Σάββατο, 19 Μαΐου 2012

Ἀκολουθία Αγίου Ιωάννη της Σάντα Κρούζ. Εορτάζει στις 19 Μαΐου.





Ἐν τῷ Ἑσπερινῷ
ἱστῶμεν στίχ.4

Ἦχος α΄.
Τῶν οὐρανίων ταγμάτων.
Ἐν μέσῳ ἔαρος ὤφθη, ἡ σή πανήγυρις,
ἱερομάρτυς μύροις, συγκαλοῦσα πρός ὕμνον, ἔθνη ὀρθοδόξων πάσης τῆς γῆς, Ἰωάννη ἀπόστολε. Καί γάρ ἐσφάγης ἐσχάτοις ἐν τοῖς καιροῖς, κατασφάττων τόν ἀλάστορα.

Νυμφοστολίσας σοῖς πόνοις, τήν Ἐκκλησίαν Χριστοῦ, ἐν τῇ μονῇ Ἁγίου Νικολάου ἐφάνης, θερμός σύ ἀντιλήπτωρ, ὡς νεωστί, ἐναθλήσας στερρότατα, ὦ Ἰωάννη τῆς Ἄνδρου γόνε λαμπρέ, καί ἐν θαύμασι περίδοξε.

Ἀκούτισόν μοι φωνήν σου, τήν ἐξελαύνουσαν, λαούς ἐξ ἀπιστίας, πολυθέου τε πλάνης, δεῖξόν μοι σήν ὄψιν ἐν σταλαγμοῖς, καλλυνθεῖσαν αἱμάτων σου, ὦ Ἰωάννη, τῆς Ἄνδρου ὁ γλυκασμός, ὀρθοδόξων σφῦρα ἔνθεος.

Πρό τῆς θυσίας σου ἄφνω, τῆς Θεομήτορος, ἀνθοφοροῦντες κρίνοι, ἐμαάνθησαν, πάτερ, ὡς μέλλοντες ἀνθίζειν στέφει τῷ σᾦ, εἰς μαρτύρων ὁμήγυριν. Ὅθεν μή παύσῃ πρεσβεύων ὑπέρ ἡμῶν, Ἰωάννη θεοδόξαστε.

Δόξα.Ἦχος ΄ β.
Τά τῶν ἀρετῶν σου ὑψώματα, ἱερομάρτυς Ἰωάννη τοῦ Σάντα Κρούζ, πρός τό ὕψος τῶν ἀγγέλων ἀναδεδρούμενα, ἡμᾶς εὐφραίνουσι. Τῶν μαρτυρικῶν δέ ἄθλων σου ὁ κόσμος, ὡς υεθηλότα ἄνθη, τῷ ἡρεμαίῳ πνεύματι τῆς θυσίας, γλαφυρῶς τοῖς κλάδοις ἐπισειόμενα, μυρίζει τά πέρατα. Τῇ τοῦ ἀρχετύπου οὖν κάλλους, ὁμοιότητι στίλβων, ἱκέτευε Χριστόν τόν Θεόν, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

Καί νῦν. Τῆς ἑορτῆς.

Ἀπόστιχα.
Ἦχος πλ.α΄ . Χαίροις ἀσκητικῶν.

Χαίροις ὁ ἐν τοῖς πλάνοις λαοῖς, ἱερουργήσας τῷ Χριστοῦ Εὐαγγέλιον, ὁμόζηλος ἀποστόλων, ὦ Ἰωάννη φανείς, Βαβυλῶνος μέσῳ, νέοις ἔτεσι. Σατάν γάρ ἐστόμωσας πλημμυρίδα πανώλεθρον, τῶν σῶν ρευμάτων, ἐν τοῖς αἵμασι Ἅγιε, σφυρηλάτησιν διά πίστιν δεξάμενος. Φάνηθι οὖν χριστόθυμε, προστάτης θερμότατος, ἐν εὐμενεῖ σου προσώπῳ καί ἱλαρότητι τρόπων σου, παρέχων γλυκεῖαν, τήν ὀδύνην μετανοίας καί μέγα ἔλεος.
Στίχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτοῦ.
Χαίροις ὁ λαοξόος ψυχῶν, ὁ ἐγχαράξας ἐν αὐταῖς θεῖα λόγια, ἐν χρόνοις τοῖς ἡμετέροις, ἀπονευρώσας ἰσχύν, πᾶσαν ἀντιθέων ρείθροις αἵματος. Χριστοῦ γάς ἀπόλαυσις, ἐν σοί πόθου ἐγένετο, αἰτία Πάτερ, ὁλοκλήρου μεθέξεως, ἀντιδόντος σοι, ἀγαπῶντι ἀγάπησιν. Ὅθεν ἐν σοί τόν λάμποντα, μιμούμενος ἔλαμψας, ὦ Ἰωάννη τῆς Ἄνδρου, πολυτελές νεοδώρημα, πιστοῖς ὀρθοδόξοις, ὁ παρέχων κοινωνίαν, Χριστοῦ τήν ἄληκτον.


Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καί οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Χαίροις ὁ ἡμετέροις καιροῖς, συγκαλεσάμενος ὀρθόδοξον σύνταγμα, πρός ὕμνησιν τῶν σῶν ἄθλων, ἐκ τῶν περάτων τῆς γῆς, Θεοτόκου μύστα ἱερώτατε. Τοῦ Πνεύματος μάχαιραν, ἐζωσμένος γάρ ἔτεμες, σατάν τήν πλάνην, φαρμαχθεῖσαν δι᾿ ὄφεως, τῷ σῷ αἵματι, ἐπιγράψας ἀνάστασιν. Ὅθεν πρό τῆς θυσίας σου, ἐξαίφνης ἐξήρανται, τῆς Ὑπεράγνου οἱ κρίνοι, ὡς ἐν τῷ στέφει σου μέλλοντες, ἀνθίζειν ἀξίως, Ἰωάννη διό αἴτει, ἡμῖν τό ἔλεος.

Δόξα. Ἦχος πλ.δ΄.
Ὦ καλῶν τραυμάτων καί γλυκυτάτων πληγῶν, δι᾿ ὧν ἡ χωή ἐπί τά ἐντός διαδύεται, ὥσπερ τινά θύραν ὑπανοίξασα, τήν ἐκ τοῦ βέλους τῆς θείας ἀγάπης διαίρεσιν. Καί γάρ δεχθείς, ἱερομάρτυς ἰωάννη, τριπλήν τῆς ἀκίδος ἀκμήν, τοῦ ἐκλεκτοῦ βέλους, τοῦ μονογενοῦς Θεοῦ, καί περιχρώσας σῷ αἵματι, συνεδέξω μετά τοῦ βέλους καί τόν τοξότην. Ὅτι ἐγώ καί ὁ Πατήρ ἐλευσόμεθα, φησίν, καί μονήν παρ᾿ αὐτῷ ποιησώμεθα. Ὅθεν ὁ πρό ὀλίγου στόχος γενόμενος τοῦ βέλους, νῦν ἑαυτόν ἀντί βέλους ἐν ταῖς χερσί τοῦ τοξότου παρέχει, ἡμῶν τάς καρδίας καταπλήττων καί αἰτούμενος ἡμῖν τό μέγα ἔλεος.

Και νῦν. Τῆς ἑορτῆς.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Νέου Κόσμου τό φέγγος καί τῆς Ἄνδρου τό βλάστημα, Ἱερομαρτύρων τήν δόξαν, Ἰωάννην τιμήσωμεν. Σφαγείς γάρ τῷ Ναῷ ὑπέρ Χριστοῦ, ἀρτίως καταυγάζει Σάντα Κρούζ, καί συνάγει ὀρθοδόξους, ἁπανταχόθεν ἀνακράζοντας: Δόδα τῷ σέ δοξάσαντι Χριστῷ, δόξα τῷ σέ στεφανώσαντι, δόξα τῷ σέ προστάτην θαυμαστόν, τοῖς ἔθνεσι δείξαντι.

Καί νῦν Ἑορτῆς.

Ο Ρ Θ Ρ Ο Σ
Καθίσμα. Ἦχος α΄. Τόν τάφον σου Σωτήρ.
Ἐν κόσμῳ νυμφικῷ, ἀνελήλυθας Πάτερ, σκηνῶν μαρτυρικῶν τῆς νυκτός ἐν εκάσι, λαμπρύνας σόν μέτωπον, ἐν στεφάνῳ ὦ ἔστεψε, τοῦ Νυμφίου σου, ὁ ὑπερέξοχος ἔρως, ὅν ἱκέτευε, ὦ ἰωάννη θεόφρον, ὑπέρ τῶν τιμώντων σε.
Δόξα, καί νῦν τῆς ἑορτῆς.

Β΄. στιχολογία. Κάθισμα.
Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Εἰς ὀσμήν τῶν ἰχνῶν σου Πάτερ προσέδραμον, πρός ζωηφόρους κοιλάδας τῶν ἀφωτίστων φυλαί, καί γάρ ἔσταξεν ἐκ σῶν, πόνων πανθαύμαστε, μελιτώδης γλυκασμός, ὡς ἐκ πέτρας ζωηρᾶς, ὦ ἰωάννη θεόφρον, τοῦ Νέου Κόσμου προστάτης, καί τῆς Ἑλλάδος πλοῦτος ἄφθορος.

Δόξα καί νῦν. Τῆς ἑορτῆς.

Μετά τόν Πολυέλεον. Κάθισμα.
Ἦχος πλ.δ΄. Τήν σοφίαν καί λόγον.
Ἀφανίσας τῆς πλάνης τόν συρφετόν, ὡς νεβρός τῶν ἐλάφων θηρομαχῶν, τό γένος τοῦ ὄφεως, τῇ σφαγῇ ἐξηνάλωσας, ἀποστόλων τῇ ζήλῳ, ὦ Πάτερ κοσμούμενος, καί πληθύν ἀπιστούντων, συνάπτων τῷ κτίσαντι. Ὅθεν τῆς Παρθένου δεδεγμένος τά μῦρα, Νυμφίον ἠγάπησας, ὑπέρ πᾶσαν ἀπόλαυσιν, Ἰωάννη ὑπέρφωτε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τήν ἁγίαν μνήμην σου.

Δόξα, Καί νῦν. Τῆς ἑορτῆς.

Οἱ Ἀναβαθμοί. Τό α΄. ἀντίφωνο τοῦ δ΄. ἤχου καί τό προκείμενον. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην...
Εὐαγγέλιον. Ὁ Ν΄. ψαλμός.

Δόξα: Ταῖς τοῦ ἀθλοφόρου πρεσβείαις....
Καί νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις...

Στίχ. Ἐλέησόν με, ὁ Θεός... Ἦχος πλ. β΄.
Χριστοῦ τῆς ἐγέρσεως τῷ φωτί, ἡ μνήμη σου συνεξέλαμψεν Ἰωάννη παμμακάριστε. Πυρωθείς γάρ τήν ψυχήν, τῷ πυρί , ὅ ἦλθε βαλεῖν ὁ Χριστός ἐπί τῆς γῆς, ἐπιπαφλάζουσαν κάμινον τῶν θηριογνώμων ἀντιθέων κατέσβεσας. Ἑλκύσας τοίνυν ὄμμα Τριάδος ἀγαπητικόν, μαρτυρίῳ σου χρώμενος, ὧσπερ ἅρματι πυρίνῳ Ἠλιοῦ τοῦ Προφήτου ἀνέπτης εἰς παγχαρμόσυνον ἡμέραν, πρεσβεύων ἀπαύστως ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Κανόνες: Τῆς ἑορτῆς
καί τοῦ Ἁγίου.
Ὠδή α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.

Ἰωάννη μυστιπόλε, δωρεῶν τοῦ Χριστοῦ, Ἄνδρου τό νέον θαῦμα, δίδου μοι φῶς ἐν τῷ νοΐ, ἐκ πηγῆς τῶν ἀγαθῶν, ἐν πόθῳ ψυχῆς, ὡς ἄσω τά θεῖα σου, ἀθλοφόρε παλαίσματα.

Ὡς ὀφθείς τοῦ Νέου Κόσμου, σελασφόρος ποιμήν, ἔφανας τοῖς ἐν σκότει, πεπλανημένοις καί φλογμόν, ἰνδαλμάτων τοῦ Σατάν, αἱμάτων βαφαῖς, ἠφάνισας τέλεον, Ἰωάννη ἀρτίθυτε.

Ἀναστάσεως τῷ φέγγει, καταυγάζεις ἡμᾶς, θείῳ σου μαρτυρίῳ, ὅθεν ἐν κρίνοις τῶν ὠδῶν, στέφομέν σε εὐλαβῶς, τόν πάντας εἰς ἕν, συνάξαντα χάριτι, ὀρθοδόξους πρός ὕμνησιν.

Θεοτοκίον
Ναρδοπνόοις σου ρανίσι, ἑλκυσθείς ὁ Χριστός, ἥνωσε τῇ γαστρί σου, φύσεις τάς δύο ὑπέρ νοῦν, ἀπορήτων σαρκωθείς, Παρθένε Ἁγνή, διό σέ δοξάζομεν, ὡσεί κρίνον χριστόμυρον.

Ὠδή γ΄. Δεῦτε πόμα πίωμεν.

Νέκρωσιν τυπῶν τήν τοῦ Χριστοῦ, δι᾿ ἁλύσσου σόν τράχηλον τέμνει πάγχρηστε, τοῦ σοῦ σταυροῦ κοσμηθείς, ὁρμίσκοις ἐναίμου χαρμονῆς, δι᾿ ἧς ἡμᾶς λεύκανον.

Ἤνεσας Παρθένου μυρισμούς, Ἰωάννη καί θαύματα ἀνεκύρηξας, διό Υἱοῦ σε αὐτῆς, τοῦ πάθους παρέσχε κοινωνόν, ἀκάνθαις στεφόμενον.

Νέμεις δωρεῶν μαρμαρυγάς, ἐμφανείας σου ξέναις παρέχων ἴασιν, ὦ Ἰωάννη κλεινέ, ὡς κρούεις τούς κώδωνας μηνῶν, χαράν ἀναστάσιμον.

Θεοτοκίον.
Μῦρον ὡς γεννήσασα ζωῆς, ἐν τοῖς μύροις σου Μῆτερ τῶν κρίνων ἔπνευσας, τῶν σῶν θαυμάτων ὀσμάς, δι᾿ ὧν Ἰωάννης Σάντα Κρούζ, ἐνθέως ἐμέθυσε.

Κάθισμα. Ἦχος δ΄.
Κατεπλάγη Ἰωσήφ.
Ἀκαθέκτῳ τῇ ὁρμῇ, θείας ἀγάπης ἐν σιγῇ, ἀμερίστως μερισθείς, ὤφθης θυσία λογική, ὦ Ἰωάννη θεράπον τῆς Θεοτόκου. Ὅθεν καί στεφθείς, κρίνοις αἰνέσεως, σφύραις ὡς τμηθείς, τήν κάραν πάνσεπτον, σφυρηλατεῖς τήν πίστιν τήν ὀρθόδοξον, εἰς Βαβυλῶνα ἀντίθεον. Καί νῦν δυσώπει Ἱερομάρτυς, σωθῆναι τάς ψυχάς ἡμῶν.

Καί τό τῆς ἑορτῆς.

Κοντάκιον. Ἦχος πλ. δ΄.
Τῇ ὑπερμάχῳ.
Ἱερουργήσας τήν θυσίαν χριστομίμητον, ὦ Ἰωάννη ὤφθης Ἄνδρου ἐγκαλλώπισμα, τῆς Ἀλάσκας τε ἀπόστολος θεηγόρος. Ἀλλ᾿ ὡς ἔθυσας ψυχήν ὑπέρ προβάτων σου, νῦν παρέχεις σῶν θαυμάτων τά δωρήματα, τοῖς κραυγάζουσι, χαίροις μάρτυς πανόλβιε.
Οἶκος.
Ἀϋλων χοροστασίαι ἀνυμνοῦσιν ἐν πόθῳ, τόν μύστην Ἰωάννη τῆς Ἄνδρου. Καί γάρ διά Χριστόν σφαγιασθείς, τήν Ἐκκλησίαν λαμπρύνει ἐν θαύμασι, περέχων ταῖς λιταῖς αὐτοῦ χαρίσματα τοῖς βοῶσι:
Χαῖρε, φανέρωσις συγκράσεως θείας
Χαῖρε, ἐνστάλαξις μυστικῆς καινουργίας
Χαῖρε, τῶν σῶν φίλων ἐπακούων ἐν τάχει
Χαῖρε, σούς ἱκέτας ἐνισχύων ἐν θάλπει
Χαῖρε ἡ μυρίπνοος συστάς κρινανθέων
Χαῖρε, αἰθροβάτα ἀναβάσεων νέων
Χαῖρε, σκεῦος χρυσόνουν εὐχαριστίας
Χαῖρε, στέφος νεόπλοκον μαρτυρίας
Χαῖρε, παμποίκιλε ὠτειλαῖς θεουργίας
Χαῖρε, κατάρρυτε ραντισμοῖς εὐστοργίας
Χαῖρε, νεαφόρε καρδία εὐθεῖα
Χαῖρε, ἐξεικόνισμα θείας θυσίας
Χαῖρε, Μάρτυς νεόθυτε.

Συναξάριον.
Τῇ 19ῃ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἁγίου ἐνδόξου νέου ἱερομάρτυρος Ἰωάννου, τοῦ θαυματουργοῦ, μαρτυρήσαντος εἰς τήν πόλιν Σάντα Κρούζ τοῦ Νέου Κόσμου, ἐν ἔτει 1985.
Καί τό λοιπόν συναξάριον ἐκ τοῦ μηναίου.

Ἐξαποστειλάριον.
Ἦχος β΄. Σαρκί ὑπνώσας.
Ἀλάσκας θεῖον φωτιστήν, ἐσχάτως ἐναθλήσαντα, τῆς Σάντα Κρούζ Ἰωάννην, νῦν ἀνυμνήσωμεν πιστοί. Καί γάρ τῆς ἀναστάσεως, τῷ φέγγει συνεξαστράπτει, τῆς Ἄνδρου τό καύχημα.
Καί τῆς τυχούσης ἑορτῆς.

Αἶνοι
Ἱστῶμεν στίχους δ΄. καί ψάλλομεν τά προσόμοια:
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἡ νῆσος Ἄνδρος ἀπόδος, Χριστῷ τήν αἴνεσιν, ὡς τεθηλός γάρ κρίνον, ἐν σοί ἐκχεῖται τά μῦρα. Θεῖος Ἰωάννης τῆς Σάντα Κρούζ, ἀναστάσεως ἔαρι, εἰς νέαν γῆν χρηματίσας ἐγκαινισμός, ὀρθοδόξου ἐναθλήσεως.

Ὁ τῆς καρδίας σου οἶνος σβενύων δίψησιν, τῶν ἀλλοπίστων, Πάτερ, δι᾿ ὀρθοδοξον πίστιν. Ἐκκέχυται ὡς αἷμα ἐκ σταφυλῆς, Ἐκκλησίας τήν ἄμπελον. Ἑλισσομένης ἐν ἕλιξι θεουργοῖς, Ἰωάννη Ἄνδρου γέννημα.

Τῆς ἀληθείας τόν λόγον, σφραγίσας αἵματι, ὡς πορφυρᾷ μελάνῃ, ἐναπέγραψας Πάτερ, ἀνάστασιν Κυρίου ἐν ταῖς ψυχαῖς, καί Σταυροῦ ὡραιότητα. Ὅθεν ἀξίως ἐκλάμπεις τῆς Σάντα Κρούς, ὡς ποιμήν θεοειδέστατος.

Κατατρυφήσας τοῦ θείου, Πάτερ φιλήματος, ὑπερνεφής ἐγένου, εἰς μετέωρον δόξαν, ἐν κρίνοις τῆς Παρθένου δρέπων ὀσμάς, χαρισμάτων τοῦ Πνεύνατος. Διό ἀχύμων ἐκ κλάδων ἀνθοφορεῖς, Ἰωάννη τοῖς ὑμνοῦσί σε.

Δόξα. Ἦχος πλ΄.α.
Ἀγαλλιασώμεθα καί εὐφρανθῶμεν νῦν ἐν σοί, τῇ ἀναστασίμῳ χαρᾷ, ἱερομάρτυς Ἰωάννη τῆς Σάντα Κρούζ. Κοινή γάρ ἡμῶν, τῶν ἀπανταχοῦ Ὀρθοδόξων, ἐστί χαρά, τό σόν ἀγαλλίαμα. Τίς τοίνυν ἡ γινομένη διά τῆς νυκτός ταύτης μυσταγωγία; Εἵλκυσας γάρ πρός σεαυτόν, τοῦ ἀφθάρτου Νυμφίου τόν πόθον, τοῦ εἰπόνοτος, ὅτι ἐγώ τούς ἐμέ φιλοῦντας ἀγαπῶ. Ἀνάγκη δέ τῷ ἀγαπωμένῳ ἀποκαλύπτειν τό ἑαυτοῦ μυστήριον τῷ ἀγαπῶντι.Ὅθεν ὁμοιωθείς τῷ Δεσπότῃ ἐν τῷ πάθει, ὡμοιώθης καί τῇ δόξῃ. Πρέσβευε οὖν, ὡς ἐπιστηθίοις πτυχαῖς τοῦ Χριστοῦ ἡμᾶς ἑστιῶν, εὑρεῖν πάντας ἔλεος.

Καί νῦν. Τῆς ἑορτῆς.

Δοξολογία μεγάλη.
Εἰς τήν Λειτουργίαν κοινωνικόν:
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου