Δευτέρα, 22 Αυγούστου 2016

Ψαλλομένη τῇ 1η Σεπτεμβρίου

Ποίημα Μητροπολίτου Μηθύμνης Ἰακώβου

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
    Μετά τόν Προοιμιακόν στιχολογοῦμεν τὴν α΄ στάσιν τοῦ Μακάριος ἀνήρ.  Εἰς δέ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἰνδίκτου δ΄ καὶ τῶν Ἁγίων στ΄.
Τῆς Ἰνδίκτου. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς αὐτολέκτου καὶ θείας διδασκαλίας Χριστοῦ, τὴν προσευχὴν μαθόντες, καθ᾿ ἑκάστην ἡμέραν βοήσωμεν τῷ Κτίστῃ· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς κατοικῶν, τὸν ἐπιούσιον ἄρτον δίδου ἡμῖν, παρορῶν ἡμῶν τὰ πταίσματα. (Δίς).

Ὡς τῶν Ἑβραίων τὰ κῶλα ἐν τῇ ἐρήμῳ ποτέ, ἀπειθησάντων ὄντως Σοὶ τῷ πάντων Δεσπότῃ, ἀξίως κατεστρώθη, οὕτω καὶ νῦν τὰ ὀστᾶ διασκόρπισον τῶν δυσσεβῶν καὶ ἀπίστων Ἀγαρηνῶν ,ψαλμικῶς παρὰ τὸν ᾅδην Χριστέ.

Ὁ ἐν Σιναίῳ τῷ Ὄρει τὰς πλάκας γράψας ποτέ, Αὐτὸς καὶ νῦν ἐν πόλει Ναζαρὲτ κατὰ σάρκα, βιβλίον κατεδέξω προφητικὸν ἀναγνῶναι, Χριστὲ ὁ Θεός· καὶ τοῦτο πτύξας ἐδίδασκες τοὺς λαοὺς, πεπληρῶσθαι τὴν Γραφὴν ἐπὶ Σοί.

Τῶν Ἁγίων. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὸν Ἀμμοὺν τὸν Διάκονον, Ἀθηνᾶν Ἀντιγόνην τε, Ἐλπινίκην, Μόσχω, Χάϊδω, Χαρίκλειαν, Καλλίστην, Λάμπρω, Πανδώραν ὁμοῦ, Τρωάδα Δωδώνην τε, Ἐρασμίαν, Ἐρατώ, Κλεονίκην καὶ Θάλειαν ἐπαινέσωμεν Μαριάνθην, Εὐτέρπην, Ἀριβοίαν,Ἀκριβῆ καὶ Ἀσπασίαν, ταῖς τῶν ᾀσμάτων τερπνότησι.

Τῶν παρθένων ὁ σύλλογος Ἀφροδίτην Διόνην τε, Πηνελόπην ἅπαντες Θεονύμφην τε, τὴν Μαργαρίταν Σαπφὼ ὁμοῦ, Κλειὼ Κλεοπάτραν τε, Πολυμνίαν, Θεανώ,  Μελπομένην ὑμνήσατε Κοραλίαν τε, Καλλιρρόην ὁμοῦ καὶ Θεανόην, Πολυνίκην, Τερψιχόρην, ἐν ἱεροῖς μελῳδήμασιν.

Ἑρμηνείαν αἰνέσωμεν, Οὐρανίαν ὑμνήσωμεν, Θεοφανίαν ἅμα τε φιλομάρτυρες, Ἀδαμαντίνην, γεραίροντες Χριστὸν τὸν Θεὸν ἡμῶν τὸν καλέσαντα αὐτάς, παρθενίᾳ καὶ αἵματι, πρὸς οὐράνια τῶν Ἁγίων σκηνώματα, πρεσβεύειν ὑπὲρ τῶν ἐν εὐσβείᾳ αὐτὰς τιμώντων καὶ ᾄσμασιν.

῞Ετερα.  Ἦχος ὁ αὐτός. ῎Εδωκας σημείωσιν.
Δεῦτε τὰ μνημόσυνα, ἀθλητριῶν τεσσαράκοντα, εὐσεβῶς νῦν τελέσωμεν· αὗται γὰρ φοιτήσασαι τῷ Ἀμμούν, προσῆλθον μιᾷ τῇ καρδίᾳ καὶ ὡμολόγησαν Χριστὸνἀνδρειοφρόνως καθυπομείνασαι, τὸ πῦρ, σφαγὴν καὶ θάνατον τὸν βιαιότατον ἅπασαι· διὸ νῦν συναπέλαβον τὴν ζωὴν τὴν οὐράνιον.

Ὄντως ἀνεδείχθητε, ὦ τεσσαράκοντα Ἅγιαι, Ἐκκλησίας καυχήματα, Εὐτέρπη,  Χαρίκλεια, Τερψιχόρη, Μόσχω, Σαπφὼ, Οὐρανία, ἀκολουθήσασαι Ἀμμοὺν τοῖς λόγοις, ἔργοις καὶ τοῖς παθήμασι καὶ πᾶσαι αἱ ἀθλήτριαι ἀσκητικῶς συνδεσμούμεναι, διπλῷ στέφει ἐστέφθητε ἐπαξίως, μακάριαι.

Θρᾴκη ἐπαγάλλεται ἁγιασθεῖσα τῷ αἵματι μαρτυρίου, πανένδοξοι, ὑμῶν καὶ πρὸς Κύριον ἀναπέμπει αἶνον· δόξα Σοι, βοῶσα, τῷ αἰωνίῳ Βασιλεῖ, δωρησαμένῳ μοι πλοῦτον ἄσυλον, χορείαν τεσσαράκοντα ἀσκητριῶν καὶ πρὸς ἄθλησιν ὁμοθύμως χωρήσασαν, τοῦ λαβεῖν στέφος ἄφθαρτον.

Δόξα.  Ἦχος πλ. β΄.
Μέγας εἶ, Κύριε, καὶ δεδοξασμένος εἰς αἰῶνας· ἰδοὺ γὰρ ἡ πληθὺς τῶν τεσσαράκοντα παρθένων καὶ ἀσκητριῶν, προσέρχεταί Σοι τῷ μόνῳ Θεῷ, ἐν παρρησίᾳ ὁμολογήσασα, τὴν καλὴν ὁμολογίαν· Κύριε πρεσβείαις τῶν Μαρτύρων Σου, κατάμπεμψον ἡμῖν τὴν ἄφεσιν.

Καὶ νῦν. Τῆς Ἰνδίκτου. Ἦχος πλ. β´. Βυζαντίου.
Ὁ Πνεύματι Ἁγίῳ συνημμένος, ἄναρχε Λόγε καὶ Υἱέ, ὁ πάντων ὁρατῶν καὶ ἀοράτωνσυμπαντουργὸς καὶ συνδημιουργός, τὸν στέφανον τοῦ ἐνιαυτοῦ εὐλόγησον, φυλάττων ἐν εἰρήνῃ τῶν Ὀρθοδόξων τὰ πλήθη, πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων τῶν Ἁγίων Σου.

Εἴσοδος, Φῶς ἱλαρόν,  Προκείμενον τῆς ἡμέρας καὶ τὰ παρόντα Ἀναγνώσματα (δύο τῆς Ἰνδίκτου καὶ ἓν τῶν Ἁγίων).
Προφητείας ᾿Ησαΐου τὸ Ἀνάγνωσμα (61,1-10).
 Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἑνιαυτὸν Κυρίου δεκτόν, καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιών  δόξαν ἀντὶ σποδοῦ· ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης, ἀντὶ πνεύματος ἀκηδίας, καὶ κληθήσονται γενεά δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίους, ἐξηρημωμένας τὸ πρότερον· ἐξαναστήσονται καὶ ἀνακαινιοῦσι πόλεις ἐρή­μους, ἐξηρημωμένας ἀπὸ γενεὰς εἰς γενεάν. Καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνoντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοὶ ὑμῶν. Ὑμεῖς δὲ Ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ ἡμῶν. ῾Ρηθήσεται ὑμῖν, ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε· ἀντί τῆς αἰσχύνης ὑμῶν τῆς διπλῆς, καὶ ἀντὶ τῆς ἐντροπῆς, ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν. Διὰ τοῦτο τὴν γῆν αὐτῶν ἐκ δευτέρου κληρονομήσουσι  καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐγὼ γὰρ εἰμι Κύριος, ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρ­μα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν· καὶ ὁ ὁρῶν αὐτούς ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον εἰς τοὺς αἰῶνας ὑπὸ Θεοῦ, καὶ εὐφροσύνη εὐφρανθήσονται ἐπὶ Κύριον.

Λευϊτικοῦ τὸ Ἀνάγνωσμα (26,3-10 καὶ ἐκλογή).
Ἐλάλησε Κύριος τοῖς υἱοῖς Ἰσραήλ, λέγων· ἐὰν τοῖς προστάγμασί μου πορεύησθε,  καὶ τὰς ἐντολάς μου φυλάσσησθε, καὶ ποιῆτε αὐτάς, δώσω τὸν ὑετὸν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγητόν καὶ ὁ τρυγητός καταλήψεται τὸν σπόρον. Καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονήν καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν· καὶ ἀπολῶ θηρία ἐκ τῆς γῆς ὑμῶν καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐνώπιον ὑμῶν, καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν καὶ ἑκατόν ὑμῶν διώξονται μυριάδας. Καὶ ἐπιβλέψω ἐφ᾿ ὑμᾶς καὶ εὐλογήσω ὑμᾶς καὶ αὐξανῶ ὑμᾶς καὶ πληθυνῶ ὑμᾶς καὶ στήσω τὴν διαθήκην μου μεθ᾿ ὑμῶν. Καὶ φάγεσθε παλαιά καὶ παλαιὰ παλαιῶν καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε. Καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς καὶ ἐμπεριπατήσω ἐν ὑμῖν καὶ ἔσομαι ὑμῶν Θεός καὶ ὑμεῖς ἔσεσθέ μοι λαός. Ἐὰν δὲ μὴ εἰσακούσητέ μου, μηδὲ ποιήσητε τὰ προστάγματά μου ταῦτα, ἀλλὰ ἀπειθήσητε αὐτοῖς καὶ τοῖς κρίμασί μου προσοχθήσῃ ἡ ψυχὴ ὑμῶν, ὥς τε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν. Ἐπιστήσω ἐφ᾿ ὑμᾶς τὴν ἀπορίαν καὶ σπερεῖτε διακενῆς τὰ σπέρματα ὑμῶν καὶ ἔδονται τοὺς πόνους ὑμῶν οἱ ὑπεναντίοι ὑμῶν. Καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ᾿ ὑμᾶς καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν καὶ διώξονται ὑμᾶς καὶ φεύξεσθε οὐδενὸς διώκοντος ὑμᾶς· καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν· καὶ θήσω τὸν οὐρανὸν ὑμῖν ὡς σιδηροῦν καὶ τὴν γῆν ὡσεὶ χαλκῆν. Καὶ ἔσται εἰς κενόν ἡ ἰσχὺς ὑμῶν καὶ ἡ γῆ ὑμῶν οὐ δώσει τὸν σπόρον αὐτῆς καὶ τὰ ξύλα τοῦ ἀγροῦ οὐ δώσει τὸν καρπὸν αὐτῶν. Καὶ ἀποστελῶ ἐφ᾿ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς ἐπιπορευομένη μάχαιρα. Καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος καὶ αἱ ἐπαύλεις ὑμῶν ἔσονται ἔρημοι· ὅτι ὑμεῖς ἐπορεύθητε πρὸς μὲ πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ· λέγει Κύριος ὁ Θεός, ὁ ἅγιος Ἰσραήλ.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (31,10-20).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη· θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις· θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ· οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν πού χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῇ ἐνδεδυμένοι εἰσί. Διττὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα· περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι καὶ περιζώματα τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Εἰς τὴν Λιτήν, ἰδιόμελα τῶν Ἁγίων. Ἦχος α΄.
Εὐφραίνονται ἐν πόλῳ οἱ χοροὶ τῶν Ἁγίων, Ὅσιοι καὶ Μάρτυρες πανηγυρίζουσι·τεσσαράκοντα γὰρ κόραι, ἀσκήσει καὶ ἀθλήσει λελαμπρυσμέναι, σὺν τῷ διδασκάλῳ αὐτῶν Ἀμμοὺν, τὸν ὄφιν κατεπάτησαν καὶ νικηφόροι εἰσῆλθον εἰς παστάδα οὐράνιον· αὐτῶν πρεσβείαις, Κύριε, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ Σου καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

῏Ηχος β΄.
Δεῦτε, ἅπαντες πιστοί, τὴν μνήμην τῶν Ὁσιομαρτύρων τελέσωμεν· τῇ ἀσκήσει γὰρ ὁσίως ἀγωνισάμεναι, ἄσβεστον ἐτήρησαν τὴν λαμπάδα καὶ φαιδρῶς συνεισῆλθον εἰς νυμφῶνα οὐράνιον· διὸ παριστάμεναι τῷ θρόνῳ τοῦ Παντάνακτος, ἐκτενῶς πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

῏Ηχος γ΄.
Εὐφραινέσθω ὁ λαὸς Κυρίου ἐπὶ τῇ μνήμῃ τῶν Ἁγίων· καὶ μεγαλύνθητι ἡ Ἐκκλησία, ἐπὶ τῇ νίκῃ τῶν ἀθληφόρων· πᾶσαν πλάνην γὰρ τῶν εἰδώλων πατήσασαι, τὸν Χριστὸν γενναίως ὡμολόγησαν· οὐ τὸ πῦρ ἐδειλίασαν, οὐ τὸ ξίφος, οὐ πᾶσαν ἄλλην βάσανον· ἔνδον γὰρ τῇ καρδίᾳ αὐτῶν, ἐλάλει ἡ χάρις τοῦ Παρακλήτου· διὸ νομίμως ἀθλήσασαι καὶ στεφανωθεῖσαι, ἱκετεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

῏Ηχος δ΄.
Προσελθόντες ἀδελφοί, κατίδωμεν χορείαν τεσσαράκοντα Παρθένων, καλῶς προβιβασθεῖσαν ὑπὸ διδασκάλου καὶ Διακόνου Ἀμμούν· ὢ τοῦ θαύματος! ὅτι φύσις ἀσθενὴς γενναίως ἀντέστη τοῖς τυράννοις καὶ ὑπέμεινε πᾶσαν θλῖψιν, διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· αὐτῶν πρεσβείαις, Κύριε, φώτισον τὰς ψυχὰς ἡμῶν.

῏Ηχος πλ. α΄.
Δεῦτε, ἅπαντες πιστοί, τὴν μνήμην τῶν Ἀθληφόρων τιμήσωμεν· τὸν Χριστὸν γὰρ ἀγαπήσασαι καὶ ἀκολουθήσασαι ἀσκητικῶς, ἀθλητικῶς πρὸς Αὐτὸν προσέδραμον, μετὰ τοῦ διδασκάλου Ἀμμούν· ἐξέστησαν ἅπαντες καθορῶντες κόρας ἁπαλάς, ἀνδρείᾳ καὶ καρτερίᾳ κεκοσμημένας, μαρτυρικῶς εἰσερχομένας πρὸς οὐρανόν· Κύριε πρεσβείαις αὐτῶν, ἐλέησον ἡμᾶς.

῏Ηχος πλ. β΄.
Μελωδικῶς εὐφημήσωμεν, πιστοί, τῶν τεσσαράκοντα Παρθένων καὶ Μαρτύρων σήμερον τὴν μνήμην καὶ ἐναρμόνιον μέλος ᾄδοντες εἴπωμεν· χαίρετε Ἀδαμαντίνη, Ἀθηνᾶ, Ἀκριβή, Ἀντιγόνη καὶ Ἀριβοία· χαίρετε Ἀσπασία, Ἀφροδίτη, Διόνη, Δωδώνη, Ἐλπινίκη, Ἐρασμία, Ἐρατώ, Ἑρμηνεία καὶ Εὐτέρπη· χαίρετε Θάλεια, Θεανώ, Θεανόη, Θεονύμφη καὶ Θεοφάνη, Καλλιρρόη, Καλλίστη καὶ Κλειώ, Κλεονίκη, Κλεοπάτρα καὶ Κοραλία· χαίρετε Λάμπρω, Μαργαρίτα, Μαριάνθη, Μελπομένη, Μόσχω, Οὐρανία, Πανδώρα καὶ Πηνελόπη· χαίρετε Πολυμνία, Πολυνίκη, Σαπφώ, Τερψιχόρη καὶ Τρωάς, Χάϊδω καὶ Χαρίκλεια· πάρεστε δὲ μέσον ἡμῶν ἀοράτως, ἀντιδοῦσαι ἡμῖν τὸ τοῦ Κυρίου μέγα καὶ πλούσιον ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Ἐν ᾠδαῖς ᾀσμάτων, λαοί, τὴν μνήμην τῶν Ὁσιομαρτύρων τελέσωμεν· διὰ πυρὸς γὰρ καὶ πικροῦ θανάτου, ἀθλήσασαι γενναίως ἐνώπιον τῶν τυράννων καὶ καταπλήξασαι τὰ στίφη τῶν ἀθέων, χαροποιήσασαι δὲ τὰ πλήθη τῶν πιστῶν, ἔλαβον τὸν στέφανον παρὰ Χριστοῦ· διὸ παρησίαν ἔχουσαι πρὸς Κύριον, ἐκτενῶς πρεσβεύουσιν ὑπὲρ τῶν τιμώντων τὴν μνήμην αὐτῶν.

Καὶ νῦν,. Θεοτοκίον.  Ἦχος ὁ αὐτός.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὸν Στίχον, Στιχηρὸν ἓν ἰδιόμελον τῆς Ἰνδίκτου καὶ ἕτερα τρία τῶν Ἁγίων.
Τῆς Ἰνδίκτου.  Ἦχος β΄.  Κυπριανοῦ.
Θαυμαστὸς εἶ ὁ Θεός, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ αἱ ὁδοί σου ἀνεξιχνίαστοι· πέλεις γὰρ σοφία τοῦ Θεοῦ καὶ ὑπόστασις τελεία καὶ δύναμις συνάναρχός τε καὶ συναΐδιος συνεργία· διὸ παντοδυνάμῳ ἐξουσίᾳ κόσμῳ ἐπεδήμησας, ζητῶν ὃ ἐκάλλυνας πλάσμα, ἀνεκφράστως ἐξ ἀπειράνδρου μητρός, μὴ τραπεὶς τῇ θεότητι, διαθέμενος ὅρους καὶ χρόνους, εἰς σωτηρίαν ἡμῶν ἀναλλοίωτε, διὰ τοῦτό σοι βοῶμεν· Ἀγαθὲ Κύριε, δόξα σοι.

Τῶν Ἁγίων. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, ἀθλητριῶν ἡ πληθύς, λελαμπρυσμένη παρθενίᾳ καὶ αἵματι· καλῶς γὰρ κατηχηθεῖσαι ὑπὸ Ὁσίου Ἀμμοὺν, τῇ ἀσκήσει πρῶτον διελάμψατε· Εὐτέρπη, Χαρίκλεια, Οὐρανία καὶ, τῶν τεσσαράκοντα Παρθένων ὁμήγυρις, ἡ παλαίσασα καὶ νομίμως ἀθλήσασα· πάρεστε μέσον, Ἅγιαι, ἡμῶν καταπέμπουσαι τῶν αἰτημάτων τὴν λύσιν, παρὰ Χριστοῦ καὶ τὴν ἄφεσιν, τιμώντων ἐκ πόθου τὴν ὁσίαν ὑμῶν μνήμην, θεομακάριστοι.

Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.  
Πάντες οἱ τῶν Ἁγίων χοροὶ, τῶν Ἀσωμάτων στρατιαί τε καὶ τάγματα, ἐξέστησαν, Ἀθλοφόροι, κατανοοῦντες ὑμῶν, τὰς φρικτὰς βασάνους καὶ τὰ σκάμματα, τὸ πῦρ καὶ τὸν σίδηρον, τὰς μαχαίρας καὶ ἕτερα, τὰς μαστιγώσεις, φυλακίσεις καὶ θάνατον, ἃς οἱ κάκιστοι καθ’ ὑμῶν ἐτεκτήναντο· ἃς καὶ καθυπεμείνατε, ἀνδρείως καὶ ἔστητε, ἐν τῇ ἀθλήσει γενναίως, παρὰ Χριστοῦ δυναμούμεναι· Αὐτὸς γὰρ δωρεῖται, τοῖς Αὐτὸν ἠγαπηκόσι, χάριν καὶ δύναμιν.

Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Χαῖρε ἐν Παραδείσῳ Ἀμμούν, ταῖς διδαχαῖς καὶ ἀρεταῖς ὁ σοφώτατος· καλῶς γὰρ ποιμάνας, Πάτερ, τὰς ἀθλητρίας Χριστοῦ, ἀρεταῖς ἐνθέοις καὶ διδάγμασιν, αὐτὰς καθωδήγησας, πρὸς νυμφῶνα οὐράνιον καὶ ἐν νηστείαις, ἀγρυπνίαις καὶ δάκρυσιν,ἐγαλούχησας, ὡς ποιμὴν ἐνθεώτατος· δέχου τοίνυν τὰ ἔπαθλα, χειρὸς τοῦ Παντάνακτος,μετὰ συνάθλων, ὦ Πάτερ, καὶ ἐκδυσώπει τὸν Κύριον, ἡμῖν καταπέμψαι, ἱλασμὸν ἁμαρτημάτων καὶ μέγα ἔλεος.

Δόξα. Τῶν Ἁγίων. Ἦχος πλ. α΄.
Τῶν τεσσαράκοντα γυναικῶν ἀσκητριῶν, Παρθένων καὶ Μαρτύρων, καὶ Διακόνου Ἀμμοὺν τὴν ἐτήσιον μνήμην δεῦτε, πιστοί, τιμήσωμεν· τῷ Χριστῷ γὰρ ἀκολουθοῦσαι πιστῶς, ὡς ἐν τῇ ἀσκήσει, οὕτω καὶ ἐν ἀθλήσει, οὐκ ἠρνήσαντο Αὐτόν· πᾶσαν βάσανον καὶ θλῖψιν ὑπέμειναν· αἱ μὲν δέκα εἰς πῦρ ἐμβληθεῖσαι, αἱ δὲ ὀκτὼ μετὰ τοῦ διδασκάλου αὐτῶν ἀποκεφαλισθεῖσαι· ἕτεραι δὲ δέκα, διὰ ξίφους τελειωθεῖσαι, καὶ ἓξ ὑπὸ μαχαιρῶν, καὶ αἱ λοιπαὶ διὰ σιδήρων πεπυρακτωμένων· στεφηφόροι δὲ ἀνῆλθον εἰς οὐρανοὺς, τῷ ἀθανάτῳ Νυμφίῳ ἐκτενῶς πρεσβεύουσαι, ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἰνδίκτου.  Ἦχος ὁ αὐτός. Ἰωάννου Mοναχοῦ.
Σύ, Βασιλεῦ, ὁ ὢν καὶ διαμένων καὶ εἰς αἰῶνας ἀτελευτήτους, δέξαι δυσώπησιν αἰτούντων ἁμαρτωλῶν σωτηρίαν· καὶ παράσχου, Φιλάνθρωπε, τῇ γῇ Σου εὐφορίαν,εὐκράτους τοὺς ἀέρας χαριζόμενος· τῷ πιστοτάτῳ βασιλεῖ συμπολέμει κατὰ ἀθέων βαρβάρων, ὡς ποτὲ τῷ Δαυΐδ· ὅτι ἤλθοσαν οὗτοι ἐν σκηναῖς Σου, καὶ τὸν πανάγιον τόπον ἐμίαναν, Σῶτερ· ἀλλ᾿ Αὐτὸς δώρησαι νίκας, Χριστὲ ὁ Θεός, τῇ πρεσβείᾳ τῆς Θεοτόκου· νίκη γὰρ Σὺ τῶν Ὀρθοδόξων καὶ καύχημα.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκια.
Τῆς Ἰνδίκτου. Ἦχος β΄.
Ὁ πάσης Δημιουργὸς τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος,εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός Σου, Κύριε, φυλάττων ἐν εἰρήνῃ τοὺς βασιλεῖς καὶ τὴν πόλιν Σου, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσον ἡμᾶς.
Δόξα. Τῶν Ἁγίων. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀθλητῶν αἱ χορεῖαι, δεῦτε συνδράμετε καὶ τεσσαράκοντα κόρας μετὰ Ἀμμοὺν εὐσεβοῦς, μεγαλύνατε λαμπρῶς πανηγυρίζουσαι· ὅτι ἐνήθλησαν στερρῶς, τῇ ἀσκήσει ἐν Χριστῷ, ῥωσθεῖσαι καὶ λαμπρυνθεῖσαι, πρεσβεύουσαι τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος βαρύς.
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ Σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις μήτηρ καὶ παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη· πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι πάσῃ τῇ οἰκουμένῃ.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα τῆς Ἰνδίκτου. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ὁ καιροὺς καρποφόρους καὶ ὑετοὺς, οὐρανόθεν παρέχων τοῖς ἐπὶ γῆς, καὶ νῦν προσδεχόμενος τὰς αἰτήσεις τῶν δούλων Σου, ἀπὸ πάσης λύτρωσαι ἀνάγκης τὴν πόλιν Σου, οἱ οἰκτιρμοὶ καὶ γάρ Σου εἰς πάντα τὰ ἔργα Σου· ὅθεν τὰς εἰσόδους εὐλογῶν καὶ ἐξόδους, τὰ ἔργα κατεύθυνον ἐφ᾿ ἡμᾶς τῶν χειρῶν ἡμῶν καὶ πταισμάτων τὴν ἄφεσιν, δώρησαι ἡμῖν ὁ Θεός· Σὺ γὰρ ἐξ οὐκ ὄντων τὰ σύμπαντα, ὡς δυνατὸς εἰς τὸ εἶναι παρήγαγες.
Δόξα. Τῶν Ἁγίων. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Τριάδα τὴν σεπτὴν, ἐδοξάσατε πᾶσαι, ἀθλήτριαι Χριστοῦ τεσσαράκοντα, πίστειΑὐτὴν ὁμολογήσασαι καὶ γενναίως ἀθλήσασαι· ὅθεν σήμερον ὑμᾶς τιμῶμεν ἐκ πόθου,μακαρίζοντες τὴν ἱερὰν ὑμῶν μνήμην, ἐνθέοις ἐν ᾄσμασι.
Καὶ νῦν. Τὸ προηγούμενον τῆς Ἰνδίκτου.
Ὁ καιροὺς καρποφόρους καὶ ὑετοὺς...

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα τῶν Ἁγίων. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Παρθένοι νεάνιδες αἱ τὸν Σωτῆρα Χριστὸν, θερμῶς ἀγαπήσασαι, σὺν διδασκάλῳ Ἀμμούν, Αὐτὸν ἱκετεύσατε, δοῦναι τῇ οἰκουμένῃ, σταθηρὰν τὴν εἰρήνην, ἄφεσιν δὲ πταισμάτων, τοῖς τιμῶσι τὴν μνήμην ὑμῶν καὶ κατασβέσαι παθῶν τὴν κάμινον.
Δόξα. Ἕτερον τῶν Ἁγίων. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀμμοὺν τὸν Διάκονον καὶ ἀθλητρίας Χριστοῦ, ἀξίως τιμήσωμεν τῇ γενεθλίῳ αὐτῶν,ἡμέρᾳ προσᾴδοντες· πάρεστε τῇ συνάξει, ἀθληφόροι Κυρίου, νέμουσαι τὰς ἰάσεις, τῶν ψυχῶν καὶ σωμάτων, τῶν ἐπικαλουμένων ὑμᾶς, πανεύφημοι.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ταχὺ συνεισέλθωμεν εἰς τὸν νυμφῶνα Χριστοῦ καὶ πάντες ἀκούσωμεν τῆς μακαρίας φωνῆς, Αὐτοῦ τοῦ Θεοῦ ἡμῶν· δεῦτε, οἱ ἀγαπῶντες, τὴν οὐράνιον δόξαν, μέτοχοι γεγονότες, τῶν φρονίμων Παρθένων, φαιδρύνατε τὰς λαμπάδας ὑμῶν διὰ τῆς πίστεως.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα τῶν Ἁγίων. Ἦχος α´. Τὸν τάφον Σου, Σωτήρ.
Ἀμνάδες λογικαί, τῷ Ἀμνῷ καὶ Ποιμένι, προσήχθητε πιστῶς, διὰ τοῦ μαρτυρίου, τὸν δρόμον τελέσασαι καὶ τὴν πίστιν τηρήσασαι· ὅθεν σήμερον, περιχαρῶς εὐφημοῦμεν,ἀξιάγαστοι, τὴν ἱερὰν ὑμῶν μνήμην, Χριστὸν μεγαλύνοντες.
Δόξα. Καὶ νῦν. Τῆς Ἰνδίκτου. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Ὡς Δεσπότῃ τοῦ παντὸς καὶ χορηγῷ τῶν ἀγαθῶν, Σοὶ προσπίπτομεν πιστῶς, ἀναβοῶντες ἐκτενῶς· ὑπὸ τῆς Σῆς δυσωπούμενος εὐσπλαγχνίας, Σωτήρ, καὶ ταῖς εὐχαῖς τῆς τεκούσης Σε καὶ πάντων τῶν ἀεὶ εὐαρεστούντων Σοι, ἐνιαυτὸν εὐπρόσδεκτον προσάξαι Σοι, ὡς ἀγαθὸς καταξίωσον, τοὺς ἐν οὐσίαις δυσὶ τιμῶντας καὶ πιστῶς Σε δοξάζοντας.

Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον.  Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στ. Μακάριος ἀνήρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ.
Εὐαγγέλιον, τό τῶν 10 Παρθένων (Ματθ. 25,1-13).
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τῶν Ἀθληφόρων…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. ῏Ηχος β΄. Στ. Ἐλέησόν με, ὁ Θεός,…
Τὸν ἐλεήμονα Κύριον καὶ Θεὸν ἡμῶν, ὦ τεσσαράκοντα, δυσωπεῖτε ἐκτενῶς ἐπὶ τῇ μνήμῃ ὑμῶν, ἄφεσιν πταισμάτων δωρήσασθαι καὶ τὸ μέγα ἔλεος.

Εἶτα οἱ Κανόνες· τῆς Ἰνδίκτου εἷς (Ἄσωμεν πάντες λαοί…) καὶ τῶν Ἁγίων δύο.
Κανὼν α' τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς· Στερρῶν γυναικῶν Μαρτύρων μέλπω πόνους.
Ὠδὴ α´.  Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Στερρῶς τὸν ἀντίπαλον, κατηγωνίσασθε, Μάρτυρες, ἀσκήσει μὲν πρότερον, ἔπειτα δεύτερον, τῇ δι᾿ αἵματος ἀθλήσει· διὰ τοῦτο ὑμῶν τὰ μνημόσυνα, πίστει γεραίρομεν.

Τρωθεῖσαι τῷ ἔρωτι, τοῦ δι᾿ ἡμᾶς ὑπομείναντος, σταυρόν τε καὶ θάνατον, Τούτου τοῖς ἴχνεσιν, ἠκολούθησαν αἱ ἅγιαι Γυναῖκες, σαρκὸς τὴν ἀσθένειαν ἐπιλαθόμεναι.

Ἑλλήνων θρησκεύματα καὶ τῶν δαιμόνων ἱδρύματα, τῷ ὅπλῳ τῆς πίστεως κατηδαφίσατε καὶ προσήχθητε, ναῷ ἐπουρανίῳ, κειμήλια ἔμψυχα, Μάρτυρες πάνσεμνοι.

Θεοτοκίον.
Ῥωσθεῖσαι τῇ χάριτι, τοῦ ἐκ τῆς Σῆς ἀνατείλαντος, νηδύος, Πανάμωμε, κόραι νεάνιδες, διεκρούσαντο βασάνων τρικυμίαν καὶ Σοῦ ἀπηνέχθησαν, ὀπίσω χαίρουσαι.

Κανὼν β' τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς· Τεσσαράκοντα ἀθλητρίας ᾄσμασι στέφω· ὁ Ἰάκωβος.
Ὠδὴ α΄. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Τριάδα τὴν ἄκτιστον, καθικετεύω δοθῆναί μοι, τὴν χάριν τὴν ἔνθεον ἐπὶ τῇ μνήμῃ ὑμῶν, τεσσαράκοντα ἀθλήτριαι Κυρίου, ὅπως νῦν ἑόρτιον ᾄσω μελῴδημα.

Εἰρήνην εὑράμεναι, Παρθενομάρτυρες ἔνδοξοι, καὶ στέφη οὐράνια σὺν διδασκάλῳ Ἀμμούν, ταῦτα ῥάνατε, κἀμοὶ τῷ δεομένῳ, ὡς ἂν νῦν ἐπάξιον ᾄσω μελῴδημα.

Σαρκὸς τὴν εὐπάθειαν Ἀδαμαντίνη παρέδραμες καὶ ὤφθης ἀκλόνητος σὺν Ἀθηνᾷ τῇ σοφῇ, διὸ βάσανα ὑπήνεγκας γενναίως, ὅθεν νῦν ἐπάξιον ᾄδω μελῴδημα.

Θεοτοκίον.
Ὀρθρίσας Πανάχραντε, Σὲ ἱκετεύω δεόμενος, εἰσάκουσον δέησιν ἐκ κατωδύνου ψυχῆς, καὶ τὴν ἄφεσιν παράσχου Σῷ ἱκέτῃ, ὡς ἂν ἐκ καρδίας μου ᾄσω μελῴδημα.

Κανών α’. Ὠδή γ’. Τόξον δυνατῶν.
Ῥώμῃ πανσθενεῖ ῥωννύμεναι, τὴν τῶν ἀντιπάλων κατεπαλαίσατε δύναμιν, διὰ τοῦτο ὡς νικηφόροι πρὸς Χριστοῦ ἐστεφανώθητε.

Ὤφθη τῶν θηρῶν τὰ χάσματα θείᾳ δυναστείᾳ τοῦ Χριστοῦ ἀνενέργητα, καὶ ἐρρύσθητε, θεοφόροι, ἀβλαβεῖς Θεὸν γεραίρουσαι.

Νεύσει πρὸς Θεὸν θεούμεναι, τῆς πολυθεΐας τὸν κρυμὸν ἀπεκρούσασθε καὶ πρὸς θάλψιν τῆς ἄνω δόξης, Ἀθληφόροι, κατηντήσατε.

Θεοτοκίον.
Γνόντες εὐσεβῶς κηρύττομεν Σὲ παναληθῆ Θεοῦ μητέρα Πανάμωμε· διὰ Σοῦ γὰρ ἡμῖν ὁ πλάστης ὁμιλῆσαι κατηξίωσεν.

Κανών β’. Ὠδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἀνήλθετε ἅπασαι εἰς ὕψος, Θεοῦ ἀρετῶν εὐχαῖς Ἀμμούν, ὧ Ἀκριβὴ Διόνη τε καὶ ἤδη συνεισήλθετε, πρὸς τὸν νυμφῶνα κράζουσαι· στεφάνων δόξης ἀξίωσον.

Ῥοὴν τῶν αἱμάτων καὶ δακρύων, Δωδώνη προσήνεγκας θερμῶς, μετ' Ἀσπασίας μέλπουσα, ἐν πίστει πρὸς τὸν Κύριον· ὧ πανοικτίρμον Δέσποτα, στεφάνων δόξης ἀξίωσον.

Καιρὸς τῶν δακρύων νῦν παρῆλθε, σεμνὴ Ἐλπινίκη παντελῶς, ῥᾶνον κἀμοὶ τὴν χάριν σου, πατεῖν ἐχθροῦ τὰ ἔνεδρα καὶ ἐκβοᾶν πρὸς Κύριον· στεφάνων δόξης ἀξίωσον.

Θεοτοκίον.
Ἰδοὺ τὰ Σὰ τέκνα, ὦ Παρθένε, ἀπόδος ἡμῖν μητροπρεπῶς, ῥῶσιν ψυχῆς καὶ σώματος, ποιεῖν Θεοῦ τὸ θέλημα· ἵνα συμφώνως ψάλλωμεν, στεφάνων δόξης ἀξίωσον.

Κοντάκιον τῶν Ἁγίων.῏Ηχος δ΄.  'Επεφάνης σήμερον.
Οὐρανὸς ἀγάλλεται, σὺν τοῖς Ἀγγέλοις, ἐπὶ μνήμῃ σήμερον, ἀσκητριῶν καὶ τοῦ Ἀμμούν, κεκοσμημένων ἐν αἵμασι· τῷ γὰρ Κυρίῳ πιστῶς ἠκολούθησαν.
Ὁ Οἶκος.
ερῶς πανηγυρίζοντες πιστοί, δεῦτε ἐπαίνοις στέψωμεν, τεσσαράκοντα Παρθένους καὶ Ἀσκητρίας, σὺν τῷ διδασκάλῳ αὐτῶν Ἀμμοὺν, ἀθλησάσας διὰ τὸν Κύριον· αἱ μὲν δέκα εἰς πῦρ ἐνεβλήθησαν, αἱ δὲ ὀκτὼ, μετὰ τοῦ διδασκάλου αὐτῶν,  ἀπεκεφαλίσθησαν, ἕτεραι δέκα ξίφος κατὰ στόμα καὶ καρδίαν δεξάμεναι ἐτελειώθησαν· ἓξ ὑπὸ μαχαιρῶν κατεκόπησαν· αἱ δὲ λοιπαὶ ἓξ, σίδηρα πεπυρακτωμένα κατὰ στόμα λαβοῦσαι,πρὸς Κύριον ἐξεδήμησαν, Ὧ καὶ πιστῶς ἠκολούθησαν.
Κάθισμα τῶν Ἁγίων. ῏Ηχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τεσσαράκοντα νύμφαι Κυρίου, χαίρετε, σὺν Ἀμμοὺν Διακόνῳ καὶ διδασκάλῳ ὑμῶν,καὶ τῷ θρόνῳ παρεστῶσαι τοῦ Παντάνακτος, ἱκετεύετε θερμῶς, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει καὶ πόθῳ νῦν ἐκτελούντων τὴν πανίερον θείαν μνήμην καὶ γεραιρόντων ἐν ᾄσμασι.
Δόξα. Καὶ νῦν. Τῆς Ἰνδίκτου. Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Ὁ ἀρρήτῳ σύμπαντα, δημιουργήσας σοφίᾳ καὶ καιροὺς ὁ θέμενος, ἐν τῇ Αὐτοῦ ἐξουσίᾳ, δώρησαι τῷ φιλοχρίστῳ λαῷ Σου νίκας· ἔτους δὲ, τάς τε εἰσόδους καὶ τάς ἐξόδους, εὐλογήσαις κατευθύνων ἡμῶν τὰ ἔργα, πρὸς θεῖόν Σου θέλημα.

Κανών α’. Ὠδή δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Ὑπομείνασαι βασάνους καὶ στρεβλώσεις τοῦ σώματος, διαφόροις τρόποις, θλᾶσίν τε μελῶν καὶ κατάφλεξιν, τὰς οὐρανίους σκηνώσεις ἐκληρώσασθε, ἀπολαύουσαι ξύλου ζωῆς, ἀξιάγαστοι.

Νεανίδων μακαρίων, τὸν ἀγῶνα ἐθαύμασαν, οὐρανῶν Δυνάμεις, ὅπως τὸν ἐχθρὸν ἐτροπώσαντο, ἐν γυναικείᾳ τῇ φύσει δυναμούμεναι, τῇ δυνάμει, τοῦ ἐκ γυναικὸς ἀνατείλαντος.

Ἀπορρίψασαι τοῦ κόσμου, ματαιότητα ἅπασαν, τῷ Θεῷ καὶ μόνῳ, ὅλῃ τῇ ψυχῇ ἐκολλήθητε· ὅθεν ἀσκήσεως πόνους καὶ ἀθλήσεως, ὑπεμείνατε, νύμφαι Χριστοῦ, καρτερώτατα.

Ἰσχυρότατον ὡς ὅπλον, τὸν σταυρὸν περιφέρουσαι, πρὸς τὰς ἐναντίας,  ἀντιπαρετάξασθε φάλαγγας, μετὰ Χριστοῦ δὲ τὴν νίκην ἀπηνέγκασθε, τοῦ νικήσαντος, κόσμον δυνάμει θεότητος.

Θεοτοκίον.
Καταβέβηκεν ὡς ὄμβρος, ἐπὶ πόκον ἐν μήτρᾳ Σου, Κύριος, ὡς ἔφη πάλαι, ὁ Προφήτης, Πανάμωμε, Ὅν ἐν δυσὶ ταῖς οὐσίαις ἀπεγέννησας, ᾧ κραυγάζομεν· δόξα, Χριστέ, τῇ δυνάμει Σου.

Κανών β’. Ὁ καθήμενος ἐν δόξῃ.
Οὐρανὸς ἡ γῆ ἐφάνη, σῇ ἀθλήσει, πανεύφημε, ὦ Εὐτέρπη θεία, ὅτι τὸν Χριστὸν ἠκολούθησας, καὶ δι’ Αὐτὸν καὶ τὸ αἷμά σου ἐξέχεας, θερμῶς κράζουσα· δόξα, Χριστέ, τῇ δυνάμει Σου.

Νοερῶς ἐνατενίζων, τὰ παθήματα, Ἅγιαι, καὶ τὰς ἀλγηδόνας, ἃς ὑπὲρ Χριστοῦ ὑπεμείνατε, ἀνδρειοφρόνως θαυμάζων καταπλήττομαι, καὶ βοῶ θερμῶς· δόξα, Χριστέ, τῇ δυνάμει Σου.

Τὰ οὐράνια ποθοῦσα, τὰ οὐράνια ἔλαβες, Ἐρασμία Μάρτυς, ἅμα Ἐρατῷ φλογιζόμεναι, καὶ ἐν βασάνοις τὰ ἄνω ἀτενίζουσαι, συνεψάλλατε· δόξα, Χριστέ, τῇ δυνάμει Σου.

Θεοτοκίον.
Ἀνυμνοῦμέν Σου, παρθένε Μαριάμ, καὶ δοξάζομεν, τέκνον Σου τὸ θεῖον, Ὅ ἐν ταῖς βασάνοις ἐδόξασαν, αἱ τεσσαράκοντα Κόραι ἀγαλλόμεναι, καὶ συμψάλλουσαι· δόξα, Χριστέ, τῇ δυνάμει Σου.

Κανών α’. Ὠδή ε’. Ἀσεβεῖς οὐκ ὄψονται.
 Ὡς ἀμνάδες ἄμωμοι, ὡς θύματα δεκτά, τῷ Ἀμνῷ τῷ ἀληθινῷ καὶ Ποιμένι, Μάρτυρες, προσηνέχθητε, προσφοραὶ ὁλόκληροι καὶ δεκτὰ ὁλοκαυτώματα.

Νεκρωθεῖσαι σώματι, ἐζήσατε ψυχῇ τοῦ νεκρώσαντος τὴν ἰσχὺν τοῦ θανάτου, Μάρτυρες, ὡς μιμησάμεναι, καὶ σταυρὸν καὶ θάνατον καὶ τὰ πάθη τὰ ἑκούσια.

Μίαν γνώμην φέρουσαι, ἐν σώμασι πολλοῖς, ἕνα Κύριον Ἰησοῦν, διαφόροις μάστιξι καταξαινόμεναι καὶ πυρὶ καιόμεναι, ὡμολόγουν αἱ θεόφρονες.

Θεοτοκίον.
Ἀνόρθωσον πεσόντα με ἐν λάκκῳ πειρασμῶν καὶ κυβέρνησον ἡ Θεὸν κυβερνήτην τέξασα, μόνη Πανάμωμε, τὸν τὰ πρὶν ἑνώσαντα διεστῶτα ἀγαθότητι.

Κανών β’. Ἐξέστη τὰ σύμπαντα.
Ἀμμοὺν ὁσιώτατε, ἀγάλλου νῦν καὶ χόρευε, θρόνῳ παρεστὼς Θεοῦ ἀξίως, μετὰ σῶν τέκνων ἀσκητριῶν καὶ κορῶν, διὰ στέφη ἀθλήσεως ὑμῶν, ἅπερ ἀπειλήφατε πρὸς Χριστοῦ, παμμακάριστοι.

Θεὸν ἠγαπήσατε, τὸν Ποιητὴν τοῦ σύμπαντος, μῆτερ Θεανὼ σὺν Θεονύμφῃ, μέσον τυράννων ὁμολογοῦσαι Αὐτὸν τοῦ κόσμου Σωτῆρα, καὶ λαμπρὰ γέρα ἀπειλήφατε, πρὸς Χριστοῦ παμμακάριστοι.

Λιμένα ἐφθάσατε, τῶν οὐρανῶν, πανεύφημοι, ἅμα Καλλιρρόῃ Θεανόῃ, πεποικιλμέναι τῷ μαρτυρίῳ ὁμοῦ καὶ πᾶσι δωρεῖσθε δαψιλῶς στέφη τὰ οὐράνια, πρὸς Χριστοῦ, παμμακάριστοι.

Θεοτοκίον.
Κυρία καὶ Δέσποινα, ἐπάκουσον δεήσεως ἡμῶν τῶν οἰκτρῶς νῦν προσπιπτόντων καὶ τὴν ὑγείαν ἀποδιδοῦσα ἡμῖν, εἰρήνη τῷ ἔθνει, σταθηρὰν καὶ βίου διόρθωσιν, πρὸς Χριστοῦ, Παμμακάριστε.

Κανών α’. Ὠδή στ’. Ἐβόησε προτυπῶν.
Ῥηγνύμενον καὶ ποσὶ γυναικῶν συμπατούμενον, καθορῶσα ἡ Προμήτωρ ἐνθέως ἀγάλλεται, τὸν αὐτὴν δολίως Παραδείσου τὸ πρὶν ἐξορίσαντα.

Τὴν ἄσκησιν τῇ ἀθλήσει προθύμως συνάψασαι, τῷ Νυμφίῳ τῶν ψυχῶν νῦν ἀφθόρως συνήφθητε καὶ νυμφῶνι θείῳ, γηθομένῃ ψυχῇ ἐναυλίζεσθε.

Ὑψούμενα τῶν βασάνων τὰ ἄγρια κύματα, τῶν Μαρτύρων τὰς ὁλκάδας βυθίσαι οὐκ ἴσχυσαν· κραταιᾷ χειρὶ γὰρ πρὸς τοὺς θείους λιμένας κατήντησαν.

Κανών β’. Τὴν θείαν ταύτην.
Τὴν θείαν ταύτην πανήγυριν, Ἀμμούν τε καὶ κορῶν Τεσσαράκοντα πανηγυρίζοντες,πνευματικῶς εὐφραινόμεθα, σὺν Ἀθλητῶν χορείαις Χριστὸν δοξάζοντες.

Ῥανίσιν αἵματος Ἅγιαι, ἐχθροῦ τοῦ νοητοῦ κατηργήσατε, μηχανουργήματα καὶ νικηφόροι ἀνήλθετε, πρὸς οὐρανοῦ νυμφῶνα, Χριστὸν δοξάζουσαι.

Ἁγίων δῆμοι Ἀγγέλων τε, ὁρῶντες Κλεοπάτραν δι’ αἵματος, ἐπιδημήσασαν, σὺν τῇ Κλειῷ πρὸς σκηνώματα, τῶν οὐρανῶν, συνῆλθον Χριστὸν δοξάζοντες.

Θεοτοκίον.
῏Ω Μῆτερ, νύμφη Ἀνύμφευτε, προσδέχου Κοραλίαν τοῖς αἵμασιν, ἐναποστάζουσαν,μονογενὴς γὰρ τυγχάνουσα, ἀθλητικῶς προσῆλθε, Χριστὸν δοξάζουσα.

Κοντάκιον τῆς Ἰνδίκτου. ᾿Ιακώβου Πρωτοψάλτου. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Ὁ τῶν αἰώνων Ποιητὴς καὶ Δεσπότης, Θεὲ τῶν ὅλων, ὑπερούσιε ὄντως, τὴν ἐνιαύσιον εὐλόγησον περίοδον, σῴζων τῷ ἐλέει Σου τῷ ἀπείρῳ, Οἰκτίρμον, πάντας τοὺς λατρεύοντας, Σοὶ τῷ μόνῳ Δεσπότῃ, καὶ ἐκβοῶντας φόβῳ, Λυτρωτά· εὔφορον πᾶσι, τὸ ἔτος χορήγησον.
Ὁ Οἶκος.
Ἀρρήτῳ πάντα ὡς Θεῷ ποιήσαντι σοφίᾳ, ἰσχύι τε παντουργικῇ διασῴζοντι πάντα,τὸν ὕμνον δέει ἐκ ψυχῆς προσάγομεν ἐντρόμως, δυσωποῦντες παρασχεῖν εὐφορίαν τῇ γῇ, ἐν τῇ σήμερον ἐτησίῳ ἀπαρχῇ, παντὸς ῥυσθῆναι δυσχεροῦς, ὁρατῶν καὶ ἀοράτων δυσμενῶν, ἐν ταῖς αἰσίαις κράζοντες περιόδοις· εὔφορον πᾶσι τὸ ἔτος χορήγησον, Κύριε.

Συναξάριον.
Τῇ Α’ τοῦ μηνός, μνήμη τῶν ἁγίων Τεσσαράκοντα γυναικῶν Μαρτύρων, Παρθένων καὶ Ἀσκητριῶν, καὶ Ἀμμοὺν Διακόνου καὶ διδασκάλου αὐτῶν.
Στίχοι· εἰς τάς 40 Μάρτυρας.
Δισεικαρίθμοις παρθένοις πῦρ καὶ ξίφος
Θεοῦ προεξένησαν Υἱὸν νυμφίον.
Εἰς τὸν Μάρτυρα Ἀμμούν.
Ἀμμοὺν καλύπτραν ἔμπυρον δεδεγμένος
τὸ σαρκικὸν κάλυμμα χαίρων ἐξέδυ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. ἀμήν.

Κανών α’. Ὠδή ζ’. Ὁ διασώσας ἐν πυρί.
Ὡς ἀκατάπληκτον τὸ σόν, φρόνημα Ἀμμοὺν θεοφόρε· καὶ γὰρ ἐξάρχων τοῦ χοροῦ τῶν Παρθένων, βασάνους οὐκ ἔπτηξας σὺν αὐταῖς τελειούμενος, ὡς Διάκονος καὶ μύστης τῆς θείας δόξης.

Νυμφαγωγὸς οἷα σοφός, λόγοις ὑπαλείφεις ἀνδρείας, πρὸς τὸν Νυμφίον ἀφορᾶν καὶ σαρκὸς καρτερεῖν τὰ ἐπίπονα, κραυγαζούσας τὰς Μάρτυρας· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Μὴ ἀποκάμωμεν, ἰδού, ἤνοικται τὸ στάδιον, Κόραι· στῶμεν ἀνδρείως, ὁ Χριστὸς τοὺς στεφάνους προτείνει, τοῦ σώματος ἑαυτῶν μὴ φεισώμεθα, ἀνεβόων αἱ γενναῖαι ἐν τῷ σταδίῳ.

Θεοτοκίον.
Εὐλογημένος ὁ καρπὸς τῆς εὐλογημένης γαστρός Σου, Ὅν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, βροτῶν τε συστήματα, ὡς ἡμᾶς λυτρωσάμενον τῆς κατάρας τῆς ἀρχαίας, Εὐλογημένη.

Κανών β’. Οὐκ ἐλάτρευσαν.
Στεφανούμεναι, τῇ χάριτι τοῦ Πνεύματος, ἀειμακάριστοι, καὶ τῇ δυνάμει Χριστοῦ, ἀνδρείως ὑπέστητε θλίψεις κακώσεις τε, ἀναμέλπουσαι· ὁ τῶν Πατέρων Κύριος καὶ Θεός, εὐλογητὸς εἶ.

 Ἀγαλλόμενοι, Ἀμμοὺν σὺν ταῖς συνάθλοις σου, μὴ διαλείπετε, καὶ Μαργαρίτα σεμνή, βοᾶν πρὸς τὸν Κύριον πάντοτε Ἅγιαι, ἵνα ψάλλωμεν· ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.

Μαριάνθην, Μελπομένην μακαρίζομεν, πανηγυρίζοντες, ὕμνοις ὑμνοῦντες Χριστὸν, τὸν ταύτας ἐν χάριτι ἐπισκιάσαντα, καὶ συμψάλλομεν· ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Βασιλέα, τῶν ἁπάντων ὡς κυήσασαν, μῆτερ Ἀνύμφευτε, καὶ τὸν Δεσπότην παντός, τοῦ κόσμου ἱκέτευε, δοῦναι τοῖς μέλπουσι, τὰ αἰτήματα· ἵνα συμφώνως ψάλλωμεν· ὁ Θεός, εὐλογητὸς εἶ.

Κανών α’. Ὠδή η’. Ἀπήμονας παῖδας ἐν καμίνῳ.
Λαμπροὺς καὶ φαιδροὺς ὡς ἐξ αἱμάτων χιτῶνας, μαρτυρικῶς περιεβάλεσθε,συναπεκδυσάμεναι ὄντως τὸν φθειρόμενον ταῖς ἁμαρτίαις ἄνθρωπον, καὶ ἀναμέλπουσαι· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Πλουσίου φωτὸς φωτοχυσίαις, Ἡλίου τοῦ νοητοῦ θείαις λαμπρότησι, Μάρτυρες, λαμπόμεναι, νύκτα παρεδράμετε τῆς ἀθεΐας, ψάλλουσαι ἐν ὁμονοίᾳ ψυχῆς· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὡς ἄρνες, ὡς ἄσπιλοι ἀμνάδες, ὡς θεῖαι περιστεραὶ καὶ ἐθελούσια, θύματα προσήχθητε, Μάρτυρες, τῷ Κτίσαντι, καὶ ὡς θυσίαι ἄμωμοι, συμφώνως ψάλλουσαι· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Προστάξει τυράννων παρανόμων, τὸν ἄδικον θάνατον ὑπέστητε, μέλη συγκοπτόμεναι, ῥάβδοις συντριβόμεναι, ἀνηλεῶς τυπτόμεναι, ξίφει τεμνόμεναι· διὸ τὰς ἀθανάτους κληροῦσθε, ἐν ἀγαλλιάσει πλουσίας ἀντιδόσεις.

Θεοτοκίον.
Ὀπίσω σου ἔδραμον γυναῖκες, τῶν μύρων τῶν ἡδυπνόων ἐπαισθόμεναι, πάναγνε Θεόνυμφε, μόνη Ἀπειρόγαμε, τοῦ ἐκ γαστρός Σου λάμψαντος, μονογενοῦς Σου Υἱοῦ, καὶ Σοὶ συμβασιλεύουσιν ὄντως, ἀνυμνολογοῦσαι Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανών β’. Παῖδας εὐαγεῖς.
Ἅπας ὁ χορὸς τῶν Ἀσωμάτων, προσῆλθε προϋπαντῆσαι ἀγαλλόμενος, πάσας τοῦ Κυρίου μου, νύμφας τεσσαράκοντα καὶ κατανύξει ἔψαλε σεμνῶς ἐν ᾄσμασι· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Στόμα σου τιμῶμεν, Πολυμνία, καλῶς γὰρ ἐν παρρησίᾳ ὡμολόγησας, πίστιν σου τὴν ἔνθεον, μετὰ τῶν συνάθλων σου· διὸ πιστοὶ γεραίροντες συμφώνως ψάλλομεν· τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα, καὶ ὑπερυψοῦτε Αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Ὅλος ὁ χορὸς τῶν ἀθληφόρων, ἐν αἷς καὶ ἡ Πολυνίκη, Μητροπάρθενε, ᾄσμασι γεραίρουσι, τόκον Σου ὡς αἴτιον τῆς ἑαυτῶν βραβεύσεως καὶ πᾶσαι ᾄδουσι· τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανών α’. Ὠδή θ’. Εὔα μὲν τῷ τῆς παρακοῆς.  
Νάουσιν ἰάσεων κρουνοὺς τοῖς χρῄζουσιν, ὡς ἐκ κρήνης αἱ πανόλβιοι, παύουσι λύμην νοσημάτων, παθῶν ἀποδιώκουσι καύσωνα, καρδίας τῶν φιλοθέων ἀρδεύουσι, πρὸς εὐκαρπίαν θείων πράξεων.

Ὁ θεῖος Διάκονος Ἀμμούν, Κελσίνα τε καὶ πρὸς τούτοις τεσσαράκοντα θεῖαι θεόφρονες γυναῖκες, ἀθλήσασαι νομίμως ἐστέφθησαν· καὶ νῦν μετὰ Ἀγγέλων χορεύουσιν, ἃς κατὰ χρέος μακαρίζομεν.

Ὑψώθητε κράτος κατ᾿ ἐχθρῶν ἀράμεναι, Ἀγγέλοις ὡμοιώθητε, ξύλου τρυφᾶτε ἀκωλύτως ζωῆς ἐν Παραδείσῳ, θεόνυμφοι, πηγὴν νῦν τῶν καλῶν κατειλήφατε, ὑπὲρ τοῦ κόσμου ἱκετεύουσαι.

Θεοτοκίον.
Σοφίας χωρίον ὑπὲρ νοῦν, τῆς κρείττονος ἀνεδείχθης, κόρη Ἄμωμε, ἔμψυχος θρόνος τε καὶ πύλη· διὸ ὡς βασιλίδα ἠγάπησαν, παρθένοι Σε, Παρθένε, ὀπίσω Σου ἀπενεχθεῖσαι τῆς Θεόπαιδος.

Κανών β’. Ἅπας γηγενής.
Τέκνα σου ἡμεῖς, ἐκράζετε, Ἅγιαι Τρωὰς Χαρίκλεια, ἐν φλογὶ καιόμεναι, Θεὸν τῶν ὅλων ἐπικαλούμεναι· καὶ ὁ Χριστὸς εἰσήκουσεν ὑμῶν δεήσεως, καὶ πρὸς θεῖα οὐρανῶν σκηνώματα κατεσκήνωσεν, ἔνθα ἀγάλλεσθε.

Φάνηθι, Σωτήρ, καὶ δὸς μετὰ πίστεως ἀκολουθῆσαί Σοι καὶ τὰς τεσσαράκοντα, Ἀμμοὺν ἐβόα πίστει δεόμενος· καὶ ὁ Χριστὸς εἰσήκουσε θερμῆς δεήσεως, καὶ πρὸς θεῖα οὐρανῶν σκηνώματα κατεσκήνωσεν, ἔνθα ἀγάλλονται.

Ὤφθητε πιστοῖς, ἀστέρες ὑπέρλαμπροι αἱ τεσσαράκοντα, ἐν τῇ γῇ φωτίζουσαι, τῆς Ἐκκλησίας ἅπαν τὸ πλήρωμα· διὸ Χριστὸς ἐδόξασεν ὑμᾶς ἐν θαύμασι, καὶ πρὸς θεῖαοὐρανῶν σκηνώματα κατεσκήνωσεν, ἔνθα ἀγάλλεσθε.

Θεοτοκίον.
Σῶμα καὶ ψυχήν, Μαρία Θεόνυμφε, Σοὶ παρατίθημι, ἡ χορεία ἔκραζε, θείῳ Νυμφίῳ αἵματι στάζουσα· διὸ Χριστὸς ἐδόξασε τὰς τεσσαράκοντα, καὶ πρὸς θεῖα οὐρανῶν σκηνώματα κατεσκήνωσεν, ἔνθα ἀγάλλονται.

Ἐξαποστειλάριον τῆς Ἰνδίκτου.  ῏Ηχος β΄. Τοῖς μαθηταῖς.
Θεὲ θεῶν καὶ Κύριε, τρισυπόστατε φύσις, ἀπρόσιτε ἀΐδιε, ἄκτιστε καὶ τῶν ὅλων,δημιουργὲ Παντοκράτορ, Σοὶ προσπίπτομεν πάντες, καὶ Σὲ καθικετεύομεν· τὸ παρὸν ἔτος τοῦτο, ὡς Ἀγαθός, εὐλογήσας φύλαττε ἐν εἰρήνῃ, τοὺς βασιλεῖς καὶ ἅπαντα τὸν λαόν Σου, Οἰκτίρμον.
Ἕτερον τῶν Ἁγίων.  Γυναῖκες ἀκουτίσθητε.
Ἀμμοὺν θεομακάριστε, μετὰ συνάθλων πρέσβευε, ὡς παρεστὼς τῇ Τριάδι, σὺν μαθητρίαις ἀξίως, ὑπὲρ εἰρήνης, Ἅγιε, τοῦ κόσμου καὶ τὰ σκάνδαλα, φυγεῖν τοῦ πολεμήτορος, ὡς παρρησίας τυχόντες, παρὰ τοῦ πάντων Δεσπότου.
῞Ετερον τῆς Ἰνδίκτου, ὅ ἐστὶ καὶ Θεοτοκίον. Τοῖς μαθηταῖς.
Δημιουργὸς καὶ πρύτανις, πάσης κτίσεως πέλων, καιροὺς καὶ χρόνους θέμενος, ἐν τῇ Σῇ ἐξουσία, τὸν ἐνιαύσιον κύκλον εὐλογίαις, Οἰκτίρμον, χρηστότητος στεφάνωσον, ἐν εἰρήνῃ φυλάττων Σοῦ τὸν λαὸν, ἀβλαβῆ ἀπήμαντον δυσωποῦμεν, πρεσβείαις τῆς τεκούσης Σε καὶ τῶν θείων Ἀγγέλων.

Εἰς τοὺς αἴνους ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα τῆς Ἰνδίκτου γ΄ καὶ τῶν Ἁγίων προσόμοια ἕτερα γ΄.

Ἰδιόμελα τῆς Ἰνδίκτου.
Ἦχος δ´.  Ἰωάννου Μοναχοῦ.
Ἡ βασιλεία Σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· πάντα γὰρ ἐν σοφίᾳ ἐποίησας, καιροὺς ἡμῖν καὶ χρόνους προθέμενος· διὸ εὐχαριστοῦντες κατὰ πάντα καὶ διὰ πάντα βοῶμεν· εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός Σου καὶ καταξίωσον ἡμᾶς ἀκατακρίτως βοᾶν Σοι· Κύριε δόξα σοι.

Ὁ αὐτός.  Ἀνδρέου Πυροῦ.
Αἱ πορεῖαί σου, ὁ Θεός, αἱ πορεῖαί Σου μεγάλαι καὶ θαυμασταί· διὸ τῆς οἰκονομίας Σου τὴν δυναστείαν μεγαλυνοῦμεν, ὅτι φῶς ἐκ φωτός, ἐπεδήμησας εἰς ταλαίπωρον κόσμον Σου, καὶ τὴν πρώτην ἀνεῖλες ἀρὰν τοῦ παλαιοῦ Ἀδάμ, ὡς ηὐδόκησας, Λόγε, καὶ ἡμῖν ἐν σοφίᾳ καιροὺς καὶ χρόνους ὑπέθου, τοῦ δοξάζειν τὴν παντουργικήν Σου ἀγαθότητα· Κύριε, δόξα Σοι.

Ἦχος β΄.  Γερμανοῦ.
Ὅτε τῷ πάθει σου, Κύριε, τὴν οἰκουμένην ἐστερέωσας, τότε καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν· γυναῖκες ἠνδρίσαντο κατὰ τοῦ πικροτάτου τυράννου· καὶ τὴν ἧτταν τῆς μητρὸς ἀνακαλεσάμεναι, πάλαι ἐν τῇ τρυφῇ τοῦ Παραδείσου γεγόνασιν, εἰς δόξαν Σοῦ τοῦ γεννηθέντος ἐκ γυναικὸς καὶ σώσαντος τὸ γένος τῶν ἀνθρώπων.

Τῶν Ἁγίων. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Οἱ ἐπὶ γῆς συνελθόντες, πανηγυρίσωμεν, ἀθλητριῶν τὴν μνήμην, σὺν Ἀμμοὺν Διακόνῳ, ὅπως ταῖς πρεσβείαις αὐτῶν πανοικὶ, τῆς ἀφέσεως τύχωμεν· αἱ τεσσαράκοντα Κόραι γὰρ τὸν Θεὸν, καὶ Σωτῆρα ἱκετεύουσιν.

Ἐν τῇ ἀσκήσει τὸ πρῶτον προεκαθάρθητε, καὶ διὰ μαρτυρίου, τὸν ποδήρη χιτῶνα,ἅπασαι ἀξίως εὐχαῖς τοῦ Ἀμμοὺν, τὸν λευκὸν ἐνεδύθητε, καὶ στεφηφόροι συνοῦσαι ἐν οὐρανοῖς, μετ' Ἀγγέλων συναγάλλεσθε.

῏Ω τεσσαράκοντα Κόραι αἱ ἐναθλήσασαι, ὑπὲρ Χριστοῦ ἐν Θρᾴκῃ, καὶ τυχοῦσαι τῆς δόξης, ῥάνατε πλουσίως τὴν χάριν ἀεὶ, τοῦ Κυρίου τὸ θέλημα, ἡμᾶς ποιεῖν ἐν γῇ ταύτῃ ὡς οὐρανῷ, ὑπ' Ἀγγέλων ἀεὶ γίνεται.

Δόξα. Ἦχος πλ. α΄.
῏Ω τεσσαράκοντα Παρθένοι καὶ Ἀθλήτριαι, παριστάμεναι σὺν τῷ διδασκάλῳ ὑμῶν Ἀμμοὺν τῷ θρόνῳ τῷ φρικτῷ, μετὰ πάντων τῶν Ἁγίων καὶ προσκυνοῦσαι τῷ ζῶντι εἰς αἰῶνας αἰώνων, μνήσθητε καὶ ἡμῶν, φιλάδελφοι οὖσαι, τῶν οἰκτρῶς δεομένων νῦν·αἰτοῦσαι τῷ κόσμῳ εἰρήνην, τῇ Ἐκκλησίᾳ ὁμόνοιαν, καὶ ἡμῖν τοῖς μέλπουσι, τῇ γενεθλίῳ ὑμῶν ἡμέρᾳ, ἄφεσιν ἁμαρτιῶν εὑρεῖν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἰνδίκτου. Ἦχος πλ. δ´.  Γερμανοῦ.
Ὁ ἀρρήτῳ σοφίᾳ συστησάμενος τὰ σύμπαντα, Λόγε Χριστὲ ὁ Θεός, ὁ καιροὺς καὶ χρόνους ἡμῖν προθέμενος, τὰ ἔργα τῶν χειρῶν Σου εὐλόγησον, τὸν δὲ πιστὸν βασιλέα ἐν τῇ δυνάμει Σου εὔφρανον, διδοὺς αὐτῷ κατὰ βαρβάρων τὴν ἰσχὺν, ὡς μόνος Ἀγαθὸς καὶ Φιλάνθρωπος.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικὰ καὶ εἰς τοὺς Μακαρισμοὺς ἡ γ΄ ᾠδὴ τῆς Ἰνδίκτου καὶ ἡ στ΄ τῶν Ἁγίων.
Ἀπόστολος τῆς Ἰνδίκτου, ἐκ τῆς πρὸς Τιμόθεον (ζήτει τῷ λγ’ Σαββάτῳ).
Εὐαγγέλιον τῆς Ἰνδίκτου, ἐκ τοῦ κατὰ Λουκᾶν. Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς Ναζαρέτ...

Κοινωνικόν τῆς Ἰνδίκτου. Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρη­στό­τη­τός Σου, Κύριε. Ἀλληλούια.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου