Σάββατο 20 Οκτωβρίου 2018

Ἀκολουθία Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ Μονεμβασιώτου

Ψαλλομένη τῇ 21η Ὀκτωβρίου

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακόν ἡ α΄ στάσις τοῦ Μακάριος Ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξαἱστῶμεν στίχους στ’ καί ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου Σὲ νεκρόν.
Νέος ὢν τὸ σῶμα κομιδῇ, μέγας δὲ ψυχὴν τὸν ἀρχαῖον Σατάν κατέβαλες, καὶ τοῖς τῶν αἱμάτων σου κρουνοῖς ἀπέπνιξας, οἷς Θεὸς ἐπορφύρωσε, τὴν τῶν Ὀρθοδόξων Ἐκκλησίαν ἔνδοξε, ὦ Ἰωάννη κλεινέ, ᾧ ὑπὲρ ἡμῶν μὴ ἐλλείπῃς, πάντοτε πρεσβείαν προσφέρειν, τῶν τελούντων πόθῳ σου τὴν ἄθλησιν.

Ἄγει ἐτησίαν ἑορτήν, ἡ τερπνὴ Χριστοῦ Ἐκκλησία, ὦ Ἰωάννη σοφέ, μνήμην ἑορτάζουσα τῆς σῆς ἀθλήσεως, καὶ γεραίρει τοὺς ἄθλους σου, οὕς, Μάρτυς, ὡς ῥόδα, ταῖς χερσὶ κατέχουσα, τὰ ἑαυτῆς στεφανοῖ, τέκνα συνελθόντα ἐν πίστει, ἐν αὐτῇ αὐτὰ καταστέψας, τοῖς ἐκ λόγων ἄνθεσι, πανεύφημε.

Ξίφει, ὦ τρισμάκαρ, πληγωθείς, ὑπὲρ τοῦ Χριστοῦ γὰρ καιρίως, πάθος μιμούμενος, Τούτου τὸ σωτήριον καὶ ζωηφόρον τε, παρ’Αὐτοῦ τὴν ἐνέργειαν τῶν σῶν θαυμασίων, Μάρτυς, ἐναπείληφας καὶ διασῴζεις τανῦν, πάντας τοὺς πρὸς σὲ εἰσιόντας, πάσης χαλεπῆς ἀλγηδόνος, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Πύργος εὐσεβείας πεφηνώς, καὶ ἐρειρησμένος, τρισμάκαρ, ἐπὶ
τῆς πίστεως, πέτραν τὴν ἀσάλευτον, ὤφθης ἀνάλωτος πειρασμοῖς καὶ ἀκλόνητος, καὶ πλείστοις κινδύνοις, τοῦ σφοδροῦ τε κλύδωνος, τοῦ τῶν ἀθέων, σοφέ, ὅθεν ἀκλινῆ εὑρηκώς σε, ὁ Χριστὸς σὲ ἔστεψε, μάρτυς, στέφει οὐρανίῳ, ἀξιάγαστε.

Αἷμά σου τὸ θεῖον, Ἀθλητά, ὑπὲρ τοῦ Χριστοῦ ἐνεχύθη, ὦ Ἰωάννη κλεινέ, ὅστις τὸ σωτήριον αἷμα ἐκένωσεν, ἐν σταυρῷ καὶ ἐγεύσατο χολῆς τε καὶ ὅξους, ἵνα ἐκλυτρώσηται τῆς τυραννίδος ἡμᾶς, ᾧπερ μὴ ἐλλείπης πρεσβεύων, ὑπὲρ τῶν τελούντων ἐκ πόθου, Μάρτυς ἀξιύμνητε, τὴν μνήμην σου.

Ὄντως ὡς κηρίον ἐκλεκτὸν τῆς Χριστοῦ τραπέζης, τρισμάκαρ, μέλισσαι ἄγριαι σὲ περικυκλώσασαι, ἔτυπτον ξίφεσι, καὶ ὡς κύνες ἀτίθασοι, σὲ καταλαβόντες, Ἄγαρ οἱ ἀπόγονοι, οὐδόλως ἔπτηξας, τούτων ἀπειλάς, ἀλλ’ ὡς ἄλλου πάσχοντος ἐτέλεις, τὴν δόξαν τὴν σὲ περιμένουσαν σκοπούμενος.

Δόξα. Ἦχος πλ. β´.
Τίς μὴ μακαρίσει σου, ἀξιάγαστε Μάρτυς Ἰωάννη καλλίνικε, τὴν καλὴν ὁμολογίαν, ἥν κατ’ ἐνώπιον τῶν δυσσεβῶν ὡμολόγησας, λαμπρᾷ τῇ φωνῇ· ὅθεν τὸ καρτερὸν τῆς εὐψυχίας σου ἔφριξαν δαίμονες, ἐκρότησαν Ἄγγελοι καὶ ἡ Ἁγία Τριὰς ἐταινίωσεν· ἡμεῖς δὲ οἱ εὐσεβεῖς ἐτήσιον ἑορτὴν ἄγοντες, ἐν ᾠδαῖς καὶ ὕμνοις, τὴν παναγίαν σφαγήν σου γεγαίρομεν καὶ κατασπαζόμεθα, σὺν εὐλαβείᾳ καὶ πόθῳ, τὴν θήκην τῶν λειψάνων σου, μεσίτην σὲ προβάλλομεν πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν παρέχοντα τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε...

Εἴσοδος, Φῶς Ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα. Ἦχος α΄.
Τῷ θείῳ πόθῳ τοῦ Χριστοῦ, Ἰωάννη Μάρτυς, φλεγόμενος τὰς τῶν ἀνόμων βασάνους εἰς οὐδὲν ἐλογίσω· ἀλλὰ σοῦ τὸν λογισμὸν τοῖς οὐρανίοις κάλλεσι προσηλώσας, ἔσπευσας φθάσαι πρὸς τὸν ποθούμενον, οὗ καὶ τὰ στίγματα ἐν τῇ σαρκί σου χαίρων ἐβάστασας, οἷς σεμνυνόμενος, ἀδιαλείπτως πρέσβευε δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος δ΄.
Σήμερον ὁ Δεσπότης Χριστός, οὐρανῶν τὰς πύλας ἀνοίξας, εἰς τοὺς ἀκηράτους δώμους δέχεταί σε, ὦ Ἰωάννη πανεύφημε, καὶ βασιλείας συμμέτοχον δείκνυσι, ὡς συγκοινωνόν τῶν Αὐτοῦ παθημάτων, ᾧ παριστάμενος, μὴ ἐπιλάθου ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ τελούντων τὴν ἀεισέβαστον μνήμην σου.

Ὁ αὐτός.
Τῇ παμφαεῖ πανηγύρει τοῦ νέου ἀθλητοῦ δεῦτε συνδράμωμεν, προΰθηκε γὰρ ἡμῖν τράπεζαν μυστικήν, τὰς λαμπρὰς αὐτοῦ ἀριστείας καὶ τρόπαια, καὶ συγκαλεῖται πάντας πρὸς εὐωχίαν, μηδεὶς ἐξέλθῃ πεινῶν τῆς ἱερὰς ταύτης πανδαισίας, καίγαρ ἀμείβεται πάντας τοῖς οὐρανίοις χαρίσμασιν, ὧν ἐν μετοχῇ γενέσθαι ἀξιωθείημεν, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις αὐτοῦ παρακλήσεσι.

Δόξα. Ἦχος πλ. α´.
Ἑλκόμενος ἀνηλεῶς ὑπὸ τῶν παρανόμων ἐξομόσαι, Ἅγιε, οὕτως ἐβόας πρὸς αὐτοὺς· διὰ ποῖον ἔργον τύπτετέ με, παράνομοι; ὅτι τὸν Ζωοδότην Χριστὸν οὐκ ἀρνοῦμαι; ὅτι ὡς Θεὸν ὄντα Τοῦτον καταγγέλλω; ὅτι μιαροφαγῆσαι οὐδόλως ἀνέχομαι; τὸ ψεῦδος βδελύττομαι καὶ τῇ ἀπάτῃ οὐχ ὑπείκω, διὰ ποῖόν ἔργον θέλετέ με φονεῦσαι; ἀλλ᾿ ὄψεσθε ἐν τῇ δόξῃ Χριστοῦ με λάμποντα.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε...

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Μάρτυς τοῦ Χριστοῦ πανευκλεής τοὺς τυράννους ὤλεσας, ὀφρὺν καὶ θράσος κατέβαλες, καὶ τοῦ ἀλάστορος, καὶ δεινοῦ Βελίαρ ἔνεδραν καὶ σκώμματα, τελείως καθελών, ὦ τρισόλβιε, διὸ γηθόμενοι, εὐφημοῦμεν τοὺς ἀγῶνάς σου, καὶ τελοῦμεν τὴν μνήμην σου, ἔνδοξε.

Στ. Θαυμαστὸς ὁ Θεός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Καιρίως, ὦ Μάρτυς, πληγωθείς, τὸν ἐχθρὸν κατέτρωσας, καὶ τοῖς κρουνοῖς τῶν αἱμάτων σου τὸ πῦρ κατέσβεσας, τὸ τῆς δυσσεβείας, ἀετὸς λευκότατος καθάπερ ὑψιπέτης ἀνέδραμες εἰς τὰ ἀνάκτορα οὐρανῶν καὶ τοῖς στρατεύμασι τῶν Μαρτύρων ἀεὶ εὐφραινόμενος.

Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Τοὺς πόθῳ τελοῦντας σου τὴν σὴν ἄθλησιν, ἀοίδιμε, περιφρουρῶν διαφυλάττε, καὶ ἐνδυνάμωσον πάντοτε Κυρίῳ πράττειν τὰ εὐάρεστα, ταῖς σαῖς πανευπροσδέκτοις δεήσεσιν, ὦ κοινὸν καύχημα, Ἰωάννη παμμακάριστε καὶ Μαρτύρων κλεινὸν ἀγαλλίαμα.

Δόξα. Ἦχος πλ. δ΄.
Τῶν εὐσεβῶν τὰ στίφη τὸν νέον ἀθλητὴν σὲ ὑμνοῦμεν, ὦ Ἰωάννη παναοίδιμε, διὸ γὰρ σου πρὸς πίστιν, τὴν ὄντως ἁγίαν, καλῶς στηριζόμεθα· μακάριος εἷ, ὑπὲρ αὐτῆς ἀθλήσας, καὶ ἐχθροῦ ταπεινώσας τήν ἔπαρσιν. Γουβῶν τὸ γέννημα, Μονεμβασίας τὸ καύχημα, καὶ τῆς Ἐκκλησίας σεμνὸν ἀγαλλίαμα, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως, συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν ἱκετῶν παρακλήσεις δέχου, Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις, Τρισάγιον καί Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον λόγον.
Ἰωάννην τὸν θεῖον ἀνευφημήσωμεν, ὡς τῆς πίστεως βάσιν, καὶ μέγα στήριγμα, τῆς καρτερίας ἀληθῶς τὸν ἀδάμαντα, τὸν γενναῖον ἀθλητήν, καὶ δυσσεβῶν στηλιτευτήν, τόν ἔκλαμπρον μαργαρίτην· πρεσβεύει γὰρ τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου, ἡ ἀδιόδευτος, χαῖρε τοῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς Σέ, χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν Σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον Σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον φρόνημα ἐνειλημμένος, ὦ ὑπέρμαχε Μονεμβασίας, καὶ τοῦ Χριστοῦ ὁπλῖτα στεῤῥόψυχε, Ἀγαρηνῶν τε τὸ θράσος κατέβαλες, καὶ τὸν Βελίαρ γενναίως κατῄσχυνας, νίκης ἔπαθλα σαφῶς ἐκ Θεοῦ δεξάμενος, δώρησαι τοῖς πιστοῖς παθῶν ἰάματα.
Δόξα καὶ νῦν. Θεοτοκίον.
Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη Πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον πρεσβειῶν Σου ἐνθέοις νάμασι, παρέχουσα Σεμνὴ τὸ μέγα ἔλεος.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Καλαμάτα ἡ κλεινή, χαίρει καὶ τέρπεται φαιδρῶς, τῶν λειψάνων τῶν σεπτῶν, λάρνακα θείαν σου στεῤῥάν, κατηξιώθη βαστάζειν καὶ περιπτύσσειν· λαὸς δὲ τοῦ Χριστοῦ, σοῦ τὴν μνήμην τιμᾷ, ἐνθέρμως σοι βοᾷ ἀξιάγαστε! Ἀγαρηνῶν διάσωσον τοῦ βάρους, καὶ τὸν κλοιὸν κατασύντριψον, τῆς τούτων βλάβης καὶ τῆς κακίας, ἀνωτέρους ἀνάδειξον.
Ἕτερον. Δόξα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὦ τῆς ἀνδρείας σου, Μάρτυς ἀήττητε ! καὶ γενναιότητος, μεθ’ ἧς Πανεύφημε, τῷ μαρτυρίῳ τοῖς φρικτοῖς ἀγῶσιν ἐγκαρτερήσας, τὸν Χριστὸν ἐκήρυξας, Ἰωάννη μακάριε, καὶ τῆς Ἄγαρ ἤσχυνας ἀπογόνους τοῖς λόγοις σου, ἐλέγχων αὐτοὺς ἐν παῤῥησίᾳ θείᾳ· διό σε λαμπρῶς ἀνευφημοῦμεν.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς ἀγεώργητος, Παρθένε ἄμπελος, τὸν ὡραιότατον, βότρυν ἐβλάστησας, ἀναπηνάζοντα ἡμῖν τὸν οἶνον τὸν σωτήριον πάντων, τὸν εὐφραίνοντα τὰς ψυχὰς καὶ τὰ σώματα· ὅθεν ὡς αἰτίαν Σε τῶν καλῶν μακαρίζοντες, ἀεὶ σὺν τῷ Ἀγγέλῳ βοῶμεν Σοι· Χαῖρε ἡ κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου, Σωτήρ.
Τῷ μόνῳ βασιλεῖ, νῦν παρίστασαι χαίρων, διάδημα φαιδρὸν καὶ στολήν, ἐξ οἰκείων βαφεῖσαν αἱμάτων σου, περικείμενος ἔνδοξε, καὶ θεούμενος, καθαρωτάτῃ μεθέξει, ὅθεν σήμερον, ὦ Ἰωάννη τελοῦμεν, τὴν μνήμην σου ἔνδοξε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς πεπτωκότας εἰς χάος δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους Σου.

Οἱ Ἀναβαθμοί, τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον, Ἦχος δ’. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει και ὡς ἡ κέδρος ἡ ἐν ταῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.
Εὐαγγέλιον Μαρτυρικόν.
Ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Εἶτα τὸ Ἰδιόμελον, Ἦχος πλ. β΄. Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τίς μὴ εὐφημήσει σε Ἀθλοφόρε Κυρίου; τίς μὴ ἀνυμνήσει σου τὴν λαμπρὰν μαρτυρίαν; τὸν μὲν γὰρ ἐκ Πατρὸς πρὸ αἰώνων γεννηθέντα Λόγον καὶ Θεόν, φύσει Θεὸν ὄντα καὶ ἐπ’ ἐσχάτων φύσει γενόμενον ἄνθρωπον, τρανῶς ἀνεκήρυξας· τὸν δὲ τῆς πλάνης ἀρχηγέτην, καὶ ἀπατεῶνα καὶ πάσης ἀθεμιτουργὶας ἐφευρέτην, θαρσαλαίως καθύβρισας, διὸ καὶ ἀνεβόας· Χριστὸν σέβομαι, Χριστῷ λατρεύω, καὶ τὰ πάντα προδίδωμι, ἵνα Αὐτὸν μόνον κερδίσω, Αὐτῷ οὖν ἀδιαλείπτως πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα οἱ Κανόνες·  τῆς Θεοτόκου εἰς ς´ καὶ τοῦ Ἁγίου εἰς η´.  
ᾨδὴ α΄. Ἦχος πλ. β´. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Νεκρώσας τὸ φρόνημα τῆς σαρκός, τὸν νοῦν μου καταύγασαν, ἀνυμνῆσαι τὴν φαιδρὰν πανήγυρίν σου λαμπρὰν καὶ τὴν θείαν ἄθλησιν, Πανεύφημε.

Ἁγία τῶν θείων Μαρτύρων πᾶσα πληθύς, ἐνδόξως δεξάμενοι
Ἰωάννην τὸν κλεινόν, σκηνώμασιν οὐρανῶν, εἰσαγάγετε τοῦτον
εὐφραινόμενοι.

Ὄντως εἰς τέλος ἠφάνισας ὁ ἐχθρός, ὁ γῆν καὶ τὴν θάλασσαν ἐξαλείφειν ἐγκαυχῶν, ποδῶν πατεῖται πρὸ τῶν σῶν ὡς στρουθίον τρισμάκαρ, ἐμπαιζόμενος.

Θεοτοκίον.
Τὰ τῆς καρδίας μου πάθη τὰ χαλεπά, Θεοτόκε, ἴασας, τῶν ἀστάτων λογισμῶν, τὸ δεινὸν κλυδώνιον τῇ Σῇ μεσιτείᾳ πρὸς Θεὸν κόπασον Δέσποινα.

ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος ὡς Σύ.
Οὐ ξίφος, Μάρτυς, τὸν στεῤῥὸν τῆς ἀνδρείας σου πύργον διετάραξεν ὅλως, ἀλλ᾿ ὤφθης καρτερικὸς ποιναῖς καὶ τοῖς σπαραγμοῖς, οἷς ἀσπλάγχνως προσήγαγον οἱ ἔκφρονες.

Πολλοὺς ὑπέστης πειρασμοὺς ἀπαρνήσασθαι, Μάρτυς, τὴν σωτήριον κλῆσιν τοῦ Κυρίου Ἰησοῦ, ἀλλ᾿ ἔμενες σταθερός, μέχρι τέλους τρισμάκαρ, πιεζόμενος.

Ἐκ τῶν παθῶν τῶν σαρκικῶν ὅλως ἀπεμακρύνθης, καὶ οὐδόλως τοῖς λόγοις ἐχαυνώθης τῆς μητρός, ἀλλὰ στηρίζων αὐτήν, παῤῥησίᾳ τὸν Κύριον ἐκήρυξας.

Θεοτοκίον.
Παστὰς Κυρίου ἐκλεκτή, οὐρανίας παστάδος ποίησον κληρονόμον τὸν προστρέχοντα τῇ Σῇ Θεονύμφευτε στοργῇ, καὶ ἀπείρῳ πόθῳ Σὲ γεραίροντα.

Κάθισμα. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ἐπεφάνη σήμερον, τῷ σῷ προσώπῳ θεία χάρις, Ἅγιε, καὶ κατελάμπρυνεν αὐτὸ κάλλους ἄῤῥητου λαμπρότητι ἐκπληγωθέντος τῷ ξίφει τοῦ σώματος.
Δόξα καὶ νῦν. Θεοτοκίον.
Προστασία ἄμαχε τῶν ἐν ἀνάγκαις, καὶ πρεσβεία ἔτοιμος τῶν ἐλπιζόντων ἐπὶ Σέ, ἀπὸ κινδύνων με λύτρωσαι καὶ μὴ παρόψῃ, ἡ πάντων βοήθεια.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Θωπεῖαι ἰσχῦσαν οὐδόλως, πάνσοφε, παρανόμου γυναίου μεταβαλεῖν σοῦ τὸ καρτερόψυχον, ἀλλ᾿ ἀπεβάλου σὺ αὐτήν, Ἰωσὴφ ἐκμιμησάμενος.

Τυράννου πέπαυται ὀφρύς, πανόλβιε, εὐσεβῶς καὶ ἀνδρείως, τὸν ἀθλητήν, Σὲ ἐνατενίζοντος, καὶ τὰς βασάνους τὰς αὐτοῦ εἰς οὐδέν τε λογιζόμενον.

Τοῦ θείου ἐρωτος, μάρτυς ἀήττητε, ἀπηρτήθης καὶ νόμου ταῖς ἐντολαῖς, ὅλως ἐπροσῄλωσας, καὶ τοῦ Βελίαρ τῶν βελῶν, Ἰωάννη κατεφρόνησας.

Θεοτοκίον.
Ἁγία Δέσποινα, τὸν Ὑπεράγιον ἡ κυήσασα Λόγον, ἁγιασμὸν τῆς ψυχῆς μου δώρησαι, καὶ τρικυμίας πειρασμῶν τὴν ζωήν μου ἐλευθέρωσον.

ᾨδή ε΄. Τῷ θείῳ φέγγει Σου.
Δεῦτε συνδράμωμεν οἱ πιστοί, τοὺς σεπτοὺς ἀγῶνας Ἰωάννου καταμαθεῖν, καὶ τὴν θείαν ἄθλησιν αὐτοῦ μετ᾿ εὐλαβείας τελέσας, ἵνα προστάτην τοῦτον θερμὸν πλουτίσωμεν.

Στεφάνῳ κοσμούμενος ἀθλητά, τῷ τοῦ μαρτυρίου, Ἰωάννη πανεύφημε, καὶ πορφύρα ἐξ αἵματος τῇ στολῇ ἐνεδύσω μακάριε, ἐν δόξῃ νῦν τῷ βασιλεῖ παριστάμενος.

Οὐκ ἀρνοῦμαι τὸ ὄνομα τοῦ Χριστοῦ, βλέπων βλοσυρὼς ὁ ἀθλητὴς τοῖς παρανόμοις ἐκραύγαζε, τῷ δὲ λαοπλάνῳ ἐκείνῳ ἀποτάσσομαι, καθάρματι τῆς πλάνης, καὶ οὐ συντάσσομαι.

Θεοτοκίον.
Ὡς ὅρος πάλαι σὲ Δανιὴλ βλέπει τηλαυγῶς μαρμαρυγαῖς τῆς παρθενίας ἐκλάμπουσαν, ἐξ οὗ ἐτμήθη λίθος, συντριβῶν Πάναγνε τὰ εἴδωλα τῆς πλάνης σθένει θεότητος.

ᾨδὴ ς΄. Τὸν βίου τὴν θάλασσαν.
Εἱρκτὴ οὐδὲ μάστιγες, οὐ τυράννων ἀπειλαὶ τῆς τοῦ Χριστοῦ ἰσχύσουσιν ἀποστῆναι ἀγάπης, ὦ ἀθλητά, ἐβόας γηθόμενος, Ἰωάννη, Μαρτύρων ἐγκαλλώπισμα.

Ὡς ἄστρον ἀνέτειλας, Ἰωάννη ἀθλητά, καί ἔφηνας τὴν σύμπασαν ταῖς ἀκτῖσι τῶν θείων καὶ φαεινῶν ἀγώνων σου, ἔνδοξε, τῶν Μαρτύρων ἡ δόξα καὶ ὁ στέφανος.

Ποὺς κατεπάτησας τὸν ἀρχαῖον πτερνιστήν, καὶ νῦν ἀγάλλῃ ἔνδοξε, ἐν οὐρανίοις δρεπόμενος ἀφειδῶς, στεφάνων τῶν πόνων σου, καὶ ἡμᾶς οἰκειῶν τῷ Παντοκράτορι.

Θεοτοκίον.
Ἐπλήθυνον, Δέσποτα, ὑπὲρ ἄμμον θαλασσῶν, τὰ πονηρά μου πταίσματα, ὡς κεκτημένος πέλαγος οἰκτιρμῶν ἐπίστρεψον σῶσόν με παρακλήσεσι Λόγε, τῆς τεκούσης Σε.

Κοντάκιον. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν γενναιότατον Χριστοῦ ἀθλοφόρον, τὸν ἐν ὑστέροις τοῖς καιροῖς καθελόντα, τὴν δυσεβῆ παράνοιαν τοῦ δράκοντος τρανῶς, δεῦτε εὐφημήσωμεν, ἐν ᾠδαῖς χαρμοσύνοις, καὶ κατασπασώμεθα, τῶν λειψάνων τὴν θήκην, Μεγαλομάρτυς, κράζοντες αὐτῷ· σῶσον κινδύνων, τοὺς σὲ μακαρίζοντας.
Ὁ Οἶκος.
Τοῦ ἀθλοφόρου τὴν ὑπέρλαμπρον μνήμην, δεῦτε πάντες τῶν ὕμνων τοῖς στεφάνοις λαμπρῶς καταστέψωμεν· καὶ γὰρ οὗτος τὸν παλαιὸν πτερνιστὴν ἐν ἁπαλῷ κομιδῇ τῷ σώματι ἐκνικήσας, ὀμβρίζει ἀντὶ αἱμάτων ἱερῶν, ἰαμάτων τὰ ῥεύματα, καὶ ταῖς βασάνοις ἐγκαρτερῶν, ἐν πολλοῖς καὶ πικροῖς αἰκισμοῖς, τὸν δρόμον τοῦ μαρτυρίου τετέλεκε, καὶ τὴν πρὸς τὸν Χριστὸν τὸν Θεὸν πίστιν τετήρηκε, βοῶντες θερμῶς αὐτῷ· σῶσον κινδύνων τοὺς σὲ μακαρίζοντας.

Συναξάριον.
Τῷ κα΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεομάρτυρος Ἰωάννου, τοῦ ἀπὸ Γουβῶν κώμης τῆς Μονεμβασίας.
Στίχοι·
Νόμους φυλάττων νηστίμου καιροῦ πόθῳ,
Ζωὴν ἔθυσας, ὢ Ἰωάννη Μάκαρ.
Πρώτη Ἰωάννην εἰκάδι ἔκτεινον ἄνομοι.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.
Προσανέθηκας Θεῷ τῷ Παντοκράτορι, πόθον σου τῆς καρδίας σοφέ, τὸν ἀλάστορα προθυμίᾳ ἤσχυνας στεῤῥᾶ, διὸ κατοικῶν τοὺς οὐρανούς, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων βοᾶς.

Τοὺς τιμῶντας τὴν θήκην θείων λειψάνων σου, λύτρωσαι ἐκ κινδύνων πολλῶν, πρὸς τὸν Κύριον παῤῥησίαν ἐσχηκὼς λαμπράν, βοῶν καὶ συνέτισον ἡμᾶς, εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τῶν τυράννων τὸ θράσος τάχος κατέβαλες, σύντριψον καὶ τῶν τούτων ζυγὸν παμμακάριστε Χριστομάρτυς, ἵλεων ἡμῖν ἐργασάμενος κλεινέ, ἵνα ὑμνῶμεν εὐσεβῶς τὸν τῶν Πατέρων Θεόν.

Θεοτοκίον.
Οὐρανὸς ἐπὶ γῆς Σὺ ἐχρημάτισας, τοῦ οὐρανοῦ καὶ γῆς ποιητοῦ, Ὅν ἱκέτευε, τῶν τῆς γῆς μὲ ῥύσασθαι κακῶν, καὶ μέτοχον τῶν ἐν οὐρανοῖς καταξιώσαι ἀγαθῶν, Θεογεννήτρια.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Τὸν θυμὸν τῶν τυράννων οὐκ ἐδειλίασας, ταῖς θωπείαις, παμμάκαρ, οὐδόλως ἔκλινας, τοῦ δὲ πονηροῦ τὴν ἰσχὺν κατηδάφισας· ὅθεν σὲ ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ἱεράρχου παλάμαις θείαις φερόμενα τὰ τερπνὰ λείψανά σου, μακαριώτατε, ἔλαμψαν φαιδρῶς, τοὺς πιστοὺς δὲ ἐφώτισαν, ὅθεν σὲ τιμῶμεν τιμαῖς ἀνεκλαλήτοις.

Ἀρχιθύτης ὁ θεῖος καὶ θεοδόξαστος, οὐρανόθεν ἡγμένος θεοπρεπέστατα, λείψανα τὰ σὰ εὐλαβῶς ἀνεκόμισεν, ὅθεν καὶ χρυσώσας ἐπλούτισε τοὺς πάντας.

Ἱεράρχην, ὦ Μάρτυς, πανηγυρίζοντα, τὴν φωσφόρον σου μνήμην, καὶ τὰ παλαίσματα, τήρησον φαιδρὸν ἐν ὑγείᾳ καὶ μέλποντα Κύριον ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Ἰακὼβ Σὲ προεῖδε παρθένε κλίμακα, πρὸς οὐράνιον ὄψιν ἡμᾶς ἀνάγουσαν, τοὺς εἰς τὸν βυθὸν τῶν κακῶν ὀλισθήσαντας· ὅθεν Σὲ ὑμνοῦμεν Ἁγνὴ εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν.
Φωτὶ ἀΰλῳ σὺ ἐναπήστραψας, θέσει υἱὸς Κυρίου ἐχρημάτισας Ἅγιε, Πρωτοτόκων σκηναῖς αὐλιζόμενος καὶ τῆς αἰωνίου δόξης πληρούμενος· ὅθεν κατὰ χρέος, οἱ πιστοὶ σὲ μακαρίζομεν.

Ἰδὼν λαοῦ Σου, Χριστέ, τὴν κάκωσιν, ὡς ἰατρὸς ψυχῶν καὶ σωμάτων θεράπευσον, ἱκεσίαις Δέσποτα τοῦ Σοῦ ἀθλητοῦ, τοῦ νῦν ἐπικαλοῦντος, Σὲ τὸν Παντάνακτα, καὶ ἱκεσίαις ἱεραῖς καὶ Θεὸν δοξολογοῦντός Σε.

Ἰδών, ὦ Μάρτυς, ἐμοὶ τῷ γράψαντι, πόθῳ τὰς ἀριστείας σου πάσας καὶ τὰ παλαίσματα, Ἰωάννη πάνσοφε δοχεῖον Θεοῦ, χάριν ἀντιβραβεύων, ἄφεσιν δώρησαι τῶν ἀγνοημάτων μου κλεινέ, ἵνα δοξάζω σε.

Θεοτοκίον.
Χοροὶ Ἀγγέλων καὶ Ἀρχαγγέλων τε, Ἐξουσιῶν Δυνάμεις, καὶ Ἀρχαί, Κυριότητες, Χερουβείμ, καὶ Σεραφείμ, καὶ Θρόνοι, Χριστὲ δῆμος τῶν Ἀποστόλων, σὺν τῇ τεκούσῃ Σε μόνε δυσωποῦσι Βασιλεῦ, σῶσον τοὺς δούλους Σου.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τῷ ὅπλῳ τοῦ Τιμίου Σου Σταυροῦ θωρακισάμενος, ὁ ἀθλοφόρος Σου, Λόγε, τὰς ἐναντίας δυνάμεις στεῤῥῶς ὑπερενίκησε, καὶ τοὺς τυράννους ᾔσχυνε, καὶ ὑπὲρ Σοῦ ἐνήθλησε, καὶ Σοί, Χριστέ μου Παντάναξ, συμβασιλεύει ἀπαύστως.
Θεοτοκίον.
Ἐν δύω ταῖς θελήσεσι καὶ φύσεσι Πανάμωμε, μιᾷ δὲ τῇ ὑποστάσει, τίκτεις Θεὸν ἀποῤῥήτως, τὸν δι᾿ ἡμᾶς πτωχεύσαντα, μέχρι Σταυροῦ θελήματι, καὶ ἡμῖν χαρισάμενον, τὸν τῆς θεότητος πλοῦτον, θεοκυῆτορ Παρθένε.

Εἰς τοὺς Αἴνους. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τοὺς ἐτησίως τὴν μνήμην σου ἑορτάζοντας, παμμάκαρ Ἰωάννη, καὶ πιστῶς εὐφημοῦντας τοὺς ἄθλους, τοὺς ἀγῶνας οὓς καρτερῶς ἐναθλῶν καθυπέμεινας, ὑπὲρ Χριστοῦ τῆς ἀγάπης, τοῦ δι᾿ ἡμᾶς καθ’ ἡμᾶς ἐνανθρωπήσαντος. (Δίς).

Ἀποτμηθεὶς διὰ ξίφους, πάσας διέτεμες τὰς μηχανὰς τοῦ πλάνου καὶ δολίου Βελίαρ, θεόφρον Ἰωάννη· διὸ τοὺς πιστῶς τὴν σὴν μνήμην γεραίροντας, ῥῦσαι παγίδων τῶν τούτου, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις σου δεήσεσι.

Καὶ μετὰ θάνατον, Μάρτυς, σὲ ἐμεγάλυνεν· ὁ τῶν ἁπάντων κτίστης τέρασι καὶ σημείοις, φωτὶ γὰρ οὐρανίῳ τὸ ἱερὸν ἐπεσκίασε λείψανον, σοῦ τὸ πολύαθλον μάκαρ, καὶ θαυμαστής εὐωδίας ἐπληρώσατο.

Δόξα. Ἦχος πλ. δ΄.
Τίς μὴ ἐκπλαγῆ, τίς μὴ εἰχότως θαυμάσει, τὴν θαυμαστὴν καρτερίαν καὶ ἀνένδοτόν ἔνστασιν, Ἰωάννου τοῦ λαμπροῦ ἀθλητοῦ; οὐδὲν γὰρ αὐτὸν τῆς τοῦ Χριστοῦ ἀγάπης χωρίσαι ἴσχυσεν, οὐ θωπεῖαι ἀνόμου γυναικός, οὐ τυράννων ἀπειλαί καὶ φυλακαὶ καὶ βασάνων ποικιλίαι, ἀλλὰ πάντα ὑπενεγκὼν τὰ δεινά, ἑδραῖος ἐν αὐτῇ καὶ ἀκλόνητος, μέχρι τοῦ διὰ ξίφους μαρτυρίου τέλος διέμεινεν· ἀλλ᾿ ὡς καὶ νῦν πρὸς αὐτὸν στεφηροφῶν παριστάμενος ἀθλητά, ἐκτενῶς ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Εἰς τὴν Λειτουργίαν.

Τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τοῦ Κανόνος ᾠδὴ γ΄ καὶ ς΄.
Ἀπόστολος καὶ Εὐαγγέλιον Μαρτυρικά.
Κοινωνικόν. Εἰς μνημόσυνον...

Μεγαλυνάρια.
Φύλαττε τοὺς δούλους σου ἀθλητά, Μάρτυς Ἰωάννη, τοὺς τιμῶντάς σε εὐσεβῶς, καὶ ῥῦσαι κινδύνων, καὶ πάσης ἄλλης βλάβης, ὦ νέε ἀθλοφόρε, τῇ μεσιτείᾳ σου.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τοὺς λαμπροὺς ἀγῶνας Ἰωάννου τοῦ ἀθλητοῦ, τοῦ δὲ ἐν τοῖς ἐσχάτοις, καιροῖς ἀναφανέντος, Μάρτυρος θεηγόρου τῆς θείας πίστεως.

Ἰδιόμελον ψαλλόμενον εἰς τὸν ἀσπασμὸν τῶν Ἁγίων λειψάνων, ποιηθὲν παρὰ τοῦ Γεωργίου Παγωνοπούλου. Ἦχος β´.
Βλέποντες τὰ τίμια καὶ Ἅγια λείψανα τοῦ γενναίου στρατιώτου καὶ ἀθλητοῦ τοῦ ἐπουρανίου Βασιλέως Χριστοῦ Νεομάρτυρος Ἰωάννου, πόθῳ δέοντι τοῖς χείλεσιν ἡμῶν κατασπασώμεθα, καὶ γάρ τοῖς μετὰ πίστεως καὶ πόθου προσερχομένοις τὰς ἰάσεις παρέχουσιν, εἰ καὶ τῇ ἡλικίᾳ πρόσηβος ὤν, τὸν δεινὸν Βελίαρ κατέβαλε, καὶ τὰς ἐνέδρας αὐτοῦ εἰς οὐδὲν ἐλογίσατο· οὐ θωπεῖαι καὶ κάλλος παρανόμου γυναικός, οὐ ποικιλίαι βρωμάτων, καὶ τυράννων ἀπειλαὶ τῆς. τοῦ Χριστοῦ ἀγάπης χωρίσαι ἐνίσχυσαν, ἀλλ᾿ ὑπὲρ τῆς ἀγάπης τοῦ Σωτῆρος Χριστοῦ πάντα ὑπενεγκών, καιρίως κατεπλήγη, τὴν μακαρίαν αὐτοῦ ψυχήν, ἐν χειρὶ Θεοῦ παραθέμενον· διὸ καὶ ἡμεῖς τὴν ἐτήσιον αὐτοῦ μνήμην ἑορτάζοντες ἐκτενῶς βοήσωμεν, ὦ στρατιῶτα Χριστοῦ, ταῖς πρὸς Κύριον πρεσβείαις σου ἡμᾶς διαφύλαττε.

Ἕτερα ποιηθέντα ὑπό Ἐπισκόπου Ἀνδρούσης Ἰωσήφ. Ἦχος δ´.
Τὸν ἐκλάμψαντα ὡς ἀστέρα πρωϊνόν, ἐν τῷ τῶν πιστῶν στερεώματι, ὕμνοις πιστοὶ ἐγκωμιάσωμεν τὸν γενναῖον ἀθλητὴν Ἰωάννην τὸν ἀδάμαστον· οὗτος ὡς φοῖνιξ ἀναδειχθείς, καὶ ὡς κέδρος πληθυνθείς, καρποὺς ἀνεβλάστησε μακαρίους, καὶ μιμητής γενόμενος τοῦ πάθους τοῦ Σωτῆρος τῆς δόξης αὐτοῦ λαμπροφανῶς κατηξίωται καὶ γεγηθότες αὐτῷ προσείπωμεν· χαίροις τῆς πίστεως ἔρεισμα, καὶ τῶν Μαρτύρων φαιδρὸν ἀγαλλίαμα· χαίροις Μονεμβασίας καὶ Καλαμάτας τὸ ἀρίτιμον ἐγκαλλώπισμα, τῶν κατεχουσῶν ἐν ἀγκάλαις τὴν θήκην τῶν θείων λειψάνων σου, ἐπόπτευε ταύτας ἄνωθεν καὶ φρούρει τοὺς τιμῶντάς σε μέγιστα.

Ἦχος πλ. β´.
Τίς μὴ μακαρίσει σε, ἀξιάγαστε Μάρτυς Ἰωάννη καλλίνικε, τὴν καλὴν ὁμολογίαν, ἥν κατ᾿ ἐνώπιον τῶν δυσσεβῶν ὡμολόγησας, λαμπρᾷ τῇ φωνῇώ ὅθεν τὸ καρτερὸν τῆς εὐψυχίας σου ἔφριξαν δαίμονες, ἐκρότησαν Ἄγγελοι, καὶ ἡ Ἁγία Τριὰς ἐταινίασεν· ἡμεῖς δὲ οἱ εὐσεβεῖς ἐτήσιον ἑορτὴν ᾄδοντες ἐν ᾠδαῖς καὶ ὕμνοις, τὴν παναγίαν σφαγήν σου γεραίρομεν καὶ κατασπαζόμεθα σὺν εὐλαβείᾳ καὶ πόθῳ τὴν θήκην τῶν χαριτοβρύτων λειψάνων σου, μεσίτην σὲ προβάλλομεν πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν παρέχοντα τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Ὁ αὐτός.
Τὸ αἷμά σου κεχυμένον καθορῶν ὁ δυσμενής ἔφριττε δεινῶς, ὦ καλλίνικε, αἵματος ἀναμνησθεὶς τοῦ Ζωοδότου Χριστοῦ, τοῦ ἐν Σταυρῷ κενωθέντος ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς· ὡς ἐφ’ ἅρματος αὐτοῦ, ἐπιβὰς μακάριε, ἀνῆλθες πρὸς τὰ φωταυγῆ σκηνώματα τῆς ἀνεσπέρου βασιλείας νικητὴς κοσμούμενος στεφάνοις, καὶ πρεσβεύων ἐκτενῶς ὑπὲρ τῶν ἑορταζόντων τὴν ἡμέραν τῆς σῆς φωταυγοὺς τελειώσεως, τῶν προσκυνούντων εὐλαβῶς τὴν ἱερὰν σορὸν τῶν λειψάνων σου, Ἰωάννη γλυκύτατε, καύχημα τῶν πιστῶν, καὶ τῶν Μαρτύρων ἀγλάϊσμα.

Ἕτερα ποιηθέντα παρὰ Ἀναστασίου Δανιὴλ Ἀρχιμανδρίτου Βῶβου. Ἦχος πλ. β´.
Ὁρῶντες τὰ λείψανα τοῦ Νεομάρτυρος Ἰωάννου τοῦ γενναίου ἀθλητοῦ καὶ νικητοῦ ὁρατῶν τε καὶ ἀοράτων ἐχθρῶν, τοῦ στήσαντος τὰ τῆς νίκης τρόπαια ἐπὶ Λαρίσσης πόλεως, ἃ τοῖς μὲν Ἀγγέλοις χαρμονῆς αἴτια, τοῖς δαίμοσι δὲ μεγάλου αἴσχους καὶ ὀνείδους, τοῖς μὲν Μάρτυσι κλέος προξενοῦντα, τοῖς δι᾿ Ἀγαρηνοῖς ἔκστασιν καὶ ἔκπληξιν, ἡμῖν δὲ τοῖς εὐσεβέσι καύχημα, τοῖς δ᾿ ἐν Μονεμβασίᾳ δόξαν δεῦτε ἅπαντες φόβῳ καὶ τρόμῳ τῷ θείου ἔρωτος ἐμπεπλησμένῳ καρδίᾳ καθαρᾷ, χείλεσι πόθου ζέουσι κατασπασώμεθα ταῦτα καὶ θερμῶς δεηθῶμεν τοῦ πρεσβεῦσαι πρὸς Κύριον ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Χαίροις, ὦ γενναῖε ἀθλητά· τοῦ νοητοῦ γὰρ τὴν κάραν δράκοντος συνέθλασας, καὶ ταῖς παγίδαις τούτου οὐκ ἐνεβλήθης σοφέ, ἀλλ’ ὡπλισμένος τὴν θείαν πανοπλίαν ἀνδρείως ἐνίκησας· χαίροις ὅτι τὰ ἐν κόσμῳ μισήσας, τὰ αἰώνια ἐζήτησας, καὶ τὸν Χριστὸν οὐκ ἠρνήθης, ἀλλὰ Θεὸν τοῖς πᾶσιν ἀληθινὸν ἐκήρυξας· χαίροις, οὐ θωπεῖαι γάρ γυναικῶν, οὐ τυράννων ἀπειλαί, οὐ μάταιος τῶν τοῦ κόσμου δόξα χωρίσαι τῆς τοῦ Χριστοῦ ἠδυνήθησαν ἀγάπης· χαίροις ὅτι καὶ Ἀγγέλοις γέγονας συνόμιλος, καὶ Θεῷ ἐν οὐρανοῖς λειτουργεῖν καὶ δοξάζειν ἔτυχες· διὸ καὶ ἡμῶν τῶν τὰ σεπτά σου λείψανα πόθῳ ζέοντι, τοῖς χείλεσι κατασπαζομένων, τὰς ψυχὰς τῆς αἰωνίου γεέννης δυσώπησον, πρὸς Κύριον λυτρωθῆναι καὶ ἐν χορῷ τῶν δικαίων καταταγῆναι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου