Παρασκευή, 26 Οκτωβρίου 2012

Αγίου Δημητρίου -Χαιρετισμοί


 (ποίημα του πανιερωτάτου πρώην Θεσσαλονίκης Αγίου Αθανασίου Πατελάρου, του Κρητός)
Κοντάκιον. Ήχος πλ. δ’. Τη Υπερμάχω.

Του μυροβλύτου εν ωδαίς και θείοις άσμασι,νυν μελωδήσωμεν πιστοί ύμνον επάξιον, του ολέσαντος τυράννου την ωμότητα, και απώσαντος Λυαίου την θρασύτητα, και Χριστόν Θεού Υιόν τρανώς κηρύξαντος, και βοήσωμεν· Χαίροις μάρτυς Δημήτριε.

Άγγελοι εκπλαγέντες, ουρανόθεν ορώντες την άθεον ορμήν του τυράννου (εκ γ’) και συν τη αποφάσει αυτού, θανατούμενον όντα Δημήτριον κατήρχοντο και ήρχοντο, κραυγάζειν προς Αυτόν τοιαύτα·

Χαίροις μαρτύρων σεπτών ακρότης,
Χαίροις Αγίων φαιδρών λαμπρότης.
Χαίροις ότι ως κατάδικος καταβάς προς τον βυθόν,
Χαίροις ότι ως ασώματος αναβάς προς ουρανόν.
Χαίροις χοροστασίαις των Αγγέλων οικήσας,
Χαίροις ταις τιμωρίαις του τυράννου υποίσας.
Χαίροις απειλάς βασιλέων σοβήσας,
Χαίροις τας βουλάς των εχθρών καταργήσας.
Χαίροις στερρόν της πίστεως έρεισμα,
Χαίροις λαμπρόν φρονήσεως όρισμα.
Χαίροις ο ζων ψυχή σου και θανών εν τω σώματι
Χαίροις ο την ζωήν σου ουρανού έχων δόματι.
Χαίροις μάρτυς Δημήτριε.

Βλέπων ο θείος Νέστωρ, εαυτόν εν ανδρεία, φησί τω βασιλεί θαρσαλέως· το εξαίσιον της απειλής αποτρόπαιόν μοι τη ψυχή φαίνεται. Λυαίον γαρ τον άθεον, εγώ φονεύσω, κράζων,

Αλληλούια.

Γνώσιν ένθεον έχων, των μαρτύρων το κλέος, Δημήτριος προς τον τύραννον έφη· εξ αψύχων υλών, πώς εστι γενέσθαι, τον Θεόν λέξον μοι· προς ον οι πιστοί σέβοντες Θεόν βοώμεν πλην εν φόβω·

Χαίροις Θεσσαλονίκης λαμπτήρ παμφαέστατος,
Χαίροις Λυαίου νίκης υπάρχων υπέρτερος.
Χαίροις το θείον μύρον εκ του τάφου σου βρύων,
Χαίροις τον θείον ζήλον εν καρδία σου φέρων.
Χαίροις ότι το αίμα σου υπήρχε λουτήριον,
Χαίροις ότι εξεύρες αμαρτιών λυτήριον.
Χαίροις των ειδώλων καταβάλλων την πλάνην,
Χαίροις των τυράννων εξελέγχων την μάνην.
Χαίροις την αιμόρρουν υγιάνας του πάθους,
Χαίροις την ψυχήν σου εξελκύσας του βάθους.
Χαίροις ότι Μαρίνον εξερύσω της λέπρας,
Χαίροις ότι τον Ίστρον τον πιστόν σου επέρας.
Χαίροις μάρτυς Δημήτριε.

Δύναμις ουρανόθεν, κατεκράτησε τότε, τον Νέστορα προς το πολεμήσαι, και τα όπλα τα τούτου λαβών, την Λυαίου άκραν ισχύν, ευχερώς καθείλεν, αποδούς θάνατον και τότε προς τον πάντων Σωτήρα ανεβόα, ψάλλων,
Αλληλούια.

Έχων τον θείον πόθον, ευσεβής μονοκράτωρ κατέχειν Δημητρίου το σώμα· εξαπέστειλε τότε ευθύς, αλλ’ αυτός μη θέλων, το πυρ εκ τάφου εξέπεμψε και θάνατον ηπείλησε· και είπον προς αυτόν, εκείνοι εν φόβω·

Χαίροις ο των θαυμάτων ποταμός ανεξάντλητος
Χαίροις των τραυμάτων η εικών η ανέγκλητος.
Χαίροις το λείψανόν σου μη διδούς προσιούσι,
Χαίροις αγιασμόν σου σε διδούς προσκυνούσι.
Χαίροις το πυρ εξάλλων εκ του θείου σου μνήματος,
Χαίροις το φως νυν φέρων του ενθέου ενδύματος.
Χαίροις του τυράννου την μανίαν ελέγξας,
Χαίροις των ειδώλων την λατρείαν κατάξας.
Χαίροις λόγχαις οξυτάμοις νενυγμένος το σώμα,
Χαίροις αίμα σου αθέοις δεδωκώς ώσπερ πόμα.
Χαίροις καθαγιάσας πάσαν γην τω σω αίματι,
Χαίροις ο προσεγγίσαι κωλύσας τω σω σώματι.
Χαίροις μάρτυς Δημήτριε.

Ζάλην άθεον έχων, λογισμών κακοδόξων, ο άφρων βασιλεύς εταράχθη· προς τους μάρτυρας μεν καθορών, την ειδώλων πλάνην μη κηρύττοντας· ημείς δ’ αυτών την άδικον σφαγήν τιμώντες, λεγομεν ούτως

Αλληλούια.


Ήκουσαν εκ περάτων, Δημητρίου τον φόνον, ον έδωκεν ο τύραννος άφρων· και νοούντες αυτόν θανόντα, προσδραμόντες τούτου, τα σεπτά έβλεπον, πάση τη γη, θαυμάσια πηγάζοντα, ον τιμώντες είπον·

Χαίροις ο ανταλλάξας των φθαρτών τα ουράνια,
Χαίροις ο καταρράξας των κακών τα συνέδρια.
Χαίροις συνεδριάζων τοις αΰλοις Αγγέλοις,
Χαίροις συγχοριάζων πολυμόχθοις Αγίοις.
Χαίροις ο συνδουλεύων τοις αχράντοις Χερουβίμ,
Χαίροις ο συνδιάγων τοις αμώμοις Σεραφίμ.
Χαίροις Κυριοτήτων την κυρίαν κατέχων,
Χαίροις των θείων θρόνων την καθέδραν ενέχων.
Χαίροις των Αγγέλων ο θερμότατος σύνδουλος,
Χαίροις Αρχαγγέλων εμφρονέστατος σύμβουλος.
Χαίροις των Οσίων το σεπτόν εγκαλλώπισμα,
Χαίροις των μαρτύρων το λαμπρόν αγαλλίαμα.
Χαίροις μάρτυς Δημήτριε.

Θεοφόρον νομίζων, τον Δημήτριον έμφρων, θερμότατος ανήρ εν τη πίστει· και ως λύτρον κατέχων αυτόν, δι’ αυτού ερρύσθη φοβερού δαίμονος και ληψάμενος την λύτρωσιν, εχάρη τω Κυρίω κραυγάζων.

Αλληλούια.

Ίδε παις ορθοδόξων, ο Λεόντιος πάλαι, το άφραστον του μάρτυρος κράτος, και ελθών και προς τούτον αυτός την χλαμύδα έλαβεν αυτού, και έσπευσε τον Ίστρον εκπεράσαι και βοήσαι ποσίν αβρόχοις·

Χαίροις ο την χλαμύδα τερατουργούσαν έχων,

Χαίροις ο μη κηλίδα καταθολούσαν φέρων.
Χαίροις ότι τα ρείθρα σοι υπείκουσιν Ίστρου.
Χαίροις ότι σα ρείθρα ημίν φέρουσιν οίκτον.
Χαίροις ο των βαρβάρων καταργήσας ενέδρας,
Χαίροις ο των μαρτύρων κατοικών τας καθέδρας.
Χαίροις Θεσσαλονίκην του λιμού απαλλάξας,
Χαίροις ηλίου δίκην τους πιστούς καταλάμψας.
Χαίροις ο ρύσας πάντας της ειδωλομανίας,
Χαίροις ο λύσας πάντα τα δεσμά της δουλείας.
Χαίροις ο δους την χάριν πάσι τοις προσιούσι,
Χαίροις ότι συ πάρει αεί τοις σε αινούσι.
Χαίροις μάρτυς Δημήτριε.

Κήρυκες ψυχοφθόροι γεγονότες οι πλάνοι, ανέτρεχον προς Θεσσαλονίκην, εκτελέσαντες ειδωλισμόν και κηρύξαντες αθεϊσμόν άπασιν· αφέντες δέ τυράννους, ώσπερ άνους οι Μάρτυρες είπον.

Αλληλούια.

Λάμψας ο θείος Νέστωρ, συν σεπτώ Δημητρίω απέβαλεν του ψεύδους τον ζόφον· τα γαρ είδωλα πάνυ στερρώς, αναθεματούντες ευχερώς πέπτωκεν, οι πιστοί δε σωθέντες εβόων προς τους εναθλούντας·

Χαίροις στερρόν Δημήτριε έρεισμα,
Χαίροις στιλπνόν ω Νέστορ αγλάϊσμα.
Χαίροις Νεστορίω την ισχύν χαρισάμενος,
Χαίροις τω Λυαίω την φθοράν δωρησάμενος.
Χαίροις πρώτος ελέγξας του τυράννου τον τύφον
Χαίροις δεύτερος στέρξας του προτέρου τον τύπον.
Χαίροις ο ταις λόγχαις δεξάμενος θάνατον,
Χαίροις ου τω ξίφει ζωήν λαβών άφθαρτον.
Χαίροις εν φυλακή φονευθείς ως κατάδικος,
Χαίροις ο εν τη γη κηρυχθείς ως αθάνατος.
Χαίροις ο προ θανάτου ενεργών τα τεράστια,
Χαίροις και μετά πότμον εκτελών τα θαυμάσια.
Χαίροις μάρτυς Δημήτριε.

Μέλλουσα των μαρτύρων, η δυάς η αγία, μεθίστασθαι από του νυν κόσμου, επεδόθησαν άμφω στερρώς τω ανόμω φόνω, οι σεπτοί μάρτυρες, διόπερ εξεπλάγησαν οι ορώντες και εβόησαν τω Κυρίω·

Αλληλούϊα.

Νέον άσμα ευρόντες, γοερόν Δημητρίου βοώμεν τον εξόδιον ύμνον· εξ αθέου τυράννου γαρ νυν, αυθαδώς εσφάγη, ότι ουκ έθυσε τοις βδελυκτοίς ειδώλοις, ον ανυμνούντες θερμώς βοώμεν.

Χαίροις ως νεκρός εν τω τάφω φερόμενος,
Χαίροις ώσπερ ζων εν τω πόλω ελκόμενος.
Χαίροις νέον λουτρόν τω σω αίματι δείξας,

Χαίροις την σην ψυχήν μετ’ Αγγέλων συμμίξας.
Χαίροις ον ανυμνούσιν εν τοις πέρασι κόσμου,
Χαίροις ότι αντλούσι του σου μύρου εύοσμου.
Χαίροις λαμπτήρ εν τω μέσω μαρτύρων,
Χαίροις βολίς των ενθέων χαρίτων.
Χαίροις ο φοινιχθείς αγίω σου αίματι,
Χαίροις αγιασθείς και θείω σου σώματι.
Χαίροις αμαραντίνους δεξάμενος στεφάνους,
Χαίροις τους αοιδίμους κατοικών νυν θαλάμους.

Χαίροις μάρτυς Δημήτριε.

Ξένον θαύμα ορώντες, των μαρτύρων το θάρσος τα είδωλα στερρώς μεταθέντων· διά τούτο γαρ ο υψηλός, τοις εν γη οικούσιν ευθαρσώς, δέδωκεν ειδώλων τα τοξεύματα βάλλειν· προς ον νυν βοώμεν·

Αλληλούια.

Όλος ην εν τοις άνω, τω νοΐ και ουδόλως απήν ο καθαρώτατος Μάρτυς, τη ισχύϊ τη θεϊκή των ειδώλων την πλάνην τρανώς ώλεσε και τον Χριστόν κηρύξας παρρησία, ακούει ούτως·

Χαίροις ότι εφρόνεις τα Χριστού του Θεού σου
Χαίροις ότι επόθεις τα τερπνά παραδείσου.
Χαίροις δρόμον ουρανού υψηβάτης φοιτήσας,
Χαίροις δόμους καθαρούς εν υψίστοις οικήσας.
Χαίροις ότι Αγγέλους συνοδίτας νυν έχεις,
Χαίροις ότι Αγίους συμπολίτας κατέχεις.
Χαίροις σάλπιγξ αγία τον Χριστόν σου κηρύξας,
Χαίροις άλπεις αχράντους παραδείσου οικήσας.
Χαίροις ένεκα μύρου του ενθέου σου σώματος,
Χαίροις άθεον λήρον ο ελέγξας του σκώμματος.
Χαίροις συ γαρ πλεκτάνας βασιλέως διέρρηξας,
Χαίροις συ γαρ τας πλάνας των ειδώλων κατέαξας.
Χαίροις μάρτυς Δημήτριε.
Πασαν χάριν εδέξω, ουρανόθεν ω μάρτυς Δημήτριε, παράδοξα πράττειν, τον απρόσιτον γαρ ως Θεόν γεγονέναι έφης, προσιτόν άνθρωπον και τούτον μεν υπάρχοντα Υιόν Θεου· διό Αυτώ άδωμεν ούτως·

Αλληλούια.

Ρήτορας πολύστροφους, τους τυράννους ασόφους απέδειξας Δημήτριε μάρτυς· απορούσι γαρ βλέπειν, το πως των ειδώλων πλάνην καταργήσαι ίσχυσας· ημείς δε το παράδοξον θαυμάζοντες εν σοι βοώμεν·

Χαίροις το ρόδον της παρθενίας,
Χαίροις το άκρον της εγκράτειας.
Χαίροις ο προ του φόνου καθαρώς βιοτεύσας,
Χαίροις ο μετά φόνον προς Θεόν συνοδεύσας.
Χαίροις εν ω η λάμψις του Θεού μεν ενίδρυσε,
Χαίροις εν ω η χάρις της Τριάδος ενώκησε.
Χαίροις των ευσεβούντων η ορθότης και στάθμη,
Χαίροις των απιστούντων η οξύτομος σπάθη.
Χαίροις ο ανατέλλων τας ηλίου ακτίνας,
Χαίροις ο καταστέλλων τας τυράννου μανίας.
Χαίροις δένδρον χαρίτων πολλούς φέρων τους καρπούς.
Χαίροις των καλλινίκων συ φέρων τους βλαστούς.
Χαίροις μάρτυς Δημήτριε.

Σώσαι μέλλων το γένος ορθοδόξων ο Μάρτυς, της πλάνης των αθέων ειδώλων, αυτεπάγγελτος ήλθεν ευθύς προς αυτόν τον πλάνον και μωρόν τύραννον κηρύξας τον Κύριον ως τέλειον Θεόν εβόα προς αυτόν το·
Αλληλούια.

Τείχος ει των μαρτύρων, αθλοφόρε και Μάρτυς, και πάντων των εις σε προσφευγότων· συ γαρ τον ουρανού και γης ποιητήν φανερών άπασι, καθείλες δε τον τύραννον και είδωλα· ημείς δε σοι βοώμεν·

Χαίροις την ρώσιν ασθενούσι παρέχων,
Χαίροις την ρύσιν του αιμόρρου συνέχων,
Χαίροις τοις υμνηταίς σου πάσαν χάριν πορίζων,
Χαίροις στήλη των χαρίτων υπάρχων,
Χαίροις θεία δυνάμει των ειδώλων κατάρχων.
Χαίροις αγνόν Θεού καταγώγιον,
Χαίροις σεμνόν Χριστού το εκλόγιον.
Χαίροις ότι το αίμα ώσπερ βάπτισμα έσχες,
Χαίροις ότι το σώμα τω θανάτω παρέσχες.
Χαίροις πύργος ο φθάνων από γης προς ουρανόν,
Χαίροις ότι υπάρχεις των ευσεβών ο κανών.
Χαίροις μάρτυς Δημήτριε.

Ύμνον άπαντες Μάρτυς, της εξόδου σου τάφω προσφέρομεν ημείς, οι σοι δούλοι· δακρυρρόους δ’ ωδάς και ψαλμούς ει και προσφέρομέν σοι, ουδαμώς άξιον της σης τελούμεν, ων πρέπει σοι ταφής, αλλ’ ουν βοώμεν τω Σωτήρι

Αλληλούια.

Φωτοφόρος ο τάφος, ανεδείχθη σου Μάρτυς, την χάριν ώσπερ φως εξανάπτων· προσιούσί τε πάσιν χαράν και υγείαν, άφνω αποδούς έπεμπεν· ημείς δ’ ουν σοι προσιώντες νυν εκβοώμεν·

Χαίροις ο του εμπρησμού τον ναόν σου φυλάξας,
Χαίροις ο του πονηρού τας ενέδρας συνθλάσας.
Χαίροις των Σλαβίνων εκδιώξας το έθνος,
Χαίροις των ειδώλων κατεάξας το κράτος.
Χαίροις των βαρβάρων αποβάλλων τα θράση,
Χαίροις των τυράννων καταβάλλων επάρσεις.
Χαίροις ο φυλάξας την πόλιν σου άτρωτον,
Χαίροις ο ταράξας την πλάνην την άθεον.
Χαίροις Ονησιφόρον της κλοπής τιμωρήσας,
Χαίροις βλάβην ειδώλων εκ της γης καταργήσας.
Χαίροις προσφευγότων ασφαλές παραμύθιον,
Χαίροις προσιόντων της ψυχής το σωτήριον.
Χαίροις μάρτυς Δημήτριε.

Χάριν άνωθεν έχων, ω Δημήτριε πάσας, εδίωξας έχθρων τας ενέδρας· εκηρύχθης δε επί γης, ως στερρός οπλίτης της χάριτος Χριστού και ρίψας ουν τα είδωλα, συμψάλλεις μετά πάντων ούτως·
Αλληλούια.

Ψάλλομέν σου το θαύμα, όπερ γέγονε Μάρτυς, ηνίκα την σην πόλιν προδούναι, απεφήνατο απίστοις Θεός, εξαπέστειλεν Αγγέλους ειπείν σοι τάχιστα· εκβλήθητι, μακρύνθητι και άπιθι της πόλεως, όθεν βοώμεν·

Χαίροις ότι βουλή σου η ση πόλις ελήφθη,
Χαίροις οτ’ ισχύϊ σου ο εχθρός κατηργήθη.
Χαίροις ο Αχιλλείω υπαντήσας φυγή σου,
Χαίροις ο Νεστορίω αποστείλας ισχύν σου.
Χαίροις ο τον Λυαίον καταβάψας εν αίματι,
Χαίροις ο τους απίστους καταθραύσας εν πνεύματι.
Χαίροις ο στερεώσας πόλιν ση παρουσία,
Χαίροις ο απολέσας ταύτην ση απουσία.
Χαίροις ο υμνολόγους αγαπών εν τω τάφω σου,
Χαίροις ο ψευδολόγους θανάτων εν τω κράτει σου.
Χαίροις ημίν χαρίζων των χαρίτων το πέλαγος
Χαίροις πάσι πορίζων του σου μύρου το έλεος.
Χαίροις μάρτυς Δημήτριε.

Ω μαρτύρων το ζεύγος, οι κηρύξαντες πάσι Θεόν τον υπερούσιον Λόγον (εκ γ’) εξοδίους υμείς, υμνολόγους ωδάς δεξάμενοι από πάσης νυν με συμφοράς ρύσασθε, και της μελλούσης θλίψεως, υμών πρεσβείαις, τον εκβοώντα τω Κυρίω
Αλληλούια.

Καί πάλιν τό κοντάκιον.
ηχος πλ. δ΄. Τη Υπερμάχω.

Του μυροβλήτου εν ωδαίς και θείοις άσμασι, νυν μελωδήσωμεν πιστοί, ύμνον επάξιον, του ολέσαντος τυράννου την ωμότητα και απώσαντος Λυαίου την θρασύτητα, και Χριστόν Θεού Υιόν, τρανώς κηρύξαντος και βοήσωμεν· Χαίροις μάρτυς Δημήτριε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου