Δευτέρα 9 Ιουλίου 2018

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΟΥ ΑΜΦΙΛΟΧΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΙΚΟΝΙΟΥ

(Ποίημα Ἱσιδώρας Μοναχής)

Εἰς τὸ ὄνομα τοῦ Πατρόςτοῦ Υἱοῦ καὶ τοῦ ἁγίου ΠνεύματοςἈμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ (142)
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον,δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ  Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σοῦ εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριοςμετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Χρηματισθεὶς ὡς καθαρὸς μετ’ Ἀγγέλου, καὶ μυηθεὶς χερου-βικῶς Ἱεράρχα, ἐν σεαυτῷ τὸν ὕμνον τὸν τρισάγιον, Πάτερ Ἀμφιλόχιε ἱερούργησας ὃντως, Τριάδα ὁμόθρονον, ὀρθοδόξως κηρύξας· καὶ νῦν Χριστὸν μὴ παύσῃ δυσωπῶν, ὑπὲρ τῶν πίστει ὑμνούντων σὰς χάριτας.
Δόξα. Ὅμοιον.
ν φωταυγίᾳ μυστικῇ θεηγόρε, τὸ Εὐαγγέλιον λαβὼν ὑπ’ ἀΰλων, θεοβουλήτως ἤστραψας ἰσάγγελε, Πάτερ Ἀμφιλόχιε, ὡς ποιμὴν Ἰκονίου, ψυχὰς ἐκκαθαίρων νῦν, τῇ θερμῇ σου πρεσβείᾳ· διὸ τοῖς χρῄζουσι μὴ παύσῃ χορηγῶν, ὡς ἐλεήμων, δωρήματα πρόσφορα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προίστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοὺ σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

ΨΑΛΜΟΣ Ν'. 50.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.  Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καί  κανών, οὗ  ἀκροστιχίς : Ἀμφιλόχιε, τὸ φῶς λόχευσόν μοι. Ἰσιδώρα.
Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
κτῖνας φωτὸς τοῦ τρισολαμποῦςσεπτὲ ἹεράρχαἈμφι-λόχιε θεωρῶνδιάλυσον σκότωσιννοός μου καὶ ἐπιλάμψεως θείας ἀξίωσον.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μερίμνῃ τῇ ἄνωθεν λοχευθείςΠοιμὴν Ἰκονίουἐπὶ χλόην ζωοποιόνἐποίμαινας Πάτερ ἐντοῖς κρίνοιςἀρωμάτων ἐν κήποις χρηστότητος.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Φαιδρὸς εἰσελήλυθας εἰς ναόνοὐράνιον Πάτερεἰς ἀθέατα ἐντρυφῶνκαὶ νῦν Ἀμφιλόχιεκαρδίαςκαὶ ψυχὰς ἡμῶν πάντων οὐράνωσον.
Θεοτοκίον.
λέωσαι Κόρη τὸν σὸν Ὑἱόνσυγχώρησιν δοῦναιἐπταισμέ-νων ἵνα ὑμνῶνοΐ καθαρῷ σὰςἀντιλήψειςΠαρθενομῆτορ ἐμόν ἀγαλλίαμα.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σουδεόμεθά Σουἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνοςκαὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶνἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέουςζωῆςεἰρήνηςὑγείαςσωτηρίαςἐπισκέψεωςσυγχωρήσεωςκαὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦπάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξωνχριστιανῶντῶν κατοικούντων καὶ παρε-πιδημούντων ἐν τῇ (κώμῃπόλεινήσῳ) ταύτῃτῶνἐνοριτώνἐπιτροπῶνσυνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχειςκαὶ σοὶ τὴν δόξαν ἀναπέμπομεντῷΠατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματινῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λαμπαδοῦχος ἐφάνης, πυριστεφὴς Ὅσιε, τῆς θεολογίας τρανώσας τὴν γνῶσιν ἅπασι, διὸ ὑπάναψον ἐν ταῖς ψυχαῖς ἡμῶν φλόγα, θείας ἀγαπήσεως, Ἀμφιλόχιε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
δυνῶν τῶν παθῶν μου καὶ προσβολῶν δράκοντος, ῥῦσαὶ με πρεσβείᾳ σου Πάτερ, τῇ πανοικτίρμονι, πόμα τὸ ᾔδιστον, βλύζων ἐμοὶ ἀπαθείας, Πάτερ Ἀμφιλόχιε, καὶ κατανύξεως.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Χριστοκλήτως ἐκφαίνων ποιμαντικὰς χάριτας, πύλας ἐννοιῶν ἀθανάτων, ἤνοιξας Ἅγιε, διὸ σωτήριον ἡμῖν λοχείαν παρέχεις, Πάτερ Ἀμφιλόχιε, ἀγαλλιάσεως.
Θεοτοκίον.
ατῆρα δυσώπει, ὃν ἐν γαστρὶ ἔφερες, δύσμορφον εἰκόνα ὦ Μῆτερ, καθωραΐσαι μου· καὶ γὰρ σὲ εὕρηκε πάντερπνον σφόδρα ὁ κάλλει, ἐν βροτοῖς ὑπέρκαλος καὶ ὡραιότατος.
Διάσωσον, ἡμᾶς ἐκ πλάνης καὶ θλίψεως ψυχοφθόρου, Ἀμφι-λόχιε σεπτὲ Ἱεράρχα, τοὺς τιμῶντάς σου χάριτας, πίστει, καὶ εὐλαβείᾳ.

πίβλεψον, ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς μνημονεύει.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτροπῶν, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὴν γνῶσιν λαβὼν ζωῆς τὴν ἀδαπάνητον, τὸν νοῦν σου σοφὲ ἐπλήρωσας λαμπρότητος, βοῶν πρὸς τὸν Ποιμένα σου, ποῦ ποιμαίνεις ὦ Λόγε σὰ θρέμματα, διὸ εἰς ὄρη θείας καλλονῆς, ἀνάφερε πάντας Ἀμφιλόχιε.
Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
γεώργησας λόγῳ σου, λογικοὺς λειμῶνας ἀνθέων πίστεως, διὸ μύρον ὡς πολύτιμον, ἡμᾶς θέλγει Πάτερ, ἡ σὴ εὔνοια.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὰς αὐγὰς ἰριδίζων μοι, τῶν κρειττόνων Πάτερ φέρειν ἐνίσχυσον, εὐωδίαν καθαρότητας, ἵναἈμφιλόχιε γεραίρω σε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
μβροφόρος ὡς νέφωσις, ἐξ αὐχμοῦ με ῥύεται  πρεσβεία σου, βουλευμάτων τοῦ ἀλάστορος,δρόσον οὐρανίαν ὑετίζουσα.
Θεοτοκίον.
Φωτοφόρε Παράδεισε, τοῦ λαμπροῦ νυμφῶνος με κατά-ξίωσον, ἡ παστὰς θείας σαρκώσεως, ἡ κεχρυσωμένη τῇ ἁγνείᾳ σου.

Ὁ Ἱερεὺς μνημονεύει.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
φθης ἀῤῥαγές, ἐκκλησίας περιτείχισμα, διὸ στήριξον ἐν πίστει ἀκλινεῖ, τὸ ποίμνιόν σου, ὀρθοδόξως Ἀμφιλόχιε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σκήνωμα τερπνόν, ἔνθα μένεις μοι εὐτρέπισον, ἵνα πρόσω-πον πρὸς πρόσωπον ὁρῶ, ὃν κατεπόθησας παμμάκαρ Ἀμφιλόχιε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λόχευσον ἡμῖν, ἁγιάσματος τὴν εὔκλειαν, ὁ φερώνυμον τὴν κλῆσιν βεβαιῶν, Ἀμφιλόχιε κατ’ ἄμφῶ νέμων ἴασιν.
Θεοτοκίον.
μβρησον ἡμῖν, οἶνον θείας ἐπιγνώσεως, ἀναστέλλοντα τὴν μέθην τῶν παθῶν,  θεῖονβότρυν τῆς ζωῆς ἀποκυήσασα.

Ὁ Ἱερεὺς μνημονεύει.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ στ΄. Τὴν δέησιν.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Χορείαις, ἀγγελικαῖς συναυλίζῃ, ὁ βιώσας ἐν σώματι ἀΰλως· καὶ νῦν ἡμῖν πατρικῇ εὐστοργίᾳ, ἐλθὲ καὶ δίδου γλυκεῖαν παράκλησιν, ὁρᾶν τὸ ὄντως ἐφέτον, τῷ νοΐ Ἀμφιλόχιε πάντοτε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
κλάμψας, ἱερωσύνης τῷ φάει, ὑπ’ Ἀγγελῶν ὡς λαβὼν χρῖσμα θεῖον, τοὺς ἀφορῶντας πρὸςσὲ ἐκ καρδίας, ἐκ ῥύπου βλάβης καὶ θλίψεων λύτρωσαι,  Ἀμφιλόχιε σεπτέ, τῶν δογμά-των ἡλύρα  εὔσημος.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
πάρχεις, τῶν ὑπερβάσεων μύστης, θεοτύπωτος εἰκὼν ἀποῤῥήτων, διὸ ἐμὲ ἐν ἀβύσσῳ κακίας, βεβυθισμένον ὦ Πάτερ ἀνέλκυσον, δεήσει σου τῇ φωταυγεῖ, ὑπερκόσμιε νοῦ Ἀμφιλόχιε.
Θεοτοκίον.
Σὲ ὁ Λόγος, ὁ τοῦ Πατρὸς Θεοτόκε, ὡς χρυσοῦν θυμιατήριον εὗρεν, ἐν ᾧ ἀνάψας σαρκώσεως θαῦμα, ἐν εὐωδίαις ἡμᾶς κατηγλάϊσε, ζωῆς ἀῤῥήτου Μαριάμ, δυσωδίας φθορᾶς ἐκλυτρούμενος.
Διάσωσον ἡμᾶς, ἐκ πλάνης, καὶ θλίψεως ψυχοφθόρου, Ἀμφιλόχιε σεπτὲ Ἱεράρχα, τοὺς τιμῶντάς σου χάριτας, ἐν πίστει καὶ εὐλαβείᾳ.
χραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκούσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Ὁ Ἱερεὺς μνημονεύει.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Μετὰ δὲ τὴν ἐκφώνησιν, τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Λειτουργὸς ὡς ὑπαρχῶν εὐπρόσδεκτος Ἅγιε, τῷ φωτὶ τῷ τρισηλίῳ θέσει θεουμένος, ἐλθὲ τάχει, καὶ ἐξελοῦ ἡμᾶς ἐκ συμφορῶν, δεινῶν νόσων τε καὶ χαλεπῶν, μηχανευμάτων τοῦ ἐχθροῦ, θεουργὲ Ἀμφιλοχιε. Ἴθυνον διανοίας, πρὸς τρίβον τῆς μετανοίας, διδοὺς ὑψόθεν χαρμονήν, ἀγαπήσει τῇ πατρῷα σου.

Εἶτα τὸ Α´. Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ´ ἦχου.
Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ μὲ πάθη* ἀλλ΄ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρμου. Δίς
Οἱ μισοῦντες Σιώναἰσχύνθητε ἀπὸ τοῦ Κυρίουὡς χόρτος γὰρ πυρὶ ἔσεσθεἀπεξηραμμένοιΔίς
Δόξα
Ἁγίῳ Πνεύματιπᾶσα ψύχη ζωοῦται καὶ καθάρσει ὑψοῦταιλαμπρύνεται τῇ ΤριαδικηΜονάδι ἱεροκρυφίως.
Καὶ νῦν
Ἁγίῳ Πνεύματι ἀναβλυζει τὰ τῆς χάριτος ῥεῖθραἀρδεύοντα ἅπασαν τὴν κτίσινπρὸςζωογονίαν.

Καὶ εὐθὺς Τὸ Προκείμενον.
Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην...
Στίχ.: Τίμιος ἐναντίον Κυρίου...
 Ἱερεὺς
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου…..
Ὁ Χορός.
Κύριε ἐλέησον (τρὶς)
Ὁ Ἱερεὺς
Σοφία΄ ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὁ Χορὸς΄
Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεὺς
Ἐκ τοῦ κατὰ ……….. ἁγίου Εὐαγγελίου, τὸ ἀνάγνωσμα.
Πρόσχωμεν
Ὁ Χορός.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Ἱερεὺς
Εὐαγγέλιον ἱεραρχικόν
.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου...
Στίχ: Ἐλέησόν με ὁ θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ Προσόμοιον.
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
Αἴγλῃ αὐγαζόμενος, χειροθεσίας Ἀγγέλων, Πάτερ Ἀμφι-λόχιε, ῥήσεσι χειλέων σου ἐναπέφραξας, ἀσεβῶν στόματα, τῶν μὴ προσκυνούντων, τῆς Τριάδος τὸ ὁμότιμον, ἐλαίῳ ἄνωθεν ποιμαντορικῶς σφραγισάμενος· διὸ μανίας δράκοντας, ὄτρωτον συντηρεῖ μὲ πάντοτε, ἵνα σου δοξάζω δωρήματα προνοίας ἐναργοῦς καὶ γλυκασμοὺς ἀντιλήψεων, ἐπιχεομένων μοι.
Ὁ ἱερεύς.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρο-νομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καὶ κατά-πεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου Μύρων τῆς Λυκίας, Σπυρίδωνος Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, Νικολάου του ἐκ Νάξου τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνά τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Πολυκάρπου, Χαραλάμπους, Βλασίου καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικῶν Θέκλας, Αἰκατερίνης, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ Ἁγίου Ἀμφιλοχίου Ἐπισκόπου Ἰκονίου καὶ πάντων σου τῶν Ἁγίων· Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου, καὶ ἐλέησον ἡμᾶς.
Ὁ χορὸς· Κύριε, ἐλέησον  (ιβ´).
Ὁ Ἱερεύς·
λέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς σοῦ Υἱοῦ, μεθ οὐ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς· Ἀμήν.

Εἶτα, ἀποπληροῦμεν τάς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.
Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
σφρανθεὶς ἡδυπνόων, ἀρωμάτων τοῦ Πνεύματος Ἀμφιλόχιε, παθῶν τῆς δυσωδίας, εὐτόνῳ σου δεήσει, ἀπαλλάττεις ἑκάστοτε, ἐν συντριβῇ ἱερᾷ, τοὺς σὲ ὑμνολογοῦντας.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νοητῇ ἐν δρεπάνῃ, κακοδόξων βλαστήματα ἐξεμέλισας, ζιζάνια ἐκκαίων, λυμαντικὰ σπερμάτων, Πάτερ τῆς πίστεως, καρποφυλάττων ἡμῖν, ῥαδάμνους σωτηρίας·
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μετουσίᾳ τῇ θείᾳ, Ἀμφιλόχιε Πάτερ θέλγει ἀείποτε, ἀΰλων ἁρμονίας, διὸ κεκυφυῖαν, τὴν ψυχήν μου ἐνίσωσαν, τῇ σταθερᾷ Ἰησοῦ, εὐθύτητι ἁγίᾳ.
Θεοτοκίον.
 Υἱός σου ἐσθῆτα, περιθείς σοι Πανάχραντε τῆς Θεότητος, διάχρυσον ἐξόλου, ὡς ᾆσμα τῶν ᾀσμάτων κατεκόσμησε χάρισι, ἐν κροσσωτοῖς ποικιλτοῖς, Πατρὸς τῆς εὐδοκίας.

Ὁ Ἱερεὺς μνημονεύει.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ η΄. Τὸν Βασιλέα.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
άσεις βρύεις, τοῖς εὐλαβῶς προσκυνοῦσι, τὴν σεπτὴν εἰκόνα σου θεόπτα, καὶ γὰρ πλουτεῖς πᾶσι, θαυμάτων σου τὴν αἴγλην.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
ερωσύνης, τὴν εὐλογίαν παμμάκαρ, συμπαθῶς ἐκχέεις τοῖς αἰτοῦσι, δρόσῳ γὰρ ἐπλήσθης, ψεκάδων εὐσπλαγχνίας.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σκεῦος ἐδείχθης, τῆς θεϊκῆς ἐπιπνοίας, Ἀμφιλόχιε Πάτερ ἀξίως, ποίμνην σου εὐθύνων, εἰς τρῖβον μετανοίας.
Θεοτοκίον.
Ιερωτέραν, τῶν οὐρανίων ταγμάτων, σὲ γινώσκομεν Πανύ-μνητε Μαρία, τέλος γὰρ ὑπάρχεις δημιουργίας πάσης.

Ὁ Ἱερεὺς μνημονεύει.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶνἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεωςκαὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξωνχριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶνἐνοριτών, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶκαὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δεχόμενοι εὐχαῖς σου, αὔρας ζωηφόρους, συναθροισθέντες τῇ θείᾳ εἰκόνι σου, λοχαίους στάχυας Πάτερ ἀναδρεπόμεθα.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
ραῖος ἐνεφάνης· φωτὸς ταῖς ἀγλαΐαις, ἀμωφιλοχεύων ἰάσεις τοῖς χρήζουσι, ὦ Ἀμφιλόχιε, τρόποις τῆς σῆς χρηστότητος.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
οαῖς τῶν σῶν θαυμάτων, σβέννυς πῦρ ἀνθράκων, τῶν πειρασμῶν καὶ τῶν θλίψεων Ὅσιε, εὐχῇ σοῦ φύσεως τρέπων τὰ ὁροθέσια.
Θεοτοκίον.
γνείας ἐν κοιλάσι, ὡς δορκὰς τρυφῶσα, βόσκεις νομαῖς ταῖς τοῦ Πνεύματος Δέσποινα, ἐπιθυμία Υἱοῦ σου ἡμᾶς ἡδύνουσα.
Καὶ εὐθὺς τό·
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

καὶ τὰ Μεγαλυνάρια.
Κλήσει ἀσωμάτων ὡς πιστωθείς, πρὸς σκοπὸν λατρείας παναχράντου καὶ λογικῆς, θείᾳπρομήθειᾳ, Ποιμὴν ἐτελειώθης, Τριάδος λαμπηδόσι,  Ἀμφιλόχιε.
Θημὼν πεπυκασμένος ἐν ἀρεταῖς, καρποὺς ἀθανασίας διανέμεις καὶ γλυκασμόν, πατρῴαςἱκεσίας, πικρίας ῥυομένης, Πατέρων ᾆσμα θεῖον,  Ἀμφιλόχιε.
Χαίροις εὐδοκίας ἱερουργός, δοθεῖσάν σοι χάριν σφραγισάμενος ἱερῶς, τυπώματι θείῳ,ἁγιασμοῦ θεόπτα, ἐν λόγῳ τε καὶ ἔργῳ,  Ἀμφιλόχιε.
Πόθῳ ἱερατευσας τῷ Χριστῷ, οὐράνιοι πύλαι· διὸ ἤρθησαν ἐξ αὐτῶν, τῇ θέᾳ σου μύστα, ἵναεἰσέλθῃς ἔνδον, τοῖς στίγμασι Δεσπότου, ὡς σημειούμενος.
δίδαξας Πάτερ θεολογεῖν, Τριάδος τὸ δόγμα καὶ λατρεύειν μίαν ἀρχήν,  ἁπλῆν  τῇ  οὐσίᾳ, τρισάριθμον  προσώποις,  τὴν  ποίμνην  σου φυλάττων λύκοις ἀλύμαντον.
Δίδου εὐλογίας τοῖς ἐπὶ σέ, Πάτερ ἀφορῶσι, καὶ ἐκ νάρδων καρδιακῶν, ἐπίχεε μύρα, ψυχαῖςἐπιποθούσαις, τὸ φίλτρον τοῦ Δεσπότου,  Ἀμφιλόχιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Ὁ Ἀναγνώστης·
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς  (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δεσπότα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς·
Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης·  Ἀμήν.

Εἶτα τὸ πάρον Ἀπολυτίκιον.
Ἦχος δ’. Ταχύ προκατάλαβε
Σοφίας τὴν ἔλλαψιν ὡς καθαρὸς μυηθείς, δογμάτων ὀρθό-τητος φωτοειδεὶς ἀστραπὰς ἐκλάμπεις τοῖς πέρασι· σὺ γὰρ τὴν ἐν Τριάδι ὁμοούσιον φύσιν ἐκήρυξας, ἀσυγχύτως καθελῶν τὰς αἱρέσεις. Διό σε, ἱεράρχα Ἀμφιλόχιε, Χριστὸς ἐδόξασε.
Τά τροπάρια ταῦτα.
Ἦχος πλ. β΄
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ ἐπίβλεψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σύ γὰρ εἰ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεο-τόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σύ γὰρ εἰ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Εἶτα μνημονεύει καὶ πάλιν  Ἱερεύς, καὶ μεθ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε, ἐλέησον(γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστια-νῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμη, πόλει, νήσω) ταύτη, τῶν ἐνοριτών, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν  (ἡ κώμην, ἢ χώραν, ἢ νῆσον ἢ μονὴν) ταύτην (ἢ τὸν οἶκον  τούτον), καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῇς, καὶ ἐλεῆσαι ἡμᾶς. 
Ἒτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι……..
Ἐπάκουσον ὁ Θεός ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς………..
Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·  Ἀμήν.

Εἶτα ποιεῖ τὴν Ἀπόλυσιν.
Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου  (τοῦ Ναοῦ)·  τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ Ἁγίου Ἀμφιλοχίου Ἐπισκόπου Ἰκονίου, οὗ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Πρὸ δὲ τοῦ Δι’ εὐχῶν,
Ἦχος β᾿ . Ὅτε ἐκ τοῦ ξύλου.
Χλαίνῃ τοῦ Ποιμένος φαιδρυνθείς, χάριν τὴν πολύφωτον ἔργῳ, πᾶσιν ἐπλούτησας, βίον τοῦ Δεσπότου σου ἐν τοῖς παθήμασι, διεξάγων θεόπνευστε, διὸ μὴ ἐλλίπῃς, δόσεις τὰς ἀΰλους σου νέμειν τοῖς μέλπουσι, θεῖά σου λοχεύματα πόθῳ, τὴν χαρὰν αἰτούμενος πᾶσι, Πάτερ Ἀμφιλόχιε καὶ ἔλεος.
Δέσποινα πρόσδεξαι .......        

Τὴν πᾶσαν ἐλπίδα μου...

Δι’ εὐχῶν…

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου