, + Κρήτης
Μελετίου
Ψαλλομένη τῇ
8η Αὐγούστου
ΕΝ
Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος
τοῦ Ἱερέως ὁ Προοιμιακός καί τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε
ἐκέκραξα ἱστῶμεν στίχους στ΄καὶ ψάλλομεν τῆς ἑορτῆς γ΄ καὶ τοῦ Ἁγίου γ΄.
Τῆς Ἑορτῆς. Ἦχος
δ΄. Ἔδωκας σημείωσιν.
Σήμερον ὑπέδειξας,
τὴν Σὴν θεότητα Κύριε, τοῖς σεπτοῖς Ἀποστόλοις Σου, Μωσεῖ σὺν Ἠλίᾳ τε, ὡς Θεὸς
τοῦ Νόμου, καὶ χάριτος πέλων, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τοῦ θανάτου νῦν τῆς
χειρώσεως, μεθ’ὧν Σοῦ τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ Παντοδύναμε,
ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Σήμερον ἐξέλαμψας,
φωτοειδὴς ὑπὲρ ἥλιον, τηλαυγῶς ἐν ὄρει Θαβώρ, δεικνύων τοῖς φίλοις Σου, ὅτι Σὺ
ὑπάρχεις, ἀπαύγασμα δόξης, ὁ τὴν οὐσίαν τῶν βροτῶν, δι’ εὐσπλαγχνίαν φορέσας
Κύριε· διό Σοῦ τὴν φιλάνθρωπον οἰκονομίαν δοξάζομεν, Ἰησοῦ Παντοδύναμε, ὁ Σωτὴρ
τῶν ψυχῶν ἡμῶν.
Σήμερον ἀγάλλονται
οἱ ἐπουράνιοι Ἄγγελοι, σὺν βροτοῖς ἑορτάζοντες, Χριστέ Σοῦ τὴν ἔλλαμψιν, τὴν
φρικτὴν καὶ θείαν, τὴν ἐν Θαβωρίῳ, ἐν ᾧ παρέστησας Μωσῆν καὶ τὸν Ἠλίαν, Σωτὴρ
φιλάνθρωπε, καὶ Πέτρον καὶ Ἰάκωβον, καὶ Ἰωάννην ὑμνοῦντάς Σε, Ἰησοῦ
Παντοδύναμε, ὁ Σωτὴρ καὶ Θεὸς ἡμῶν.
Τοῦ
Ἁγίου. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Μύρων
πανσεβάσμιε πιστούς, ἡ σὴ μνήμη σήμερον, προσεκαλέσατο ἅπαντας, πανηγυρίσαι
σου, ἀρετὰς τὰς θείας, βίου τὴν λαμπρότητα, θαυμάτων τὴν πληθὺν ἣν ἀπέργασαι,
Θεοῦ τῇ χάριτι, Ἱεράρχα ἱερώτατε, Ὃν δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.
Ὦ
Μύρων ὡς ἥλιος αὐγαῖς, Κρήτην τὴν περίφημον, ταῖς τῶν θαυμάτων ἐλάμπρυνας· ὅθεν
καὶ δράκοντα, τῇ Χριστοῦ δυνάμει, χώραν λυμαινόμενον, αὐτῆς μακρὰν ἐδίωξας,
Ἅγιε, καὶ συνεχώρησας, τοῖς τὴν ἅλωνα συλοῦσί σου, καὶ τὸ ῥεῖθρον, ποταμοῦ
συνέστειλας.
Κρητῶν
τὰ συστήματα σοφέ, Μύρων, κατεφώτισας, ταῖς ὑποθήκαις σου, Ἅγιε, καὶ
παραινέσεσι, νουθετῶν διδάσκων, καὶ λαμπρὸν ὑπόδειγμα, θεόφρων σεαυτὸν παρεχόμενος·
διὸ ἱκέτευε, τοῖς ὑμνοῦσί σε δωρήσασθαι, τὴν εἰρήνην, καὶ παθῶν ἐκλύτρωσιν.
Δόξα.
Ἦχος πλ. β΄.
Ἱεραρχῶν
τὴν καλλονήν καὶ τῶν Πατέρων κλέος, τὴν βρύσιν τῶν θαυμάτων καὶ τῶν Κρητῶν
Ποιμενάρχην ἄριστον, συνελθόντες ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις ὑμνήσωμεν
λέγοντες· χαίροις, ὁ τῶν ἐν Κρήτῃ φρουρός καὶ Πρόεδρος σεπτός, καὶ στύλος καὶ
ἑδραίωμα· χαίροις, ἀστὴρ χρυσαυγέστατε, ὁ τὴν νῆσον Κρήτην καταυγάζων τοῖς
θαύμασι· χαίροις, τῶν θλιβομένων ἡ θεία χαρμοσύνη, καὶ τῶν σὲ τιμώντων
θερμότατος προστάτης. Διὸ θεόφρον Μύρων σεπτέ, μὴ παύση πρεσβεύων Χριστῷ τῷ
Θεῷ, ὑπὲρ τῶν ἐν Κρήτῃ οἰκούντων, καὶ πάντων πιστῶν, λυτρωθῆναι κινδύνων καὶ
πάσης κακώσεως.
Καὶ
νῦν. Ἦχος α΄.
Ὁ
πάλαι τῷ Μωσεῖ συλλαλήσας, ἐπὶ τοῦ ὄρους Σινᾶ διὰ συμβόλων, ἐγὼ εἰμι λέγων ὁ
Ὤν, σήμερον ἐπ’ ὅρους Θαβώρ, μεταμορφωθεὶς ἐπὶ τῶν Μαθητῶν, ἔδειξε τὸ ἀρχέτυπον
κάλλος τῆς εἰκόνος, ἐν ἑαυτῷ τὴν ἀνθρωπίνην ἀναλαβοῦσαν οὐσίαν καὶ τῆς τοιαύτης
χάριτος, Μάρτυρας παραστησάμενος Μωϋσῆν καὶ Ἠλίαν, κοινωνοὺς ἐποιεῖτο τῆς
εὐφροσύνης, προμηνύοντας τὴν ἔνδοξον διὰ Σταυροῦ καὶ σωτήριον Ἀνάστασιν.
Εἴσοδος,
Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα (Κεφ. ι΄ 7, γ΄13).
Μνήμη
δικαίου μετ’ ἐγκωμίων καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,
ὃς εὗρε σοφίαν καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ
χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ
τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται
δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ
τέκνα· σεμνὰ γὰρ ἐρῶ καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ
ἔξοδοί μου, ἔξοδοι ζωῆς καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ
ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν
καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις,
ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι
χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν.
Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι
ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶν.
Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν,
οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι
γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν καὶ
πλησθήσεσθε Πνεύματος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ι΄ 32).
Στόμα
δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· στόμα σοφῶν
μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός
δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν καὶ ἐν ἀγαθοῖς
αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός καὶ παρὰ Κυρίου
εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται καὶ ἐν καρδίᾳ αὐτῶν
ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ Αὐτῷ πάντες ἄμωμοι ἐν
ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν·
πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας
πρὸς αὐτὴν οὐ κοπιάσει καὶ ὁ ἀγρυπνήσας δι’ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι
τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα καὶ ἐν ταῖς τρίβοις φαντάζεται
αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην
τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην καὶ ἐξεζήτησα ἐκ νεότητός μου καὶ ἐζήτησα
νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι
τῆς τοῦ Θεοῦ ἐπιστήμης καὶ αἱρέτις τῶν ἔργων Αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν
ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν
χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε
τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις
αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων καὶ
πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ καὶ εὔκλεια ἐν κοινωνίᾳ
λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ καὶ ἐδεήθην Αὐτοῦ καὶ εἶπον ἐξ ὅλης μου
τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ Σου,
καὶ τῇ σοφίᾳ Σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ Σοῦ γενομένων
κτισμάτων καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν Σῶν
θρόνων πάρεδρον σοφίαν καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων Σου, ὅτι ἐγὼ δοῦλος Σός
καὶ υἱὸς τῆς παιδίσκης Σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου Σου καὶ
ἀπὸ θρόνου δόξης Σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ Σοί.
Καὶ ὁδηγήσῃ με ἐν γνώσει καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν
πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ΄ 7-15).
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν
ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ
ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Εἰς
τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Ἄνθρωπε
τοῦ Θεοῦ καὶ πιστὲ θεράπων, καὶ οἰκονόμε τῶν Αὐτοῦ μυστηρίων, ἱερουργὲ Κυρίου
ἀνεξίκακε, εἰκὼν τῆς πραότητος καὶ στήλη ἀρετῶν, ὡς μέγα θησαυρόν σε, ἡ τῶν
Κρητῶν Ἐκκλησία κατέχουσα ἀγάλλεται, ἣν περίσωζε ἀκλόνητον, ταῖς πρὸς Θεόν σου
δεήσεσι, Μύρων θεόληπτε.
Ἦχος
β΄.
Ἐλεημοσύνης
βρύσιν καὶ στήλην πραότητος, ἀνέδειξέ σοι τῇ ποίμνῃ σου Χριστὸς ὁ Θεός, Ἱεράρχα
Μύρων Ὅσιε· ἐν γὰρ τῇ Κρήτῃ μυρίζων διαλάμπεις φαιδρῶς, τῷ πλήθει τῶν θαυμάτων
σου, τῶν πτωχῶν καὶ ἀπόρων προστάτα· διὸ ἱκετεύων μὴ παύση, ὑπὲρ ἡμῶν τῶν
τιμώντων σε.
Ἦχος
γ΄.
Μύρον
ἐκκενωθὲν ἐπὶ σοὶ τῆς χάριτος, ἔχρισέ σε ἱερουργῆσαι τὸ Εὐαγγέλιον τῆς
Βασιλείας τῶν Οὐρανῶν, ὦ Μύρων θαυματοβρῦτα· τοῦ Χριστοῦ γὰρ εὐωδία γενόμενος,
τῆς ὀσμῆς τῶν ἱκετῶν σου εὐμενῶς δεχόμενος, αἴτησαι ἡμῖν τοῖς τιμῶσί σε τὸ μέγα
ἔλεος.
Ἦχος
πλ. α΄.
Δεῦτε
φιλεόρτων τὸ σύστημα, δεῦτε ὁμοφρόνως προσέλθωμεν, ἐπὶ τῇ πανενδόξῳ μνήμῃ τοῦ
Ἱεράρχου καὶ Πατρὸς ἡμῶν. Δεῦτε καὶ κατίδωμεν, τὸ τῆς δαιμονιζομένης κόρης
τερατούργημα· ἴδωμεν πῶς, ἀοράτως ἐν ὀνείρῳ, τῷ ἀνδρὶ αὐτῆς διαλέγεται· ἴδωμεν
αὐτὴν πάσχουσαν ὑπὸ τοῦ χαλεποῦ δαίμονος, ἀκούσωμεν αὐτὴν πῶς ἡ ἰδία
ἀποφθέγγεται, καὶ κροτήσωμεν τὰς χεῖρας εὐφραινόμενοι, θεασώμεθα τῆς κόρης τὴν
ἴασιν καὶ βοήσωμεν· ὦ Μύρων, καὶ τὰ σώματα λυτροῦσαι
τῆς τῶν δαιμόνων τυραννίδος· ἔχεις γὰρ τὴν ἰσχὺν ὡς Ἱεράρχης τοῦ Βασιλέως
Χριστοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Ἦχος
πλ. β΄.
Πατέρων
ἀγλάϊσμα, ὦ Μύρων σεπτέ, καὶ ἀκροθίνιον, τῇ τῶν θαυμάτων σου αἴγλη, τῆς Κρήτης
πάσης ἡδύνων τὰ μέρη, καὶ τῆς Ἐκκλησίας ὑπέρμαχος φανείς, τὸν Σωτῆρα
καθικέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ
αὐτός.
Εὖ
δοῦλε ἀγαθὲ καὶ πιστέ, εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ· σὺ καὶ τὸ βάρος τῆς
ἡμέρας ἐβάστασας, σὺ καὶ τὸ δοθέν σοι τάλαντον ἐπηύξησας, καὶ τοῖς μετὰ σὲ
ἐλθοῦσιν οὐκ ἐφθόνησας. Διὸ πύλη σοι οὐρανῶν ἠνέωκται, εἴσελθε εἰς τὴν χαρὰν
τοῦ Κυρίου σου καὶ πρέσβευε ὑπὲρ ἡμῶν, Ἅγιε Μύρων ἔνδοξε.
Ὁ
αὐτός.
Ἐν
Ἱερεῦσι καὶ Ἱεράρχαις διαπρέψας Ὅσιε, πιστὸς ἀνεδείχθης Ποιμὴν τῆς Χριστοῦ
Ἐκκλησίας, σοφέ. Διὸ ἐν ταῖς ἀρεταῖς σου εὐαρεστήσας τῷ Χριστῷ, πρέσβευε ὑπὲρ
τῆς ποίμνης σου, σὺν τοῖς ἄνω λειτουργοῖς, ἐν φωτὶ Μύρων αὐλιζόμενος.
Δόξα.
Ὁ αὐτός.
Δεῦτε
τῶν Κρητῶν τὸ σύστημα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὸν πανένδοξον
καὶ θεῖον Ἱεράρχην, ἀσματικοῖς ἐγκωμίοις ἐνδόξως ὑμνήσωμεν, λέγοντες· χαίροις,
ὁ τῆς Κρήτης Ποιμήν, καὶ μέγας ἀρωγὸς καὶ στύλος ἀπερίτρεπτος· χαίροις, φωστὴρ
τηλαυγέστατε, ὁ ἐν τῇ νήσῳ Κρήτῃ διαλάμπων τοῖς θαύμασι· χαίροις, τῶν
πλανωμένων ὁδηγὸς καὶ εἰρήνη, καὶ τῶν θλιβομένων ἡ θεία χαρμοσύνη. Καὶ νῦν, ὦ
Μύρων θεόπνευστε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ
τιμώντων ἀεί, τὴν χαρμόσυνον καὶ πανέορτον μνήμην σου.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Προτυπῶν
τὴν Ἀνάστασιν τὴν Σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς Σου
μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ
μεταμορφουμένου, τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο. Οἱ Μαθηταί Σου Λόγε, ἔῤῥιψαν
ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, μὴ φέροντες ὁρᾶν τὴν ἀθέατον μορφήν· Ἄγγελοι
διηκόνουν φόβῳ καὶ τρόμῳ, οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς, τῆς
δόξης τὸν Κύριον.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Μύρων,
Ἱεράρχα Ὅσιε, ἱερουργὸς ἱερός, καὶ θεράπων πανθαύμαστος, τοῦ Χριστοῦ γεγένησαι,
τῶν ἰαμάτων, φέγγος ἀπήστραψας, σκότος ἑκάστοτε, νοσημάτων Ἅγιε ἀποσοβῶν· ὅθεν
ἀνυμνοῦμέν σε, τὸν Κρήτης πρόμαχον.
Στ. Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Μύρων,
Ἱεράρχα ἔνδοξε, ἐκδυσωποῦμέν σε νῦν, ἱεραῖς σου δεήσεσι, τοὺς ἐν Κρήτῃ φύλαττε,
ἐκ κινδύνων καὶ θλίψεων, καὶ τῆς χρονείας ἡμᾶς ἀπάλλαξον, κακοπαθείας καὶ
περιστάσεως· ὅπως γεραίρωμεν, σὲ καὶ μακαρίζομεν ὡς ἰατρόν, μέγιστον πανένδοξε,
Κρήτης τὸ καύχημα.
Στ. Οἱ
Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει
ἀγαλλιάσονται.
Μύρων,
Πατέρων ἀγλάϊσμα, τῶν ἀγαθῶν τὴν πηγήν, ὀρεκτὸν ὡς τὸ ἔσχατον, ὁλικῶς ἐπόθησας,
καὶ Αὐτοῦ ταῖς λαμπρότησι, ταῖς ὑπερφώτοις καταυγαζόμενος, τὴν τῶν θαυμάτων
χάριν ἐπλούτισας· Μύρων ἀοίδιμε, ἴασαι νοσήματα τῶν ἀσθενῶν, ὅπως σε δοξάζομεν,
τὸ Κρήτης καύχημα.
Δόξα.
Ἦχος πλ. δ΄.
Δεῦτε
πάντες οἱ πιστοί, τὸ μέγα κλέος τῶν Ἀρχιερέων, ψαλμοῖς καὶ ὕμνοις χρεωστικῶς
εὐφημήσωμεν, Μύρωνα τὸν θαυματόβρυτον. Οὗτος γάρ, ἄληκτον ἔχων τὸ θεῖον ἐν
ἑαυτῷ, τὴν τοῦ ποταμοῦ ὁρμήν, ὄλεθρον ἀπειλοῦσαν συνέστειλε, καὶ πάλιν διὰ τῆς
αὐτοῦ ῥάβδου εὐθυπορεῖν παρεσκεύασε. Δράκοντα θανατηφόρον παραδόξως ἐταρτάρωσε,
καὶ κρήνη ὑδάτων τῇ προσευχῇ ἐξήγαγε. Τοὺς τὴν οἰκείαν ἅλωνα συλοῦντας δώδεκα
ἄνδρας, συγχωρήσεως ἠξίωσε, καὶ τὸν σῖτον οἰκείαις χερσὶν ἀράμενος, τοῖς ὤμοις
αὐτῶν ἐπέθηκεν· ὅθεν πᾶσιν αἰδέσιμος γέγονε, καὶ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας
προέστη, καὶ τοῦ κόσμου πρεσβευτής, ὤφθη δυνατώτατος.
Καὶ
νῦν. Τῆς ἑορτῆς. Ἦχος α΄.
Τὴν
Σὴν τοῦ μονογενοῦς Υἱοῦ προορώμενος, ἐν Πνεύματι διὰ σαρκός, πρὸς ἀνθρώπους
ἐπιδημίαν, ὁ θεοπάτωρ Δαυΐδ, πόῤῥωθεν πρὸς εὐφρο-ύνην συγκαλεῖται τὴν κτίσιν
καὶ προφητικῶς ἀνακράζει· Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί Σου ἀγαλλιάσονται. Ἐν
τούτῳ γὰρ ἐπιβὰς τῷ ὄρει Σωτήρ, μετὰ τῶν Μαθητῶν Σου, τὴν ἀμαυρωθεῖσαν ἐν Ἀδὰμ
φύσιν, μεταμορφωθείς ἀπαστράψαι πάλιν πεποίηκας, μεταστοιχειώσας αὐτήν, εἰς τὴν
Σὴν τῆς Θεότητος δόξαν τε καὶ λαμπρότητα· διὸ βοῶμέν Σοι· δημιουργὲ τοῦ παντός,
Κύριε δόξα Σοι.
Νῦν
ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Μέγας
ἥλιος, ἐν Κρήτῃ, Πάτερ, ἀνατέταλκας, θαυμάτων πλήθει, καταφωτίζων αὐτὴν,
ἱερώτατε· ὡς οὖν ὁρμὴν ποταμοῦ διεκώλυσας, καὶ τὸν ὄλεθρον δράκοντα ἐλίθωσας,
οὕτως Ἅγιε Χριστῷ, θεῖε Μύρων πρέσβευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Προστάτης
καὶ πρόμαχος τοῦ σοῦ ποιμνίου, σοφέ, καὶ τεῖχος καὶ καύχημα τῆς νήσου Κρήτης
σαφῶς, ἐδείχθης θεόληπτε· εὔφρανας Ὀρθοδόξων, τὰς χορείας, τρισμάκαρ, ἔπλησας
Κρήτην πᾶσαν, τῶν πολλῶν σου θαυμάτων· διὸ ὑπὲρ ἡμῶν τὸν Χριστόν, Μύρων
ἱκέτευε.
Καὶ
νῦν. Τῆς ἑορτῆς. Ἦχος βαρύς.
Μετεμορθώθης
ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς Σου, τὴν δόξαν Σου καθὼς
ἠδύναντο· λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς Σου τὸ ἀΐδιον, πρεσβείαις τῆς
Θεοτόκου, Φωτοδότα δόξα Σοι.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος
α΄. Τὸν τάφον Σου, Σωτήρ.
Θαυμάτων
αὐτουργός γεγονὼς, θεοφόρε, καὶ πάντων πρὸς Θεόν, πρεσβευτὴς καὶ μεσίτης, ὦ
Μύρων μακάριε, νήσου Κρήτης τὸ καύχημα, ῥῦσαι δέομαι, τῆς τῶν παθῶν τυραννίδος,
τοὺς ἱκέτας σου, καὶ τῆς φλογὸς τῆς μελλούσης, πρεσβεύων πρὸς Κύριον.
Δόξα.Ἦχος
πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν
ἐτήσιον μνήμην νῦν οἱ πιστοί, ἐκτελοῦντες ἐν πόθῳ πάντες ἡμεῖς, τοῦ μείζονος
Μύρωνος, Ἱεράρχου Πατρὸς ἡμῶν, τὸ γαληνὸν, τὸ πρᾶον καὶ τὸ ἀμνησίκακον, τὸ
δαψιλὲς καὶ λίαν πτωχοῖς εὐμετάδοτον, χρέος ἐπαινέσαι, ἡμῖν τοῦτον τιμῶσι, τὸ
εὔτονον αὖθις δέ, προσευχῆς καὶ ἐντεύξεως, μηδαμῶς παροψώμεθα, κραυγάζοντες
αὐτῷ ἐκτενῶς· τῶν ποθούντων μέμνησο τὴν μνήμην σου, νῦν ἑορτάζειν ἐν πίστει καὶ
πάντας συντήρησον.
Καὶ
νῦν. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τὴν
τῶν βροτῶν ἐναλλαγήν, τὴν μετὰ δόξης Σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ, τῆς
Σῆς ἐλεύσεως δεικνύς, ἐπὶ τοῦ ὄρους Θαβὼρ μετεμορφώθης, Ἠλίας καὶ Μωσῆς,
συνελάλουν Σοι, τοὺς τρεῖς τῶν Μαθητῶν, συνεκάλεσας, οἵ κατιδόντες Δέσποτα τὴν
δόξαν Σου, τῇ ἀστραπῇ Σου ἐξέστησαν· ὁ τότε τούτοις τὸ φῶς Σου λάμψας, φώτισον
τὰς ψυχὰς ἡμῶν.
Μετὰ
τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸν
δόλιον ἤσχυνας καὶ παλαιὸν πτερνιστήν, νεκρώσας τὸν δράκοντα τῇ σῇ θερμῇ
προσευχῇ, Πατέρων ἀγλάϊσμα· σὺ γὰρ τοῖς ἐν τῇ Κρήτῃ, ἀῤῥωγὸς ἀνεδείχθης, καὶ
τοῖς ἐνοχλουμένοις, λυτρωτὴς καὶ προστάτης· διὸ καὶ ἑορτάζομεν νῦν, Μύρων τὴν
μνήμην σου.
Δόξα.Ἦχος
πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Μετανάστης
γενόμενος ἀφ’ ἡμῶν, ἐκληρώσω σὺ Πάτερ πραέων γῆν, καὶ κόσμου τόν τάραχον,
τρικυμίας καὶ ζάλην τε, ἐκφυγῶν, νῦν μετέστης λιμένα πρὸς εὔδιον, καί γαλήνην
εἰρήνης, Χριστός σοι δεδώρηται, χαίρων τοίνυν τρύφα, Μύρων ταύτης ἀλήκτως καὶ
δόξαν ἀκήρατον, ἣν ἐκτήσω ἀπόλαυε, σὺν Ἀγγέλοις γηθόμενος, Χριστῷ τε προσφωνῶν
ἐν χαρᾷ, μετὰ πόθου Κύριε ἠγάπησα, ἰδεῖν Σου κάλλος προσώπου, τὸ ἄληκτον
Δέσποτα.
Καὶ
νῦν. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Ἐπὶ
τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης Ἰησοῦ καὶ νεφέλη φωτεινή, ἐφηπλωμένη ὡς σκηνή,
τοὺς Ἀποστόλους τῆς δόξης Σου κατεκάλυψεν· ὅθεν καὶ εἰς γῆν ἐναπέβλεπον, μὴ
φέροντες ὁρᾶν τὴν λαμπρότητα, τῆς ἀπροσίτου δόξης τοῦ προσώπου Σου, ἄναρχε
Σῶτερ Χριστὲ ὁ Θεός· ὁ τότε τούτοις τὸ φῶς Σου λάμψας, φώτισον τὰς ψυχάς ἡμῶν.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ηχος
δ΄. Ἐπεφάνης σήμερον.
Ἐλαμπρύνθης
χάριτι καὶ ἀληθείᾳ, τῶν Κρητῶν συστήματα καταπλουτίσας ἀληθῶς, τοῖς θαυμασίοις
σου Ἅγιε, θαυματοβρῦτα, Μύρων πανόλβιε.
Δόξα.
Καὶ νῦν. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ
ἀνελθὼν σὺν Μαθηταῖς ἐν τῷ ὄρει, καὶ ἐν τῇ δόξῃ τοῦ Πατρὸς ἀπαστράψας, σὺν
Μωϋσῇ Ἠλίας Σοι παρίστανται· Νόμος καὶ Προφῆται γὰρ, ὡς Θεῷ λειτουργοῦσιν, ᾧ
καὶ τὴν Υἱότητα, τὴν φυσικὴν ὁ Γεννήτωρ, ὁμολογῶν ἐκάλεσεν Υἱόν, Ὅν ἀνυμνοῦμεν
σὺν Σοὶ καὶ τῷ Πνεύματι.
Προκείμενον. Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Οἱ
Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει
ἀγαλλιάσονται.
Εὐαγγέλιον
εἰς Ἱεράρχην (ζήτει τῇ ιγ΄ Νοεμβρίου, ἐν τῇ ἑορτῇ τοῦ Ἱεροῦ Χρυσοστόμου)
Ὁ
Ν΄ (50) Ψαλμός.
Δόξα. Ταῖς
τοῦ Ἱεράρχου...
Καὶ
νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός...
Μύρων
σεβάσμιε, ἡ μυροθήκη τῶν λειψάνων σου τὴν Κρήτην πολιουχεῖ, ἐν ᾗ καὶ δράκοντα
ἀπελίθωσας, καὶ τοὺς τὴν σὴν ἅλωνα συλοῦντας, συμπαθείᾳ ψυχῆς καὶ γνώμης
ἀκεραιότητι συνεχώρησας, καὶ οἰκείαις σου χερσί, τοῖς αὐτῶν ὤμοις παρέδωκας.
Καὶ αὖθις, ἐξ ἐπιδρομῆς βαρβάρων τοὺς σοὺς ἱκέτας ἐλύτρωσας, καὶ δεινὴν
ὀφθαλμίαν διέλυσας, καὶ τὴν ὑπὸ τοῦ μυσαροῦ πνεύματος ἐνοχλουμένην, νεανίδα
ἠλευθέρωσας. Διὸ πρόστηθι ἀεί, τῇ ἀοράτῳ σου ἐπιστασίᾳ, συμπαθῶν ἡμῖν τὰ
ἐγκλήματα.
Εἶτα,
οἱ Κανόνες· ὁ β΄τῆς ἑορτῆς καὶ τοῦ Ἁγίου, ποίημα Μητροπ. Κρήτης Μελετίου.
ᾨδὴ
α΄. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας
Μύρωνα
τῆς Κρήτης ἱερουργόν, αἰνεῖν ἀρχομένῳ, δώρησαί μοι Λόγε Θεοῦ, λόγον ἵνα τούτου
ἐπαξίως, τὰ τῶν θαυμάτων μέλψω τοῖς ᾄσμασι.
Ναὸς
χρηματίσας τοῦ Παντουργοῦ, τοὺς ἐν τῷ τεμένει, τῷ σεπτῷ σου, Μύρων σοφέ,
ἀνυμνολογοῦντας ταῖς εὐχαῖς σου, κατοικητήρια δεῖξον τοῦ Πνεύματος.
Ταῖς
θείαις σου θεόφρον Μύρων σοφέ, ἀρεταῖς ἐκλάμπων, ἠξιώθης ἐπιτυχεῖν, τῆς
ἐπουρανίου Βασιλείας, ὑπὲρ τῆς Κρήτης πρεσβεύων θεόληπτε.
Θεοτοκίον.
Τάξεις
Σε Ἀγγέλων καὶ τῶν βροτῶν, ἀνύμφευτε Μῆτερ, εὐφημοῦσιν ἀνελιπῶς, τὸν Κτίστην
γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις Σου ἐβάστασας.
ᾨδὴ
γ΄. Οὐρανίας ἁψῖδος. Σὺ εἶ τὸ στερέωμα.
Δὸς
ἡμῖν βοήθειαν, τοῖς κινδυνεύουσι πάντοτε, ταῖς κοσμικαῖς, Μύρων ἐπηρείαις καὶ
δειναῖς περιστάσεσι.
Ὄλβιος
γενόμενος καὶ φωτισμοῦ παντὸς ἔμπλεως, πάντας πλουτεῖν τὴν δικαιοσύνην, θεῖε
Μύρων, ἱκέτευε.
Πῦρ
τὸ τῆς θεότητος ἐνστερνισάμενος, Ἅγιε, καὶ καθαρθείς, ἄνθραξ θεῖος Μύρων, ἐπὶ
γῆς ἐχρημάτισας.
Θεοτοκίον.
Δὸς
ἡμῖν βοήθειαν, τοῖς κινδυνεύουσι Πάναγνε, τὰς προσβολὰς ἀποκρουομένη, τῶν
δεινῶν περιστάσεων.
Κοντάκιον
τῆς ἑορτῆς. Αὐτόμελον. Ἦχος βαρύς.
Ἐπὶ
τοῦ ὄρους μετεμορφώθης καὶ ὡς ἐχώρουν οἱ Μαθηταί Σου τὴν δόξαν Σου, Χριστὲ ὁ
Θεὸς ἐθεάσαντο· ἵνα ὅταν Σέ ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον,
τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι Σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.
Κάθισμα
τοῦ Ἁγίου. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῶν
Κρητῶν προΐστασαι, σκέπων φρουρῶν τούτους Μύρων, καὶ ἐκ πάσης θλίψεως,
ἀπολυτρούμενος, σοφέ, Ἱεραρχῶν ὡραιότατον, κλέος καὶ Κρήτης, τὸ μέγα
προπύργιον.
Δόξα.
Ἐν
τῇ Κρήτῃ ἤστραψας, ὡς ἑωσφόρος, καὶ αὐτὴν ἐλάμπρυνας, ταῖς τῶν θαυμάτων σου
βολαῖς, θαυματοβρῦτα Πατὴρ ἡμῶν, Μύρων παμμάκαρ, Κρητῶν σεμνολόγημα.
Καὶ
νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.
Ἐπὶ
τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης ὁ Θεός, ἀναμέσον Ἠλιού, καὶ Μωϋσέως τῶν σοφῶν,
σὺν Ἰακώβῳ καὶ Πέτρῳ καὶ Ἰωάννῃ· ὁ Πέτρος δὲ συνών, ταῦτά σοι ἔλεγε· καλόν ὧδέ
ἐστι, ποιῆσαι τρεῖς σκηνάς, μίαν Μωσεῖ καὶ μίαν Ἠλίᾳ, καὶ μίαν Σοὶ τῷ Δεσπότῃ
Χριστῷ· ὁ τότε τούτοις, τὸ φῶς Σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Ἠρετίσω
θεόληπτε, εὐαγγελικοῖς προστάγμασιν ἕπεσθαι, τὸν Σταυρόν σου γὰρ ἀράμενος, τῷ
Δεσπότῃ χαίρων ἠκολούθησας.
Νόμους
θείους παρέβλεψα, καὶ παρανομίαις πάσαις συνέζησα, σπεῦ-σον Ἅγιε βοήθει μοι, τῷ
κατεγνωσμένῳ, Μύρων ἔνδοξε.
Ἐν
ἡμέρᾳ τῆς Κρίσεως, ὅταν παραστῶμεν Κυρίῳ κρίνεσθαι, βοηθὸς ἡμῖν γεννήθητι, τοῖς
κατεγνωσμένοις, Μύρων ἔνδοξε.
Θεοτοκίον.
Ἡ
Θεόν σωματώσασα, τὸν ἀνερμηνεύτως ἐν Σοὶ οἰκήσαντα, Τοῦτον αἴτησαι Πανάμωμε,
αἰωνίου δόξης ἀξιῶσαι με.
ᾨδὴ
ε΄. Ἵνα τὶ με ἀπώσω.
Ποία
γλῶσσα βροτεία, σοῦ τὴν ὑπερθαύμαστον Μύρων ἀοίδιμε, βιοτὴν ἐξείποι, καὶ τὴν
ἄϋλον καὶ μακαρίαν ζωήν, ἥνπερ παραδόξως, ὥσπερ ἄσαρκος, πόθῳ τιτρωσκόμενος τῷ
τοῦ Κυρίου σου.
Νήσου
Κρήτης φωστῆρα, πάντες σε γινώσκομεν, φωτοειδέστατον καὶ ψυχῶν σωτῆρα,
ἀφαρπάζοντα ταύτας τοῦ φάρυγγος τοῦ θανατηφόρου καὶ πρὸς ζωὴν καθοδηγοῦντα τὴν
αἰώνιον, Μύρων θεόληπτε.
Συνειδότα
τὰ πλήθη, ῥεῖθρον ποταμοῦ παρὰ σοῦ κωλυθὲν, Ἅγιε, τὴν φωνὴν ἐπῆραν, μεγαλύναντα
Χριστοῦ τὴν δύναμιν· σὲ δὲ θεῖε Μύρων, ὡς αὐτουργὸν τῶν θαυμασίων, εὐφημοῦντες
ᾠδαῖς ἐμακάριζον.
Θεοτοκίον.
Ὅλον
τέτοκας Κόρη, τὸ φῶς τὸ αἰώνιον, τοῖς ἀνυμνοῦσί Σε, τόν Χριστὸν ἀσπόρως σωματώσασα,
Ὃν ἐξιλέωσαι τοῦ σωθῆναι πάντας, ἐκ πειρασμοῦ τοῦ ἀλλοτρίου, Παναγία Παρθένε
Θεόνυμφε.
ᾨδὴ
ς΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἐξέλαμψας
ἀρεταῖς καὶ διδαχαῖς διὰ βίου σου, ἐξήστραψας δὲ λαμπρῶς, τοῖς θαύμασιν Ἅγιε,
Μύρων Ἱεράρχα, Κρήτης ὁ προστάτης καὶ τῶν πιστῶν θερμὴ ἀντίληψις.
Ἡδὺς
εὐθὺς καὶ χρηστός, ἐπιεικής τε καὶ μέτριος, ὦ Μύρων καὶ προσηνής, ἐλεήμων
πέφυκας, συμπαθὴς καὶ εὔσπλαγχνος, ἱλαρὸς τοῖς τρόποις, χριστομιμήτῳ τοῖς
ἤθεσι.
Τοῦ
Τρίτωνος ποταμοῦ πλημμύραν, Μύρων, συνέστειλας καὶ τοῖς τὸν σίτον τὸν σόν
συλοῦσιν ἐπέδωκας, αὐταῖς χερσὶν, Ἅγιε, συγχωρήσας τούτοις τὸ ἐπιχείρημα,
πραότατε.
Θεοτοκίον.
Ῥυσθείημεν
τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις Σου, Θεογεννῆτορ Ἁγνή, καὶ τύχοιμεν,
Πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ Σοῦ ἀφράστως σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῇ
ὑπερμάχῳ καὶ ἐνθέρμῳ προστασίᾳ σου, οἱ Κρῆτες Πάτερ, εὐλαβῶς προσκαταφεύγομεν,
ἀνυμνοῦντές σε θεόφρον καὶ δυσωποῦντες· ἀλλ’ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον,
ἐκ κινδύνων ἡμᾶς παντοίων ἀπολύ-τρωσαι, ἵνα κράζωμεν· χαῖρε Μύρων τρισόλβιε.
Ὁ
Οἶκος.
Ἄγγελος
ἀνεφάνης, ἐπὶ γῆς σαρκοφόρος, τῇ πράξει καὶ τῇ μορφῇ Ἱεράρχα (γ΄)·
ὁ γὰρ τῶν ὅλων Ποιητὴς, Ἅγιε, ἀνέδειξέ σε δοχεῖον ἔντιμον, ἡγίασεν, ἐτίμησεν,
ἐφώτισεν ἡμᾶς βοᾶν σοι ταῦτα·
Χαῖρε,
ὁ στῦλος τῆς Ἐκκλησίας·
χαῖρε, ὁ
λύχνος τῆς εὐσεβείας.
Χαῖρε,
ὁ τῆς Κρήτης Ποιμὴν ἀνεξίκακος·
χαῖρε, τῆς
Κνωσοῦ ὁ προστάτης καὶ πρόμαχος.
Χαῖρε,
σὺ γὰρ διεκώλυσας τὴν ὁρμὴν τοῦ ποταμοῦ·
χαῖρε, ὅτι
καὶ διέλυσας τὰς παγίδας τοῦ ἐχθροῦ.
Χαῖρε,
ὅτι ὑπάρχεις τῶν Πατέρων τὸ κλέος·
χαῖρε, ὅτι
ἐφάνης τῶν Κρητῶν μέγα εὖχος.
Χαῖρε,
δι’ οὗ ὁ δράκων νενέκρωται·
χαῖρε, δι’
οὗ τὸ ὕδωρ ἐκκέχυται.
Χαῖρε,
χαρὰ πάντων τῶν θλιβομένων·
χαῖρε, φυγὴ
δραστικὴ τῶν δαιμόνων.
Χαῖρε
Μύρων τρισόλβιε.
Συναξάριον.
Τῇ
Η΄ τοῦ αὐτοῦ μηνός, μνήμη του Ἁγίου Μύρωνος, Ἐπισκόπου Κρήτης, τοῦ
Θαυματουργοῦ.
Στίχοι·
Μύρων
ὁ θεῖος ἀρετῆς μύρου πνέων,
εὐωδίας
πρόσεισιν ὀσμὴ Κυρίῳ.
Ταῖς
αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Γνώμην
φιλόθεον ἐκτήσω, μετὰ σώματος Ἀγγέλους ἐμιμήσω, ἀγρυπνῶν εὐσεβῶς καὶ ψάλλων
ἀνενδότως· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὅλος
ὁ πόθος σου ὦ Μύρων, ἀνατέταται πρὸς μόνον τὸν Δεσπότην, ὁλοτρόπως Αὐτόν,
ὑμνεῖν τε καὶ κραυγάζειν· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἄστρον
πολύφωτον ἐφάνης ἐν τῇ Κρήτῃ, σοφὲ ὦ Μύρων Ἱεράρχα, τὰς ψυχὰς τῶν Κρητῶν
φωτίζων τοῦ κραυγάζειν· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ῥῦσαι
δεσμῶν τῆς ἁμαρτίας, τὴν ἀθλίαν μου ψυχὴν, Θεογεννῆτορ, καὶ ἀγάπη Θεοῦ,
ὑπόζευξον τελεία, ἵνα πιστῶς δοξάζω Σε καὶ ὑμνῶ εἰς τοὺς αἰῶνας.
ᾨδὴ
η΄. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Τὴν
τῶν Ἀγγέλων ἐπὶ τῆς γῆς πολιτείαν, μετελθὼν ὦ Μύρων νῦν σὺν τούτοις, ἐν
ἐπουρανίοις αὐλίζῃ εἰς αἰῶνας.
Τὴν
θαυμάτων σοὶ δωρεὰν καὶ τὴν χάριν, ἐπαξίως δεδώρηται ὁ Δεσπότης, ὦ θεῖε Μύρων,
ἱερουργὲ τρισμάκαρ.
Ὁ
συναΐδιος τῷ Πατρὶ Θεὸς Λόγος, μύστην σε καὶ κήρυκα ὦ Μύρων, ἔδειξε τῆς θείας
Αὐτοῦ οἰκονομίας.
Θεοτοκίον.
Ὑπερφυῶς
τὸν Δημιουργὸν καὶ Σωτῆρα, Θεὸν Λόγον τέτοκας Παρθένε· ὅθεν Σὲ ὑμνοῦμεν, εἰς
πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Κυρίως Θεοτόκον.
Συνήφθης
Ἀσωμάτων, Μύρων, καὶ Ἁγίων καὶ τῶν Δικαίων χορείαις γηθόμενος, μεθ’ ὧν δυσώπει
σωθῆναι τοὺς σὲ γεραίροντας.
Τῷ
θρόνῳ τοῦ Δεσπότου, Μύρων ὡς θεράπων Τούτου, ἀεὶ παριστάμενος, Ἅγιε, μὴ
διαλίπης πρεσβεύειν ὑπὲρ τῆς ποίμνης σου.
Τοὺς
πίστει ἐκτελοῦντας, Ὅσιε, τὴν μνήμην σοῦ τὴν σεπτὴν, Μύρων ἱκέτευε, ἐκ τῶν
σκανδάλων ῥυσθῆναι τοῦ πολεμήτορος.
Θεοτοκίον.
Ψαλμοῖς
Σὲ ἀνυμνοῦμεν, Κεχαριτωμένη, καὶ ἀσιγήτως τό χαῖρέ Σοι κράζομεν, Σύ γὰρ
ἐπήγασας πᾶσι τὴν ἀγαλλίασιν.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Τοὺς
πόθῳ ἑορτάζοντας, τὴν σὴν σεπτὴν πανήγυριν, ὦ Μύρων θαυματοβρῦτα, Ἱεραρχῶν
ὡραιότης, πάσης νῦν βλάβης λύτρωσαι, καὶ νόσου καὶ κακώσεων, διδοὺς πταισμάτων
ἄφεσιν, ὡς εἰληφὼς ἐξουσίαν, παρὰ Χριστοῦ τοῦ Σωτῆρος
Ἕτερον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Μύρων
Χριστοῦ Ἱεράρχα, θαυματουργὲ θεοφόρε, δυσώπει τοὺς σὲ τιμῶντας, ἐκ πειρασμῶν
λυτρωθῆναι, ἐκ νόσων τε καὶ κινδύνων, ταῖς πρὸς Θεόν σου πρεσβείαις.
Καὶ
τῆς ἑορτῆς. Αὐτόμελον.
Φῶς
ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί Σου, σήμερον ἐν
Θαβωρίῳ, φῶς εἴδομεν τόν Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν Κτίσιν.
Εἰς
τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος δ΄. Ὡς
γενναῖον ἐν Μάρτυσιν.
Προσευχὴν
ἀδιάλειπτον, ἀγρυπνίαν ἐπίπονον, πίστιν ἀκατάγνωστον, βίον ἔνθεον, ὑπομονὴν καὶ
ταπείνωσιν, ἐγκράτειαν σύντονον καὶ κατάνυξιν ἀσκῶν, καὶ εὑρὼν χάριν ἔλεος,
Μύρων Ὅσιε, οὐρανόθεν θεόφρον θεραπεύεις, τῶν πιστῶς σοι προστρεχόντων, τὰς
νόσους πάντων ἐν Πνεύματι.
Μακαρίως
ἐβίωσας, καὶ ἀφθόνου ἠξίωσας, τοὺς ἐν Κρήτῃ πέλοντας ἀντιλήψεως, καὶ ἐνεργείας
θαυμάτων σου, ὦ Μύρων πανθαύμαστε, καὶ ἰάσεων πηγάς, τοῖς πιστῶς σοι
προστρέχουσι, προσενήνοχας, ἐκ φθορᾶς καὶ κινδύνων πολυτρόπων, ἐκλυτρούμενος,
τρισμάκαρ, υἱοὺς φωτὸς τ’ ἐργαζόμενος.
Ἐν ᾠδαῖς
ἀνυμνήσωμεν, τὸν ἡμέτερον Πρόεδρον, τὸν σεπτὸν θεράποντα τοῦ Θεοῦ ἡμῶν,
Ἱεραρχῶν τὸ θησαύρισμα, τὴν βάσιν τῆς πίστεως καὶ τῆς Κρήτης καλλονήν, τῶν
δαιμόνων ἀντίπαλον καὶ συνόμιλον, τῶν ἁγίων Ἀγγέλων καὶ τῆς ἄνω, Βασιλείας
κληρονόμον, Μύρωνα θεῖον θεόφρονες.
Φρυκτωρίαις τοῦ
Πνεύματος, ἐλλαμφθεὶς τὴν διάνοιαν, ὡς ἀστὴρ πολύφωτος ἀναδέδειξαι,
καταλαμπρύνας συστήματα, Κρητῶν, παναοίδιμε, θαυμασίοις φοβεροῖς, καὶ σημείοις
ἑκάστοτε, παμμακάριστε, καὶ πρεσβεύεις, ὦ Μύρων, τῷ Δεσπότῃ, ἐκ κινδύνων
λυτρωθῆναι, τοὺς τὴν σὴν μνήμην γεραίροντας.
Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν
σάλπιγγι ἀσμάτων, χορεύσωμεν ἑόρτια καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, τῇ ἐτησίᾳ
πανηγύρει, τοῦ θεοφόρου Πατρός. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν
θεοφόρον κοσμείτωσαν ἐν ὕμνοις, ὡς θαυμάτων βλύσαντα, ποταμοὺς ὑπερμεγέθεις,
καλλιῤῥόους τῆς χάριτος. Ποιμένες καὶ
διδάσκαλοι, τὸν τοῦ Καλοῦ Ποιμένος ὁμόζηλον Ποιμένα, συνελθόντες εὐφημήσωμεν.
Οἱ ἐν νόσοις τὸν ἰατρόν, οἱ ἐν κινδύνοις τὸν ῥύστην, οἱ πένητες τὸν θησαυρόν,
οἱ ἁμαρτωλοὶ τὸν προ-στάτην, οἱ ἐν θλίψεσι τὴν παραμυθίαν, τὸν συνοδίτην οἱ
ὁδοιπόροι, οἱ ἐν Κρήτῃ τὸν Ποιμενάρχην, οἱ πάντες τὸν τὰς αἰτήσεις πάντων
θερμῶς ἐπακούοντα μέγιστον Ἱεράρχην, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Ὦ Μύρων
πολυθαύμαστε, πρόφθασον ἐξελοῦ ἡμᾶς ἐκ πολυτρόπων κινδύνων, καὶ Κρήτην περίσωζε
ταῖς ἱκεσίαις σου.
Καὶ
νῦν.Ἦχος πλ. δ΄. Βύζαντος.
Παρέλαβεν
ὁ Χριστός τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν, καὶ
μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον Αὐτοῦ ὡς ὁ Ἥλιος, τὰ δὲ
ἱμάτια Αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. Καὶ ὤφθησαν Μωϋσῆς καὶ Ἠλίας μετ’ Αὐτοῦ
συλλαλοῦντες, καὶ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς
νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησᾳ, Αὐτοῦ
ἀκούετε.
Δοξολογία Μεγάλη
καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Μύρωνα νῦν πάντες
τὸν ἰατρόν, ψυχῶν καὶ σωμάτων, εὐφημήσωμεν οἱ πιστοί· χαίροις Ἱεράρχα, Κνωσοῦ
τῆς νήσου Κρήτης, περίσωζε τοὺς πίστει, σὲ μεγαλύνοντας.
Ἐγκώμια.
Αἱ
γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Χριστοῦ τὸν Ἱεράρχην.
Ἄκακος
καὶ πρᾶος, ἀμίαντος ὦ Μύρων, Ἀρχιερεὺς ἐδείχθης.
Ἀρχιερεὺς τῆς
Κρήτης, παρὰ Θεοῦ ἐχρίσθης, Μύρων θαυματοβρῦτα.
Ἀγγελικὴν ἐν κόσμῳ,
ζωὴν ἐπολιτεύσω, τὴν σάρκα μὴ μολύνας.
Μύρων
Ἱεράρχα, τὴν Κρήτην σκέπε πᾶσαν, παντοίων συμπτωμάτων.
Τὴν
Κρήτην σαῖς πρεσβείαις, φύλαττε ἐν εἰρήνῃ, θαυματοβρῦτα Μύρων.
Ἡμᾶς
τοὺς σὲ τιμῶντας, λύτρωσαι ἐκ κινδύνων, ὦ Μύρων σαῖς πρεσβείες.
Ἡ
Κρήτη νῦν μυρίζει, τὰ λείψανά σου σχοῦσα, ὦ Μύρων Ἱεράρχα.
Κομπάζει
θεῖε Μύρων, ἡ Κρήτη σὲ πλουτοῦσα, μέγαν αὐτῆς προστάτην.
Πολιουχεῖ
τὴν Κρήτην, ἡ μυροθήκη Μύρων, τῶν σῶν Πάτερ λειψάνων.
Ὁ
τάφος σου παρέχει, τοῖς προσιοῦσι πίστει, ῥῶσιν καὶ εὐεξίαν.
Προσκυνοῦμεν
Μύρων, εἰκόνα σου ἁγίαν, εἰς τύπον τῆς μορφῆς σου.
Τὸν
τάφον σου ὦ Μύρων, σὺν τοῖς σεπτοῖς λειψάνοις, σοῦ πόθῳ προσκυνοῦμεν.
Ἑορτάζει
ἡ Κρήτη, τὴν μνήμην τοῦ ποιμένος, Μύρωνος καὶ ἀγάλλου.
Ἐνέκρωσας
εὐχαῖς σου, τὸν δράκοντα ὦ Μύρων, τοῦτον ἀπολιθώσας.
Ὁρμὴν
συνέχεις Μύρων, τοῦ ποταμοῦ σῇ ῥάβδῳ, θαυματουργῶν θεόφρον.
Συλοῦσί
σοι τὸν σῖτον, Μύρων συγχωρήσας, ἀπέλυσας εὐχαῖς σου.
Τοὺς
Κρῆτας θεῖε Μύρων, διάσωζε ἐκ νόσων καὶ πάσης ἄλλης βλάβης.
Συμπαθὴς
καὶ πρᾶος, ὑπῆρχες θεῖε Μύρων, ὡς μιμητὴς Κυρίου.
Μὴ
παύσῃ ἱκετεύων, ὑπὲρ τῆς Κρήτης Μύρων, ὡς ποιμενάρχης ταύτης.
Καυχώμεθα
οἱ Κρῆτες, ἐν σοὶ Μύρων τρισμάκαρ, πολιοῦχον σχόντες.
Πανήγυρίν
σου θείαν, τελοῦμεν πόθῳ Μύρων, Χριστὸν δοξολογοῦντες.
Σὴν
ἑορτὴν ὦ Μύρων, ἡ Κρήτη ἑορτάζει, Χριστὸν δοξολογοῦσα.
Θαυμάτων
θείαν χάριν, Χριστὸς παρέσχετό σοι, σημειοφόρε Μύρων.
Ἐδόξασέ
σε Μύρων, Θεὸς τῇ ἐνεργείᾳ, θαυμάτων παραδόξων.
Δόξα.
Τριαδικόν.
Ὦ
Τριάς Ἁγία, λιταῖς τοῦ Ἱεράρχου, διάσωσον τὸν κόσμον.
Καὶ
νῦν. Θεοτοκίον.
Ἀμόλυντε
Παρθένε, μετὰ τοῦ Ἱεράρχου, δυσώπει τὸν Υἱόν Σου.
Πηγή:orthodoxhymnography
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου