Ψαλλομένη τῇ 21η Ὀκτωβρίου
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακόν ἡ α΄ στάσις τοῦ Μακάριος Ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξαἱστῶμεν στίχους στ’ καί ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου Σὲ νεκρόν.
Νέος ὢν τὸ σῶμα κομιδῇ, μέγας δὲ ψυχὴν τὸν ἀρχαῖον Σατάν κατέβαλες, καὶ τοῖς τῶν αἱμάτων σου κρουνοῖς ἀπέπνιξας, οἷς Θεὸς ἐπορφύρωσε, τὴν τῶν Ὀρθοδόξων Ἐκκλησίαν ἔνδοξε, ὦ Ἰωάννη κλεινέ, ᾧ ὑπὲρ ἡμῶν μὴ ἐλλείπῃς, πάντοτε πρεσβείαν προσφέρειν, τῶν τελούντων πόθῳ σου τὴν ἄθλησιν.
Ἄγει ἐτησίαν ἑορτήν, ἡ τερπνὴ Χριστοῦ Ἐκκλησία, ὦ Ἰωάννη σοφέ, μνήμην ἑορτάζουσα τῆς σῆς ἀθλήσεως, καὶ γεραίρει τοὺς ἄθλους σου, οὕς, Μάρτυς, ὡς ῥόδα, ταῖς χερσὶ κατέχουσα, τὰ ἑαυτῆς στεφανοῖ, τέκνα συνελθόντα ἐν πίστει, ἐν αὐτῇ αὐτὰ καταστέψας, τοῖς ἐκ λόγων ἄνθεσι, πανεύφημε.
Ξίφει, ὦ τρισμάκαρ, πληγωθείς, ὑπὲρ τοῦ Χριστοῦ γὰρ καιρίως, πάθος μιμούμενος, Τούτου τὸ σωτήριον καὶ ζωηφόρον τε, παρ’Αὐτοῦ τὴν ἐνέργειαν τῶν σῶν θαυμασίων, Μάρτυς, ἐναπείληφας καὶ διασῴζεις τανῦν, πάντας τοὺς πρὸς σὲ εἰσιόντας, πάσης χαλεπῆς ἀλγηδόνος, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Πύργος εὐσεβείας πεφηνώς, καὶ ἐρειρησμένος, τρισμάκαρ, ἐπὶ
τῆς πίστεως, πέτραν τὴν ἀσάλευτον, ὤφθης ἀνάλωτος πειρασμοῖς καὶ ἀκλόνητος, καὶ πλείστοις κινδύνοις, τοῦ σφοδροῦ τε κλύδωνος, τοῦ τῶν ἀθέων, σοφέ, ὅθεν ἀκλινῆ εὑρηκώς σε, ὁ Χριστὸς σὲ ἔστεψε, μάρτυς, στέφει οὐρανίῳ, ἀξιάγαστε.
Αἷμά σου τὸ θεῖον, Ἀθλητά, ὑπὲρ τοῦ Χριστοῦ ἐνεχύθη, ὦ Ἰωάννη κλεινέ, ὅστις τὸ σωτήριον αἷμα ἐκένωσεν, ἐν σταυρῷ καὶ ἐγεύσατο χολῆς τε καὶ ὅξους, ἵνα ἐκλυτρώσηται τῆς τυραννίδος ἡμᾶς, ᾧπερ μὴ ἐλλείπης πρεσβεύων, ὑπὲρ τῶν τελούντων ἐκ πόθου, Μάρτυς ἀξιύμνητε, τὴν μνήμην σου.
Ὄντως ὡς κηρίον ἐκλεκτὸν τῆς Χριστοῦ τραπέζης, τρισμάκαρ, μέλισσαι ἄγριαι σὲ περικυκλώσασαι, ἔτυπτον ξίφεσι, καὶ ὡς κύνες ἀτίθασοι, σὲ καταλαβόντες, Ἄγαρ οἱ ἀπόγονοι, οὐδόλως ἔπτηξας, τούτων ἀπειλάς, ἀλλ’ ὡς ἄλλου πάσχοντος ἐτέλεις, τὴν δόξαν τὴν σὲ περιμένουσαν σκοπούμενος.
Δόξα. Ἦχος πλ. β´.
Τίς μὴ μακαρίσει σου, ἀξιάγαστε Μάρτυς Ἰωάννη καλλίνικε, τὴν καλὴν ὁμολογίαν, ἥν κατ’ ἐνώπιον τῶν δυσσεβῶν ὡμολόγησας, λαμπρᾷ τῇ φωνῇ· ὅθεν τὸ καρτερὸν τῆς εὐψυχίας σου ἔφριξαν δαίμονες, ἐκρότησαν Ἄγγελοι καὶ ἡ Ἁγία Τριὰς ἐταινίωσεν· ἡμεῖς δὲ οἱ εὐσεβεῖς ἐτήσιον ἑορτὴν ἄγοντες, ἐν ᾠδαῖς καὶ ὕμνοις, τὴν παναγίαν σφαγήν σου γεγαίρομεν καὶ κατασπαζόμεθα, σὺν εὐλαβείᾳ καὶ πόθῳ, τὴν θήκην τῶν λειψάνων σου, μεσίτην σὲ προβάλλομεν πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν παρέχοντα τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε...
Εἴσοδος, Φῶς Ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.