Πέμπτη, 3 Μαΐου 2012

Χαιρετισμοί στην Οσία Ματρώνα την Ρωσίδα την Αόμματο και Θαυματουργό



Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

«Νοός μου λύσον τήν ἀχλύν Ματρώνα φωτοφόρε, ἴνα ὑμνήσω ἱκανῶς τάς σᾶς θαυματουργίας».

Ἀπολυτίκιον. Ἦχος πλ. δ΄. Τό προσταχθέν

Τῶν ὀφθαλμῶν ἐκ παιδός ἐστερημένη, καί τή ψυχή ὡς χρυσός λελαμπρυσμένη, ἐν τῷ κόσμω ἐκφαίνεις Φῶς Χριστοῦ Ματρώνα· ‘Ρωσίαν καθιλαρύνουσα θαυμαστῶς, καί πάσαν τήν οἰκουμένην πανευπρεπῶς· καταυγάζουσα χάρισιν, ἄς ἐν αἰσίαις φωναῖς,
κηρύττοντες βοῶμεν σοί· Χαίροις στύλε ὁλόφωτε.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τή ὑπερμάχω
Τῆς εὐλογίας τήν πηγήν τήν χαριτόβρυτον, καί ἰαμάτων τόν κρουνόν τόν πολυχεύμονα, τήν ἐμπλήσασαν ἐν νάμασιν ἀκενώτοις· ἐπ’ ἐσχάτων γῆν ‘Ρωσίας ἤν ἐφαίδρυνεν· τήν Ματρώναν ἐν αἰνέσει μεγαλύνωμεν· ταύτη λέγοντες· Χαίροις στύλε ὁλόφωτε.

Ἄξιον σέ δοξάζειν ἀπαύστως ἀξιΰμνητε Μῆτερ, Ματρώνα τῆςΡωσίας δόξα (τρίςδιο ἐν ἄσμασι θεοτερπέσι τήν ἀξιάγαστόν σου πολιτείαν ἄδομεν καί τάς ἀριστείας σου γεραίρομεν, οὕτω βοῶντες·
Χαίροις τῆς Μόσχας εὐκοσμία· Χαίροις τῶνΡώσων κληρουχία.
Χαίροις εὐσεβείας πανίερος οἶκος· Χαίροις τῆς ἁγνείας ὁλόφωτος λύχνος.
Χαίροις τῶν Μητέρων ἐξαίσιον ἄκουσμα· Χαίροις ἀσκουσῶν ἐν τῷ κόσμω ὠράϊσμα.
Χαίροις πολιτείαν θείαν ἡ ζηλώσασα Ἀγγέλων· Χαίροις τάς σεπτός χορείας ἡ σεμνύνασα παρθένων.
Χαίροις χαρισμάτων πάντων ὁ ἀναπλεως κρατήρ· Χαίροις νόσων πολυτρόπων συμπαθέστατος λυτήρ.
Χαίροις ἡ φωταγωγοῦσα τάς πορείας τῶν πιστῶν· Χαίροις ἡ μυσταγωγοῦσα πρός σκηνώσεις οὐρανῶν.
Χαίροις στύλε ὁλόφωτε.
Βαίνουσα ἀπροσκόπτως τοῦ Κυρίου τήν τρῖβον, Ματρώνα φωτοφόρε, εἰς πόλιν ἐπέφθασας τήν ἄνω ἀξίως. Ἔνθα Ἀγγέλων συνοικεῖς τοῖς τάγμασι καί κάλλεσι παρθενικοῖς κεκοσμημένη, βοᾶς ἀπαύστως σύν αὐτοῖς τῷ Βασιλεῖ τῶν ὅλων, ὕμνον·
Ἀλληλούια.

Γέγηθε εὐφροσύνως ἡ μεγάλη ‘Ρωσία, πλουτοῦσα σέ ὡς ἄσειστον στύλον, ἐν βίου ταῖς δονήσεσι πάσαις, καί ὡς θερμήν προστάτιδα ἐν περιστάσεσι δειναῖς Ματρώνα. Διό καί στέφανον ἐξ ἐγκωμίων πλέκουσα, φωνεῖ σοί εὐφροσύνως τάδε·
Χαίροις ἡ στάθμη τῆς ἐγκρατείας· Χαίροις τό μέτρον τῆς ἀπαθείας.
Χαίροις ἀρετῶν ἐνθέων καθαρώτατον σκήνωμα· Χαίροις τοῦ Θεοῦ τῶν ὅλων ὑψηλότατον δώρημα.
Χαίροις τῆς θεογνωσίας χαριτόβρυτος πηγή· Χαίροις τῶν πιστῶν ἐν ζάλαις συμπαθής καταφυγή.
Χαίροις ἔαρος τοῦ θείου χελιδών ἡ τιμία· Χαίροις πίστεως ἁγίας ἀηδών ἡ γλυκεία.
Χαίροις τῷ Πατρί τῶν Φώτων ἡ ἀπαύστως ὁμιλοῦσα· Χαίροις ἐν φωτί ἀΰλω τούς πιστούς ἡ ὁδηγοῦσα.
Χαίροις τῆς φιλοθείας πολυέραστος παστός· Χαίροις τῆς χρηστοηθείας ἡ ἀείφωτος λαμπάς.
Χαίροις στύλε ὁλόφωτε.
Δάκρυσιν ἐγκρατείας κατασπείρασα Μῆτερ καρδίας σου τήν γῆν φιλοπόνως, ἐθέρισας δραγμάτων τόν πλοῦτον, ψυχῆς ἀγαλλιάσει Ματρώνα. Καί ταῦτα προσκομίσασα τῷ οὐρανίω γεωργῶ ὄν ἔστερξας, ἐπάξιον ἐδέξω στέφανον, αἰνοῦσα σύν Ἀγγέλοις καί βοώσα·
Ἀλληλούια.
Ἔπαρσιν τῶν δαιμόνων καθελοῦσα τελείως ἀψεύστω ταπεινώσει Ματρώνα, ὑψώθης εἰς τά ἄρρητα ὕφη, ἔνθα ὑμνεῖς τόν ὑπερύμνητον Λόγον, τά θεία κατοπτεύουσα κάλλη. Διό σέ ταπεινή καρδία μέλποντες, ἐν λόγοις ὑψηγόροις ἐκφωνοῦμεν τάδε·
Χαίροις ταμεῖον ἀγαθωσύνης· Χαίροις ὁ πλοῦτος τῆς σωφροσύνης.
Χαίροις ἀγάπης Θεοῦ τό σκεῦος· Χαίροις ἐλπίδος χρηστῆς τό μέτρον.
Χαίροις ἡ καθαρωτάτη τή ψυχή ὡσεί χιῶν· Χαίροις ἡ λελαμπρυσμένη τή καρδία ὡς χρυσός.
Χαίροις θείων θελημάτων ἡ βαδίσασα ὁδόν· Χαίροις ἐντολᾶς ἁγίας ἡ διδάξασα λαόν.
Χαίροις ἡ ἐστερημένη τῶν ὀμμάτων ἐκ παιδός· Χαίροις ἡ τετιμημένη ἐκ Θεοῦ πολυειδῶς.
Χαίροις τῷ Θεῶ τῶν Ὅλων ἡ τιμία προσφορά· Χαίροις τῶν τυφλῶν σεμνότης καί φωτομορφος χαρά.
Χαίροις στύλε ὁλόφωτε.
Ζόφον τῆς ἀγνωσίας καταλείψασα ὅλως, ἐπλήσθης φωτισμοῦ ἀπροσίτου, καρδίας σου καθάρασα κόρας· καί τοῦ νοός τό ὄμμα αὐγασθεῖσα ἱλαρῶς Ματρώνα μακαρία, Αὐτοῦ τό θεῖον Ὄνομα ἐδόξαζες, ἀπαύστως τήν ὠδήν προσάγουσα καί μελωδοῦσα·
Ἀλληλούϊα.
Ἤσκησας ἐν τῷ κόσμω ἐν ἐσχάτοις τοῖς χρόνοις, Ἀγγέλων πολιτείαν ζηλοῦσα Ματρώνα τῆς ‘Ρωσίας τερπνότης· καί ὡς πολυλαμπρός λαμπάς, τῆς ἀληθείας φῶς μετέδωκας τή κτίσει. Ὁμίχλην μέν παθῶν σκεδάζουσα ἐν χάριτι, ἠμᾶς δέ συγκαλοῦσα τύ κραυγάζειν ταῦτα·
Χαίροις Ὁσίων ἡ κοσμιότης· Χαίροις τοῦ κόσμου φαιδρά λαμπρότης.
Χαίροις ταπεινοφροσύνης ἡ ἀμείωτος σφραγίς· Χαίροις θεορρημοσύνης ἡ ἠδύλαλος χορδή.
Χαίροις θείας συμπαθείας ἡ ἀείρρυτος πηγή· Χαίροις κρήνη ἰαμάτων παύουσα αὐχμόν ψυχῆς.
Χαῖροις ἡ διατρανοῦσα τάς ἐνθέους δωρεᾶς· Χαίροις ἡ κληρονομοῦσα τῆς Ἐδέμ τά ἀγαθά.
Χαίροις τοῦ ἡλίου σέλας ἡ ὀρώοα καθαρῶς· Χαίροις λύχνος πρός τόν πέλας ἡ φωτίζουσα ἀγνῶς.
Χαίροις ἐν καλή ἀσκήσει ἡ ἐμπρέψασα ἀξίως· Χαίροις ἡ ἐν τή ‘Ρωσία ἀριστεύσασα τιμίως.
Χαίροις στύλε ὁλόφωτε.
Θρήνων πολλῶν ἐπλήσθη ἡ δαιμόνιος φάλαγξ καί τάξεις τῶν Ἀγγέλων σκιρτῶσιν ἐν σοῖ σημειοφόρε Ματρώνα. Τόν τύπον γάρ τόν τοῦ Σταυροῦ ἐν τῷ μετώπω σου χαράττουσα συχνάκις, ἄσαρκους ἐτροπώσω δυσμενεῖς καί ἔθραυσας εἰς τέλος. Ἠμᾶς δέ κραταιῆς συνήγαγες καί ἀνορθοῖς εἰς ὕψος οὐρανοῦ, τοῦ ψάλλειν παραινοῦσα ὁμοφώνως·
Ἀλληλούια.
Ἴθυνας πρός τάς τρίβους τοῦ Θεοῦ τάς εὐθείας, τῶν ‘Ρώσων τόν λαόν ἐπ’ ἔσχατων, Ματρώνα ταῖς σοφαῖς προτροπαίς σου. Καί πάντας εὐλογεῖν Θεόν ἐδίδασκες ἐν λόγοις καί βίω ἀκαταγνώστω· ἴνα αὐτοῦ τό θέλημα γινώσκοντες, τό ἔλεος τό μέγα
ὁμολογῶμεν καί σοί συμφώνως κατά χρέος ἀναφωνῶμεν τάδε·
Χαίροις γενναία ἐν τή ἀσκήσει· Χαίροις ἀνδρεία ἐν τή ἐνστάσει.
Χαίροις προσευχῆς καμάτους ἡ καλῶς ἐργασαμένη· Χαίροις ἀρετῆς ὡς τύπον ἑαυτήν παρεχομένη.
Χαίροις θείαν ἁρμονίαν τή ψυχή ἐνηχούμενη· Χαίροις δόξαν οὐρανίαν τοῖς λαοῖς διηγουμένη.
Χαίροις ἄνωθεν εἰρήνης ἡ καλή περιστερά· Χαίροις τῷ Θεῶ δοθεῖσα ὡς καλλίστη προσφορά.
Χαίροις τοῦ Ἀρχιποιμένος ἡ εὐπρόσδεκτος ἀμνάς· Χαίροις θείων βουλευμάτων ἡ ταχύδρομος δορκάς.
Χαίροις χάριτας πλούσιας ἡ προχέουσα ἐν πάσι· Χαίροις θαύματα ποικίλα ἡ τελοῦσα καθ’ ἑκάστην.
Χαίροις στύλε ὁλόφωτε.
Κάρπωμα τῷ Κυρίω, προσφορά τέ τελεία γεγένησαι θεοφρον Ματρώνα. Θυσία γάρ ὡς λογική Αὐτῶ προσήνεξαι, ἀγάπης ἐντολήν
ἀποπληροῦσα· καί τόν Σταυρόν ἐπ’ ὤμων ὁλοπόθως ἄρασα, ὀπίσω Τούτου ἠκολούθεις, εὐχᾶς ἀπό ψυχῆς καί ὕμνον καθαρόν
προσάγουσα καί μελωδοῦσα·
Ἀλληλούϊα.
Λόγοις σου θεοσόφοις τόν λαόν τῆς ‘Ρωσίας ἐστήριξας ἐν θλίψεως χρόνοις, Ματρώνα ὡς θεράπαινα θεία· ἐλπίδι μέν καί πίστει πάντας κραταιώσασα καί τή ἀγάπη ἐν ἐλέει παραμυθοῦσα. Διό σέ νῦν ὠδαῖς χαριστηρίοις καταστέφομεν, ἐν ἀδιστάκτω πίστει τοιάδε ἀναφωνοῦντες·
Χαίροις Ἀγγέλων ἡ θυμηδία· Χαίροις πενήτων παραμυθία.
Χαίροις Σταυρωθέντος Χριστοῦ τό φωτάναμα· Χαίροις Ἀναστάσεως θείας ἀπαύγασμα.
Χαίροις ὅτι ἠκολούθησας τῷ Κυρίω ἀκλινῶς· Χαίροις ὅτι κατεφίλησας Τούτου νόμον ἱερόν.
Χαίροις ἡ ἀκουτισθεῖσα Παραδείσου τάς φθογγᾶς· Χαίροις ἡ ἐνωτισθεῖσα τῶν Ἀγγέλων τάς ὠδᾶς.
Χαίροις τῆς σεμνοπρεπείας ἡ ἀτίμητος εἰκών· Χαίροις ἄνω φωταυγείας φαιδροτάτη λαμπηδών.
Χαίροις ἡ πεποικιλμένη χάρισι τῶν ἀρετῶν· Χαίροις ἡ κατεστεμμένη διαδήματι λαμπρῶ.
 Χαίροις στύλε ὁλόφωτε.
Μάρτυς τή συνειδήσει ἀνεδείχθης μεγάλη, Ματρώνα, ὡς βαστάσασα ἀνδρείως, τάς θλίψεις ἄς ἐδέξω Θεοῦ εὐδοκία. Σταυρόν γάρ τῆς τυφλώσεως ὑπέμεινας ἐκ βρέφους προθέσει σου ἀγογγύστω, μελῶν τέ ὕστερον παράλυσιν, ἀκλόνητον τηρήσασα σήν καρδίαν. Καί πόδας σου ἐρείσασα τῷ Εὐαγγελίω, ἀκαταπαύστως τῷ Θεῶ ὕμνον ἐξύφανας σύν Ἀγγέλοις ἄδουσα·
Ἀλληλούϊα.
Νάμασιν εὐσεβείας ὥσπερ ἔλαφος θεία προσέδραμες Ματρώνα Ὁσία. Καί τή πηγή τῆς ζωῆς, Χριστῷ ὁλοτελῶς ἐγγίσασα, ἐξέπιες τρυφῆς χειμάρρουν καθώς ἐπόθεις, τήν δίψαν σου ψυχῆς κατασβεννύοντα καί χαρμονήν παρέχοντα σοί ἄρρητον. Διό σοί φωναῖς αἰσίαις πάντες, πανευφροσύνως ταῦτα βοῶμεν·
Χαίροις ἰάτειρα τῶν ἐν νόσοις· Χαίροις ἐπίκουρος τῶν ἐν πόνοις.
Χαίροις ἀσκουμένων πάντων θεσπεσία καλλονή· Χαίροις μάλα ἀγωνιζομένων ἡ γλυκεία χαρμονή.
Χαίροις τῶν ἐν σκότει καθημένων φῶς τό πάνυ ἱλαρόν· Χαίροις τῶν ἐν τή σκιά θανάτου σάλπισμα τό κραταιόν.
Χαίροις τῆς σκληραγωγίας ἡ ἀκράδαντος κρηπίς· Χαίροις ἡ τῆς ἀγρυπνίας ἀδιάλειπτος εὐχή.
Χαίροις καταπονουμένων ἡ βοήθεια ἐν τάχει· Χαίροις τῶν ἀπηλπισμένων παραμύθιον ἐν πάσι.
Χαίροις τῆς ὁμολογίας ἡ πανεύηχος φωνή· Χαίροις τῆς στρατολογίας τοῦ Θεοῦ ἡ ἐκλεκτή.
Χαίροις στύλε ὁλόφωτε.
Ξίφος κατά δαιμόνων τό ὀξύτατον πέλεις Ματρώνα τή στερρᾶ σου ἀσκήσει. Καί γάρ ὡς ἄσαρκος ἐν γῆ διάγουσα, νηστείαις καί ἀγρυπνίαις καί πάση ἄλλη κακοπαθεία, ταπείνωσιν βεβαίαν ἐκτήσω Μῆτερ. Διό καί πάθη τῆς σαρκός νεκρώσασα, ζωήν τήν αἰωνίζουσαν ἐκληρώσω, Χριστῷ τῷ ἐκ τοῦ τάφου ἑξαναστάντι ἀναβοώσα·
Ἀλληλούια.
Ὄμματα τῆς σαρκός σου αἰσθητά στερηθεῖσα, καί ἔχουσα κλεισθείσας τάς κόρας, Ματρώνα φωτοφόρος ἐγένου. Χριστόν γάρ νοερῶς τόν Φωτοδότην ἐνοπτρίζου ψυχικοίς σου ὄμμασι, Αὐτοῦ τά κάλλη κατανοοῦσα. Διό σέ ἐγκωμίων κάλλεσι δοξάζομεν, ἐν καθαρῶ δέ συνειδότι ταῦτα λαλοῦμεν·
Χαίροις βολίς ἀκραιφνοῦς ἀνταυγείας· Χαίροις πυξίς ἀσφαλοῦς σωτηρίας.
Χαίροις χορούς Ἀγγέλων ζηλώσασα· Χαίροις φρονίμων παρθένων ὑπόδειγμα.
Χαίροις τῶν ἐνασκουμένων λαμπρότατη κορωνίς· Χαίροις τῶν προσευχομένων ἀδαπάνητος τρυφή.
Χαίροις ἀγαθῶν ἀΰλων ἡ δεικνύουσα ὁδόν· Χαίροις τῆς Ἐδέμ τό κάλλος καί ὁ μείζων θησαυρός.
Χαίροις θείων ἀθλημάτων ὑποθήκη ἱερά· Χαίροις τῶν πιστῶν προστάτις καί ἀνείπωτος χαρά.
Χαίροις ἡ ἀκολουθοῦσα τῷ Κυρίω εὐπειθῶς· Χαίροις ἡ ἐφεπομένη ἴχνεσι ἀσκητριῶν.
Χαίρ
oις στύλε ὁλόφωτε.
Πύργος τῆς εὐσεβείας ἀκαθαίρετος οὖσα καί στύλος ἀρραγής της ‘Ρωσίας, ἐστήριξας λαόν σου Ματρώνα, τόν πάσχοντα ὑστέροις ἐν χρόνοις τά πάνδεινα ἐξ ἡγεμόνων ἀθέων. Ἀεί δέ τήν εὐφρόσυνον παρέχεις ἀγαλλίασιν καί βεβαιοῖς ἐν χάριτι καρδίας πάντων, τοῦ ψάλλειν σοί δέ παραινεῖς ἠμᾶς ἀνεμποδίστως τήν ὠδήν·
Ἀλληλούϊα.
Ράβδον τέ καί βακτηρίαν τόν Πανάγιον Σταυρόν κεκτημένη, Ματρώνα, εὐθυπόρως διῆλθες τοῦ βίου στενωπόν τήν τραχείαν, ἀπάγουσαν Ἐδέμ σέ εἰς πλάτος, ἔνθα Ἀγγέλων ἀσωμάτοις χορείαις καί τῶν Ἁγίων ὀμηγύρεσι συναγάλλει. Ἠμεῖς δέ ἀγαλλομένη σέ καρδία αἰνοῦμεν, μία νῦν φωνή ἀναφθεγγόμενοι σοί τάδε·
Χαίροις ἐφάμιλλε τῶν Ἀγγέλων· Χαίροις ὁμόσκηνε τῶν δικαίων.
Χαίροις σήν καρδίαν δοῦσα ὁλοπόθως τῷ Δεσπότη· Χαίροις τῆς Αὐτοῦ ἀγάπης ἡ δεχθεῖσα ἀντιδόσεις.
Χαίροις παραλύτω ρῶσιν ὡς προείπας ἡ δίδουσα· Χαίροις τάς ψυχᾶς ἐκ πλάνης του ἐχθροῦ ἡ ἀνορθοῦσα.
Χαίροις προσευχῆς καμάτους ἡ ἀεί ἐργαζόμενη· Χαίροις τόν μισθόν ἀξίως εἰς αἰώνας δρεψαμένη.
Χαίροις τοῦ Σταυροῦ τόν τύπον σῶ μετώπω σημειοῦσα· Χαίροις Σταυρωθέντος φίλτρον ἐν καρδία σου κρατοῦσα.
Χαίροις θαύματα ποικίλα ἡ προχέουσα ἀπαύστως· Χαίροις θείας εὐλογίας ἡ πηγάζουσα ὠσαύτως.
Χαίροις στύλε ὁλόφωτε.
Σέμνωμα ‘Ρωσίας πέλει, ἡ πανίερος εἰκών τῆς ἀειπαρθένου Κόρης, ἤν ὀνείρατι ἐώρας καί ἐφρόντισας ποιεῖσθαι ὤ Ματρώνα θαυμαστή. «Ἀναζήτησις ἀπολωλότων» ὡς ὀρθῶς ἐπωνομάσθη, ἐπανάγει τούς φθαρέντας εἰς ζωήν τήν ἀληθῆ, θαύματα πηγάζει
πλεῖστα, λύει, γής δεινόν αὐχμόν· ταῖς ψυχαῖς δέ ἐπιρραίνει ὄμβρον χάριτος χρηστῆς καί τοῦ μελωδεῖν προτρέπει πάντας τῷ Θεῶ ὠδήν·
Ἀλληλούϊα.
Τάφος σου καθώς προείπας, Νεῖλος ὥσπερ νοητός, ἀπαντλεῖ ἀδιακόπως τῶν θαυμάτων δωρεᾶς καί χαρίτων πολυτρόπων μυριάριθμον πληθύν. Ταῦτα τῶν πιστῶν χορεῖαι εὐλαβούμενοι ἀεί, καί θερμῶς κατανυγέντες ὤ Ματρώνα τή ψυχή, ὕμνον πλέκομεν ἐκ πόθου καί βοῶμεν ἐκτενῶς·
Χαίροις ‘Ρωσίας ἁπάσης σεμνότης· Χαίροις Χριστοῦ Ἐκκλησίας ἀκρότης.
Χαίροις χρόνων τῶν δυστήνων ὁ παρήγορος αὐλός· Χαίροις πόνοις θλιβομένων ἡ βεβαῖα ἀρωγός.
Χαίροις ὄγδοος ‘Ρωσίας στύλος πάντας πίστει ἐδραιώνων· Χαίροις μέλλοντος αἰῶνος τοῦ ὄγδοου κληρονόμος.
Χαίροις ἄστρων οὐρανίων ὑπερβαίνουσα στολήν· Χαίροις φῶς τοῦ ἀναστάντος ἡ ἀστράπτουσα αὐγή.
Χαίροις κόρας τῆς ψυχῆς σου αὐγασθεῖσα καθαρῶς· Χαίροις χάριν θεαρέστων ἡ δίδουσα δωρεῶν.
Χαίροις ἡ δοκιμασθεῖσα ὡς χρυσός ἐν τῷ πυρί· Χαίροις ἡ πλουτισαμένη ὄλβον τῆς ὑπομονῆς.
Χαίροις στύλε ὁλόφωτε.
Ὕβρεις πάσας ὁμηλίκων καί τά σκώμματα αὐτῶν καί ὀνείδη ἐκαρτέρεις ὤ Ματρώνα ἀνδρικῶς, παιδιόθεν κεκλεισμένους ἔχουσα τούς ὀφθαλμούς, ἀγογγύστως πολιτείαν μετελθοῦσα τοῦ Ἰώβ. Τῷ σῶ οἴκω δέ κλεισθεῖσα ἐν πολλή ὑπομονή, τάς εὐχᾶς Θεῶ ἐδίδως εὐχαρίστω σου φωνή, κράζουσα ἀπό βαθέων της καρδίας τήν ὠδήν·
Ἀλληλούϊα.
Φόβον τοῦ Θεοῦ πλουτοῦσα τόν ἁγνότατον σεμνή, ἐν Ναῶ προσεκαρτέρεις καί ἐδόξαζες Αὐτόν, ὤ Ματρώνα παιδιόθεν, ἀλαλήτοις προσευχαῖς. Καί ἠμεῖς συναθροισθέντες ἐν τῷ οἴκω τοῦ Θεοῦ, τήν Αὐτοῦ μεγαλωσύνην εὐλογοῦμεν ἐκτενῶς καί φωναῖς ἐν ἑξαισίαις σοῖ φθεγγόμεθα πιστῶς·
Χαίροις τό μέτρον τῆς καρτερίας· Χαίροις τό ὕψος τῆς εὐψυχίας.
Χαίροις προσκαρτεροῦσα εἰς Κυρίου τάς αὐλᾶς· Χαίροις καλῶς συνοῦσα τάς Αὐτοῦ θείας βουλᾶς.
Χαίροις ἡ παρισταμένη ταῖς ἀναγκαις τῶν πιστῶν· Χαίροις ἡ ἀκροωμένη τῶν δεήσεων αὐτῶν.
Χαίροις κτίσιν ἡ ἰδοῦσα ἅπαξ μόνον τή ὀράσει· Χαίροις κάλλη οὐρανίων ἡ ὀρώσα ἐν ἐκστάσει.
Χαίροις λόγων θεοπνεύστων ὁ ἀναπλεως κρατήρ· Χαίροις ζάλαις κλονουμένων ἀκλυδώνιστος λιμήν.
Χαίροις οἰκουμένης πάσης ἡ καλλίστη εὐλογία· Χαίροις ἡ Θεῶ βοώσα σύν Ἀγγέλοις ὑμνωδίαν.
Χαίροις στύλε ὁλόφωτε.
Χώρα πάσα τῆς ‘Ρωσίας σέ τιμᾶ πανευλαβῶς καί προστρέχουσι σῶ τάφω πλήθη ἐκ περάτων γής, ἄνθη φέροντες Ματρώνα, σοί εὐώδους ἐκ λειμῶνος. Καί ἠμεῖς ἀξιοχρέως τῶν ἀνθέων ὡς ὀσμήν, ὕμνον τόν δέ ἐγκωμίων φέρομεν σοί εὐπρεπῶς, πρεσβειῶν σου ἐκζητοῦντες ταπεινῶς τάς ἀντιδόσεις, ἴνα ὁμοφώνως πάντες, τῷ Θεῶ ὡς παντουργέτη προσαγάγω μέν ἐκ πόθου ὕμνον τόν Ἀγγελικόν·
Ἀλληλούϊα.
Ψάμμον ἀληθῶς θαλάσσης ὑπερβαίνει ἡ πληθύς τῶν θαυμάτων σου Ματρώνα, ἅ προχέεις καθ’ ἑκάστην ἔκ σού τάφου δαψιλῶς. Τό δέ πέλαγος χαρίτων, αἶς σέ ἔστεψε Χριστός, καταπλήττει διανοίας καί Ἀγγέλων καί βροτῶν. Συστησάμενοι χορείαν τήν κοινήν οὔν εὐπρεπῶς, φόρμιγγι λαμπρά καρδίας κράζομεν ἐπαινετῶς·
Χαίροις τό ἄστρον τῆς Ἐκκλησίας· Χαίροις ὁ φάρος τῆς εὐποιίας.
Χαίροις ἡ λαμπαδουχοῦσα ἀνταυγείας τά’ οὐρανοῦ· Χαίροις πάσι δαδουχοῦσα Φῶς ἀνέσπερον Χριστοῦ.
Χαίροις ἡ δούλη πιστότατη τ’ ἀγαθόν ἐργασαμένη· Χαίροις θύγατερ Κυρίου τή ἀγάπη πληρουμένη.
Χαίροις ἡ ἐπευλογοῦσα τῶν πιστῶν τόν ὁρμαθόν· Χαίροις ἡ χαριζομένη ἀγαθότητος κρουνόν.
Χαίροις κρίνον τό κόσμησαν Ἐκκλησίας τόν λειμώνα· Χαίροις ἡ καρποφοροῦσα εἰς Θεοῦ τόν ἀμπελώνα.
Χαίροις τῶν πιστῶν ταῖς χρείαις ἱστάμενη φιλοπόνως· Χαίροις Ὕψιστον αἰνοῦσα εἰς αἰώνας τῶν αἰώνων.
Χαίροις στύλε ὁλόφωτε.
Ὤ Ματρώνα τιμία, τῆς ‘Ρωσίας τό κλέος καί πάσης οἰκουμένης λαμπρότης (τρίς) ἡ ὀφθαλμοῖς κεκλεισμένοις καί μέλεσι σαρκός παρειμένοις, ἐπί γής Χριστόν δοξάσασα καί θαυμάτων παρ’ Αὐτοῦ ταῖς χάρισιν ἀντιδοξασθεῖσα, ἱκέτευε Τοῦτον ἐκτενῶς ὑπέρ τῶν σέ τιμώντων καί χαρμονικῶς σοί μελωδούντων·
Ἀλληλούϊα.

Καί αὔθις τό· Κοντάκιον. Ἦχος πλ. δ΄. Τή ὑπερμάχω
Τῆς εὐλογίας τήν πηγήν τήν χαριτόβρυτον, καί ἰαμάτων τόν κρουνόν τόν πολυχεύμονα, τήν ἐμπλήσασαν ἐν νάμασιν ἀκενώτοις· ἐπ’ ἐσχάτων γῆν ‘Ρωσίας ἤν ἐφαίδρυνεν· τήν Ματρώναν ἐν αἰνέσει μεγαλύνωμεν· ταύτη λέγοντες· Χαίροις στύλε ὁλόφωτε.

Πρό δέ τοῦ Δί’ εὐχῶν, τό ἀκόλουθον· Ἦχος γ΄. Τήν ὡραιότητα.
Χριστοῦ τό ὄνομα, τό χαριέστατον, Ματρώνα ἔνδοξε, κατεμεγάλυνας, ὑπομονή σου, καρτερᾶ, τυφλώσεως τῶν ὀμμάτων· ζήλω γάρ ἐξήσκησας, ἀρετᾶς ἐν τῷ βίω σου· πόνους ἐπεκούφιζες, θλιβομένων τοῖς λόγοις σου. Καί νῦν ἀπό τοῦ τάφου σου βλύζεις· πάσι τό πέλαγος θαυμάτων.


Δίστιχα ἀκροτελεύτια
Κάλλος Δεσπότου ἄφραστον ὁρᾶν ἀξίωσον με
 καί ἐμπλησθῆναι μέ φωτός ἀείφωτε
Ματρώνα, ὑπομείνασα ἐν γῆ ὀμμάτων σου τό σκότος,
δός μοί βοᾶ ἐν ὕμνοις σοῖ πένης Ἰσιδώρα.
Βαδίζειν δέ εἰς ἀτραπόν τῶν θείων θελημάτων τήν ἄγουσαν εἰς Οὐρανοῦ αὐλᾶς ἐνίσχυσον μέ, ἡ καρτερήσασα στερρῶς παράλυσιν μελῶν σου,
συνεκβοά Φιλόθεος Μονάζων τέ καί Θύτης λατρείαν ἄγων ἐν Ναῶ τοῦ θείου Γεωργίου καί πάνυ εὐλαβούμενος τήν ἐνδοξόν σου μνήμην.
Τῆς σωτηρίας τήν ὁδόν ὁμάλισον Ματρώνα, πάσι τοῖς μελωδούσι σέ ἐν ὕμνοις ἐγκωμίων, ἡ ἀγρυπνίαις, προσευχαῖς καί πάση ἐγκρατεία
ἀσκήσεως περάνασα τήν εὐθυτάτην τρῖβον, ἴνα εὐχαίς σου εὔρωμεν τό ἔλεος τό μέγα, καί Βασιλείας τύχωμεν τῆς λαμπροτάτης πάντες, Πατρί,
Υἱῶ καί Πνεύματι ἄδοντες σύν Ἀγγέλοις, ὤ ἡ μεγαλοπρέπεια ἁρμόζει εἰς αἰώνας.
Ἀμήν.
Πηγή:xristianos.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου