Κυριακή, 13 Μαΐου 2012

Παρακλητικός Κανών στον Άγιο Νικόλαο τον εν Βουνένοις


Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Ασκητικῶς εὐαρεστήσας Κυρίῳ, ἀθλητικῶς τόν σόν ἐτέλεσας βίον, Ὁσιομάρτυς Ἅγιε Νικόλαε. Ὅθεν τούς προσπίπτοντας, τῷ Σεπτῷ Σου Λειψάνῳ, και ἐξαιτουμένους σου, τήν θερμήν προστασίαν, πάσης ἀνάγκης λύτρωσαι σοφέ, και νοσημάτων, παντοίων καί θλίψεων.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου• ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν• ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Νικήσας δολίου τάς μηχανάς, Νικόλαε μάκαρ, ἐκνικῆσαι τάς χαλεπάς αὐτοῦ καθ’ ἡμῶν ἐπινοήσεις, ταῖς σαῖς πρεσβείαις ἡμᾶς ἐνδυνάμωσον.


Ιάματα βλύζει ποταμηδόν, θεία σου Θήκη, ἐνεργείᾳ τῇ θεϊκῇ, καί νέμει παθῶν τήν θεραπείαν, τοῖς προς αὐτήν προσιοῦσι Νικόλαε.

Καθάρας τό σῶμα καί τήν ψυχήν, παθῶν ἀκαθάρτων, τῇ τοῦ Πνεύματος δωρεᾶ, χαράν καί εἰρήνην καί ὑγείαν, δίδου ἡμῖν Ἀθλοφόρε Νικόλαε.

Θεοτοκίον
Η τέξασα Λόγον τόν τοῦ Θεοῦ, ἀπερινοήτως,τῇ οὐσίᾳ τῇ καθ’ ἡμᾶς ἐκ πάσης ὑλώδους προσπαθείας, Θεογεννῆτορ ἡμᾶς ἐλευθέρωσον.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Νοσημάτων παντοίων, ρύμην δεινήν Ἅγιε,παύεις τῶν πιστῶς προσιόντων, τῇ προστασίᾳ σου, ἐξ ὦν με λύτρωσαι, Ὁσιομάρτυς Κυρίου, καί πταισμάτων αἴτει μοι, θεόθεν ἄφεσιν.

Η ἁγία σου Θήκη, ἁγιασμόν βλύζουσα, πάντας ἁγιάζει Ἁγίου, Πνεύματος χάριτι, ᾗ καταφεύγοντες, χαρᾶς πληρούμεθα θείας, καί δεινῶν ρυόμεθα, πόνων Νικόλαε.

Μέγας ὤφθης προστάτης, καί ἀρωγός ἕτοιμος, τῶν εἰλικρινῶς προσιόντων, τῇ ἀντιλήψει σου, διό βοῶμεν σοι· Μεγάλων θλίψεων ρύου, Ἅγιε Νικόλαε, ἡμᾶς ἑκάστοτε.

Θεοτοκίον
Ιησοῦ τόν Σωτῆρα, καί Ποιητήν τέξασα, πλούτῳ εὐσπλαγχνίας λαβόντα, ἐκ σοῦ τόν ἄνθρωπον,Κόρη Πανάμωμε, αὐτόν δυσώπει σωθῆναι, τους ὡς Θεοτόκον σε, πίστει δοξάζοντας.

Διάσωσον Ὁσιομάρτυς Νικόλαε πάσης βλάβης, τούς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς δεδεγμένος θεόθεν πλουσίαν χάριν. χριστιανος.gr

Ἐπιβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα
Ἦχος β΄. Πρεσβεία θερμή

Ασκήσας καλῶς, ἐν τοῖς Βουνένοις Ἅγιε, ἐχθρόν δυσμενῆ, ἀθλητικῶς κατέβαλες, οὗ τῆς κακίας λύτρωσαι, τούς προστρέχοντας πόθῳ τῇ σκέπῃ σου, καί ἐν εἰρήνῃ κυβέρνησον ἡμᾶς, τῷ θείῳ θελήματι Νικόλαε.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε
Νεκρωθέντας τοῖς πάθεσι, τῇ ζωοποιῷ πρεσβείᾳ σου ἔγειρον, τούς προστρέχοντας Νικόλαε, τῇσῇ ἐκ Θεοῦ πλουσίᾳ χάριτι.

Νοῦν ἀλάστορα ᾔσχυνας, τοῖς ἀθλητικοῖς σου σκάμμασιν Ἅγιε, διά τοῦτο δυσωποῦμέν σε, ἐκ φθορᾶς τόν νοῦν ἡμῶν ἀνύψωσον.

Ιατρεῖον ἀδάπανον, τό σεπτόν σου Λείψανον ἔχοντες Ἅγιε, πάσης νόσου καί κακώσεως, τάχος ἐκλυτρούμεθα Νικόλαε.

Θεοτοκίον
Καθαρᾶς πολιτείας με, νῦν ἐπιλαβέσθαι Κόρη ἀξίωσον, ὡς ἄν πάσης καθαρότητος, τούς καρπούς προσάξω τῷ Θεῷ ἡμῶν.

Ὠδή ε΄. Φώτισον ἡμᾶς
Ομβρησον ἡμῖν, ταῖς πρεσβείαις σου Νικόλαε, οἰκτιρ-μῶν τῶν θεϊκῶν τόν γλυκασμόν, τοῖς παθῶν ἐν τῇ πικρίᾳ δεινῶς στένουσι.

Λέοντα δεινόν, τόν ἀόρατον Νικόλαε, ὠρυόμενον ἀπαύστως καθἡμῶν, κατασύντριψον τῇ ράβδῳ τῆς σῆς χάριτος.

Αστρον φαεινόν, ἐξ Ἑώας ὡς ἀνέτειλας, πρίν τά Βούνενα ἐλάμπρυνας σοφέ, νῦν τάς Θήβας ἁγιάζεις τῷ Λειψάνῳ σου.

Θεοτοκίον
Εχουσα Ἁγνή, συμπαθείας πλοῦτον ἄπειρον, κατοικτείρησον ἡμᾶς καί συνοχῆς, συμπτωμάτων θλιβερῶν τάχος ἀπάλλαξον.

Ὠδή στ΄. Τήν δέησιν
Δυνάμει τῇ θεϊκῇ ἀριστεύσας, δι’ ἀθλήσεως ἐν ὄρει Βουνένων, ὡς βοηθός τοῖς ἐν Θήβαις ἐπέστης διά τοῦ θείου Λειψάνου σου Ἅγιε, ὁ ὡς θησαύρισμα σεπτόν, Ἐνορία σου ταύτη κατέχουσα.

Ιλέῳ,ἴδε ἐν ὄμματι Μάρτυς, τούς ἑστώτας τῷ Σεπτῷ Σου Λειψάνῳ καί δίδου τούτοις ψυχῶν καί σωμάτων, Ὁσιομάρτυς Νικόλαε ἴασιν, ὡς εἰληφώς παρά Θεοῦ, τῶν θαυμάτων τήν θείαν ἐνέργειαν.

Δαιμόνων, ἀποδιώκων τήν ρύμην, ἀσθενείας χαλεπάς ἰατρεύεις, καί τόν λεπρόν ἐκ τῆς λώβης καθαίρεις, καί τήν ὑγείαν παρέχεις τοῖς χρῄζουσι, Νικόλαε θαυματουργέ, τῶν ἐν Θήβαις πιστῶν αγαλλίαμα.

Θεοτοκίον
Ολόφωτε, τοῦ Δεσπότου καθέδρα, χρυσοστόλιστε παστάς θείας δόξης, Παρθενομῆτορ Ἁγνή Θεοτόκε, τήν σκοτισθεῖσαν ψυχήν μου τοῖς πάθεσι, ἐκκάθαρον καί φωταυγές, τοῦ Υἱοῦ σου ἀνάδειξον σκήνωμα.

Διάσωσον Ὁσιομάρτυς Νικόλαε πάσης βλάβης,τούς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς δεδεγμένος θεόθεν πλουσίαν χάριν.

Ἄχραντε, διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἔπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου
Εκ τῆς Ἑώας ἐκλάμψας Νικόλαε, καταπυρσεύεις ἡμᾶς θείαις χάρισι, διό ὡς σεπτόν ἱλαστήριον, τό Σόν Ὑπέρτιμον Λείψανον ἔχοντες, λαμβάνομεν χάριν καί ἔλεος.

Προκείμενον.
Δικαίος ὡς φοίνιξ ἀνθήσει καί ὡσεί κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν. (Κέφ. 21: 12-19)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλούσι γάρ ἐφ’ ὑμᾶς τάς χείρας αὐτῶν καί διώξουσι, παραδίδοντες εἰς συναγωγᾶς καί φυλακάς, ἀγομένους ἐπί βασιλεῖς καί ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δέ ὑμίν εἰς μαρτύριον. Θέσθε οὔν εἰς τάς καρδίας ὑμῶν, μή προμελετᾶν ἀπολογηθῆναι· ἐγώ γάρ δώσω ἠμίν στόμα καί σοφίαν, ἤ οὐ δυνήσονται ἀντειπεῖν, οὐδέ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμίν. Παραδοθήσεσθε δέ καί ὑπό γονέων καί ἀδελφῶν καί συγγενῶν καί φίλων, καί θανατώσουσι ἐξ ὑμῶν· καί ἔσεσθε μισούμενοι ὑπό πάντων διά τό ὄνομά μου· Καί θρίξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μή ἀποληται. Ἐν τή ὑπομονή ὑμῶν κτείσασθε τάς ψυχᾶς ὑμῶν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τάίς του Ἀθλοφόρου, πρεσβείαις, Ἐλεῆμον, ἁπάλλαξον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.
Νίκην ἦρας ἔνθεον, κατά παθῶν καί δαιμόνων, Ἅγιε Νικόλαε, πόνοις τῆς ἀσκήσεως και ἀθλήσεως, καί διπλοῦν εἴληφας, στέφανον ἀξίως,διά τοῦτο ἐκβοῶμέν σοι·Ἡμᾶς ἐνίσχυσον, πάσας ἐκνικῆσαι τοῦ δράκοντος, ἐπιβουλάς μακάριε, ρῶσιν καί ὑγείαν καί ἴασιν, ἅπασι παρέχων,καί ἄφεσιν πταισμάτων ἐκ Θεοῦ, Ὁσιομάρτυςτοῖς σπεύδουσι, ταῖς σαῖς ἀντιλήψεσι.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου Νικολάου του εν Βουνένοις, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Υπό σοῦ ἐξ Ἑώας, ὁ νοσῶν πάλαι ἄρχων καθοδηγούμενος, ἐπέστη ἐν Βουνένοις, εὑρών δε τό σόν σῶμα, ἐξιάθη τῆς μάστιγος, ἴασαι οὖν Ἀθλητά, κἀμέ πικρᾶς ὀδύνης.

Γνοῦς τήν σήν Μάρτυς χάριν, ρυσθείς ἐκ τοῦ πάθους τῇ ἀντιλήψει σου, ναόν σοι ἀνεγείρει, ναόν οὖν κἀμέ δεῖξον, θεομάκαρ Νικόλαε, τῆς ἐπινοίας Θεοῦ, θερμῇ σου ἐπισκέψει.

Ενεργοῦσα ἀπαύστως, σκηνοῦσα τῇ Κάρᾳ σου χάρις ἄνωθεν, ἰάματα ποικίλα, τελεῖ ἐν Βυζαντίῳ, καί παρέχει τοῖς χρήζουσι, Νικόλαε θαυμαστέ, τάς θεοσδότους δόσεις.

Θεοτοκίον
Ρυπουμένην ἀθλίως, τήν καρδίαν μου Κόρη γνώμῃ ἀγνώμονι, ἀπόπλυνον τοῦ ἄγους, καί σύνεσίν μοι δίδου, τοῦ ποιεῖν τά ἐντάλματα, τοῦ σοῦ Υἱοῦ καί Θεοῦ, ἵνα σε μακαρίζω.

Ὠδή η΄. Τόν Βασιλέα
Ανδρος ἡ νῆσος, τῇ παναγίᾳ σου Κάρᾳ, ἁγιάζεται Νικόλαε θεόφρον, ὅθεν καί κηρύττει,τά θαύματά σου Μάρτυς.

Σωμάτων δίδου, καί τῶν ψυχῶν θεραπείαν,τοῖς προστρέχουσι τῷ σῷ Σεπτῷ Λειψάνῳ θείᾳ χάρις, ἐδόξασε πλουσίως.

Ιδέ ὑψόθεν, τούς ἐν ψυχῇ κατωδύνῳ ἐκζητοῦντάς σου τήν θείαν προστασίαν, καί τάς τούτων πλήρου, Νικόλαε αἰτήσεις.

Θεοτοκίον
Μῆτερ Κυρίου, Θεοχαρίτωτε Κόρη, τῶν τοῦ ὄφεως ἐκτόπων νοημάτων, ρῦσαι τήν ψυχήν μου, καί σῶσόν με Παρθένε.

Ὠδή θ΄. Κυρίως Θεοτόκου
Ο Μάρτυς ἐν Ὁσίοις, Νικόλαε μάκαρ, δυσχερειῶν τῶν τοῦ βίου ἀπάλλαξον, τούς τήν σεπτήν σου πρεσβείαν αἰτοῦντας Ἅγιε.

Υσσώπῳ μετανοίας, Νικόλαε μάκαρ, τήν ρυπωθείσαν καρδίαν μου κάθαρον, καί πρός ὁδόν τήν εὐθεῖαν ἀεί ὁδήγει με.

Υπέρ τῶν σέ ὑμνούντων πάντοτε δυσώπει, τον ἐλεήμονα Κύριον Ἅγιε, πᾶσι διδόναι ἀπαύστως τό θεῖον ἔλεος.

Θεοτοκίον
Υπέραγνε Μαρία, Κεχαριτωμένη, χαρίτωσόν μου καί νοῦν καί διάνοιαν, τοῖς μητρικοῖς οἰκτιρμοῖς σου ἵνα δοξάζω σε.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια
Χαίροις τῆς Ἑώας θείος βλαστός, ὁ ἀνδραγαθήσας, ἐν Βουνένοις περιφανῶς, χαίροις, ὁ τάς Θήβας ἀπαύστως ἁγιάζων, Νικόλαε παμμμάκαρ τῇ θεία Θήκη σου.

Δεῦτε ἐφημήσωμεν οἱ πιστοί, τόν ἐκ της Ἐώας ἐξαστράψαντα ἀθλητήν, φύλακα καί ρύστην ἐνοριτῶν ἁπάντων Νικόλαον τόν Νέον, Χριστοῦ τόν Μάρτυρα.

Ανθος τῆς νεότητος παριδών, καί ρέουσαν δόξαν, ἠκολούθησας τῷ Χριστῷ, ἀσκήσεως πόνοις, καί ἄθλοις μαρτυρίου, Νικόλαε ἐντεῦθεν λαμπρῶς δεδόξασαι.

Τῷ νοσοῦντι ἄρχοντι ἐποφθείς, ὑπέδειξας τούτῳ ποῦ τό σκῆνός σου τό σεπτόν, εὑρών παμμάκαρ, τήν θεραπείαν εὗρε, κηρύττων σου τήν χάριν, Μάρτυς Νικόλαε.

Δέδοται τῇ Ἄνδρῳ ὡς θησαυρός, πολύτιμος μάκαρ, ἁγία σου κεφαλή, ἥν περικυκλοῦντες, λαμβάνομεν ἐκ ταύτης, ἁγιασμόν καί ρῶσιν, Μάρτυς Νικόλαε.

Χαίροις τῶν Βουνένων λύχνος λαμπρός, και τῆς Βοιωτίας, λαμπαδοῦχος φαεινός, τῆσδε Ἐνορίας, Ὁσιομάρτυς κλέος καί πρός Χριστόν μεσίτης, θερμός Νικόλαε.

Εχων παρρησίαν πρός τόν Χριστόν, πρέσβευε ἀπαύστως, πάσης ρύεσθαι συμφορᾶς,τούς τήν ἄθλησίν σου, Νικόλαε τιμῶντας, και ἀπεκδεχομένους, τήν θείαν χάριν σου.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς• Ὅτι Σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Και το Ἀπολυτίκιον Ἁγίου Νικολάου τοῦ Νέου
Ἦχος α΄. Τῆς ἐρήμου

Εξ Ἐῴας ἐκλάμψας, ἐν Βουνένοις ἠγώνισαι Νικόλαε Παμμάκαρ ἐναθλήσας στερρότατα. Διό καί δοξασθείς παρά Χριστοῦ, θαυμάτων ἀναβλύζεις δωρεάς τοῖς προστρέχουσι τῷ λειψάνῳ σου τῷ σεπτῷ, Ὁσιομάρτυς ἔνδοξε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, Δόξα τῷ Σέ στεφανώσαντι, Δόξα τῷ ἐνεργοῦντι διά σοῦ πᾶσιν ἰάματα.

Η ἐκτενής και ἡ ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τό ἑξῆς.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου

Πάντας τούς προσπίπτοντας πιστῶς, τῇ σῇ θαυμαστῇ προστασία, καί εὐφημοῦντάς σε, Ἅγιε Νικόλαε, Ὁσιομάρτυς Χριστοῦ, καί τό Θείον Σου Λείψανον κατασπαζομένους, σκέπε καί διάσωζε, ἐκ πάσης θλίψεως, λύων συμφορῶν τον χειμῶνα, καί πικρῶν λυτρούμενος πόνων, ταῖς πρός τόν Δεσπότην ἱκεσίαις σου.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.


Δίστιχον
Νικητήν Νικόλαε παθῶν με δεῖξον
Γεράσιμον σπεύδοντα τῇ σῇ πρεσβείᾳ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου