Δευτέρα 30 Ιουλίου 2018

Ἀκολουθία ΠΑΝΑΓΙΑΣ ΔΑΜΑΝΔΡΙΟΥ Λέσβου

Ψαλλομένη τῇ 23η Αὐγούστου

Ποίημα Γεωργίου Γαλανόπουλου
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Εἰκόνος δ΄. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἀνέτειλε σήμερον φαιδρῶς, ἡμέρα ἑόρτιος, ἐν ᾗ πιστῶν σπεύδει ἄθροισμα, ψαλμοῖς τιμήσασθαι, ἐν τῇ Δαμανδρίου, μάνδρᾳ θαυματόβρυτον, Εἰκόνα Θεοτόκου τὴν ἔνθρονον, φωτὶ ἀστράπτουσαν, πόθῳ κράζον· Μητροπάρθενε, μὴ ἐλλίπῃς Υἱῷ Σου πρεσβεύουσα.(Δίς).
Πανήγυριν ἄγει ἱεράν, Δαμανδρίου πάνσεπτος, Μονὴ τιμῶσα ἐν ᾄσμασιν, Εἰκόνα πάντιμον, τῆς Μητρὸς Κυρίου, καὶ πίστοι φιλέορτοι, προστρέχουσιν αὐτὴν κατασπάσασθαι, καὶ ἐξαιτήσασθαι, καρδιῶν πόθων ἐκπλήρωσιν, καὶ τὰ κρείττω, ἃ δωρεῖ Πανύμνητε.
Εἰκών Σου Ἁγνὴ ἡ θαυμαστή, τὰς βαθμίδας κλίμακος, τοῖς ποθητῶς ἀναβαίνουσι, πρὸς θείαν μάνδραν Σου, ἀσπασθῆναι ταύτην, βρύει τὰ ἰάματα, ἰᾶται τοὺς νοσοῦντας καὶ δαίμονας, ἐλαύνει τάχιστα, ἐπομβρίᾳ τῶν χαρίτων Σου· διὸ ὕμνοις Σὲ Παρθένε μέλπομεν.
Δόξα. Ἦχος δ΄.
Δεῦτε ἅπαντες φιλέορτοι, τιμήσωμεν θεοτερπέσιν ᾠδαῖς, τὴν πανθαύμαστον Εἰκόνα τῆς Θεομήτορος, ἐν τῇ Δαμανδρίου Μονῇ, τὸ χαῖρε τοῦ Ἀρχαγγέλου ἀνακράζοντες, τῇ Κεχαριτωμένῃ Κόρῃ· καὶ γὰρ Αὕτη παρέχει τοῖς πιστοῖς, πλουσιόδωρον χάριν, εὐλογίαν καὶ ἁγιασμόν, ὡς εὐσυμπάθητος τῷ βροτείῳ φυράματι· διὸ ἀσπασώμεθα ταύτην, καὶ ἀρυσώμεθα ἐξ αὐτῆς, νοσημάτων θεραπείαν, πειρασμῶν ἐκλύτρωσιν, θλίψεων μάκρυσιν, καὶ πάντων τῶν δυσμενῶν ἀπαλλαγήν, αἰτούμενοι εὐλαβῶς, τὴν πρὸς τὸν μονογενῆ Της Υἱὸν πρεσβείαν, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν Παρθένον ἁγνήν, ἐξ ἧς ἀρρήτως προῆλθε, σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, κράζοντες καὶ λέγοντες· εὐλογημένη Σὺ ἐν γυναιξί, μακαρία ἡ γαστήρ, ἡ χωρήσασα Χριστόν. Αὐτοῦ ταῖς ἁγίαις χερσί, τὴν ψυχὴν παραθεμένη, πρέσβευε Ἄχραντε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε τὴν ἱεράν, Εἰκόνα τῆς Παρθένου, τιμήσωμεν ἐν ὕμνοις, χορεῖαι φιλεόρτων, τὸ χαῖρε ταύτῃ κράζοντες.
Στ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Μάνδρα Σου ἡ σεπτή, τοῦ Δαμαδρίου Κόρη, ὑμνεῖ Σε γηθοσύνως· διὸ αὐτὴν μὴ παύσῃ, ἀεὶ τηρεῖν ἀσάλευτον.
Στ. Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Χάριν Σου δὸς ἡμῖν, τοῖς κατασπαζομένοις, Ἁγνὴ τὴν Σὴν Εἰκόνα, πανευλαβῶς ἐκ πόθου, καὶ Ὀρθοδόξους φύλαττε.
Δόξα.
Τάξεων νοερῶν, πασῶν ἁγιωτέρα, ὑπερενδοξοτέρα, Παρθένε τοὺς τιμῶντας, Εἰκόνα Σου διάσωζε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πάντες Χριστιανοί, Σὴν Κοίμησιν ὑμνοῦσιν, Μητρόθεε Παρθένε, καὶ τὴν σεπτὴν μορφήν Σου, περιχαρῶς ἀσπάζονται.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Χαίροις ἄσπιλε, Παρθενομῆτορ, μάνδρας ἔφορε, τοῦ Δαμανδρίου, καὶ μοναζόντων χαρὰ πανευφρόσυνος, χειμαζομένων προστάτις ἀκοίμητε, πιστῶν ἐλπὶς καὶ πενήτων βοήθεια· ὅθεν δώρησαι, ψυχῆς τὰ κρείττω πρεσβείαις Σου, Θεὸν ἡμῶν εὐμενίζουσα, τοῖς μέλπουσιν ἐν ὕμνοις τὴν Εἰκόνα Σου.
Δόξα. Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν σεπτήν Σου Εἰκόνα ὥσπερ δώρημα ἔνθεον, ὄλβον τῆς Μονῆς Δαμανδρίου, ἀσπαζόμεθα Ἄχραντε· θαυμάτων γὰρ ἐκβλύζει τοὺς κρουνούς, καὶ ῥύεται νοσοῦντας χαλεπῶς, καὶ τὴν ἴασιν παρέχει ἄμφω πιστοῖς, τοῖς χαῖρε ἐκβοῶσί Σοι· χαῖρε τῶν Ὀρθοδόξων ἡ χαρά, χαῖρε ἡμῶν ἡ μεσίτρια, χαῖρε σωτήριος ἐλπὶς τῶν τόκον προσκυνούντων Σου.
Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς Σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, καὶ κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος γίνεται. Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος. Βοήσωμεν οἱ πιστοί, τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.
Βαβαὶ τῶν Σῶν μυστηρίων Ἁγνή! τοῦ Ὑψίστου θρόνος, ἀνεδείχθης Δέσποινα, καὶ γῆθεν πρὸς οὐρανόν, μετέστης σήμερον. Ἡ δόξα Σου εὐπρεπής, θεοφεγγέσιν ἐκλάμπουσα χάριτι· Παρθένοι σὺν τῇ Μητρὶ τοῦ Βασιλέως πρὸς ὕψος ἐπάρθητε. Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος. 
Τὴν Σὴν δοξάζουσι Κοίμησιν, Ἐξουσίαι θρόνοι, Ἀρχαὶ Κυριότητες, Δυνάμεις καὶ Χερουβίμ, καὶ τὰ φρικτὰ Σεραφίμ. Ἀγάλλονται γηγενεῖς ἐπὶ τῇ θείᾳ Σου δόξῃ κοσμούμενοι. Προσπίπτουσι βασιλεῖς, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.
Καὶ γ’ τῆς Εἰκόνος. Ὅμοια.
Ὢ τοῦ παραδόξου θαύματος! Δαμανδρίου Μονή, κρίμασιν οἷς Κύριος, ὁ πάντων οἶδε Θεός, ἀδήλως κέκτηται, τὴν ἔνθρονον καὶ σεπτήν, τῆς Θεοτόκου Εἰκόνα πανθαύμαστον, πληροῦσα θείας χαρᾶς, τοὺς ἀνυμνοῦντας ἐν πίστει καὶ λέγοντας· ὦ Μητρόθεε Παρθένε, εὐσεβῶν τὸ καύχημα, μοναζόντων ἡ δόξα, σκέπε πάντας, τοὺς ὑμνοῦντάς Σε.
Βαβαὶ τῶν Σῶν θαυμασίων Ἁγνή!  Τοῖς πιστοῖς παρέχεις, χάριτας ἰάσεων, τὰς νόσους καὶ συμφοράς, ἐλαύνεις τάχιστα, τοῖς σπεύδουσιν εὐλαβῶς, ἀσπαζομένοις τὴν θείαν Εἰκόνα Σου, ἐν δάκρυσι στεναγμοῖς, τοῖς ἀλαλήτοις καὶ πόθῳ βοώντων Σοι· Κεχαριτωμένη Κόρη, τῶν χαρίτων πέλαγος, ἐκ παντοίων κινδύνων, σῷζε τοὺς εἰς Σὲ προστρέχοντας.
Ἀεὶ ὑμνοῦμεν Πανάχραντε, τὰς εὐεργεσίας δωρεὰς καὶ χάριτας, θαυμάτων τοὺς ποταμούς, ὡς ἡ πηγὴ Σιλωάμ· Σὺ κλίμαξ εἶ ἀρετῶν, ὡς Ἰακὼβ προκατεῖδεν ἀνάγουσα, ἡμᾶς πρὸς δόξαν Θεοῦ, δι’ ἧς κατέβη καὶ ἄνθρωπος γέγονεν, ὁ ἐκ Σοῦ ἐνανθρωπήσας, Λόγος ὁ συνάναρχος, τοῦ Πατρὸς ἐπελεύσει, καὶ δυνάμει θείου Πνεύματος.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἐπέλαμψεν ἡμῖν, ἡμέρα Κυρίου, ἐν ᾗ πανίερον ἄγομεν ἑορτήν, τιμῶντες τὴν τοῦ Δαμανδρίου ἔφορον καὶ σκέπην, Θεομήτορα Παντάνασσαν· δεῦτε οὖν θεόφρονες, ᾀσματικοῖς ἄνθεσι καὶ ἐγκωμίοις, Ταύτην ἀνυμνήσωμεν, ὡς Θεοτόκον κυρίως, τὴν τέξασαν τὸν Λόγον τοῦ προανάρχου Πατρός, συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, λέγοντες· χαίροις, ἡ ῥίζα τῆς ζωῆς, ἐξ ἧς τὸ ἄνθος προῆλθε Χριστός, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας· χαίροις, Ἱερέων καύχημα, μοναζόντων σέμνωμα, πιστῶν φρουρὸς καὶ προστάτις, καὶ Ὀρθοδόξων πρόμαχος· χαίροις, νήσου Λέσβου ἀγαλλίασις, καὶ τῆς ἱερᾶς ταύτης Μονῆς, ἀντίληψις καὶ βοήθεια, χαρὰ καὶ παραμυθία, ἐλπὶς καὶ καταφύγιον, τῶν προστρεχόντων τῇ σεβασμίᾳ Σου Εἰκόνι. Ἀλλ’,  ὦ πανύμνητε Ἀειπάρθενε, μὴ παύσῃ ἱκετεύουσα, τὸν πανοικτίρμονα Θεὸν ἡμῶν, ὑπὲρ τῶν πόθῳ ἀσπαζομένων, τὴν θαυματόβρυτόν Σου μορφήν, καὶ Θεοτόκον ὁμολογούντων Σε.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Τῇ ἀθανάτῳ Σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ Σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ Σοῦ. Μεθ' ὧν ὡς Υἱόν Σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ Ἀναγνώσματα.
Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. 28, 10-17).
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν, καὶ ἀπήντησε τόπω, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος, καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ' αὐτῆς. Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ' αὐτῆς, καὶ εἶπεν· Ἐγὼ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ' ἧς σὺ καθεύδεις ἐπ' αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βορρᾶν, καὶ ἐπὶ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ εἰμι μετὰ σοῦ, διαφυλάσσων σὲ ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἐπιστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μὴ σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὅτι ἐστὶ Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλ' ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. 43, 27 & 44, 1-4).
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδ' 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπ' αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς Βορρᾶν, κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. 9, 1-11).
Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς ἐπὶ κρατῆρα, λέγουσα· Ὃς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς με, καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν, ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις· (τὸ γὰρ γνῶναι Νόμον, διανοίας ἐστὶν ἀγαθῆς)· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.
Εἰς τήν Λιτήν. Ἦχος α΄.
Εὐφραινέσθω σήμερον πνευματικῶς, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, καὶ ἀγαλλομένῳ ποδί, πανηγυρίσωμεν πιστοί, τὴν πάντιμον ἑορτήν, τῆς Θεομητορικῆς Εἰκόνος, τῆς Δαμανδρίου Μονῆς· ὅθεν, ποθητῶς σπουδάσωμεν αὐτῇ, κεκαθαρμέναις διανοίαις, νηστείᾳ καὶ δεήσει, ἅμα τε τῇ ἐξομολογήσει τῶν πεπραγμένων, δι’ ὧν Χριστὸν τὸν Θεόν, λυποῦντες σφόδρα παροργίσαμεν. Καὶ τῇ ὑπερευλογημένη Δεσποίνῃ, προσάξωμεν ὕμνον, μετὰ τῶν οὐρανίων στρατιῶν, τὸ χαῖρε Μῆτερ τῆς Ζωῆς, κεχαριτωμένη Κόρη, ἀναμέλποντες· πρέσβευε δεόμεθά Σου, τῷ ἐκ Σοῦ σαρκωθέντι Σωτῆρι Χριστῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτός.
Ἰδοὺ ἐξήστραψε φαιδρά, καὶ φωτοφόρος εὔσημος ἡμέρα, ἡ ἐκ τῆς νοητῆς Ἀνατολῆς, θεία μνήμη τῆς Μεταστάσεως, τῆς τοῦ Ὑψίστου Μητρός. Πανηγυρίσωμεν οὖν θεόφρονες πιστῶς, καὶ τῇ Μονῇ Δαμανδρίου εἰσιέμενοι, τὴν θαυματόβρυτον Αὐτῆς Εἰκόνα, πίστει κατασπασώμεθα, τὴν ἀενάως ἐκβλύζουσιν ἰαμάτων χάριν, πρὸς ἴασιν νόσων χαλεπῶν, καὶ παθῶν τῆς ψυχῆς, συμφώνως κράζοντες· ἐπιδαψίλευσον ἡμῖν, τοῖς ἐν μελίσμασι τιμῶσιν, ἣν ἐκ Θεοῦ ἀπείληφας πλουσιόδωρον χάριν, καὶ πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Δεῦτε θεόφρονες πάντες σήμερον, συνελθόντες ἐν οἶκῳ Θεοῦ, ᾄσωμεν μέλεσι μελιῤῥύτοις, τῆς Θεοτόκου τὴν Κοίμησιν, καὶ τὴν εἰς οὐρανοὺς ἐκ γῆς Μετάστασιν, λέγοντες πρὸς Αὐτήν· χαίροις, ἡ Μήτηρ τῆς ζωῆς, ἡ πρὸς Υἱὸν μονογενῆ μετοικήσασα, εἰς τὴν ἀθάνατον δόξαν· ὅθεν τοῖς τιμῶσί σε πιστῶς, δεόμεθά Σου Παναμώμητε, πρόφθασον καὶ λύτρωσαι, τῶν δολοπλόκων σκανδάλων τοῦ ἐχθροῦ, ἀνάγκης κινδύνων καὶ βλάβης, ταῖς πρὸς Χριστὸν θερμαῖς ἱκεσίαις Σου, καὶ τήνδε Μονήν Σου ἄτρωτον, εἰς αἰῶνας σκέπουσα διαφύλαττε.
Ὁ αὐτός.
Τῆς Θεοτόκου τὴν πανάχραντον μορφήν, περιγραπτῶς φερομένην ἐν Εἰκόνι, τῇ οὔσῃ νῦν τεθησαυρισμένῃ, ἐν τῇ τοῦ Δαμανδρίου Μονῇ, δεῦτε πιστοὶ ἀσπασώμεθα, ἵνα λάβωμεν ἐξ αὐτῆς, πλουσίαν χάριν, πταισμάτων ἱλασμόν, ψυχικὴν σωτηρίαν, καὶ τὸ μέγα ἔλεος.
Ἦχος γ΄.
Ἄχραντε Μῆτερ, Θεοτόκε ἀειπάρθενε, ἡ μεταστᾶσα οὐρανοῖς, καὶ τῶν βροτῶν τῷ γένει, εὐσυμπαθήτως ἔχουσα, μὴ ἐλλίπῃς Χριστὸν ἐκδυσωπεῖν, τὸν φιλάνθρωπον Θεόν, τοῦ ἐλεῆσαι καὶ σῶσαι, τὰς ψυχὰς τῶν ἀπαύστως ἀνυμνούντων Σε.
Ἦχος πλ. α΄
Δεῦτε μερόπων χορεῖαι, πνευματικῶς εὐφραινόμενοι, συνέλθωμεν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἀνυμνοῦντες ἐν ᾄσμασι τὴν Θεομήτορα· σήμερον γὰρ ἀληθῶς, Δαμανδρίου σεμνύνεται ἡ μάνδρα, Εἰκόνα Της ἔνθρονον κατέχουσα, ὡς θησαυρὸν πολυτίμητον, τὴν θαυματόβρυτον· ὅθεν, τῇ Κεχαριτωμένῃ, τὸ χαῖρε ἀρχαγγελικῶς, προσφθεγξώμεθα πιστοί, χείλεσιν ἀναξίοις λέγοντες· χαῖρε, τὸ κλέος καὶ τὸ καύχημα ἡμῶν, καὶ παρθένων σεμνὸν ἐγκαλλώπισμα· χαῖρε, τῆς θεοσώστου νήσου ταύτης ἔφορος καὶ προστάτις, φρουρός τε καὶ θεία σκέπη· χαῖρε, τῶν Ὀρθοδόξων χαρά, τῶν Ἱερέων δόξα, καὶ γηγενῶν ἡ ἀπολύτρωσις. Ἀλλ’, ὦ Μητρόθεε Παρθένε, μὴ ἐλλίπῃς ἀεὶ πρεσβεύουσα Χριστῷ, ὑπὲρ τῶν πιστῶς μακαριζόντων Σε.
Ἦχος πλ. δ΄.
Τὰς ξηρανθείσας ψυχάς, τῷ αὐχμῷ τῆς ἁμαρτίας, κατάρδευσον τῇ Σῇ ἐπομβρίᾳ, Κόρη Μητρόθεε, καὶ ἐκ τῆς πανσεβασμίου Σου Εἰκόνος, ἐπιδαψίλευσον πρὸς δροσισμόν, ὑετὸν πλουσίας θείας χάριτος, τοῖς μέλπουσί Σε χαρμονικῶς καὶ ἐκβοῶσι· λύτρωσαι ἐκ τῶν πειρασμῶν, τοῦ δολίου πολεμήτορος, πάντας ἡμᾶς τοὺς τιμῶντας, τὴν σεπτὴν Κοίμησίν Σου καὶ Μετάστασιν, χαριτόβρυτε Δέσποινα.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ἡ χάρις τοῦ Ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγεν, εὐμόλπως μέλψασθαι, τὴν ἁγνὴν Μητρόθεον, ἐν μελίσμασιν, εἰς Δαμάνδριον, ὡς πρεσβεύουσαν γεένης, τοῦ πυρὸς ἐκλυτρωθῆναι. Σήμερον, τῶν φιλεόρτων αἱ τάξεις, τῇ Μονῇ Σου προστρέχουσι, περιδεῶς ἐνατενίζουσαι, καὶ κατασπαζόμεναι πιστῶς, τὴν θαυματουργόν Σου Θεοτόκε μορφήν· διὸ πᾶσι φιλάγαθε Δέσποινα, πλήρωσον καρδιῶν αἰτήσεις, παρέχουσα αὐτοῖς, τὰς πρὸς σωτηρίαν ἀντιδόσεις Σου· βρύει γὰρ ἡ Εἰκών Σου ἀληθῶς, ὠκεανὸν θαυμάτων, καὶ πέλαγος χαρίτων, παύουσα πυρετώδεις φλογώσεις, κακώσεις, οἰδήματα, ἀλγηδόνας καὶ ἀῤῥωστήματα, πάθη τὰ ψυχοφθόρα, καὶ μακρύνουσα λύπης τῆς ἀθυμίας· τοὺς νοσοῦντας τάχιστα ἰᾶται, τοὺς πτωχοὺς καὶ ἀνέργους διατρέφει, τὰς χήρας καὶ τὰ ὀρφανὰ παραμυθεῖ, τὰς στείρας εὐτέκνους ποιεῖ, τῶν δαιμόνων τὰς ἐφόδους ἐλαύνει, καὶ λυτροῦται ἅπαντας, ἐξ ἀπειλῆς ἐχθρῶν ἀοράτων· τοὺς ἐν τῇ μάνδρᾳ αὐτῆς, θεοφιλῶς ἀσκουμένους διασώζει, ἐκ πειρασμῶν καὶ παγίδων τοῦ ὄφεως, καὶ δίδει ῥῶσιν δαψιλῆ, καὶ ὑγείαν ἀδαπάνητον· πάντας δὲ φυλάττει καὶ φρουρεῖ, τοὺς εἰλικρινῶς Αὐτὴν ἀνυμνοῦντας, καὶ λέγοντας· χαῖρε, Χριστιανῶν Ὀρθοδόξων χαρμονή, Πολυχνίτου σκέπη, Δαμανδρίου χαριτόβρυτε ἔφορε.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Δεῦτε τὴν παγκόσμιον Κοίμησιν, τῆς παναμώμου Θεοτόκου ἑορτάσωμεν· σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς γηγενεῖς συγκαλοῦσι, τοῦ βοᾶν ἀσιγήτῳ φωνῇ· χαῖρε, ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους μονὰς μετοικήσασα· χαίροις ἡ τῶν Μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἓν συναγαγοῦσα· χαίροις ἡ ἐλπὶς καὶ προστασία ἡμῶν· Σὲ γὰρ Χριστιανῶν τὸ γένος, ἀπαύστως μακαρίζομεν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις, τοῦ Βασιλέως Θεοῦ, ἡ ἀπειρόγαμος Μητέρα Θεόνυμφε, πανάμωμε Παναγία, ἡ μεταστᾶσα ἐκ γῆς, πρὸς Θεοῦ τὴν δόξαν, εἰς οὐράνια· χοροὶ τῶν Ἀγγέλων Σε, μετὰ δέους καὶ ἔνθεος, τῶν Ἀποστόλων, δῆμος Κόρη προπέμπουσιν, ἐν ψαλμοῖς καὶ ὕμνοις, χαῖρε λέγοντες· κἀμεῖς οὖν συνδράμομεν, καὶ Εἰκόνα Σου πάντιμον, ἐν τῇ Μονῇ Δαμανδρίου, περιχαρῶς ἀσπαζόμεθα, ἁγνὴν Θεοτόκον, ἀληθῶς ὁμολογοῦντες, Σὲ Ὑπερύμνητε.
 Στ. Ἡγίασε τὸ σκήνωμα Αὐτοῦ ὁ Ὕψιστος.
Δεῦτε, τῆς νήσου Λέσβου λαός, τῇ θείᾳ μάνδρᾳ Θεοτόκου προστρέξωμεν, καὶ Ταύτης σεπτὴν Εἰκόνα, ἐν ταῖς χερσὶ τὸν Υἱόν, μητρικῶς κρατοῦσα ἀσπασώμεθα· γοργῶς γὰρ αἰτήματα, ἐπακούει ἡ Ἄνασσα, πληθὺν θαυμάτων, δαψιλῶς ἐπαρδεύουσα, τοὺς Αὐτὴν ἐν ὕμνοις μεγαλύνοντες· χαῖρε πιστῶς βοῶντάς Σοι, Παρθένε Πανύμνητε, τοῦ Δαμανδρίου προστάτις, καὶ εὐσεβῶν ἀγαλλίαμα. Ἀεὶ τοὺς τῷ γόνει, πρὸς Σὲ κλίνοντας ἐκ πόθου, σκέπε καὶ φύλαττε.
Στ. Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Χαίρει, τοῦ Δαμανδρίου Μονή, ἐν Σοὶ Πανάμωμε περίπτυστον ἔνθρονον, κατέχουσα θεῖον ὄλβον, τὴν ἱεράν Σου μορφήν, τὸν Υἱὸν ἀγκάλαις Σαῖς βαστάζουσα· καὶ πάντες προστρέχουσι, πρὸς αὐτὴν μετὰ πίστεως, καταφιλοῦντες, εὐλαβῶς τὴν Εἰκόνα Σου, καὶ ἐν κατανύξει, Σοὶ κραυγάζουσι· φρούρει Θεοχαρίτωτε, καὶ σκέπε Σῇ χάριτι, τήνδε Μονήν Σου καὶ πάντας, ἐκ δυσχερῶν καταστάσεων. Ἡμᾶς δὲ πρεσβείαις, εὐμενέσι πρὸς Υἱόν Σου, σῶσον Παντάνασσα.
Δόξα. Ἦχος πλ. δ΄.
Τίς λαλήσει τὰ Σὰ χαρίσματα Ἁγνή; ἢ τίς ἐξαριθμήσει τῶν θαυμάτων Σου τὰ πλήθη; Πεπληρωμένη οὖν πάσαις χάρισιν, ὡς ἀειπάρθενος οὖσα, καὶ Νύμφη τοῦ Παντάνακτος Θεοῦ, χάριτας μὲν δαψιλῶς χορηγεῖς ἀφθόνως, καὶ ῥώμην δίδως πᾶσι τοῖς πιστοῖς. Ὡς δὲ Μήτηρ τοῦ Ὑψίστου, καὶ ἡμῶν εὐσυμπάθητος, πάντας πλουτοῖς, ὡς πηγὴ Σιλωάμ, τοῖς θαύμασι· διπλὰς γὰρ τὰς ἰάσεις, ψυχῆς τε καὶ σώματος, τοῖς ἐν τῇ Μονῇ Σου προσερχομένοις, πρὸς ἀσπασμὸν τῆς σεβασμίας Σου μορφῆς, ἐκ πόθου καὶ πίστεως παρέχεις· ἐλαύνει τῶν δαιμόνων τὰ στίφη, ἡ χάρις τῆς Εἰκόνος Σου, ἰᾶται νοσοῦντας ἀῤῥωστημάτων ταχύ, λύει τῆς ἀτεκνίας τὴν λύπην, καὶ ἐλευθεροῖ ἐκ ψυχικῶν νοσημάτων, τοῖς πιστῶς αὐτῇ προσπίπτουσι· διὸ χάρισαι πᾶσι Θεοτόκε, τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ πρέσβευε ἀπαύστως, τῷ Υἱῷ Σου μητρικῶς, ὅπως οἱ ἀεὶ ὑμνοῦντές Σε, λυτρωθῶμεν τῆς κολάσεως.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πιστούμενος Ἰησοῦς, ὁ Υἱός Σου Θεοτόκε καὶ Θεὸς ἡμῶν, τὰς δύο φύσεις Αὐτοῦ, ὡς μὲν ἄνθρωπος θνῄσκει, ὡς δὲ Θεὸς ἐξανίσταται, καὶ Σὲ Θεομῆτορ, νόμῳ φύσεως θανεῖν εὐδόκησεν, ἵνα μὴ τοῖς ἀπίστοις, φαντασία νομισθῇ ἡ οἰκονομία. Μετέβης δὲ πρὸς οὐρανοὺς ἡ ἐπουράνιος Νύμφη, ὡς ἐκ παστοῦ τοῦ σκήνους Σου, γῆθεν ἀπάρασα. Ἡγιάσθη ὁ αἰθὴρ ἐν τῇ ἀνόδῳ Σου, ὡς ἐφωτίσθη ἡ γῆ ἐν τῷ τόκῳ Σου. Προπέμπουσιν Ἀπόστολοι καὶ Ἄγγελοι ὑποδέχονται. Ὅθεν κηδεύσαντες τὸ πανάχραντον σῶμά Σου, καὶ ἐπιτάφιον ὕμνον ἐξᾴδοντες, μετάρσιον ἔβλεπον, καὶ φόβῳ ἔλεγον· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου· Αὐτὸς γὰρ ἐν μέσῳ Σου, καὶ οὐ σαλευθήσῃ. Ἀλλ' ὧ πολυύμνητε Κόρη, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα· ἡμεῖς γὰρ λαός Σου, καὶ πρόβατα νομῆς Σου, καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα, αἰτούμενοι διὰ Σοῦ σωτηρίαν, καὶ μέγα ἔλεος.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Χαίροις ἄσπιλε, Παρθενομῆτορ, μάνδρας ἔφορε, τοῦ Δαμανδρίου, καὶ μοναζόντων χαρὰ πανευφρόσυνος, χειμαζομένων προστάτις ἀκοίμητε, πιστῶν ἐλπὶς καὶ πενήτων βοήθεια· ὅθεν δώρησαι, ψυχῆς τὰ κρείττω πρεσβείαις Σου, Θεὸν ἡμῶν εὐμενίζουσα, τοῖς μέλπουσιν ἐν ὕμνοις τὴν Εἰκόνα Σου.
Δόξα. Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν σεπτήν Σου Εἰκόνα ὥσπερ δώρημα ἔνθεον, ὄλβον τῆς Μονῆς Δαμανδρίου, ἀσπαζόμεθα Ἄχραντε· θαυμάτων γὰρ ἐκβλύζει τοὺς κρουνούς, καὶ ῥύεται νοσοῦντας χαλεπῶς, καὶ τὴν ἴασιν παρέχει ἄμφω πιστοῖς, τοῖς χαῖρε ἐκβοῶσί Σοι· χαῖρε τῶν Ὀρθοδόξων ἡ χαρά, χαῖρε ἡμῶν ἡ μεσίτρια, χαῖρε σωτήριος ἐλπὶς, τῶν τόκον προσκυνούντων Σου.
Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς Σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Τιμήσωμεν πιστοί, ἐν μελίσμασι θείοις, νοΐ τε καὶ ψυχῇ, σὺν αἰσθήσεσι πάσαις, Εἰκόνα πανθαύμαστον, τῆς Παρθένου κραυγάζοντες· χαῖρε Πάναγνε, εὐλογημένη Μαρία, ἐγκαλλώπισμα, τῶν μοναστῶν Δαμανδρίου, καὶ πάντων ὀχύρωμα.
Δόξα.
Μετέστης πρὸς Υἱόν, Θεοτόκε Παρθένε, πληροῦσα ὡς θνητή, τοὺς τῆς φύσεως νόμους, ἀλλ’ ὅμως οὐκ ἔλιπες, ὀρφανοὺς ἡμᾶς ἅπαντας· Σὺ γὰρ σώτειρα, πιστῶν ὑπάρχεις καὶ πρέσβυς, καὶ ἀντίληψις, τῶν εὐλαβῶς ἀνυμνούντων, τὸ θεῖόν Σου ὄνομα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά Σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν Σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Δαμανδρίου τῇ Μονῇ, ἐν Λέσβῳ δράμωμεν πιστοί, κατασπασθῆναι εὐλαβῶς, τῆς Θεομήτορος μορφήν, ἐνθρόνου οὔσης περιγραπτῶς σεπτῇ Εἰκόνι, ἥτις χάριν βρύειν τοῖς ἀνυμνοῦσι ψαλμοῖς, ἰᾶται τοὺς νοσοῦντας, ἐλαύνει δαίμονας, θλίψεων μακρύνει δάκρυα καὶ ὄνειδος τῶν δεσμῶν ἀτεκνίας, παύει ταχέως τοῖς δεομένοις, ψυχῆς τὰ κρείττω δωρουμένη.
Δόξα.
Ἐθαυμάστωσας Χριστέ, ὁ ἐν Ἁγίοις θαυμαστός, ἐφ’ ἡμᾶς ἔλεος ψυχῆς, καὶ τῶν πταισμάτων ἱλασμόν, δοὺς τῇ Μητρί Σου τῇ δαψιλῇ Εἰκόνος χάριν· ὅθεν Δαμανδρίου τῇ παλαιφάτῳ Μονῇ, σπουδάζουσι νῦν πλήθη ἡμέραν εὔσημον, ταύτην ἀσπασθῆναι χαίροντα δοξάζοντες καὶ πιστῶς ἀνυμνοῦντες· Σὲ τὸν Δεσπότην, Ὃν ἐν ἀγκάλαις μητροπρεπῶς ἔνθρονον φέρει.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτὴ; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα, θεόπαιδα καὶ Παρθένον· μετέστησεν Αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ Αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες καὶ νύμφαι Χριστοῦ, βοῶσαι· χαῖρε, ἡ μεταστᾶσα πρὸς τὰ ἄνω βασίλεια.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν Ἀειπάρθενον, καὶ χαριτόβρυτον, ᾠδαῖς τιμήσωμεν, πιστῶς φιλέορτοι, τοῦ Δαμανδρίου τῇ Μονῇ, προστρέχοντες εὐφροσύνως· καὶ Εἰκόνα ἔνθρονον, ἀσπασώμεθα χαίροντες, ἐκ ψυχῆς κραυγάζοντες· Θεοτόκε βοήθησον, ἡμᾶς τοὺς Σὲ ὑμνοῦντας καὶ σῶσον Μῆτερ, πρεσβείαις πρὸς Υἱόν Σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν τῇ Γεννήσει Σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει Σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ Ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; πῶς δὲ ἡ Μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν Σοι· χαῖρε ἡ Κεχαριτωμένη.
Οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Ἡγίασε τὸ σκήνωμα Αὐτοῦ ὁ Ὕψιστος.
Στ. Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον Θεομητορικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα. Ταῖς τῆς Θεοτόκου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Σήμερον στίφη σπεύδουσι πιστῶν, τῇ ἱερᾷ Σου ἐν Δαμανδρίῳ Μονῇ, ἀσπάσασθαι πόθῳ Πανάχραντε, τὴν θαυματουργόν Σου Εἰκόνα, καὶ ἀρύσασθαι ἐξ αὐτῆς, χάριτας ἰαμάτων· διὸ οὖν κἀμεῖς, ἱκετεύομέν Σε Δέσποινα· δίδου ἡμῖν τὸν πλοῦτον τῶν χαρίτων Σου, καὶ τῇ θερμῇ μητρικῇ Σου πρεσβείᾳ, μεταμόρφωσον ἡμᾶς, ἀπὸ τὸ κατ’ εἰκόνα Θεοῦ εἰς τὸ καθ’ ὁμοίωσιν· ἵνα λαμπρῶς ἐμφαιδρυνόμενοι, τύχομεν τῷ ἀμετρήτῳ ἐλέει τοῦ Υἱοῦ Σου, τῆς θέας τοῦ ἀκτίστου Φωτός, ἐν τῆ ἀγήρῳ μακαριότητι.
Οἱ Κανόνες· οἱ δύο τῆς Ἑορτῆς καὶ ὁ παρὼν τῆς Εἰκόνος.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Χαρίτων τὰ χείλη μου, ὅπως ὑμνήσω Σε πλήρωσον, πανύμνητε Δέσποινα, χαῖρε κραυγάζοντος, ταῖς Σαῖς χάρισιν, ἁγνὴ Παρθενομῆτορ, καὶ μέλψω Εἰκόνα Σου, Δαμανδριώτισσα.
Χαρᾶς τὴν καρδίαν μου, ὦ Ἀειπάρθενε ἔμπλησον, Μονῇ Σου προσφεύγοντα, ἀσπαζομένῳ πιστῶς, θαυματόβρυτον, σεπτὴν ἱερωτάτην, Εἰκόνα κραυγάζων Σοι, χαῖρε Μητρόθεε.
Χαρίτων δωρήματα, τοῖς Σοῖς οἰκέταις Πανάμωμε, ἐκ πόθου αἰτούντων Σου, δὸς Θεοτόκε ἀεί, τοῖς βοῶσί Σοι, τὸ χαῖρε Παναγία, πιστῶν ἀγαλλίαμα, Λέσβου ὀχύρωμα.
Χριστὸς ἐμεγάλυνε, Σὲ ἀπειρόγαμε Δέσποινα, βροτοὶ Σὲ δοξάζομεν, ὦ Θεομῆτορ ἁγνή, καὶ προσπίπτομεν, Εἰκόνι Σου βοῶμεν, τὸ χαῖρε πανθαύμαστε, Μῆτερ ἀπείρανδρε.
Χαρᾶς Φωτοδότα μου, καὶ θείας δόξης πληρούμεθα, ἐκ Σοῦ Πολυέλεε, τῆς Θεοτόκου λιταῖς, καὶ Ἁγίων Σου, ἐν Λέσβῳ ἀθλησάντων, οὓς θείοις μελίσμασι, πόθῳ γεραίρομεν.
Τριαδικόν.
Χριστὲ πολυεύσπλαγχνε, Σῆς Βασιλείας ἀξίωσον, Μητρός Σου δεήσεσι, παμβασιλεῦ Ἰησοῦ, τὸν ὑφάναντα, Τριάδι θεῖα μέλη, καὶ πᾶσι σωτήριον, δίδου μετάνοιαν.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Χαρᾶς τῆς ἀλήκτου Θεοτόκε, εἰρήνης τῆς ἄνωθεν πιστοῖς, δώρησαι Ἀξιΰμνητε, τοῖς πόθῳ Σοὶ κραυγάζουσι· χαῖρε Δαμανδριώτισσα, πάντων πιστῶν καταφύγιον.
Χαρὰν τοῖς Σε μέλπουσι Παρθένε, τὸ Σὸν θεῖον τύπωμα δωρεῖ, ἔνθρονος γὰρ παρίστασαι, σεμνοπρεπῶς βαστάζουσα, ταῖς Σαῖς ἀγκάλαις Κύριον, πηγὴ χαρᾶς οὖσα ἄμετρος.
Χοροὶ τῶν Ἀγγέλων καὶ Ἁγίων, ὑμνοῦσι Θεόνυμφε ἁγνή, βρότειον γένος ᾄδει Σοι, πνευματικῶς μελίσματα, καὶ ἀνακράζει Δέσποινα, τὸ χαῖρέ Σοι προσφθεγγόμενον.
Χοροὶ Ἱερέων εὐφημοῦσι, τῇ θείᾳ Εἰκόνι Σου σεμνή, ᾄσμασι μεγαλύνοντες, τῇ Σῇ Μονῇ γηθόμενοι, χαῖρε Δαμανδριώτισσα, Χριστιανῶν τὸ κραταίωμα.
Χαρὰ Πανοικτῖρμον μετ’ εἰρήνης, καὶ χάριν Σὴν βράβευσον ἡμῖν, πίστει Σὲ μεγαλύνοντας, πρεσβείαις τῆς τεκούσης Σε, ἧς τὴν μορφὴν μελίσμασιν, ἐν Δαμανδρίῳ δοξάζομεν.
Τριαδικόν.
Χαρᾶς Ζωοδότα Ἰησοῦ μου, ὦ ἄδυτε Ἥλιε Χριστέ, ἔμπλησον τοὺς δοξάζοντας, Πατέρα Λόγον Πνεῦμά τε, καὶ ἐν τῇ Βασιλείᾳ Σου, στεφάνων δόξης ἀξίωσον.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Ἡ Δαμανδρίου ἀγάλλου θεία μάνδρα, καὶ μελιῤῥύτοις ὑμνῳδίαις φιλεόρτων, πανηγύριζε ὄλβον ἔχουσα, Εἰκόνα Παρθένου τῆς Θεοτόκου θαυματουργόν, ἐφόρου ἀεὶ καὶ σκέπης Χριστιανῶν, τῶν χηρῶν παραμύθιον, ἣν ἀσπασθῶμεν χαρᾷ, ἐκβλύζουσαν ἰάματα, καὶ παθῶν ἀπολύτρωσιν.
Δόξα.
Εὐχαριστοῦμέν Σοι ἀεὶ Παρθενομῆτορ, οἱ καταφεύγοντες πιστῶς ἐν τῇ Μονῇ Σου, καὶ τὴν πάνσεπτον Εἰκόνα Σου προσκυνοῦντες· αἰτούμενοι μετανοίας τὸν φωτισμόν, ὃν δίδου πᾶσι πλουσίως ὡς ἀγαθή, Θεοτόκε ὑπάρχουσα· καὶ μεσιτείᾳ Σου θερμῇ, ῥῦσαι ἡμᾶς κολάσεως, πρὸς Υἱόν Σου καὶ Κύριον.
Καὶ νῦν. Ὁ αὐτός. Τὴν Σοφίαν καὶ Λόγον.
Ἡ Θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς, τὴν νέαν ἀμφιέννυσαι, ἀφθαρσίαν τοῦ Πνεύματος· ὡς γὰρ ζωῆς Σὺ Μήτηρ, καὶ πάντων Βασίλισσα, πρὸς τὴν ζωὴν μετέστης, Παρθένε τὴν ἄϋλον· ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς ἡμῶν νάματα, Θεομῆτορ Πανάμωμε· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὴν θείαν Σου Κοίμησιν.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Χαριτώνυμε Παρθένε, χαριτόβρυτε Δέσποινα, Δαμανδρίου σκέπη, χαῖρε γηγενῶν ἡ ἀνάπλασις, ἀναβοῶμεν ἐκ πόθου, ἀσπαζόμενοι, τὴν Εἰκόνα Σου, χαῖρε παρθένων παράδειγμα.
Χριστεπώνυμον νῦν ᾧδε φιλεόρτων τε πλήρωμα, τῇ Μονῇ Σου Κόρη, ἥκει καθ’ ἑκάστην τιμήσασθαι, τὴν ἱεράν Σου Εἰκόνα θαυματόβρυτον, οὖσαν κράζον Σοι· χαῖρε σεμνὸν ἐγκαλλώπισμα.
Χαρμονὴ τῶν Ἀρχαγγέλων, γλυκασμὸς τῶν Ἀγγέλων τε, καὶ τῶν Θρόνων δόξα, Σὺ εἶ ἀειπάρθενε Ἄνασσα, τῶν εὐσεβῶν ἡ προστάτις, καὶ μεσίτρια, τῶν λεγόντων Σοι· χαῖρε ἐλπὶς ἀκαταίσχυντε.
Χερουβεὶμ ἄπαυστος ὕμνος, Σεραφεὶμ δοξολόγησις, χαρὰ Ἀσωμάτων, Σὺ ὑπάρχεις Μῆτερ Θεόνυμφε, φύλαξ φρουρὸς Δαμανδρίου, ἀκαθαίρετον περιτείχισμα, καὶ τῶν πιστῶν τὸ διάσωσμα.
Χαριτόβρυτον Εἰκόνα μεγαλύνομεν ᾄσμασι, πάντες ἐν πανσέπτῳ μάνδρᾳ, Δαμανδρίου σπουδάζοντες, πληθὺν θαυμάτων γὰρ βρύει, ἡ Πανάμωμος, τοῖς δοξάζουσι, τῇ ἀθανάτῳ κοιμήσει Σου.
Τριαδικόν.
Χριστὲ Σῶτερ πηγὴ πέλεις, τοῦ φωτὸς Παντοδύναμε, ὃ ἐκπορευτέον ἐκ Πατρὸς τῶν Φώτων, Θεότητος Υἱοῦ καὶ Πνεύματος θείου, ἐστὶν ἄδυτον, τοῖς βοῶσί Σοι· δόξα Τριὰς Ὁμοούσιε.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Χορεύει τὰ σύμπαντα, ἐν Σοὶ Παρθένε Ἄχραντε, χαῖρε ὦ Μητρόθεε βοᾷ Σοι, τῆς νήσου Λέσβου, ὁ εὐσεβὴς νῦν λαός· πάντων ἡ ἀντίληψις Ἁγνή, πέλεις τοῖς Σὲ μέλπουσιν, ἡ πληροῦσα αἰτήματα.
Χρυσίου πολύτιμος, ὑπὲρ ἐστὶν ἡ ἔνθρονος, Σεμνὴ θαυματόβρυτος Εἰκών Σου, τάχει ἰᾶται, τοὺς ἀσθενοῦντας δεινῶς, προσπίπτοντας πόθῳ τε πιστῶς, χαῖρε Μῆτερ κράζοντας, Στρατηγὸς ἡ Ὑπέρμαχος.
Χαρίσμασιν Ἄνασσα, κεκόσμηκε παντάπασι, Σὲ ἡ Τρισυπόστατος Θεότης, οἷσπερ Σὺ δίδως, τοῖς ἀνυμνοῦσι ἀεί, τελούμενα θαύματα φρικτῶς, Κόρη θεοδόξαστε, Σῆς Εἰκόνος δωρήματα.
Χρυσόπτερος ἵπταται, νῦν ἀετὸς σκιάζων Σου, μάνδραν θεοχώρητον Παρθένε, Ὃν καθορῶντες, ὡς Βασιλέα Χριστόν, καὶ νοοῦμεν, καὶ χαῖρέ Σοι πιστῶς, ὕμνοις μεγαλύνομεν, τῇ μορφῇ Σου προσπίπτοντες.
Χριστὲ Ὑπεράγαθε, Μητρός Σου ταῖς ἐντεύξεσι, σῶσον τοὺς πιστῶς Σὲ προσκυνοῦντας, ἐν νήσῳ ταύτῃ, καὶ Δαμανδρίου Μονῇ, σὺν τοῦ Γεωργίου προσευχαῖς, δόξα κραυγαζόντων Σοι, αἷς προσδέχου Φιλάνθρωπε.
Τριαδικόν.
Χοὸς πλαστουργήματα, καὶ Σῶν χειρῶν ποιήματα, ἅπαντες ἐσμὲν Ἀδαμιαῖοι, ὦ Ζωοδότα, Λόγε ἀνάρχου Πατρός, μεθ’ ὧν Πνεῦμα Ἅγιον Θεόν, πίστει προσκυνήσωμεν, τὴν Τριάδα δοξάζοντες.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Χαρὰν Σὴν θείαν καταύγασον, πιστοῖς ὦ Ὑπερύμνητε Δέσποινα, τοῖς χαῖρε φάσκουσι, χαῖρε ἁγίασμα χάριτος, ἡ ταχινὴ προστάτις Γοργοϋπήκοε.
Χαρίτων ἔμπλησον Ἄφθορε, ψυχὰς τῶν ἀνυμνούντων τὴν δόξαν Σου, Δαμανδριώτισσα· χαῖρε κραταίωμα ἄσειστον, τῶν Ὀρθοδόξων τεῖχος, πιστῶν μεσίτρια.
Χρυσοῦ ὑπερπολυτίμητος, ἁπάσης γῆς ὑπάρχει Μητρόθεε, Εἰκὼν ἡ πάντιμος· ὅθεν τὸ χαῖρε Σοὶ λέγοντες, αὐτὴν πιστῶς τιμῶμεν, ψαλμοῖς καὶ ᾄσμασι.
Χριστοῦ γαστὴρ ἐχρημάτισε, γαστήρ Σου ἀληθῶς Ἀειπάρθενε, Αὐτὸν χωρήσασα, Ὃν οὐρανὸς οὐκ ἐχώρησε· διὸ ἐνανθρωπήσας, ἡμᾶς ἐθέωσε.
Χαρίτων ἔμπλησον Κύριε, Μητέρα Σου ὑμνοῦντας θεόφρονας, τὴν Μητροπάρθενον, ἧς τὴν μορφὴν κατασπάζονται, ἐν Δαμανδρίῳ πλήθη, καὶ μεγαλύνουσι.
Τριαδικόν.
Χορεύει πάντα τὰ πέρατα, βολαῖς ἡλιακαῖς ἀπαστράπτοντα, Τριὰς ἀΐδιε, Πάτερ καὶ Πνεῦμα Πανάγιον, Ὁμοούσιε Λόγε, Θεότης Ἄναρχε.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Θεοτόκον μέλπομεν, λαὸς τῆς Λέσβου, Δαμανδρίου φύλακα, ἁπάντων πρέσβυν πρὸς Θεόν, κοίμησιν Ταύτης δοξάζοντες, καὶ πρὸς Υἱόν Της, οὐράνιον ἄνοδον.
Ἕτερον. Ἦχος πλ. β΄. Τὴν ἐν πρεσβείαις.
Τὴν Δαμανδρίου ἀκοίμητον προστασίαν, καὶ Ὀρθοδόξων καταφύγιον καὶ σκέπην, ὕμνοις τιμήσωμεν Θεομήτορα, τοῦ Γαβριὴλ τὸ χαῖρε, πανευλαβῶς προσάδοντες, Εἰκόνα τὴν θείαν ἀσπαζόμενοι.
Ὁ Οἶκος.
Μνήμην σεβάσμιον σήμερον τελέσωμεν, ἐν θείοις μελῳδήμασι πιστοί, ἀγαλλόμενοι ψυχῇ τε καὶ σώματι, τῆς Κοιμήσεως καὶ γῆθεν πρὸς οὐρανὸν Μεταστάσεως τῆς Θεομήτορος, ἀξιοχρέως τιμῶντες τὴν πανάμωμον Δέσποινα, ἣν ἡ ὑπεράρχιος Τριαδικὴ Θεότης τετίμηκε καὶ ἡγίακεν, ὡς σκεῦος τίμιον Ταύτης, καὶ δοχεῖον καθαρὸν τοῦ Παναγίου Πνεύματος. Καὶ πόθῳ προσδράμωμεν, τῇ παλαιφάτῳ τοῦ Δαμανδρίου ἱερᾷ Μονῇ, ἀρυόμενοι ἐξ Αὐτῆς πλουσίως, ταχέως καὶ ἀναργύρως, χάριν ἀείῤῥοον, παρέχουσαν, νόσων ἰατρείαν, πειρασμῶν ἐκλύτρωσιν, θλίψεων μάκρυνσιν, πονηρῶν πνευμάτων φυγάδευσιν, καὶ πᾶσαν ἐπιτήδειον ὠφέλειαν, αἰτούμενοι ταῖς μητρικαῖς Της πρὸς Υἱὸν πρεσβείαις, Εἰκόνα τὴν θείαν ἀσπαζόμενοι.
Συναξάριον.
Τῇ ΚΓ΄ τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Μονῆς τοῦ Δαμανδρίου ἐν τῇ νήσῳ Λέσβου.
Χαίρει ἐν σοί, Δαμανδρίου ἡ μάνδρα,
πανήγυριν ἄγουσα, εγκαυχωμένη Μῆτερ.
Τρίτῃ καὶ εἰκάδι, βροτοὶ ὧδε, Παρθέον ἀνυμνοῦσι.
Ταῖς τῆς Θεοτόκου καὶ πάντων Σου τῶν Ἁγίων, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Χαριστήριον ᾠδὴν Σοὶ ἀναμέλπομεν ῥόδον ἀμάραντον, πιστῇ ἐφόρῳ ἡμῶν, τῆς μάνδρας Σου ἄγρυπνε, φρουρὲ καὶ πρόμαχε, Παντευλόγητε, χαῖρε βοῶντες σέμνωμα, τοῦ Παντάνακτος ἡ Μήτηρ.
Χαριτώνυμε τὸ χαῖρε ἀλαλάζομεν, ἐκ πόθου ἅπαντες, τῇ Σῇ μορφῇ εὐλαβῶς, χαρὰν ἀνεκλάλητον, Σὺ πᾶσι βράβευσον Παναμώμητε, χαῖρε παρθένων καύχημα, καὶ μητέρων θεία δόξα.
Χρυσαυγίζουσαι ἀκτῖνες θείας δόξης Σου, Κόρη Μητρόθεε, ἐκ Σῆς Εἰκόνος πιστοῖς, ἐκπέμπουσι χάριτας, ἃς κἀμῖν δώρησαι, τοῖς κραυγάζουσι· χαῖρε θαυμάτων πέλαγος, μεῖζον τούτου τοῦ Αἰγαίου.
Χρυσοποίκιλτος ἡ δόξα Σου Πανάχραντε, καὶ ὑπερύμνητος, ἣν τῶν Ἀγγέλων χοροί, καὶ ἄνθρωποι χαίροντες, πίστει Σὲ μέλπουσι· Ὑπερύμνητε χαῖρε, ἡ πρέσβυς ἡ θερμή, σωτηρίας τῶν ἀνθρώπων.
Χάριν δὸς ἡμῖν Ἁγνὴ τοῖς ὑμνοῦσί Σου Γέννησιν, Εἴσοδον ἐν τῷ ναῷ τοῦ Θεοῦ, χαρμόσυνον Σύλληψιν, καὶ Γένναν Μονογενοῦς, τὴν λοχείαν Σου, καὶ τὴν ἐκ γῆς πρὸς οὐρανούς, ἀθανάτῳ Σου Κοιμήσει.
Τριαδικόν.
Χριστὲ Γένναν Σου δοξάζομεν καὶ Βάπτισιν, τὴν Μεταμόρφωσιν, Ὑπαπαντὴν καὶ Σταυρόν, τριήμερον Ἔγερσιν, θείαν Ἀνάληψιν, σὺν Πεντηκοστῇ· δόξα Τριὰς Σοὶ κράζοντες, Πάτερ Λόγε θεῖον Πνεῦμα.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Χαῖρε Δαμανδρίου θεία μάνδρα, Εἰκόνα τῆς Θεομήτορος κατέχουσα, κτῖσμα ἱερώτατον, τὸ φιλανθρωπότατον, γηροκομεῖον ἄσυλον, καὶ καταφύγιον, τῶν πόθῳ Σοι, βοώντων τὸ χαῖρε, καὶ ἀσπαζομένων, μορφὴν ἁγιωτάτην.
Χαίρει τῶν πιστῶν σεπτὴ χορεία, τὸ χαῖρε Θεογεννήτρια Σοὶ κραυγάζουσα, Λέσβου τὸ ἀγλάϊσμα, Πολυχνίτου σέμνωμα, τὴν οἰκουμένην θαύμασι πλουτοῖς Πανάμωμε, Ἀπείρανδρε, Ἀνύμφευτε Νύμφη· ὅθεν Σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Χάριν νῦν ἡμῖν παράσχου Κόρη, ἐκ θείας ἀναπηγάζουσαν Εἰκόνος Σου, Δαμανδρίου ἔφορε, εὐσεβῶν ὑπέρμαχε, πρὸς Σὲ ἐκ πόθου σπεύδομεν, τὸ χαῖρε κράζοντες, Πανύμνητε, ἡμᾶς σῶσον πάντας, τοὺς μορφὴν ἁγίαν, πιστῶς δοξολογοῦντας.
Χρέος ἀνυμνεῖν Σε Κόρη πάντες, τὴν ὑπ’ Ἀρχαγγέλων ὑμνουμένην ἔχομεν, νῆσος τῆδε ἅπασα, χαῖρε ὦ Παντάνασσα, βοᾷ Δαμανδριώτισσα, ἐν πίστει μέλπουσα, Σὴν κοίμησιν, πιστῶς εὐφημοῦσα, σκέπε ὡς νεφέλη, ἡμᾶς ἀεὶ Παρθένε.
Χαίρουσι βροτοὶ πανευφροσύνως, τιμῶσαι τῆς Θεοτόκου τὴν Μετάστασιν, χαῖρε σὺ ἁγίασμα, χαῖρε θεῖον σκήνωμα, Εἰκὼν ἡ πολυτίμητος, Μονῆς κειμήλιον, ἣν ὑμνοῦμεν βοῶντες, τὸ σῶσον Σαῖς πρέσβειαις, Μῆτερ ἡμᾶς ἀκατακρίτους.
Τριαδικόν.
Χάριν σωστικὴν ἐκ τῶν Παθῶν Σου, Χριστὲ τοῖς πιστοῖς παράσχου προσκυνοῦντάς Σε, Ἔγερσιν δοξάζοντας, Σταυρὸν μεγαλύνοντας, καὶ Θαβωρίου ἔμπλησον φωτὸς τῆς δόξης Σου, τοὺς κράζοντας· Τριὰς Παναγία, Πάτερ Λόγε Πνεῦμα, ἐλέησον Σοὺς δούλους.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Μεγάλυνον ψυχή μου, τὴν πάντων ἀνωτέραν, κτίσεως ποιημάτων, Παρθένον Θεοτόκον.
Μεγάλυνον ψυχή μου, τὴν προστασίαν κόσμου, πιστῶν τὴν σωτηρίαν, καὶ σκέπην Δαμανδρίου.
Χαῖρε Μαριάμ, Μονῆς Σου ἡ ἔφορος, Δαμανδριώτισσα, ἡ θυγάτηρ τοῦ Δαβίδ, τῶν Ὀρθοδόξων πρέσβυς πρὸς Κύριον, τῶν εὐσεβῶν κραταίωμα, καὶ ἀγαλλίαμα, τῶν ἀπαύστως, χαῖρε κραυγαζόντων Σοι· μὴ ἐλλίπῃς Υἱῷ μεσιτεύουσα.
Μεγάλυνον ψυχή μου, Εἰκόνα τῆς Παρθένου, ἐν Δαμανδρίου μάνδρᾳ, μελίσμασιν ἐνθέοις.
Μεγάλυνον ψυχή μου, ᾀσματικῶς τοῖς ὕμνοις, Θεοῦ ἁγνὴν Μητέρα, τὴν μόνην Θεοτόκον.
Χάριν δὸς ἡμῖν, τοῖς πίστει προσπίπτουσι, καὶ γόνυ κλίνουσι, καρδίας τε καὶ ψυχῆς, Εἰκόνα θείαν, πόθῳ ἀσπάσασθαι, τῆς Θεοτόκου ἔνθρονον, τὴν θαυματόβρυτον, χορηγοῦσαν, ἄφθονα ἰάματα, πρὸς σωτήριον ὅρμον δ’ ἰθύνουσαν.
Μεγάλυνον ψυχή μου, τῆς Θεοτόκου ὕμνοις, τὴν κοίμησιν σὺν Νόοις, καὶ θείοις Ἀποστόλοις.
Χώρα Σὲ τιμᾷ, Ἑλλάδος ἡ ἔνδοξος, καὶ γένη ἔνθα, ὡς Μητέρα τοῦ Θεοῦ, καὶ Χριστωνύμων, πιστῶν τὸ ἄθροισμα, ψαλμοῖς ἡδέσιν ᾄδει Σοι, τήρει ἀπήμονας, τοὺς βοῶντας· χαῖρε Βᾶτε ἄφλεκτε, ἀπὸ γῆς μεταστᾶσα ἐν σώματι.
Μεγάλυνον ψυχή μου, ἀκτίνων λαμπροτέραν, ἡλίου Θεοτόκε, εἰς ἀνω μεταστᾶσαν.
Χρῖσον τοὺς πιστούς, τὰ μῦρα χαρίτων Σου, Δαμανδριώτισσα, τοῖς ἄνθεσι ῥαίνοντας, σεπτὴν Εἰκόνα, ῥόδοις καὶ κρίνοις τε, σὺν χρυσανθέμοις, ἴοις τε, καὶ δὸς τὴν ἄφεσιν, τῶν πταισμάτων, νόσων ἀπολύτρωσιν, καὶ πυρὸς αἰωνίου ἐκλύτρωσιν.
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἀρᾶς ἀρχαίας, Θεοῦ ἁγνὴν Μητέρα.
Χάριν Σου Ἁγνή, τῷ ὕμνους ὑφάναντι, Σοὶ Μητροπάρθενε, μεταλαμπαδεύουσα, παθῶν καὶ νόσων, τάχει ἀπάλλαξον, ἄμφω ὑγείαν δώρησαι, εἰρήνην ἄνωθεν, τοῖς βοῶσι· χαῖρε Χαριτόβρυτε, τῶν χαιρόντων χαρὰ Χριστοπόθητος.
Τριαδικόν.
Μεγάλυνον ψυχή μου, τῆς Τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος.
Χρῖσον μύροις Σοῖς, ἐλέους καὶ πλήρωσον, φωτὸς τὸν ἄσημον, Πνευματεμφορούμενον, τὸν ᾆσμα τοῦτο πλέξαντα Κύριε, ἵνα πιστῶς ὑμνῶ Θεέ, ἀεὶ δὲ κράζω Σοι, προσκυνοῦντα, Τριὰς Τρισυπόστατε Πάτερ Λόγε, σὺν Πνεύματι δόξα Σοι.
Ἐξαποστειλάριον. Ἦχος δ΄. Γυναῖκες ἀκουτίσθητε.
Προστάτιν Σὲ θερμότατον, ἁγνὴ Παρθένε κέκτηται, τοῦ Δαμανδρίου ἡ μάνδρα· διὸ λαμπρῶς τὴν Σὴν μνήμην, πανηγυρίζει κράζουσα· ἀεὶ σκέπε τὴν ποίμνην Σου, καὶ φύλαττε ἀπήμονας, πιστοὺς λοιμοῦ καὶ κινδύνων, τοὺς Σὴν Εἰκόνα τιμῶντας.
Ἕτερον. Ἦχος γ΄. Ἀπόστολοι ἐκ περάτων.
Μετ’ Ἀπόστολων Ἄγγέλων, Ἱεραρχῶν κἀμεῖς πάντες, ναοῖς σπουδάζοντες πόθῳ, ὑμνήσωμεν τῆς Παρθένου, τὴν πρὸς Υἱὸν καὶ Δεσπότην, ἔνδοξον ἄνοδον ὕμνοις.
Καὶ τὸ τῆς Ἑορτῆς. Ὅμοιον.
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ Σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Δεῦτε πιστῶν αἱ χορεῖαι, πόθῳ προσέλθωμεν, μονῇ ἱερωτάτῃ, καὶ Εἰκόνα τὴν θείαν, τῆς Δαμανδριωτίσσης πανευλαβῶς, ἀσπασώμεθα χαίροντες· παρέχει χάριν γὰρ θείαν, καὶ ἐκ δεινῶν, ἐκλυτροῦται τοὺς τιμῶντας αὐτήν.
Τῆς νήσου Λέσβου τὰ πλήθη, μάνδρᾳ προστρέξωμεν, ποδὶ ἀγαλλομένῳ, ἀνυμνοῦντες ἐν ὕμνοις, τὴν πάνσεπτον Εἰκόνα καὶ θαυμαστήν, ἥτις ῥύεται θλίψεων, σωματικῶν νοσημάτων, καὶ πειρασμῶν, τοὺς τιμῶντας τὴν Μητρόθεον.
Ἐγκωμιάσωμεν ὕμνοις, τὴν ἀειπάρθενον Κυρίαν Θεοτόκον, οἱ πιστοὶ κατὰ χρέος, αἰτούμενοι πρεσβείαις της πρὸς Υἱόν, λυτρωθῆναι κολάσεως, καὶ τοῦ πλουσίου ἐλέους τυχεῖν Θεοῦ, χαῖρε Ταύτην μακαρίζοντες.
Χαῖρε ὦ πάγκαλλε Νύμφη, τοῦ Βασιλέως Χριστοῦ, χαῖρε χαρὰ Ἀγγέλων, γηγενῶν προστασία, ἐλπὶς ἁγνὴ τοῦ κόσμου, χαῖρε πιστῶν, σωτηρίας ἡ ἄγκυρα, τὸ ἀγαλλίαμα, χαῖρε Χριστιανῶν, Ὀρθοδόξων καὶ ὀχύρωμα.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον οὐρανοὶ ἀγάλλονται, καὶ ἡ νῆσος τῆς Λέσβου συγχορεύει· σήμερον, οἱ φιλέοτοι σπεύδουσιν ἐνταῦθα, ἵνα περιχαρῶς ἐκ πόθου καὶ πίστεως, ἀσπασθῶσιν εὐλαβῶς, τὴν σεβασμίαν μορφὴν τῆς Θεομήτορος· σήμερον, Ἱερέων καὶ μοναστῶν χοροὶ σκιρτῶσι, καὶ πανηγυρίζουσιν ἄνθρωποι ἐπὶ γῆς· ὅθεν κἀμεῖς ἐν κατανύξει καὶ πνεύματι ταπεινώσεως, προσπίπτομεν, καὶ τὴν θαυματουργόν Σου Εἰκόνα, ὕμνοις καὶ ᾠδαῖς ᾄδοντες, σὺν ψαλμοῖς τε δαυϊτικοῖς, ῥαίνομεν ἄνθεσι καὶ μύροις, καὶ δακρύοις καταβρέχομεν, βοῶντές Σοι εἰλικρινῶς Θεοχαρίτωτε Δαμανδριώτισσα· ῥᾶνον ἐφ’ ἡμᾶς δαψιλῶς, ὀμβροτόκε Παρθένε, τὴν χάριν Σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν, μητρικαῖς πρὸς Υἱόν Σου παρακλήσεσι.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τῇ ἀθανάτῳ Σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ Σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ Σοῦ. Μεθ' ὧν ὡς Υἱόν Σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Δεῦτε τὴν Εἰκόνα τὴν ἱεράν, Δαμανδριωτίσσης, ἀσπασώμεθα εὐλαβῶς, βρύει γὰρ ἰάσεις, καὶ χάριν τοῖς νοσοῦσι, καὶ δαίμονας ἐλαύνει ἡ θαυματόβρυτος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου