Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Eν τῷ ἁγίῳ σου Ναῷ ὁμοφρόνως, Φανερωμένη οἱ πιστοὶ συνελθόντες, καὶ τῇ σεπτῇ Εἰκόνι σου προσπίπτοντες, ᾄδομεν τῇ δόξῃ σου, χαριστήριον αἶνον, καὶ ἀναβοῶμέν σοι, ἐν πολλῇ ταπεινώσει˙ Εὐλογημένη Μῆτερ τοῦ Θεοῦ, σῶσον ἡμᾶς μητρικαῖς ἱκεσίαις σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι• εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύ-νων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ• σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν´ καὶ ὁ Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς ἐν τῷ δ´ Τροπαρίῳ ἑκάστης Ὠιδῆς• «Κυρίλλου».
Ὠδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Φωνῆς στεναγμοῦ μου ὡς εὐμενής, ἐπάκουσον Μῆτερ, ἐκ καρδίας σε δυσωπῶ, καὶ ῥῦσαι Ἁγνὴ Φανερωμένη, τῆς ἐνεστώσης ἀνάγκης τὸν δοῦλόν σου.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, προστρέχω ἐν πίστει, τῇ Εἰκόνι σου τῇ σεπτῇ˙ μή με ὡς φιλεύσπλαγχνος ἀπώσῃ, Φανερωμένη τὸν ἄθλιον δοῦλόν σου.
Η ἄχραντος Μήτηρ τοῦ Λυτρωτοῦ, ὦ Φανερωμένη, τούτῳ πρέσβευε ἐκτενῶς, ἵνα λυτρωθῶμεν τὴς γεέννης, οἱ ἀκορέστῳ στοργῇ ἀνυμνοῦντές σε.
Κινδύνων Παρθένε παντοδαπῶν, ῥῦσαι τοὺς τιμῶντας, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἐξ ἧς ἀναβλύζουσιν ἀφθόνως, Φανερωμένη τὰ ῥεῖθρα τῆς χάριτος.

Ὠδὴ γ´. Οὐρανίας ἁψῖδος.
Τοὺς προστρέχοντας Μῆτερ, τῷ εὐαγεῖ οἴκῳ σου, καὶ ἀνευφημοῦντας τὸ πλῆθος, τῶν θαυμασίων σου, δίδου ἐλέους σου, Φανερωμένη τὰς δόσεις, ὡς τὸν ἐλεήμονα, Λόγον κυήσασα.
Απὸ πάσης ἀνάγκης, καὶ συμφορᾶς λύτρωσαι, τοὺς ἀνακειμένους ἐν πίστει, τῇ προστασίᾳ σου, ἧς καὶ ἀνέδειξας, Φανερωμένη Παρθένε, τὴν σεπτὴν Εἰκόνα σου, μέγα τεκμήριον.
Μυστικῶς ἀπαστράπτει, μαρμαρυγαῖς χάριτος, ἡ ἡγιασμένη Εἰκών σου, τῇ εὐδοκίᾳ σου, Θεοχαρίτωτε, Φανερωμένη Παρθένε, τὰς ψυχὰς φωτίζουσα, τῶν ὑμνολόγων σου.
Υπερεύχου ἀπαύστως, τῶν ταπεινῶν δούλων σου, τῶν ἀσπαζομένων τὴν θείαν, Μῆτερ Εἰκόνα σου, ἣν ἐφανέρωσας, πάλαι Ἁγνὴ παραδόξως, τοῖς λεπροῖς ἐκφαίνουσα, τὴν εὐσπλαγχνίαν σου.

Διάσωσον Φανερωμένη Παρθένε Θεοκυῆτορ, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ τοῦ ἀλάστορος, τοὺς τὴν Εἰκόνα σου πίστει ἀσπαζομένους.
Επίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Παρθένε Ἁγνή, Φανερωμένη Ἄχραντε, Εἰκόνα τὴν σήν, τιμῶμεν οἱ ἀνάξιοι, καὶ αὐτῇ προσπίπτοντες, μετὰ δέους πάντες βοῶμέν σοι˙ Ὡς εὐμενὴς ὑπάρχουσα ἡμῶν, ἐπάκουσον Μῆτερ τῆς δεήσεως.

Ὠδὴ δ´. Εἰσακήκοα Κύριε.
Φανερώσασα Δέσποινα, πάλαι τὴν Εἰκόνα σου τὴν ὑπέρτιμον, ἐξ αὐτῆς νῦν πᾶσιν Ἄχραντε, οἰκτιρμῶν σου βρύεις ὕδωρ ἄϋλον.
Συμπαθῶς ἐνωτίσθητι, ὦ Φανερωμένη ταύτην τὴν δέησιν, καὶ χορήγει τὰ συμφέροντα, τοῖς πιστῶς τιμῶσι τὴν Εἰκόνα σου.
Ι῾κεσίας τῶν δούλων σου, πρόσδεξαι Θεόνυμφε ὡς φιλάγαθος, καὶ παθῶν ἡμῶν τὴν ζόφωσιν, τῷ φωτὶ σῆς δόξης διασκέδασον.
Ρ῾ώμην δίδου ἑκάστοτε, ὦ Φανερωμένη κατὰ τοῦ ὄφεως, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, καὶ ἀσπαζομένοις τὴν Εἰκόνα σου.

Ὠδὴ ε´. Φώτισον ἡμᾶς.
Ε῎χουσα Ἁγνή, συμπαθείας μέγα πέλαγος, ἐπικάμφθητι ἡμῶν τῷ στεναγμῷ, τὴν γαλήνην ταῖς ψυχαῖς ἡμῶν παρέχουσα.
Πρέσβευε Χριστῷ, τῷ ἐκ σοῦ ἐνανθρωπήσαντι, τοῦ δωρήσασθαι ἡμῖν ἁμαρτιῶν, ὡς Θεὸς Φανερωμένη τὴν συγχώρησιν.
Νεῦσον συμπαθῶς, παρακλήσεσι τῶν δούλων σου, ἀπαλλάτουσα αὐτοὺς τῶν δυσχερῶν, μητρικῇ Φανερωμένη προμηθείᾳ σου.
Ι῎ασαι Ἁγνή, τῶν ψυχῶν ἡμῶν τὴν κάκωσιν• τῶν ἀνθρώπων γὰρ τὸν μέγα ἰατρόν, τὸν Χριστὸν Φανερωμένη ἐσωμάτωσας.

Ὠδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Τὴν δέησιν ἐκχεῶ Πανάχραντε, πρὸς Θεοῦ σε τὴν ἁγίαν Μητέρα˙ μὴ οὖν ἀπώσῃ ἡμᾶς τοὺς φωνοῦντας, Φανερωμένη τὴν πάνσεπτον κλῆσίν σου, ὅτι εἰς σὲ οἱ ταπεινοί, τὴν ἐλπίδα Ἁγνὴ πᾶσαν ἔχομεν.
Προστρέχομεν εὐσεβῶς Θεόνυμφε, οἱ πιστοὶ τῇ εὐαγεῖ σου Εἰκόνι, καὶ ἐκ βαθέων αἰτοῦμεν τὰς δόσεις, Φανερωμένη τῆς θείας προνοίας σου, ἵνα ῥυσθῶμεν χαλεπῶν, περιστάσεων Μῆτερ ἀπείρανδρε.
Απείρανδρε Μαριὰμ Πανάμωμε, ἡ τὸν Κτίστην τῶν ἁπάντων τεκοῦσα, παραπτωμάτων ἡμῶν τὴν σκοτίαν, μαρμαρυγαῖς χάριτός σου διάλυσον, καὶ πρὸς ὁδὸν τῶν ἐντολῶν, τοῦ Θεοῦ ἡμᾶς Κόρη ὁδήγησον.
Λυτρώσασθαι ἐκτενῶς ἱκέτευε, τὸν ἐκ σοῦ ἀνερμηνεύτως τεχθέντα, τοὺς καταφεύγοντας πόθῳ καρδίας, Φανερωμένη τῇ θείᾳ Εἰκόνι σου, ἐκ συμπτωμάτων χαλεπῶν, καὶ ἀθλίων παθῶν τῆς χειρώσεως.
Τὴν δέησιν ἐκχεῶ Πανάχραντε, πρὸς Θεοῦ σε τὴν ἁγίαν Μητέρα˙ μὴ οὖν ἀπώσῃ ἡμᾶς τοὺς φωνοῦντας, Φανερωμένη τὴν πάνσεπτον κλῆσίν σου, ὅτι εἰς σὲ οἱ ταπεινοί, τὴν ἐλπίδα Ἁγνὴ πᾶσαν ἔχομεν.
Προστρέχομεν εὐσεβῶς Θεόνυμφε, οἱ πιστοὶ τῇ εὐαγεῖ σου Εἰκόνι, καὶ ἐκ βαθέων αἰτοῦμεν τὰς δόσεις, Φανερωμένη τῆς θείας προνοίας σου, ἵνα ῥυσθῶμεν χαλεπῶν, περιστάσεων Μῆτερ ἀπείρανδρε.
Απείρανδρε Μαριὰμ Πανάμωμε, ἡ τὸν Κτίστην τῶν ἁπάντων τεκοῦσα, παραπτωμάτων ἡμῶν τὴν σκοτίαν, μαρμαρυγαῖς χάριτός σου διάλυσον, καὶ πρὸς ὁδὸν τῶν ἐντολῶν, τοῦ Θεοῦ ἡμᾶς Κόρη ὁδήγησον.
Λυτρώσασθαι ἐκτενῶς ἱκέτευε, τὸν ἐκ σοῦ ἀνερμηνεύτως τεχθέντα, τοὺς καταφεύγοντας πόθῳ καρδίας, Φανερωμένη τῇ θείᾳ Εἰκόνι σου, ἐκ συμπτωμάτων χαλεπῶν, καὶ ἀθλίων παθῶν τῆς χειρώσεως.
Διάσωσον Φανερωμένη Παρθένε Θεοκυῆτορ, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ τοῦ ἀλάστορος, τοὺς τὴν Εἰκόνα σου πίστει ἀσπαζομένους.
Αχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τοὺς καταφεύγοντας ὅλης ἐκ πίστεως, Φανερωμένη τῇ θείᾳ Εἰκόνι σου, κινδύνων παντοίων καὶ θλίψεων, τῇ μητρικῇ προστασίᾳ σου λύτρωσαι˙ πιστῶν γὰρ ὑπάρχεις ἀντίληψις.
Προκείμενον. Ἦχος δ´.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. α´ 39-49, 56)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εὶσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς
λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Τῆς Φανερωμένης, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Μῆτερ Ἀειπάρθενε, Φανερωμένη Παρθένε, τὴν σεπτὴν Εἰκόνα σου, μητρικῇ σου χάριτι, ἐθαυμάστωσας, καὶ αὐτὴν Ἄχραντε, τῆς χρηστότητός σου, σκεῦος τίμιον ἀνέδειξας, ᾗ καταφεύγοντες, χάριτος τὰς δόσεις λαμβάνομεν˙ διό σε μακαρίζομεν, ἐν εὐγνωμοσύνῃ κραυγάζοντες˙ Χαῖρε Θεοτόκε, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, τῶν προσκυνούντων ἐκ πίστεως, τόκον σου τὸν ἄσπιλον.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου...
Ὠδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Υετίζουσα Μῆτερ, ἡ τιμία Εἰκών σου, ὥσπερ νεφέλη ἀεί, τὸ ὕδωρ τῆς πολλῆς σου, χρηστότητος Παρθένε, κατευφραίνει τοὺς ψάλλοντας˙ Χαῖρε ζωῆς ἡ πηγή, Ἁγνὴ Φανερωμένη.
Τὸν ἐκ σοῦ σαρκωθέντα, ὑπὲρ ἔννοιαν Λόγον, τοῦ προανάρχου Πατρός, ἱκέτευε ἀπαύστως, Ἁγνὴ Φανερωμένη, τοῦ σωθῆναι ὡς εὔσπλαγχνος, τοὺς προσκυνοῦντας τὴν σήν, ὑπέρτιμον Εἰκόνα.
Μυστικῇ ἐπομβρίᾳ, μητρικῶν οἰκτιρμῶν σου, Φανερωμένη Ἁγνὴ, τῶν ἐκ τῆς σῆς Εἰκόνος, ἀεὶ προερχομένων, τὰς καρδίας ἀνάψυξον, τῶν προστρεχόντων πιστῶς, Ναῷ σου τῷ ἁγίῳ.
Λυτρωτὴν ἡ τεκοῦσα, τῶν ἀνθρώπων τῷ γένει, Φανερωμένη Ἁγνή, ποικίλων ἀλγηδόνων, καὶ πόνων ἐπωδύνων, ὡς φιλάγαθος λύτρωσαι, τοὺς πεποιθότας τῇ σῇ, Παρθένε ἀντιλήψει.

Ὠδὴ η´. Τὸν Βασιλέα.
Ι῎δε ὑψόθεν, Φανερωμένη Παρθένε, τοὺς τῇ θείᾳ σου Εἰκόνι παρεστῶτας, καὶ αὐτοῖς παράσχου, τὴν μητρικήν σου χάριν.
Δίδου εἰρήνην, καὶ εὐπραγίαν ἐν βίῳ, ἀντιλήψει σου Ἁγνὴ Φανερωμένη, τοῖς κλίνουσι γόνυ, τῇ θείᾳ σου Εἰκόνι.
Σωτηριώδης, ἡ προστασία σου πέλει, διασῴζουσα τοὺς ἐπιβοωμένους, τὴν σεπτὴν σου κλῆσιν, Ἁγνὴ Φανερωμένη.
Ο῎μβρισον Μῆτερ, ἐκ τῆς σεπτῆς σου Εἰκόνος, τὴν σωτήριον πηγὴν τῶν οἰκτιρμῶν σου, τοῖς προσπίπτουσί σοι, θερμῶς Φανερωμένη.

Ὠδὴ θ´. Κυρίως Θεοτόκον.
Υπὲρ τῶν προσκυνούντων, ὦ Φανερωμένη, τὸν θαυμαστὸν τῆς Μορφῆς σου Ἐκτύπωμα, ἀκαταπαύστως δυσώπει, Χριστὸν τὸν Κύριον.
Ηβρύουσα ἀφθόνως, ἐκ τῆς σῆς Εἰκόνος, Φανερωμένη ἰάσεων νάματα, ἐκ νοσημάτων ἀτρώτους, ἡμᾶς διάσῳζε.
Επὶ τὴν κραταιάν σου, Μῆτερ προστασίαν, πιστῶς προστρέχομεν πάντες δεόμενοι˙ Σῶσον ἡμᾶς τῶν ἐφόδων, Μῆτερ τῶν θλίψεων.
Υπέραγνε Μαρία, Κεχαριτωμένη, Φανερωμένη Παρθένε τοὺς δούλους σου, τῆς τοῦ ἐχθροῦ ἐπηρείας, πάντοτε φύλαττε.
Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.
Τῆς Φανερωμένης πανευλαβῶς, Εἰκόνα τὴν θείαν, ἀσπασώμεθα οἱ πιστοί˙ ῥεῖθρα γὰρ θαυμάτων, ἀφθόνως ἀναβλύζει, καὶ πάθη ἀπελαύνει, ψυχῆς καὶ σώματος.
Την τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, σὲ Φανερωμένη, Παρθένε ἀνυμνοῦμεν, τὴν θείαν σου Εἰκόνα, κατασπαζόμενοι.
Εχοντες Εἰκόνα σου τὴν σεπτήν, ἀδάπανον Μῆτερ, ἰατρεῖον οἱ εὐσεβεῖς, προστρέχομεν ταύτῃ, πιστῶς Φανερωμένη, ὑμνοῦντες ἀκορέστως, τὰ μεγαλεῖά σου.
Τοὺς προσερχομένους τῷ σῷ Ναῷ, ἔνθα ἡ Εἰκών σου, τεθησαύρισται ἡ σεπτή, φύλαττε καὶ σκέπε, προνοίᾳ μητρικῇ σου, Ἁγνὴ Φανερωμένη, ἐν βίῳ πάντοτε.
Ρ῾ῦσαι πάσης θλίψεως Μαριάμ, καὶ παντὸς κινδύνου, ὡς ὑπάρχουσα συμπαθής, τοὺς ἐγκαυχωμένους, τῇ θείᾳ σου Εἰκόνι, ἐξ ἧς ἀεὶ ἐκλάμπει, τὸ φῶς τῆς χάριτος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον, τὰ συνήθη Τροπάρια, Ἐκτενὴς παρὰ τοῦ Ἱερέως καὶ Ἀπόλυσις μεθ᾿ ἣν ψάλλομεν τὰ κάτωθι τροπάρια.
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας τῇ σῇ, ὦ Φανερωμένη πρεσβείᾳ, καὶ προσκυνοῦντας θερμῶς, τὴν σεπτήν Εἰκόνα σου, καὶ χαριτόβρυτον, ὡς φιλεύσπλαγχνος λύτρωσαι, κινδύνων παντοίων, νόσων καὶ κακώσεων, καὶ πάσης θλίψεως˙ αἴτει δὲ εἰρήνην τελείαν, Μῆτερ καὶ ψυχῶν σωτηρίαν, τοῖς εἰς σὲ ἐλπίζουσιν ἐκ πίστεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δεσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δι᾿ εὐχῶν τῶν ἁγίων...
Δίστιχον.
Ῥόδου τὸν Ἐπίσκοπον Κύριλλον σκέπε,
Σκέπῃ τῆς πρεσβείας σου Φανερωμένη.
Ῥόδου τὸν Ἐπίσκοπον Κύριλλον σκέπε,
Σκέπῃ τῆς πρεσβείας σου Φανερωμένη.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου