ τοῦ Θεοῦ,φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ ἱερεύς·
Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Δίστιχον.
Πορφύριε, φύλαττε θερμαῖς εὐχαῖς σου
Εὐάγγελον μέλψαντα θαυμάσιά σου.
Εὐαγγέλου Καραδήμου, “Χαίροις, Πάτερ Πορφύριε (Παρακλητικὸς Κανὼν καὶ Χαιρετισμοί), Ἀθήνα 2008
http://www.porphyrios.net/?page_id=167
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου