Οι σημειώσεις είναι του Αγίου Σεβασμιωτάτου Νέας Ζηλανδίας κκ. Αμφιλοχίου και είναι προς χρήση των πιστών μας χριστιανών στη Νέα Ζηλανδία και στο Ιεραποστολικό κλιμάκιο των Φίτζι. Είναι γραμμένη στα Ελληνικά, Αγγλικά και με λατινικούς χαρακτίρες.
Ἱερεὺς
Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαὸς
Ἀμήν.
Ἱερεὺς
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Λαὸς
Κύριε, ἐλέησον.
Ἱερεὺς
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Λαὸς
Κύριε, ἐλέησον.
Ἱερεὺς
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Λαὸς
Κύριε, ἐλέησον.
Ἱερεὺς
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν.
Λαὸς
Κύριε, ἐλέησον.
Ἱερεὺς
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Λαὸς
Κύριε, ἐλέησον.
Ἱερεὺς
Ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν Ἀμφιλοχίου τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Λαὸς
Κύριε, ἐλέησον.
Ἱερεὺς
Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Λαὸς
Κύριε, ἐλέησον.
Ἱερεὺς
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Λαὸς
Κύριε, ἐλέησον.
Ἱερεὺς
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Λαὸς
Κύριε, ἐλέησον.
Ἱερεὺς
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Λαὸς
Κύριε, ἐλέησον.
Ἱερεὺς
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Λαὸς
Κύριε, ἐλέησον.
Ἱερεὺς
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Λαὸς
Σοί, Κύριε.
Ἱερεὺς (Χαμηλοφώνως) Εὐχὴ τοῦ Α´ Ἀντιφώνου.
Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος· αὐτός, Δέσποτα, κατὰ τὴν εὐσπλαγχνίαν σου, ἐπίβλεψον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον καὶ ποίησον μεθ᾿ ἡμῶν καὶ τῶν συνευχομένων ἡμῖν πλούσια τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου.
Ἱερεὺς (ἐκφώνως)
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαὸς
Ἀμήν.
Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Λαὸς
Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ἔτι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ἱερεὺς (Χαμηλοφώνως) Εὐχὴ τοῦ Β´ Ἀντιφώνου.
Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου· σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ.
Ἱερεὺς (ἐκφώνως)
Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαὸς
Ἀμήν.
Αἴνει ἡ ψυχή μου τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι ἀλληλούϊα.
Καθημερινές: ὁ ἐν ἁγίοις θαυμαστός. Ἀλλάζουν καί οἱ στίχοι.
Δεσποτικές: Κάθε μία τό δικό της. Ἀλλάζουν καί οἱ στίχοι.
Λαὸς
Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἱερεὺς
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Λαὸς
Σοί, Κύριε.
Ἱερεὺς (Χαμηλοφώνως) Εὐχὴ τοῦ Γ´ Ἀντιφώνου.
Ὁ τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισὶ συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος, αὐτὸς καὶ νῦν τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος.
Ἱερεὺς (ἐκφώνως)
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαὸς
Ἀμήν.
(Καί συνεχίζει τούς στίχους τοῦ Γ´ Ἀντιφώνου. Οἱ στίχοι καί τὸ Ἀπολυτίκιο ἀλλάζουν ἀνάλογα μέ τήν ἡμέραν.),
Λαὸς
Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Αἰνεσάτωσαν τὸν Θεὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος, Σωτήρ,
δωρούμενος τῷ κόσμῳ τὴν ζωήν• διὰ τοῦτο αἱ δυνάμεις τῶν οὐρανῶν
ἐβόων σοί, Ζωοδότα• Δόξα τῇ Ἀναστάσει σου, Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
Ἱερεὺς (Κάμνει τὴν Μικράν Εἴσοδον λέγων χαμηλοφώνως:)
Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.
Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς ἀγγέλων καὶ ἀρχαγγέλων εἰς λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν εἴσοδον ἁγίων ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθότητα. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
(Καί εὐλογῶν πρός τό μέρος τῆς ἁγ. τραπέζης λέγει χαμηλοφώνως:)
Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου· πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
(Ἐκφώνως δέ καὶ κρατῶν ὑψηλᾶ τό Ἱ. Εὐαγγέλιον λέγει:)
Σοφία! Ὀρθοί!
Λαὸς
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ.

( Καί συνεχίζει ὁ Λαός λέγων τά Ἀπολυτίκια καί τό Κοντάκιον. Ὅπως τά Ἀπολυτίκια ἔτσι καί τό Κοντάκιον ἀλλάζει ἀνάλογα μέ τήν ἡμέραν.)

Ἀπολυτίκιον της Ἁγίας Παρασκευῆς
Τήν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τήν ὁμώνυμόν σου πίστιν, εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευή ἀθληφόρε· ὅθεν προχέεις ἰάματα, καί πρεσβεύεις ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Κοντάκιον
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρός τόν Ποιητήν ἀμετάθετε, μή παρίδης ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλά πρόφθασον, ὡς ἀγαθή, εἰς τήν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καί σπεῦσον εἰς ἰκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.
Ἱερεὺς
Τοῦ Κυρίου δεηθῶμεν.
Λαὸς
Κύριε, ἐλέησον.
Ἱερεὺς
Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἱερεὺς (Χαμηλοφώνως)
Ὁ Θεὸς ὁ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπὸ τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπὸ τῶν χερουβεὶμ δοξολογούμενος καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος· ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα· ὁ κτίσας τὸν ἄνθρωπον κατ᾿ εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί σου χαρίσματι κατακοσμήσας· ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν καὶ μὴ παρορῶν ἁμαρτάνοντα· ὁ καταξιώσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν· αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν Τρισάγιον Ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου· συγχώρησον ἡμῖν πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον· ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα· καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν Ἁγίων, τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων.
Λαὸς
Ἀμήν.
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος· ἐλέησον ἡμᾶς.

Ἅγιος Ἀθάνατος· ἐλέησον ἡμᾶς.
Ἱερεὺς. Δύναμις

(Ὅταν ὁ Λαός ψάλλει τό : Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος· ἐλέησον ἡμᾶς, ὁ Ἱερεὺς τό λέγει μόνος χαμηλοφώνως. Μετά το Δύναμις στρεφόμενος πρός τήν ἁγ. Πρόθεσιν καί ἕχων ὑψωμένας τάς χεῖρας λέγει: Εὐλογημένος ὁ ἑρχόμενος ἑν ὁνόματι Κυρίου. Στρεφώμενος δέ πρός τό πίσω μέρος τῆς ἁγ. Τραπέζης πάλι μέ ὑψωμένας χεῖρας λέγει: Εὐλογημένος εἶ ὁ ἐπί θρόνου δόξης τῆς Βασιλείας Σου, ὁ καθήμενος ἐπί τῶν Χερουβίμ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.)
Ἀναγνώστης. Λέγει τούς τρεῖς στίχους τοῦ ἀποστόλου, μέ μέλος.
Ἱερεὺς. (Ἀπαντά στόν κάθε ἕνα λέγων. )Πρόσχωμεν!.. Σοφία. Πρόσχωμεν!
Ἀναγνώστης (Ἀναγινώσκει ἐμμελῶς τὴν ἀποστολικὴν περικοπήν.) Ἱερεὺς.( Ἀναγινώσκει χαμηλοφώνως τήν Εὐχὴν :)
Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς καὶ τοὺς τῆς διανοίας ἡμῶν διάνοιξον ὀφθαλμοὺς εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
(Ἐν συνεχεία θυμιάζει συντόμως τήν ἁγ. Τράπεζαν καί ἁγ. Πρόθεσιν, τόν Δεσποτικόν Θρόνον, τάς εἰκόνας τοῦ Τέμπλου καί τόν λαόν καί πάλιν τάς ἁγ. Εἰκόνας, τόν Θρόνον, ἁγ. Τράπεζαν καί ἁγ. Πρόθεσιν.)
Ἱερεὺς.
Εἰρήνη σοι, τῷ ἀναγινῶσκοντι.
Λαὸς
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Ἱερεὺς.
Σοφία. Ὀρθοί! Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Λαὸς
Καὶ τῷ πνεύματί σου.
Ἱερεὺς. Ἐκ τοῦ κατά Ματθαῖου(Μάρκον, Λουκάν, Ἰωάννην) ἁγίου Εὐαγγελίου τό ἀνάγνωσμα. Πρόσχωμεν!
Λαὸς
Δόξα Σοι, Κύριε· δόξα Σοι
ἀναγινώσκει ἐμμελῶς τὴν περικοπὴν τοῦ ἁγίου Εὐαγγελίου.
Ἱερεὺς (Ἀναγινώσκει ἐμμελῶς τό Ἱ. Εὐαγγέλιον.)
Λαὸς
Δόξα σοι, Κύριε· δόξα σοι.
Ἱερεὺς
Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν· εἴπωμεν.
Λαὸς
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Ἱερεὺς
Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου· δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν Ἀμφιλοχίου.τῶν

Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων σου, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ εὑρισκομένων ἐν τῇ πόλει καὶ τῇ ἐνορίᾳ ταύτῃ, τῶν ἐπιτρόπων ἀφιερωτῶν,δωρητῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης.

Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ τῶν ἁπανταχοῦ ὀρθοδόξων.

Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τῶν ἀπεκδεχόμενων τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Κύριε ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων, καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου· καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Ἱερεὺς (ἐκφώνως)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαὸς
Ἀμήν.
Ἱερεὺς
Εὔξασθε οἱ κατηχούμενοι τῷ Κυρίῳ.
Οἱ πιστοὶ ὑπὲρ τῶν κατηχουμένων δεηθῶμεν.
Λαὸς
Κύριε, ἐλέησον.
Ἱερεὺς
Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ.Κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας.
Λαὸς
Κύριε, ἐλέησον.
Ἱερεὺς
Ἀποκαλύψῃ αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης.
Ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὐτοῦ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ.
Σῶσον, ἐλέησον, ἀντιλαβοῦ καὶ διαφύλαξον αὐτούς, ὁ Θεὸς τῇ σῇ χάριτι.
Λαὸς
Κύριε, ἐλέησον.
Ἱερεὺς
Οἱ κατηχούμενοι, τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Λαὸς. Σοί Κύριε.
Ἱερεὺς (Χαμηλοφώνως)
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ὁ τὴν σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων ἐξαποστείλας, τὸν μονογενῆ σου Υἱὸν καὶ Θεόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐπίβλεψον ἐπὶ τοὺς δούλους σου τοὺς κατηχουμένους, τοὺς ὑποκεκλικότας σοι τὸν ἑαυτῶν αὐχένα· καὶ καταξίωσον αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν καὶ τοῦ ἐνδύματος τῆς ἀφθαρσίας· ἕνωσον αὐτοὺς τῇ ἁγίᾳ σου Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ καὶ συγκαταρίθμησον αὐτοὺς τῇ ἐκλεκτῇ σου ποίμνῃ.
Ἱερεὺς (ἐκφώνως)
Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαὸς
Ἀμήν.
Ἱερεὺς
Ὅσοι κατηχούμενοι, προέλθετε· οἱ κατηχούμενοι, προέλθετε· ὅσοι κατηχούμενοι, προέλθετε. Μή τις τῶν κατηχουμένων.
Ὅσοι πιστοί, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Σοφία.
Ἱερεὺς (Ἀναγινῶσκει χαμηλοφώνως τήν Α΄ Εὐχήν τῶν Πιστῶν)
Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τῷ καταξιώσαντι ἡμᾶς παραστῆναι καὶ νῦν τῷ ἁγίῳ σου θυσιαστηρίῳ καὶ προσπεσεῖν τοῖς οἰκτιρμοῖς σου ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Πρόσδεξαι ὁ Θεὸς τὴν δέησιν ἡμῶν· ποίησον ἡμᾶς ἀξίους γενέσθαι τοῦ προσφέρειν σοι δεήσεις καὶ ἱκεσίας καὶ θυσίας ἀναιμάκτους ὑπὲρ παντὸς τοῦ λαοῦ σου καὶ ἱκάνωσον ἡμᾶς, οὓς ἔθου εἰς τὴν διακονίαν σου ταύτην ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ Ἁγίου, ἀκαταγνώστως καὶ ἀπροσκόπτως, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ἐπικαλεῖσθαί σε ἐν παντὶ καιρῷ καὶ τόπῳ, ἵνα εἰσακούων ἡμῶν, ἵλεως ἡμῖν εἴης ἐν τῷ πλήθει τῆς σῆς ἀγαθότητος.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Σοφία!
Ἱερεὺς (Ἀναγινῶσκει χαμηλοφώνως τήν Β΄ Εὐχήν τῶν Πιστῶν)
Πάλιν καὶ πολλάκις σοὶ προσπίπτομεν καὶ σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως ἐπιβλέψας ἐπὶ τὴν δέησιν ἡμῶν, καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος καὶ δῴης ἡμῖν ἀνένοχον καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ ἁγίου σου θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός, καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ πίστεως καὶ συνέσεως πνευματικῆς· δὸς αὐτοῖς πάντοτε μετὰ φόβου καὶ ἀγάπης λατρεύειν σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν ἁγίων σου Μυστηρίων καὶ τῆς ἐπουρανίου σου Βασιλείας ἀξιωθῆναι.
Ἱερεὺς (ἐκφώνως)
Ὅπως ὑπὸ τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΜΕΓΑΛΗ ΕΙΣΟΔΟΣ
Λαὸς(Ψάλλει τόν Χερουβικόν ὕμνον)
Ἀμήν.
Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν τὴν βιωτικὴν ἀποθώμεθα μέριμναν,
ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι, ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Ἱερεὺς (Ἐνῶ ψάλλεται ὁ Χερουβικός ὕμνος, ἀναγινῶσκει χαμηλοφώνως τήν Εὐχήν):
Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν σοι μέγα καὶ φοβερὸν καὶ αὐταῖς ταῖς ἐπουρανίαις δυνάμεσιν. Ἀλλ᾿ ὅμως, διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν σου φιλανθρωπίαν, ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας καὶ τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς Δεσπότης τῶν ἁπάντων. Σὺ γὰρ μόνος, Κύριε ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφεὶμ Κύριος καὶ βασιλεὺς τοῦ Ἰσραήλ, ὁ μόνος ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος. Σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον· ἐπίβλεψον ἐπ᾿ ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δοῦλόν σου, καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς· καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντον Σου σῶμά σου καὶ τὸ Τίμιον Αἷμα. Σοὶ γὰρ προσέρχομαι κλίνας τὸν ἐμαυτοῦ αὐχένα καὶ δέομαί σου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου, ἀλλ᾿ ἀξίωσον προσενεχθῆναί σοι ὑπ᾿ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου τὰ δῶρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.(Εἰς τό σημεῖον αὐτό ὁ Ἱερεύς ὑψώνει τάς χεῖρας τοῦ πρό τῆς ἁγίας Τραπέζης, λέγων τρεῖς φοράς τόν Χερουβικόν ὕμνον χαμηλοφώνως, ποιῶν ἑκάστην φοράν βαθεῖαν ὑπόκλισιν. Ἐν συνεχεία θυμιᾶ ἐντός και ἐκτός τοῦ ἁγίου Βήματος λέγων χαμηλοφώνως το: Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλω τῶ κόσμω. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομεῖνας δι' ἡμᾶς, θανάτω θάνατον ὤλεσεν.τάς Κυριακάς καί τήν περίοδον τοῦ Χριστός Ανέστη καί τόν Ν΄ψαλμόν: Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Πάντοτε. Κατόπιν μέ σταυρωμένας ἐπί τοῦ στήθους τάς χεῖρας ζητεῖ συγχώρησιν ἀπό τόν λαόν. Ἐρχόμενος εἰς τήν ἁγ. Πρόθεσιν παίρνει τό ἅγ. Δισκάριον λέγων: Ἐν εἰρήνῃ ἐπάρατε τάς χεῖρας ὑμῶν εἰς τά ἅγια καί εὐλογείτε τόν Κύριον. Καί τό ἅγ. Ποτήριον, λέγων: Ἀνέβη ὁ Θεός ἐν ἁλαλαγμῷ Κύριος ἐν φωνή σάλπιγγος).
Ἱερεὺς (Κρατῶν τά ἅγια εἰς τό ὕψος τοῦ μετώπου του, ἐξέρχεται τοῦ ἁγ. Βήματος λέγων ἐκφώνως )
Πάντων ἡμῶν μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός
Ἀμήν.
Ἱερεὺς Εἰσερχόμενος εἰς τό ἅγ Βῆμα λέγει χαμηλοφώνως τό ἑξῆς Τροπάριον: Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελῶν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρά, εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῶ κηδεύσας ἀπέθετο.
Ἔπειτα ἀποθέτει τά ἅγια εἰς τήν ἁγ. Τράπεζαν, διπλώνει τά Ἱερά Καλύμματα, σκεπάζει τά ἅγια μέ τόν Ἀέρα καί θυμιᾶ τρεῖς φοράς λέγων ἐκάστην φοράν τό: Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. καί συνεχίζει λέγων τά «Πληρωτικᾶ».
Ἱερεὺς
Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Λαὸς
Κύριε, ἐλέησον.
Ἱερεὺς
Ὑπὲρ τῶν προτεθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.
Λαὸς
Κύριε, ἐλέησον.
Ἱερεὺς
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Λαὸς
Παράσχου, Κύριε.
Ἱερεὺς
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Λαὸς
Παράσχου, Κύριε.
Ἱερεὺς
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Λαὸς
Παράσχου, Κύριε.
Ἱερεὺς
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Λαὸς
Παράσχου, Κύριε.
Ἱερεὺς
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Λαὸς
Παράσχου, Κύριε.
Ἱερεὺς
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.
Λαὸς
Παράσχου, Κύριε.
Ἱερεὺς
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Λαός
Σοὶ Κύριε.
Ἱερεὺς (Ἀναγινώσκει χαμηλοφώνως τήν Εὐχὴν τῆς προσκομιδῆς):
Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος ἅγιος, ὁ δεχόμενος θυσίαν αἰνέσεως παρὰ τῶν ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὴν δέησιν καὶ προσάγαγε τῷ ἁγίῳ σου θυσιαστηρίῳ· καὶ ἱκάνωσον ἡμᾶς προσενεγκεῖν σοι δῶρά τε καὶ θυσίας πνευματικὰς ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Καὶ καταξίωσον ἡμᾶς εὑρεῖν χάριν ἐνώπιόν σου, τοῦ γενέσθαι σοι εὐπρόσδεκτον τὴν θυσίαν ἡμῶν, καὶ ἐπισκηνῶσαι τὸ Πνεῦμα τῆς χάριτός σου τὸ ἀγαθὸν ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα καὶ ἐπὶ πάντα τὸν λαόν σου.
Ἱερεὺς (ἐκφώνως)
Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός
Ἀμήν.
Ἱερεὺς
Εἰρήνη πᾶσι.
Λαός
Καὶ τῷ πνεύματί σου.
Ἱερεὺς
Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.
Λαός
Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.
Ἱερεὺς
Τὰς θύρας, τὰς θύρας! Ἐν σοφίᾳ πρόσχωμεν.
Λαός (Ἀπαγγέλλεται τό Σύμβολον τῆς Πίστεως ἁπό ὅλον τόν λαόν):
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο.
Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.
Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα.
Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς.
Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν.
Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν.
Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
Προσδοκῶ ἀνάστασιν νεκρῶν.
Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Ἱερεὺς
Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου· πρόσχωμεν τὴν ἁγίαν ἀναφορὰν ἐν εἰρήνῃ προσφέρειν.
Λαός
Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.
Ἱερεὺς (Ποιῶν μέ τόν Ἀέρα διπλωμένον τό σημεῖον τοῦ Τιμίου Σταυροῦ ἐπάνω ἀπό τά ἅγια λέγει ἐκφώνως )
Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρός, καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος, εἴη μετὰ πάντων ὑμῶν.
Λαός
Καὶ μετὰ τοῦ πνεύματός σου.
Ἱερεὺς (Ὑψώνων τάς χεῖρας καί τούς ὀφθαλμούς του πρός τά ἅνω)
Ἄνω σχῶμεν τὰς καρδίας.
Λαός
Ἔχομεν πρὸς τὸν Κύριον.
Ἱερεὺς
Εὐχαριστήσωμεν τῷ Κυρίῳ. ( Σταυρῶνων τάς χεῖρας του καί ποιῶν ὑπόκλισιν ἐνώπιον τοῦ Εσταυρωμένου).
Λαός
Ἄξιον καὶ δίκαιον.
Ἱερεὺς (Χαμηλοφώνως)
Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ αἰνεῖν, σοὶ εὐχαριστεῖν, σὲ προσκυνεῖν ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Σὺ γὰρ εἶ Θεὸς ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ἀεὶ ὢν ὡσαύτως ὤν· σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Σὺ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παρήγαγες καὶ παραπεσόντας ἀνέστησας πάλιν καὶ οὐκ ἀπέστης πάντα ποιῶν ἕως ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγες καὶ τὴν βασιλείαν σου ἐχαρίσω τὴν μέλλουσαν. Ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦμέν σοι καὶ τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ Πνεύματί σου τῷ Ἁγίῳ· ὑπὲρ πάντων ὧν ἴσμεν καὶ ὧν οὐκ ἴσμεν, τῶν φανερῶν καὶ ἀφανῶν εὐεργεσιῶν, τῶν εἰς ἡμᾶς γεγενημένων. Εὐχαριστοῦμέν σοι καὶ ὑπὲρ τῆς λειτουργίας ταύτης, ἣν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι κατηξίωσας, καίτοι σοι παρεστήκασι χιλιάδες ἀρχαγγέλων καὶ μυριάδες ἀγγέλων, τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ, ἑξαπτέρυγα, πολυόμματα, μετάρσια, πτερωτά.
Ἱερεὺς (ἐκφώνως και κτυπῶν ὀλίγον σταυροειδῶς μέ τόν Ἀστερίσκο τό Δισκάριον.)
Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα, καὶ λέγοντα.
Λαός
Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Ἱερεὺς (Χαμηλοφώνως)
Μετὰ τούτων καὶ ἡμεῖς τῶν μακαρίων δυνάμεων, Δέσποτα φιλάνθρωπε, βοῶμεν καὶ λέγομεν· Ἅγιος εἶ καὶ πανάγιος, σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Ἅγιος εἶ καὶ πανάγιος καὶ μεγαλοπρεπὴς ἡ δόξα σου· ὃς τὸν κόσμον σου οὕτως ἠγάπησας, ὥστε τὸν Υἱόν σου τὸν μονογενῆ δοῦναι, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον. Ὃς ἐλθὼν καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας, τῇ νυκτὶ ᾗ παρεδίδοτο, μᾶλλον δὲ ἑαυτὸν παρεδίδου, ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις αὐτοῦ καὶ ἀχράντοις καὶ ἀμωμήτοις χερσίν, εὐχαριστήσας καὶ εὐλογήσας, ἁγιάσας, κλάσας, ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, εἰπών·
Ἱερεὺς (ἐκφώνως)
Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον, εἰς ἄφεσιν ἁμαρτιῶν.
Λαός
Ἀμήν.
Ἱερεὺς
Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς Διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον, εἰς ἄφεσιν ἁμαρτιῶν.
Λαός
Ἀμήν.
Ἱερεὺς (Κλίνων τήν κεφαλήν λέγει χαμηλοφώνως):
Μεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης ἐντολῆς, καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γεγενημένων, τοῦ σταυροῦ, τοῦ τάφου, τῆς τριημέρου ἀναστάσεως, τῆς εἰς οὐρανοὺς ἀναβάσεως, τῆς ἐκ δεξιῶν καθέδρας, τῆς δευτέρας καὶ ἐνδόξου πάλιν παρουσίας,
Ἱερεὺς (ἐκφώνως, κρατῶν σταυροειδῶς τά ἅγια καί ποιῶν τό σημεῖον τοῦ Τιμίου Σταυροῦ με αὐτᾶ).
Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.
Λαός
Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.
Ἱερεὺς (Χαμηλοφώνως)
Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον λατρείαν, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν· κατάπεμψον τὸ Πνεῦμά σου τὸ Ἅγιον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα. Καὶ ποίησον τὸν μὲν ἄρτον τοῦτον τίμιον Σῶμα τοῦ Χριστοῦ σου. Ἀμήν· Εἰς τό σημεῖον τοῦτο εὐλογεῖ τόν Ἅρτον, ὁ ὁποίος εἷναι εἰς τό ἅγιον Δισκάριον. Τὸ δὲ ἐν τῷ ποτηρίῳ τούτῳ τίμιον αἷμα τοῦ Χριστοῦ σου. Ἀμήν· Εἰς τό σημεῖον τοῦτο εὐλογεῖ ἑπάνω ἀπό τό ἅγιον Ποτήριον. Μεταβαλὼν τῷ Πνεύματί σου τῷ Ἁγίῳ. Ἀμήν, ἀμήν, ἀμήν. Εἰς τό σημεῖον τοῦτο εὐλογεῖ καί τόν Ἅρτον εἰς τό ἅγιον Δισκάριον καί τον οἶνον εἰς τό ἅγιον Ποτήριον σταυροειδῶς.
Ὥστε γενέσθαι τοῖς μεταλαμβάνουσιν εἰς νῆψιν ψυχῆς, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς κοινωνίαν τοῦ Ἁγίου σου Πνεύματος, εἰς βασιλείας οὐρανῶν πλήρωμα, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων προπατόρων, πατέρων, πατριαρχῶν, προφητῶν, ἀποστόλων, κηρύκων, εὐαγγελιστῶν, μαρτύρων, ὁμολογητῶν, ἐγκρατευτῶν καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου.
Ἱερεὺς (ἐκφώνως)
Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.
Λαός
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἱερεὺς (Ἐνῶ ὁ Λαός ψάλλει τό Ἄξιόν ἐστιν, ὁ Ἱερεὺς ἀναγινῶσκει χαμηλοφώνως τήν κατωτέρω Εὐχὴν)
Τοῦ ἁγίου Ἰωάννου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τοῦ ἁγίου. . . οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς, ὁ Θεός. Καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου. . .( Εἰς τό σημεῖον τοῦτο ὁ Ἱερεὺς μνημονεύει ὅσα ὀνόματα κεκοιμημένων βοῦλεται.) καὶ ἀνάπαυσον αὐτούς, ὁ Θεὸς ἡμῶν, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Ἔτι παρακαλοῦμεν Σε, Μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας, παντὸς τοῦ πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ παντὸς ἱερατικοῦ και μοναχικοῦ τάγματος. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῆς οἰκουμένης· ὑπὲρ τῆς ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας· ὑπὲρ τῶν ἐν ἁγνείᾳ καὶ σεμνῇ πολιτείᾳ διαγόντων· ὑπὲρ τῶν πιστοτάτων καὶ φιλοχρίστων ἡμῶν Βασιλέων, παντὸς τοῦ παλατίου καὶ τοῦ στρατοπέδου αὐτῶν. Δὸς αὐτοῖς, Κύριε, εἰρηνικὸν τὸ βασίλειον, ἵνα καὶ ἡμεῖς, ἐν τῇ γαλήνῃ αὐτῶν, ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. ( Εἰς τό σημεῖον τοῦτο ὁ Ἱερεὺς εὐλογεῖ τό Ἀντίδωρον, ἀφοῦ κάμει μέ αὐτό τό σημεῖον τοῦ Σταυροῦ ἐμπρός εἰς τά ἅγια.)
Ἱερεὺς (ἐκφώνως)
Ἐν πρώτοις μνήσθητι, Κύριε, τοῦ ἀρχιεπισκόπου ἡμῶν Ἀμφιλοχίου ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.
Λαός
Καὶ πάντων καὶ πασῶν.
Ἱερεὺς (Χαμηλοφώνως)
Μνήσθητι, Κύριε, τῆς πόλεως ταῦτης, ἐν ᾗ παροικοῦμεν καὶ πάσης πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς. Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων, καὶ ἐπὶ πάντας ἡμᾶς τὰ ἐλέη σου ἐξαπόστειλον.
Ἱερεὺς (ἐκφώνως)
Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός
Ἀμήν.
Ἱερεὺς
Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. ( Εἰς τό σημεῖον τοῦτο ὁ Ἱερεὺς εὐλογεῖ τον λαόν)
Λαός
Καὶ μετὰ τοῦ πνεύματός σου.
Ἱερεὺς
Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.
Λαός
Κύριε, ἐλέησον.
Ἱερεὺς
Ὑπὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.
Λαός
Κύριε, ἐλέησον.
Ἱερεὺς
Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν καὶ τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος, δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Λαός
Κύριε, ἐλέησον.
Ἱερεὺς
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Λαός
Παράσχου, Κύριε.
Ἱερεὺς
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.
Λαός
Παράσχου, Κύριε.
Ἱερεὺς
Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Λαός
Σοί, Κύριε.
Ἱερεὺς (Χαμηλοφώνως)
Σοὶ παρακατατιθέμεθα τὴν ζωὴν ἡμῶν ἅπασαν καὶ τὴν ἐλπίδα, Δέσποτα φιλάνθρωπε, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν· Καταξίωσον ἡμᾶς μεταλαβεῖν τῶν ἐπουρανίων σου καὶ φρικτῶν Μυστηρίων ταύτης τῆς ἱερᾶς καὶ πνευματικῆς Τραπέζης μετὰ καθαροῦ συνειδότος, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς συγχώρησιν πλημμελημάτων, εἰς Πνεύματος Ἁγίου κοινωνίαν, εἰς βασιλείας οὐρανῶν κληρονομίαν, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα.
Ἱερεὺς (ἐκφώνως)
Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαί σε τὸν ἐπουράνιον Θεὸν Πατέρα καὶ λέγειν.
(Ἡ Κυριακὴ Προσευχὴ)
Λαός
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός
Ἀμήν.
Ἱερεὺς
Εἰρήνη πᾶσι. (Εὐλογών σταυροειδῶς τόν λαόν)
Λαός
Καὶ τῷ πνεύματί σου.
Ἱερεὺς
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Λαός
Σοί, Κύριε.
Ἱερεὺς (Χαμηλοφώνως)
Εὐχαριστοῦμέν σοι, Βασιλεῦ ἀόρατε, ὁ τῇ ἀμετρήτῳ σου δυνάμει τὰ πάντα δημιουργήσας, καὶ τῷ πλήθει τοῦ ἐλέους σου ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών. Αὐτός, Δέσποτα, οὐρανόθεν ἔπιδε ἐπὶ τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλάς· οὐ γὰρ ἔκλιναν σαρκὶ καὶ αἵματι, ἀλλὰ σοὶ τῷ φοβερῷ Θεῷ. Σὺ οὖν, Δέσποτα, τὰ προκείμενα πᾶσιν ἡμῖν εἰς ἀγαθὸν ἐξομάλισον· κατὰ τὴν ἑκάστου ἰδίαν χρείαν· τοῖς πλέουσιν σύμπλευσον· τοῖς ὁδοιποροῦσι συνόδευσον· τοὺς νοσοῦντας ἴασαι, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.
Ἱερεὺς (ἐκφώνως)
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός
Ἀμήν.
Ἱερεὺς (Χαμηλοφώνως)
Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνὼν καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου καὶ τοῦ τιμίου Αἵματος, καὶ δι᾿ ἡμῶν παντὶ τῷ λαῷ.
Ἱερεὺς
Πρόσχωμεν! Τὰ ἅγια τοῖς ἁγίοις. ( Εἰς τό σημεῖον τοῦτο σηκώνει ὁ Ἱερεὺς μέ τάς δῦο χεῖρας του τόν ἅγιον Ἅρτον, ποιῶν ἐπάνω ἀπό τό ἁγιον Δισκάριον τό σημεῖον τοῦ Τιμίου Σταυροῦ).
Λαός
Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
( Εἰς τό σημεῖον τοῦτο ὁ Λαός ψάλλει το Κοινωνικόν: «. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν Οὐρανῶν ᾿Αλληλούια ». Εἰς τάς καθημερινάς καί ἑορτάς εἶναι διαφορετικόν.
Ἐνῶ ψάλλεται τὸ Κοινωνικὸ ἀπὸ τὸ Χορό, λέγει ὁ: Ἱερεὺς (Χαμηλοφώνως)
Μελίζεται καὶ διαμερίζεται ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος, ὁ πάντοτε ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος, ἀλλὰ τοὺς μετέχοντας ἁγιάζων.
(Εἰς τό σημεῖον τοῦτο ὁ Ἱερεὺς μελίζει εἰς τέσσερα μέρη τόν ἅγιον Ἅρτον, συμφώνως πρός τα γράμματα ΙΣ ΧC ΝΙ ΚΑ καί θέτει τό τεμάχιον μέ τά γράμματα ΙΣ εἰς τόν ἅγιον Ποτήριον, ποιῶν προηγουμένως τό σημεῖων τοῦ Τ. Σταυροῦ καί λέγων χαμηλοφώνως Πλήρωμα ποτηρίου πίστεως Πνεύματος Ἁγίου. Ἀμήν. )
Ἱερεὺς (Χαμηλοφώνως)
Εὐλογημένη ἡ ζέσις τῶν ἁγίων σου, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. (Εἰς τό σημεῖον τοῦτο εὐλογεί σταυροειδῶς τό Ζέον ’’ ζεστόν ὕδωρ ’’ καί ρίπτει αὐτό σταυροειδῶς ες τό ἅγιον Ποτήριον λέγων χαμηλοφώνως: Ζέσις πίστεως, πλήρης Πνεύματος Ἁγίου. Ἀμήν. )
Ἱερεὺς (Χαμηλοφώνως)
Πιστεύω, Κύριε, καὶ ὁμολογῶ ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὦν πρῶτὸς εἰμι ἐγώ. Ἔτι πιστεύω ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον Σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμά σου. Δέομαι οὖν σου· Ἐλέησόν με καὶ συγχώρησὸν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ· καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.
Ἰδού, βαδίζω πρὸς θείαν κοινωνίαν· Πλαστουργέ, μὴ φλέξῃς με τῇ μετουσίᾳ·
πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον. ἀλλ᾿ οὖν κάθαρον ἐκ πάσης με κηλῖδος.
Τοῦ Δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ᾿ ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
Θεουργὸν Αἷμα φρίξον, ἄνθρωπε, βλέπων· ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων·
Θεοῦ τὸ Σῶμα καὶ θεοῖ με καὶ τρέφει· θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.
Ἔθελξας πόθῳ με, Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι· ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, Ἀγαθέ, παρουσίας σου.
Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; Ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων. Καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου καὶ σῶσόν με, ὡς φιλάνθρωπος.
Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμὰ μοι γένοιτο τὰ Ἅγια ταῦτα διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ᾿ εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τῷ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι· τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.

Ἰδού, προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μεταδίδοταί μοι (ὄνομα) τῷ ἀναξίῳ ἱερεῖ τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.
Ἱερεὺς (Χαμηλοφώνως)
Ἔτι μεταδίδοταί μοι (ὄνομα) τῷ ἀναξίῳ ἱερεῖ τὸ τίμιον καὶ πανάγιον καὶ ζωηρὸν Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. (Καί σπογγίζει μέ τό μάκτρον τά χείλη του καί τό ἅγιον Ποτήριον λέγων: Τοῦτο ἥψατο τῶν χειλέων ἡμῶν, καὶ ἀφελεῖ τὰς ἀνομίας ἡμῶν, καὶ τὰς ἁμαρτίας ἡμῶν περικαθαριεῖ.) Ἀφοῦ ρίψει τά τεμάχια τοῦ ἁγ. Ἅρτου καί τάς ὑπόλοιπας Μερίδας εἰς τό ἅγιον Ποτήριον καί σπογγίσει καλώς τό ἁγιον Δισκάριον καί τό Ἱερόν Ἀντιμήνσιον, λαμβάνει τό ἅγιον Ποτήριον καί στρέφεται προς τον λαόν λέγει:
Ἱερεὺς (ἐκφώνως)
Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.
Καί ὁ Ἱερεὺς μεταδίδει εἰς ἕνα ἕκαστον διά τῆς λαβίδος λέγων:
Μεταλαμβάνει ὁ δοῦλος ή δούλη τοῦ Θεοῦ (ὄνομα) Σῶμα καὶ τὸ Αἷμα τοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.
Λαός (ἐν ὅσῳ κοινωνοῦσιν οἱ πιστοί, ψάλλει:)

Ἱερεὺς (Εὐλογῶν μέ τό ἅγιον Ποτήριον λέγει: )
Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
Λαός
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν. (Εἰς τάς Δεσποτικάς Ἑορτάς εἶναι διαφορετικόν.)
Ἱερεὺς (Θυμιᾶ τρεῖς λέγων χαμηλοφώνως ἑκάστην φορᾶν:)
Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν· ἡ δόξα σου.
Ἱερεὺς (ἐκφώνως)
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (Εἰς τό πάντοτε. . . στρέφεται πρός τόν λαόν καί εὐλογεῖ αὑτόν μέ τά ἅγια.)
Λαός
Ἀμήν.
Ἱερεὺς
Ὀρθοί. Μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ Μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Λαός
Σοί, Κύριε.
Ἱερεὺς (Χαμηλοφώνως)
Εὐχαριστοῦμέν σοι, Δέσποτα φιλάνθρωπε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν, ὅτι καὶ τῇ παρούσῃ ἡμέρᾳ κατηξίωσας ἡμᾶς τῶν ἐπουρανίων σου καὶ ἀθανάτων μυστηρίων. Ὀρθοτόμησον ἡμῶν τὴν ὁδόν, στήριξον πάντας ἡμᾶς ἐν τῷ φόβῳ σου, φρούρησον ἡμῶν τὴν ζωήν, ἀσφάλισαι ἡμῶν τὰ διαβήματα· εὐχαῖς καὶ ἱκεσίαις τῆς ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν Ἁγίων σου.
Ἱερεὺς (ἐκφώνως καί σταυρώνει μέ το ἅγιον Εὐαγγέλιον τό ἅγ. Ἀντιμήνσιον, λέγει:)
Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός
Ἀμήν.
Ἱερεὺς
Ἐν εἰρήνῃ προέλθωμεν. Τοῦ Κυρίου δεηθῶμεν.
Λαός
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἱερεὺς (Λέγει εὐτόνως διά νά ἀκούεται την Ὀπισθάμβωνον Εὐχήν: )
Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύριε, καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει, καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ σου· ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός
Ἀμήν. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (3 φορᾶς)
Ἱερεὺς (Χαμηλοφώνως καί βλέπων πρός τήν ἁγιαν Πρόθεσιν λέγει:)
Τὸ πλήρωμα τοῦ νόμου καὶ τῶν προφητῶν, αὐτὸς ὑπάρχων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πληρώσας πᾶσαν τὴν πατρικὴν οἰκονομίαν, πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἱερεὺς
Τοῦ Κυρίου δεηθῶμεν.
Λαός
Κύριε, ἐλέησον.
Ἱερεὺς
Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ᾿ ὑμᾶς, τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός
Ἀμήν.
Ἱερεὺς
Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν· δόξα σοι.
Ὁ ἀναστὰς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν τοῦ ἁγιοῦ τοῦ Ναοῦ τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης τῶν Ἁγίων τῆς ἡμέρας, ὧν καί τήν μνήμην ἐπιτελοῦμεν, τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Ἰωάννου Ἁρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Λαός
Ἀμήν.
Ἱερεὺς (εὐλογῶν τόν λέγει:)
Ἡ ἁγία Τριάς διαφυλάξοι πάντας μᾶς.
Λαός
Τον εὐλογούντα καί ἁγιάζοντα ἡμᾶς, Κύριε φύλαττε εἰς πολλά έτη.
Ἱερεὺς (Διανέμεῖ τό Ἀντίδωρον λέγων: )Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ᾿ ὑμᾶς.
(Εἰς τό τέλος δέ λέγει:)Τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου