Ἀπολυτίκιον
εἰς
κατάπαυσιν ἐμπρησμῶν.
Ἦχος πλ.α’. Τὸν Συνάναρχον Λόγον (υπό Χαραλ. Μπούσια)

Βρέμων πῦρ ἀναλίσκον
καθάπερ φρύγανα ἡμῶν πατρίδος
τὰ δάση σύ πανσθενῇ δεξιᾷ σβέσον, Σῶτερ πολυέλεε Φιλάνθρωπε,
θείας Μητρός σου προσευχαῖς ὑπό βάτου ἐν Σινᾷ ἀφλέκτως τῆς καιομένης,
προτυπουμένης, καὶ αὔραις ἁγιασμοῦ σου πάντας δρόσισον.
Εὐχή εἰς Ἐμπρησμούς Δασῶν
Δέσποτα Πολυέλεε καὶ Φιλάνθρωπε, ὁ Φῶς οἰκῶν ἀπρόσιτον, ὁ Μεγαλουργός καὶ Παντοκράτωρ, ὁ Ὑπεράγιος ὡς πῦρ καταναλίσκον καὶ ἅμα Ἐλεήμων, ὁ Ἰσχυρός, ὁ Ζῶν, ὁ πᾶσαν διακρατῶν καὶ διακυβερνῶν τὴν Οἰκουμένην, ἔπιδε, Σοῦ δεόμεθα, ἱλέῳ ὄμματι ἐπί τὸ Ἔθνος τοῦτο, τὸ ἠρημωμένον ἐκ τῶν ἐμπρησμῶν καὶ κατάπαυσον τὴν θεομηνίαν ταύτην, ἥν αἱ ἁμαρτίαι ἡμῶν προεκάλεσαν.
Ἴδε τὴν ταλαιπωρίαν καὶ τὸν ἐναγώνιον ὀδυρμόν τῶν δούλων σου. Ἐπίβλεψον οἰκτιρμόνως ἐπί τοὺς κεκαυμένους καὶ εἰς ἔρημον δεινῶς μεταστραφέντας χλοερούς τὸ πρότερον τόπους. Πρόσχες ἐπί τὰ πετεινά ταῦτα τοῦ οὐρανοῦ καὶ ἐπί τὰ ζωα τοῦ δρυμοῦ, τὰ καλά λίαν ἔργα τῶν χειρῶν Σου.
Ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται, ὁ διακόπτων τῇ φωνῇ Σου φλόγα πυρός, ὁ ἀνοίγων τὴν χεῖρα Σου καὶ ἐμπιπλῶν τοῖς σύμπασι χρηστότητα καὶ εὐδοκίαν, ὁ διδούς τροφήν πάσῃ σαρκί, τοῖς θηρίοις τῶν ὀρέων, ταῖς ἐλάφοις τῶν κοιλάδων, τοῖς λαγῳοῖς τῶν πετρῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων καὶ περί πᾶσαν μεριμνῶν καὶ προνοῶν καὶ ζωογονῶν τὴν Οἰκουμένην.
Ἐξαπόστειλον τὸν Λόγον Σου, Δέσποτα, καὶ στῆσον τὴν μάστιγα. Πνεύσει τὸ Πνεῦμά Σου καὶ ῥυήσονται ὕδατα. Ὡς ὄμβρος εἰρηνικός ἐπ’ἄγρωστιν καὶ ὡσεί νιφετός, οἷα σποδός πάσσοντος, ἐπί χόρτον, οὕτω καταβήτω εφ’ἡμᾶς καὶ τὴν πλᾶσιν ἅπασαν τὸ ἔλεός Σου. Καὶ βλαστησάτω τοίνυν ἡ γῆ βοτάνην χόρτου ὡς τάχιστα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν. Καὶ ἐξανθήσει καὶ ὑλοχαρήσει τῇ σῇ Χάριτι καὶ εὐμενείᾳ τὰ ἔρημα τοῦ Ἰορδάνου καὶ ἀγαλλίασιν οἱ βουνοί αὖθις περιζώσονται. Καὶ ἀναβήσεται μυρσίνη καὶ κυπάρισσος, ἄρκευθοι ἀειθαλλεῖς καὶ κέδρα τοῦ Λιβάνου.
Ότι Σὺ ὑπάρχεις προσκυνητός καὶ ὑπεράγαθος, ἐλπίς καὶ εὐεργέτης τῆς ζωῆς ἡμῶν, καὶ Σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου