ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ
ΤΡΥΦΩΝΟΣ
ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ «Μακάριος ἀνήρ».
Εἰς τὸ «Κύριε ἐκέκραξα» ἱστῶμεν στίχους η' καὶ
ψάλλομεν στιχηρὰ προσόμοια προεόρτια β' καὶ τοῦ Ἁγίου ς'.
Προεόρτια. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἡ σεπτὴ
εὐτρεπίζεται, Ἐκκλησία εἰσδέξασθαι, ἐν αὐτῇ τὸν Κύριον ὥσπερ νήπιον, ἐπιδημοῦντα
καὶ χάρισι, νοητῶς φαιδρύνοντα, τὸ πιστότατον αὐτῆς, καὶ φιλόθεον σύστημα· ᾧ καὶ
κέκραγε· Σὺ εἶ δόξα καὶ κλέος καὶ ὁ κόσμος, τοῦ πληρώματός μου Λόγε, ὁ δι' ἐμὲ
σὰρξ γενόμενος.
Ἡ
παστὰς ἡ πολύφωτος, καὶ σκηνὴ ἡ ὑπέρτιμος, καὶ ναὸς ὁ Ἅγιος καὶ εὐρύχωρος, ἔνδον
θαλάμων εἰσάγουσα, τοῦ ναοῦ τὸν Κύριον,
προμνηστεύεται αὐτόν, τῇ σεπτῇ Ἐκκλησίᾳ αὐτοῦ, ἱκετεύουσα, ἐκ φθορᾶς καὶ
κινδύνων λυτρωθῆναι, τοὺς κυρίως Θεοτόκον, ταύτην ἀπαύστως δοξάζοντας.
Τοῦ Ἁγίου. Ἦχος α'. Πανεύφημοι Μάρτυρες.
Τρύφων
παναοίδιμε τρυφῆς, ἀκηράτου μέτοχος, ἐν οὐρανοῖς ἐχρημάτισας, διαφανέστατα,
γενικοὺς ἀγῶνας, διαθλήσας ἔνδοξε, καὶ μάρτυς ἀληθείας γενόμενος, Χριστὸν
ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Τρύφων
παναοίδιμε φωτός, ἀϊδίου λάμψεσι, φωτοειδὴς ὅλος γέγονας, καταστρεψάμενος, τὴν
ζοφώδη πλάνην, καὶ τοὺς κοσμοκράτορας, τοῦ σκότους καθελὼν θείᾳ χάριτι· διὸ
ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Τρύφων
παμμακάριστε χαρᾶς, καὶ ἀγαλλιάσεως, ἀγγελικῆς κατηξίωσαι, ἀπαρνησάμενος, τὰ
τερπνὰ τοῦ βίου, καὶ ψυχῆς στερρότητι, τὰ πάντα παρ' οὐδὲν ἡγησάμενος, καὶ
καρτερώτατα, διανύσας τὸ μαρτύριον, νῦν πρεσβεύεις, ὑπὲρ τῶν ψυχῶν ἥμων.
Ἕτερα Προσόμοια τοῦ Ἁγίου.
Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.
Νόμοις
τεθραμμένοις ἱεροῖς, ηὔξησαι ὡς δένδρον παμμάκαρ ἀειθαλέστατον, καὶ πλουσίους
ἤνεγκας καρποὺς ἐν Πνεύματι, τῶν θαυμάτων τὴν δύναμιν καὶ τὴν ἐξουσίαν, Τρύφων
παμμακάριστε κατὰ πνευμάτων δεινῶν. Τούτων οὖν τῆς λύμης ἀτρώτους, φύλαττε ἡμᾶς
ἀθλοφόρε, τοὺς πανηγυρίζοντας τὴν μνήμην σου.
Πλήρης
ὢν ἰσχύος θεϊκῆς, Μάρτυς καὶ φρονήματι θείῳ καλλωπιζόμενος, ἔστης ἀπερίτρεπτος
καὶ ἀκατάπληκτος, τῷ ἀνόμως δικάζοντι, πανσόφως κηρύττων, τὴν ὑπὲρ κατάληψιν τοῦ
Λόγου σάρκωσιν· ὅθεν καρτερίᾳ τῶν πόνων, τὸν τῆς ἀνομίας προστάτην, ᾔσχυνας
μεγάλως θαυμαζόμενος.
Ἔχων
τὴν διάνοιαν ἀεί, Μάρτυς ἀφορῶσαν τῷ κάλλει τοῦ ἀθλοθέτου σου, πόνοις τοῖς τοῦ
σώματος οὐ κατενάρκησας, ἀλλ’ ὡς ἄκμων ἀνάλωτος, ὑπέφερες χαίρων, βάσανα
πολύπλοκα καὶ πολυώδυνα· ὅθεν τὴν ἀνώδυνον λῆξιν, εὕρες καταλλήλως χορεύων, περὶ
τὴν τοῦ Λόγου ὡραιότητα.
Δόξα. Ἦχος β'.
Υπερφρονήσας τῶν τῇδε γεηρῶν, παμμάκαρ Τρύφων σεβάσμιε, πρὸς τὸ σκάμμα ἀνδρείως
ἔσπεύσας· καὶ τῇ πάλῃ δι’ αἵματος, σὺ ἐντέχνως Μάρτυς τὸν ὑπερήφανον καθελών,
ἐκομίσω τῆς νίκης στέφος. Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐκλιπαρῶν δι’ ἡμᾶς, μὴ ἐλλίπῃς
ἀθλοφόρε, εἰς τὸ σωθῆναι τάς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Προεόρτιον, ὁ αὐτός.
Σήμερον
Συμεὼν ἐν ταῖς ἀγκάλαις, τὸν Κύριον τῆς δόξης ὑποδέχεται, ὃν ὑπὸ τὸν γνόφον
πρῴην ὁ Μωϋσῆς ἐθεάσατο, ἐν τῷ ὄρει τῷ Σινᾷ πλάκας δόντα αὐτῷ. Οὗτός ἐστιν, ὁ ἐν
τοῖς Προφήταις λαλῶν, καὶ τοῦ νόμου ποιητής· οὗτός ἐστιν, ὃν ὁ Δαβῒδ
καταγγέλλει, ὁ τοῖς πᾶσι φοβερός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
(Κεφ. μγ' 4 -14)
Τάδε
λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν.
Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν;
Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ
μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα
γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος
Θεός, καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων.
Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ
μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς· ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν
χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ
Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομωντος τὸ Ἀνάγνωσμα.
(Κεφ. γ' 1-9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα,
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης. Καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς
ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν
ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ
πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱἷ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν
αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς
αὺτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. ε' 15 - ς-' 3)
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρὶῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν
εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς
ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι
βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ
ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ
θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως,
καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ
κακοπραγία περιτρίψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε·
μάθετε δικασταὶ περάτων γῆς· ἐνωτισασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι
ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ
Ὑψίστου.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
Ἰδιόμελα. Ἦχος α'.
Ἀθλητικῶς ἀριστεύσας, τῇ ὑπὲρ Χριστοῦ ὁμολογίᾳ σου, τὴν ἀθεΐαν ἐμείωσας, Τρύφων
παμμακάριστε· σὺ γὰρ ἀνατεθεὶς τῷ Θεῷ, τὴν πρὸς αὐτὸν διάπυρόν σου ἔφεσιν, τοῖς
ἔργοις ἐβεβαίωσας, εὐαγγελικῶς πολιτευσάμενος· τὸ γὰρ δοθέν σοι τάλαντον, οὐκ ἐν
τῷ βάθει τῆς γῆς κα-τέκρυψας, ἀλλ' ἀφθόνως μετέδωκας, τοῖς δεομένοις τὴν δωρεάν·
καὶ νῦν τὰ ἄνω κατοικῶν βασίλεια, μὴ παύσῃ ἐφορῶν καὶ ἐποπτεύων, καὶ πολυτρόπων
ῥυόμενος συμφορῶν, τοὺς ἐκ πόθου προσιόντας σοι.
Ἦχος β'.
Ἐν
νεανικῇ ἡλικίᾳ, πρεσβυτικὴν ἐγεώργησας σύνεσιν, ὡς ἀνάθημα θεῖον· ὑπὲρ πᾶσαν γὰρ
τροφὴν γεηράν, τὸν ἐξ ἱδρώτων ἀληθῆ θησαυρὸν ἐμφρόνως προέκρινας· καὶ τῆς
φθειρομένης ζωῆς χωρισθείς, τὸ θανεῖν ὑπὲρ Χριστοῦ, ὡς ἀθανασίας ἀφορμὴν ἡγήσω·
διὸ τοῖς ἀντεχομένοις τοῦ σκότους, ὡς υἱὸς φωτὸς ἐβόας· οὐδὲν χωρίσει με τῆς
ἀγάπης Χριστοῦ, οὐ βασάνων ἐπαγωγή, οὐ θανάτου βία· εἰ καὶ τάς σάρκας μου
τέμνετε, ἀλλὰ τὴν ψυχήν μου κοσμεῖτε τοῖς ζωηφόροις στίγμασι, δι’ ὧν
συνδοξασθήσομαι, τῷ λαμπρῶς με ἁγιάσαντι.
Ἦχος γ'.
Τὸν
χειμάρρουν τῆς τρυφῆς ἐκ Θεοῦ εἰληφώς, πέλαγος θαυμάτων, ἀνεδείχθης Τρύφων
πανεύφημε· τῶν αἱμάτων σου γὰρ κρουνοί,
ἐκχυθέντες ἐπὶ γῆς, ὥσπερ μύρον ἐν οὐρανοῖς, τῷ Λόγῳ προσηνέχθησαν· ὅθεν
ἐδοξάσθης ἐνθέως καὶ πύργος ἰσχύος, τοῖς ὀρθοδόξοις δέδοσαι· πᾶσαν μὲν βλάβην
ἐκτρέπων, θείαν δὲ χάριν πορίζων, παρὰ Χριστοῦ πᾶσι καὶ μέγα ἔλεος.
Ἦχος δ'.
Ὡς τῆς
οὐρανίου τρυφῆς ἐπώνυμος, τὴν κλῆσιν τοῖς ἔργοις σου, Τρύφων ἐπεσφράγισας· σὺ
γὰρ ταῖς ἐντολαῖς τοῦ Λόγου ἐντρυφῶν, τάς ὑπὲρ τῆς ἀληθείας θλίψεις, ὡς
ἀπόλαυσιν ἐδέξω ἀγαθῶν· δι' ὧν τῇ Ἐκκλησίᾳ, τὴν τῶν θαυμάτων ἐνέργειαν, ὡς
ζωοπάροχον τρυφὴν ἐκαρποφόρησας, ἐν ᾗ καὶ ἡμεῖς ἐντρυφῶντες, τάς ἀριστείας τῶν
ἄθλων σου τιμῶμεν βοῶντες· Κύριε, ταῖς τοῦ ἀθλοφόρου σου πρεσβείαις, δώρησαι τῷ
λαῷ σου ἀφθόνως, τὸ θεῖόν σου καὶ πλούσιον ἔλεος,
Δόξα. Ἦχος πλ. α'.
Δεῦτε
φιλεόρτων ὁμήγυρις, δεῦτε καὶ τρυφήσωμεν, ἐν τῇ πανσέπτῳ πανηγύρει τοῦ ἀθλοφόρου
Χριστοῦ· σήμερον γὰρ ὡς ἑωσφόρος ἤστραψε, καὶ πρὸς ἀκήρατον πανδαισίαν,
συγκαλεῖται τοὺς βοῶντας· χαίροις τῶν Ἀποστόλων ὁμόζηλε, καὶ τῶν εὐκλεῶν
Ἀναργύρων, ἐγκαλλώπισμα τερπνὸν· χαίροις ὁ πλουσίαν τὴν χάριν παρὰ Χριστοῦ
λαβών, καὶ τοῖς αἰτοῦσι παρέχων δαψιλῶς τὰς εὐεργεσίας· χαίροις τῶν Μαρτύρων
ὁμότιμε, καὶ τῶν πνευμάτων τῆς πονηρίας ὀλοθρευτὰ ἰσχυρέ. Ἀλλ’ ὦ Τρύφων ἀθλητὰ
ἀήττητε, ἀπάλλαξον ἡμᾶς ἐκ συμφορῶν καὶ κινδύνων, καὶ δώρησαι τοῖς ἀγροῖς ἡμῶν
εὐφορίαν τῇ ἱερᾷ ἀντιλήψει σου.
Καὶ νῦν. Προεόρτιον, ὁ αὐτός.
Ὁ
παλαιὸς ἡμερῶν νηπιάσας σαρκί, ὑπὸ μητρὸς Παρθένου τῷ ναῷ προσάγεται, τοῦ
οἰκείου νόμου, πληρῶν τὸ ἐπάγγελμα· ὃν Συμεὼν
δεξάμενος ἔλεγε· Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον
γὰρ οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου Κύριε.
ΑΠΟΣΤΙΧΑ
Στιχηρὰ προσόμοια. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.
Χαίροις
ὁ ἐκ προνοίας κληθείς, προγνωστικῶς Τρύφων Μαρτύρων ἀγλάισμα· τρυφὴ γὰρ πιστοῖς
ἐδείχθης, καὶ ἀρωγὸς εὐμενής, ὡς Θεοῦ θεράπων γνησιώτατος· διὸ καὶ διέπρεψας,
μαρτυρίου τοῖς σκάμμασι, καὶ ἐξ αἱμάτων, ἁλουργίδα ἐξύφανας τὴν μηδέποτε,
δεχομένην παλαίωσιν·
ἥν περ
ἀμφιασάμενος, Κυρίῳ παρέστηκας, ὡς εὐπρεπὴς νεανίας, ὡς ἀθλοφόρος περίδοξος,
αἰτούμενος ποσὶν, ἱλασμὸν καὶ σωτηρίαν καὶ μέγα ἔλεος.
Στίχ.
Δίκαιος
ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις
ὁ θεραπεύσας θερμῶς, τὸν δωρησάμενον θαυμάτων σοι δύναμιν· ἀγάπης γὰρ ὤφθης
λύχνος, καὶ εὐσπλαγχνίας κρουνός, καὶ δικαιοσύνης ἐνδιαίτημα· τοῖς ποσὶ τὰς
χάριτας, ἐφαπλῶν καὶ ἰώμενος, νόσους ποικίλας, ἐπικλήσει τοῦ Πνεύματος, οὗ
εὐάρμοστον ἐχρημάτισαν ὄργανον· ὅθεν καὶ ἐμελῴδησας, τυράννων ἐνώπιον, τῆς
εὐσεβείας τὸ μέλος, ὡς ἀηδὼν Τρύφων ἄλαλος, καὶ νίκης τὸ στέφος, κομισάμενος μὴ
παύσῃ Χριστῷ δεόμενος.
Στίχ.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Πεῖραν
καθυποστὰς ἀνδρικῶς, πολλῶν βασάνων, ἀθλοφόρε ὡς ἄσαρκος, τοὺς πόδας ἡλώθης
ἥλοις, ὡς πορευθεὶς τὴν ὁδόν, τῶν δικαιωμάτων τοῦ Θεοῦ ἡμῶν· διὸ καὶ ἐτύφλωσας,
τὸν τηροῦντα ὡς γέγραπται, Μάρτυς τὴν πτέρναν, ἀκλινῶν εὐοδούμενος, πρὸς
οὐράνιον, μακαρίαν τε Ἂνοδον· ὅθεν πρὸς τὴν Μητρόπολιν, λαμπρῶς προσεχώρησας,
τῶν πρωτοτόκων θεόφρον ἐμφανιζόμενος πάντοτε, Χριστοῦ τῷ προσώπῳ, τοῦ παρέχοντος
τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ'.
Ἀποστολικὴν κεκτημένος χάριν, ἀθλοφορικὸν διήνυσας στάδιον, Τρύφων ἀξιάγαστε· σὺ
γὰρ τῷ θεὶῳ πὸθῳ χρωθείς, πρακτικῶς Χριστῷ
ἠκολούθησας· καἰ πρὸς τὴν ἁμαρτίαν, μέχρις αἵματος ἀντικαθιστάμενος, ἐν οὐρανοῖς
ἐκομίσω τὸ ἔπαθλον. Χριστὸν ὑπὲρ ἡμῶν ἱκέτευε, ἀθλητὰ μακάριε.
Καὶ νῦν. Προεόρτιον, ὁ αὐτός.
Σήμερον
ἡ ἱερὰ Μήτηρ, καὶ τοῦ ἱεροῦ ὑψηλότερα ἐπὶ τὸ ἱερὸν παραγέγονεν, ἐμφανιζουσα τῷ
κόσμῳ τὸν τοῦ κόσμου ποιητήν, καὶ τοῦ νόμου πάροχον· ὃν καὶ ἐν ἀγκάλαις
ὑποδεξάμενος, ὁ πρεσβύτης Συμεών, γεραίρων ἐκραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν
σου· ὅτι εἶδόν σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον.
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Τρυφὴν
τὴν ἀκήρατον ἰχνηλατῶν ἐκ παιδός, βασάνους ὑπήνεγκας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ
ἤθλησας ἄριστα· ὅθεν τὴν τῶν θαυμάτων, κομισάμενος χάριν, λύτρωσαι πάσης βλάβης
τοὺς τιμῶντάς σε πόθῳ, Τρύφων μεγαλομάρτυς, πιστῶν ἡ ἀντίληψις.
Δόξα. Ἕτερον. Ἦχος γ'. Θείας πίστεως.
Θείου
Πνεύματος τῇ χορηγίᾳ, χάριν ἄφθονον τῇ Ἐκκλησίᾳ, ἀναβλύζεις ὥσπερ κρήνη
ἀκένωτος, καὶ καταρδεύεις ἡμῶν τὴν διάνοιαν, ἐν τῇ τρυφῇ ἀθλοφόρε τῶν δώρων σου.
Τρύφων ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Προεόρτιον. Ἦχος α'. Χορὸς ἀγγελικός.
Οὐράνιος χορός, οὐρανίων ἁψίδων, προκύψας ἐπὶ γῆς, καὶ φερόμενος βλέπων, ὡς
βρέφος ὑπομάζιον, πρὸς ναὸν τὸν πρωτότοκον, πάσης κτίσεως, ὑπὸ Μητρὸς
ἀπειράνδρου, προεόρτιον, νῦν σὺν ἡμῖν μελῳδοῦσι, φρικτῶς ἐξιστάμενος.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν.
Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Ὡς
ἥλιος λαμπρός, ἡ ἁγία σου μνήμη, ἐπέστη ἐμφανῶς παναοίδιμε Τρύφων, πιστοὺς
σελαγίζουσα ταῖς ἀκτῖσι τῶν ἄθλων σου, καὶ διώκουσα, τὸν σκοτασμὸν τῶν δαιμόνων·
ἐν ᾗ ἅπαντες, ὑπὲρ ἡμῶν σε πρεσβεύειν, αἰτοῦμεν πρὸς Κύριον.
Δόξα. Ὅμοιον.
Χρηστότητος Θεοῦ, μιμητὴς ἀνεφάνης προχέων δαψιλῶς, εὐσπλαγχνίας τὴν δρόσον, καὶ
νέμων τὰ πρόσφορα, ἀναργύρως τοῖς χρῄζουσιν· ὅθεν κάμφθητι ὡς συμπαθὴς
οὐρανόθεν, ταῖς δεήσεσι, τῶν προσιόντων σοι Τρύφων, καὶ σῶσον τοὺς δούλους σου.
Καὶ νῦν. Προεόρτιον ὅμοιον.
Ὁ ὢν
σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ
βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος· ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις,
χαίρων ἔλέγε· Νῦν ἀπολύεις οἰκτίρμον, εὔφρανας τὸν δοῦλόν σου.
Μετὰ τὴν β' Στιχολογίαν.
Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Αἱμάτων
τοῖς ῥεύμασι τῆς ἀθεΐας τὸ πῦρ, σβεσάμενος ἔνδοξε τῇ τοῦ Χριστοῦ ἀστραπῇ, ἀΰλως
ἐξέλαμψας, Τρύφων τῇ Ἐκκλησίᾳ ὡς φωσφόρος λυχνία, φέγγος ἀθανασίας καὶ θαυμάτων
ἀκτῖνας· διὸ καὶ τοὺς ὑμνοῦντας τὴν μνήμην σου φαίδρυνον.
Δόξα. Ὅμοιον.
Σφοδρῶς
σπαθιζόμενος τὸν παλαιὸν πτερνιστήν, καιρίως κατέτρωσας ὡς στρατιώτης Χριστοῦ,
τῇ λόγχῃ τῶν ἄθλων σου· ἥλοις δὲ πεπαρμένος τοὺς ὡραίους σου πόδας, ἤνυσας
ἀκωλυτως τὴν οὐράνιον τρίβον· καὶ νῦν περιπολεύεις τὰ ἄνω βασίλειᾳ.
Καὶ νῦν. Προεόρτιον ὅμοιον.
Σαρκὶ
νηπιάσαντα ἐξ ἀπειράνδρου Μητρός, χερσὶ γηραλέαις σου
ἀγκαλισθεὶς Συμεών, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλαβες τῆς ἐξόδου τὴν ἀπόφασιν δόξῃ,
εἴληφας τῶν θαυμάτων τὴν ἀένναον χάριν· διὸ ἀξιοχρέως σε πάντες δοξάζομεν.
Μετὰ τὸν Πολυέλεον.
Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Τὴν
τρυφὴν ἐπιποθῶν, τῶν αἰωνίων ἀγαθῶν, ὑπὲρ πλοῦτον καὶ χρυσόν, τοὺς σπαραγμούς
σου τῆς σαρκός, περιεποιήσω νοῒ μεγαλόφρον· ὅθεν τὸν καλὸν τελέσας δρόμον σου,
ἔτυχες σοφὲ ὡς πόρρω ἤλπισας, τῆς τοῦ Δεσπότου σου θέας τὴν ἔλλαμψιν,
κληρονομήσας μακάριε· ὃν ἐκδυσώπει, Τρύφων σωθῆναι, τοὺς εὐλαβῶς σοι
προστρέχοντας.
Δόξα, καὶ νῦν. Προεόρτιον ὅμοιον.
Νηπιάζει δι' ἐμὲ ὁ παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ ὁ καθαρώτατος Θεός,
ἵνα τὴν σάρκα πιστώσῃ μου τὴν ἐκ Παρθένου· καὶ
ταῦτα
Συμεών, μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτὸν Θεὸν καὶ ἄνθρωπον· καὶ ὡς ζωὴν
ἠσπάζετο καὶ χαίρων, πρεσβυτικῶς ἀνεκράυγαζεν· Ἀπόλυσόν με· σὲ γὰρ κατεῖδον, τὴν
ζωὴν τῶν ἁπάντων.
Οἱ Ἀναβαθμοί.
Τὸ Α΄Ἀντίφωνον τοῦ δ΄ἤχου καὶ τὸ προκείμενον.
Δίκαιος
ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ.
Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.
Εὐαγγέλιον· τὸ ἐν τῷ ὄρθρῳ τοῦ Ἁγ. Γεωργίου.
Ὁ Ν΄. Δόξα.
Ταῖς
τοῦ ἀθλοφόρου πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς
τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ.
Ἐλέησόν
με ὁ Θεὸς κατἀ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον
τὸ ἀνόμημά μου.
Ἰδιόμελον Ἦχος πλ. β΄
Τρύφων
ἀθλοφόρων καλλονή, σπλάγχνα οικτιρμῶν ἐνδυσάμενος, τοῖς δεομένοις ἀφθόνως
ἐσκόρπισας, τὴν θεΐκὴν δωρεάν· καὶ τοῖς ἐκζητοῦσί σε ἑκὼν ἐπιστάς, ὡς θῦμα
λογικόν, καὶ ὁλοκάρπωμα τέλειον, προσηνέχθης τῷ Χριστῷ. Ἀλλὰ καὶ ἡμῶν μὴ ἐλλίπῃς
μνημονεύων, ἐν τῇ πρὸς αὐτὸν οἰκειώσει σου δεόμεθα.
Οἱ Κανόνες.
Ὁ προεόρτιος μετὰ τῶν εἱρμῶν εἰς ς’καὶ τοῦ Μάρτυρος εἰς δ΄
Ὁ Προεόρτιος
ᾨδὴ α’ Ἦχος δ’ Ὁ Εἱρμός.
ᾌσομαί
σοι Κύριε ὁ Θεός μου· ὅτι ὡδήγησας λαὸν ἐν μέσῳ τῆς θαλάσσης, ἐκάλυψας δὲ
ἅρματα, Φαραώ, καὶ τὴν δύναμιν.
ᾌσομαί
σοι Κύριε ὁ Θεός μου, τῷ νηπιάσαντι σαρκί, καὶ νόμῳ ὑπακούσαντι, καὶ σώσαντι τὸν
ἄνθρωπον δι’ ὃν γέγονας ἄνθρωπος.
Ἀγκάλαις δεξάμενος ὁ πρεσβύτης, τὸν ζωοδότην καὶ Θεόν, τῆς ζωῆς απελύετο βοῶν·
Νῦν ἀπολύεις με· κατεῖδον γάρ σε σήμερον.
Τοῖς
νόμοις τῆς φύσεως ὑπακούεις, καὶ του γράμματος θεσμοῖς, κατὰ νόμον ὑπείκεις
χριστέ, ὁ πρὶν ὑπαγορεύσας μοι τὸν νόμον ἐν τῷ ὄρει Σινᾷ.
Θεοτοκίον
ᾌσομαί
σοι Κύριε ὁ Θεός μου· ὅτι ἐτέχθης ἐκ μητρὸς Παρθένου ἁγίας, καὶ ταύτην
ἀνέδειξας, ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Ὁ κανὼν τοῦ Μάρτυρος, φέρων ἀκροστιχίδα·
Τρυφῆς
μεθέξειν ἀξίωσόν με Τρύφων.
Θεοφάνους
ᾨδὴ α’
Ἦχος πλ δ. Ὑγρὰν διοδεύσας
Τοῖς
ὄντως ἐνθέου ἐν οὐρανοῖς, τρυφῆς ἀπολαύων, ὡς ἀήττητος ἀθλητής, ταῖς σαῖς
ἱκεσίαις τὴν ψυχήν μου, τῆς τῶν παθῶν ῥῦσαι συγχύσεως.
Ῥημάτων
τῶν θείων ἐνηχηθείς, ἐτέλεσας ταῦτα, παναοίδιμε πρακτικῶς, τὴν ἁγιωσύνην
ἀγαπήσας, καὶ σωφροσύνην ἀσπασάμενος.
Ὑπῆρξας
τῷ ὄντι ποιμαντικός, ποιμαίνων ψυχῆς σου, ἐν σοφίᾳ τοὺς λογισμούς, ψυχὰς
ἐπιστρέφων πλανωμένας, καὶ τῷ Θεῷ προσάγων ἔνδοξε.
Θεοτοκίον
Φωτίζεις με φέγγει τῷ νοητῷ, ἀπαύγασμα δόξης, ἡ τεκοῦσα τὸ πατρικόν, πανάμωμε
Κόρη καὶ τὸν ζόφον, τῆς ἁμαρτίας διασκέδασον.
Καταβασία· Χέρσον ἀβυσσοτοκον.
Ὁ Προεόρτιος.
ᾨδὴ γ'. Ὁ Εἱρμός.
Ἐν
Κυρίῳ Θεῷ μου, ἐστερεώθη ἡ καρδία μου· διὸ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν.
Ἀνοιγέσθω ὁ ναός· ὁ τοῦ Θεοῦ γὰρ νῦν ἐπέστη ναός, ναοὺς ἡμᾶς ποιῆσαι, τοῦ Ἁγίου
αὐτοῦ Πνεύματος.
Νῦν
παρῆλθεν ἡ σκιά, καὶ ἀντεισήχθη ἡ ἀλήθεια, τῆς χάριτος ἐλθούσης· νῦν ὑποδέχου
τὸν Χριστὸν Συμεών.
Χήρα
Ἄννα σώφρων, ἡ μεμονωμένη καὶ γνωστὴ τῷ Θεῷ, νῦν ἀνθομολογείτω, τῷ νηπιάσαντι
σαρκὶ δι’ ἡμᾶς.
Θεοτοκίον.
Τὴν
Θεομήτορα Παρθένον, ὀρθοδόξως ἀνυμνήσωμεν· πρεσβεύει γὰρ ἀπαύστως, ὑπερ ἡμῶν
πρὸς τὸν Κύριον.
Τοῦ Μάρτυρος. Σὺ εἶ τὸ στερέωμα.
Ἤμβλυνας τὴν δύναμιν, τὴν ὑπερήφανον ἔνδοξε, Μάρτυς Χριστοῦ, τὴν ἐκ τοῦ Ὑψίστου,
ἐνδυσάμενος δύναμιν.
Σάρκα
περικείμενος, ὀφρὺν τὴν ἄσαρκον ἔσβεσας, τοῦ δυσμενοῦς, καὶ σεσαρκωμένον, Θεὸν
Λόγον ἐκήρυξας.
Μόνῃ
φυγαδεύονται, τῇ παρουσίᾳ σου πνεύματα, τὰ πονηρά, Πνεύματος Ἁγίου, διωκόμενα
χάριτι.
Θεοτοκίον.
Ἔχων σε
βοήθειαν, οὐκ αἰσχυνθήσομαι Πάναγνε, Μήτηρ Θεοῦ, ἔχων σε προστάτιν, τῆς ζωῆς μου
σωθήσομαι.
Καταβασία· Τὸ στερέωμα.
Κάθισμα τοΰ Μάρτυρος. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Τῶν
πόνων μακάριε κατατρυφῶν τῆς σαρκός, τὴν θείαν καὶ ἄπονον ἐν Παραδείσῳ τρυφήν,
ἀξίως ἀπείληφας, στέφος ἀθανασίας, ἐκ Θεοῦ δεδεγμένος· ὅθεν καὶ ἰαμάτων,
ποταμοὺς ἀναβλύζεις, τοῖς πόθῳ καταφεύγουσι Μάρτυς τῇ σκέπῃ σου.
Δόξα, καὶ νῦν. Προεόρτιον.
Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος.
Θησαυρὲ
τῶν αἰώνων ἡ ζωὴ τῶν ἁπάντων, δι' ἐμὲ νηπιάσας ὑπὸ νόμου ἐγένου, ὁ πάλαι χαράξας
ἐν πλαξί, τὸν νόμον ἐν τῷ ὄρει τῷ Σινᾷ, ἵνα πάντας ἀπαλλάξῃς, ἐκ τοῦ νόμου πάλαι
δουλείας. Δόξα τῇ εὐσπλαγχνίᾳ σου Σωτὴρ· δόξα τῇ βασιλείᾳ σου· δόξα τῇ οἰκονομίᾳ
σου μόνε φιλάνθρωπε.
Ὁ Προεόρτιος.
ᾨδὴ δ'. Ό Εἱρμός.
Τοὺς
οὐρανοὺς ἡ ἀρετή σου κατεκάλυψε, καὶ ἡ γῆ ἐπληρώθη τῆς σῆς δόξης Χριστὲ· διὸ
ἀπαύστως κράζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.
Αἱ
τάξεις τῶν Ἀγγέλων ἐξεπλάγησαν, ἐν ταῖς ἀγκάλαις τοῦ Πρεσβύτου θεασάμεναι, τὸν
σὺν Πατρὶ καὶ Πνεύματι ὑμνούμενον, ὡς Υἱὸν καὶ Θεὸν ἡμῶν.
Τὸ ἡμῶν
ἀτελὲς οἰκειούμενος, ὁ παντέλειος Θεὸς τῇ κατὰ νόμον προσαγωγῇ, τὸ τέλειον τῆς
χάριτος ἡμῖν ἐδωρήσατο.
Ὡς
βρέφος ἐν ἀγκάλαις δεχόμενος, καὶ Θεὸν τῷ πνεύματι θεώμενος, ὁ Συμεὼν σωτήριον
τοῦ κόσμου, τὸν Χριστὸν ἀνεκήρυττε.
Μωσέως
τιμιώτερος γέγονας, τοῦ δεξαμένου νόμον ἐν τῷ ὄρει Σινᾷ' ὅτι Χριστὸν τὸν Κύριον
ἀγκάλαις σου Πρεσβύτα ἐβαστασας.
Θεοτοκίον.
Ἡ Ἄννα
προφητεύουσα τὸ μέλλον, τὸν ἐκ τῆς μήτρας σου Θεὸν προανηγόρευσε· διὸ ἀπαύστως
πρέσβευε, σωθῆναι θεομῆτορ τοὺς δούλους σου.
Τοῦ Μάρτυρος. Εἰσακήκοα Κύριε.
Θεωμένους κατέπληξας, μάκαρ τοὺς τυράννους τῇ καρτερίᾳ σου· τὰς βασάνους γὰρ
ὑπέμεινας, ὡς ἐν ἀλλοτρίῳ πάσχων σώματι.
Ἐνετρύφας μακάριε, τοῖς τῶν ἀλγηδόνων πόνοις νυττόμενος· νῦν τρυφᾷς δὲ
καθαρώτερον, ἀϊδίου δόξης ἐμφορουμενος.
Ξεομένου τοῦ σώματος, ταῖς τῶν σιδηρῶν ὀνύχων ὀξύτησιν, ἐνευροῦτό σου θεσπέσιε,
τῆς ψυχῆς ὁ τόνος θείᾳ χάριτι.
Θεοτοκίον.
Ἐπὶ σὲ
τὴν ἐλπίδα μου, πᾶσαν ἀνατίθημι Μητροπάρθενε· τὴν ψυχήν μου διαφύλαξον, ἡ Θεὸν
τεκοῦσα τὸν Σωτῆρά μου.
Καταβασία. Ἐκάλυψεν οὐρανούς.
Προεόρτιος. ᾨδή ε'. Ό Εἱρμός.
Ὁ
ἀνατείλας τὸ φῶς, καὶ φωτίσας τὸν ὄρθρον, καὶ δείξας τὴν ἡμέραν, δόξα σοι Ἰησοῦ,
Υἱε τοῦ Θεοῦ, φιλάνθρωπε δόξα σοι.
Ἐν τῇ
τοῦ νόμου σκιᾷ, τὸν τῆς χάριτος λόγον, τρανῶς ἐχρηματίσθη, Συμεὼν ὁ δίκαιος,
σωματικῆς τὸν Χριστὸν δεξάμενος.
Οὗτος
εἰς πτῶσίν φησι, καὶ ἀνάστασιν κεῖται· εἰς πτῶσιν τῶν ἀπίστων, καὶ πιστῶν
ἀνάστασιν, ὁ Συμεών, ἄρτι προεφήτευσε.
Θεοτοκίον.
Θεοκυῆτορ Ἁγνή, τὸν Υίόν σου δυσώπει, λυτρώσασθαι κινδύνων, καὶ πάσης
περιστάσεως, τοὺς σὲ δοξάζοντας, Θεοτόκε ἄχραντε.
Τοῦ Μάρτυρος.
Ὀρθριζοντες βοῶμέν σοι.
Ἰνδάλματα τῆς πλάνης κατήργησας, ἀθλοφόρε· εἰκόνι λατρεύειν γάρ, Θεοῦ τοῦ ὄντως
ἠγάπησας.
Νενίκηκας γενναίως τὸ φρόνημα, τοῦ τυράννου, τὸ ἄθεον πάνσοφε, Χριστοῦ τῇ πίστει
νευρούμενος.
Θεοτοκίον.
Ανέκφραστος ἡ σύλληψις γέγονε, σοῦ Παρθένε ὁ τόκος ἀπόρρητος, διαμεμένηκεν
Ἄχραντε.
Καταβασία: Ὡς εἶδεν Ἡσαΐας.
Προεόρτιος.
ᾨδὴ ς'. Ό Εἱρμός.
Ὡς
Ἰωνᾶν τὸν Προφήτην, ἐλυτρώσω τοῦ κήτους Χριστὲ ὁ Θεός, κἀμὲ τοῦ βυθοῦ τῶν
πταισμάτων ἀνάγαγε καὶ σῶσόν με μόνε φιλάνθρωπε.
Ἐχρηματίσθη πρεσβύτης, μὴ θανεῖν, πρὶν ἰδεῖν τὸν Δεσπότην Χριστόν· ἀγκάλαις δὲ
σήμερον φέρει καὶ τοῦτον προσδεικνύει παντὶ τῷ λαῷ Ἰσραήλ.
Τὸν
ποιητὴν τῶν ἀγώνων, ὁ πρεσβύτης ὡς βρέφος δεξάμενος, Θεὸν προαιώνιον ἔγνω, καὶ
φῶς ἐθνῶν καὶ δόξαν τοῦ Ἰσραὴλ τὸν Χριστόν.
Νῦν
Συμεὼν προφητεύει, νῦν ἡ Ἄννα ἀνθομολογεὶ τῷ Θεῷ· ὁ μὲν τῇ Μητρὶ καὶ Παρθένῳ, ἡ
δὲ τῷ ἐκ Παρθένου ἀναδειχθέντι σαρκί.
Θεοτοκίον.
Ὦ
μακαρία κοιλία, πόθεν ταύτην τὴν δόξαν ἐβλάστησας; Θεὸς τὸ τεχθὲν ὦ Παρθένε, καὶ
φῶς ἐθνῶν, καὶ δόξα καὶ ἀπολύτρωσις.
Τοῦ Μάρτυρος. Ἱλασθητί μοι Σωτήρ.
Ξηράνας
τάς μυσαράς σπονδὰς καὶ κνίσσης μιάσματα, μανίας εἰδωλικάς, σοῖς αἳμασιν ἔνδοξε,
κατήρδευσας ἅπαντα, τὰ τῆς Ἐκκλησίας, εὐγενῆ· Τρύφων βλαστήματα.
Ἰχῶρες
μαρτυρικοί, ὡς μύρον εὐωδιάζουσι, τὸ αἷμα τῶν ἀθλητῶν, πηγάζει ἰάματα ἡ κόνις
τοῦ σώματος, ψυχὰς ἁγιάζει, τῶν πιστῶς θεραπευόντων αὐτούς.
Θεοτοκίον.
Ὡς
ἔμψυχος κιβωτός, ἐδέξω Λόγον τὸν ἄναρχον· ὡς ἅγιον ἱερόν, τὸν Κτίστην ἐχώρησας,
ὡς θρόνος πυρίμορφος, φέρεις τὸν Δεσπότην, θεομῆτορ πάσης κτίσεως.
Καταβασία· Ἐβοησέ σοι.
Κοντάκιον. Ἦχος πλ. δ'. Ὡς ἀπαρχάς.
Τριαδικῇ στερρότητι, πολυθεΐαν ἔλυσας, ἐκ τῶν περάτων ἀοίδιμε, τίμιος ἐν Κυρίῳ
γενόμενος· καὶ νικήσας τυράννους, ἐν Χριστῷ τῷ Σωτῆρι, τὸ στέφος εἴληφας τῆς
μαρτυρίας σου, χαρίσματα θείων ἰάσεων, ὡς ἀήττητος.
Ὁ Οἶκος.
Ἱερὰν
πανδαισίαν προτίθεται φιλεόρτων τὸ σύστημα σήμερον, προεόρτια σύμβολα φέρουσαν,
τοῦ Κυρίου τεσσαρακονθήμερον τὴν ἐκ Παρθένου φρικτὴν γέννησιν, καὶ πρεσβύτου
σεπτοῦ ἐναγκάλισιν, καὶ σεπτοῦ ἀθλοφόρου μνημόσυνα· δι΄αὐτὸν γὰρ τὸν Χριστόν,
τελειοῦται νικητικῶς, ὡς ἀήττητος.
Συναξάριον.
Μὴν
Φεβρουάριος ἔχων ἡμέρας κη' εἰδέ ἐστι δίσεκτος, κθ'.
Ἡ ἡμερα
ἔχει ὥρας ια' καὶ ἡ νὺξ ὥρας ιγ'.
Τῇ α'
τοῦ αὐτοῦ μηνός, μνήμη τοΰ ἁγίου μάρτυρος Τρύφωνος.
Στίχοι.
Σὺ δὲ
Τρύφων τι; τὸ ξίφος θνῄσκω φθάσας, Καιρὸς δὲ τί σου τοῦ τέλους; Νουμηνία.
Ἐν
Φεβρουαρίοιο Τρύφων πρὸ τομῆς θάνε πρώτῃ.
Ταῖς
αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλεησον ἡμᾶς. Ἀμήν.
Προεόρτιος.
ᾨδὴ ζ'. Ὁ Εἱρμός.
Ὁ τῶν
Πατέρων Θεὸς μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ δώρησαι ἡμῖν, ἐν παρρησίᾳ βοᾶν σοι·
εὐλογητὸς εἶ ὁ Θεός.
Ὁ
ἐνοικήσας Θεός, ἐν γαστρὶ τῆς Παρθένου, ἐν ἀγκάλαις Συμεών, ὥσπερ ἐν θρόνῳ
πυρίνῳ, σήμερον ἐνθρονίζεται.
Σὺ τὸ
γεῶδες ἡμῶν, προσλαβόμενος Λόγε, ἐνηπίασας σαρκί, καὶ νομικῶν καθαρσίων,
μετέσχες ὥσπερ νήπιον.
Ἡ
σώφρων Ἄννα ἡμῖν, προφητεύει τὸ μέλλον, καὶ προλέγει μυστικῶς, τὴν τῶν ἐθνῶν
προσδοκίαν, καὶ Ἰσραὴλ τὴν λύτρωσιν.
Θεοτοκίον.
Χαῖρε ἡ
ἄσπορος γῆ, ἡ τὸν Λόγον ἐκ μήτρας, δίχα σπέρματος ἀνδρός, σεσαρκωμένον τεκοῦσα,
ἡ σκέπη τῶν ψυχῶν ἡμῶν.
Τοῦ Μάρτυρος.
Οἱ ἐκ τῆς Ἰουδαίας.
Στεφηφόρος χορεύεις, τοῖς χοροῖς τῶν Μαρτύρων συνευφραινόμενος· τὴν πλάνην γὰρ
νικήσας, ἐν λόγῳ ἀληθείας, ἀναμέλπεις γηθόμενος. Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς
εὐλογητὸς εἶ.
Ὁ
Δεσπότης τῶν ὅλων, τῶν αὐτοῦ παθημάτων στέφει τὸν Μάρτυρα· καὶ τοῦτον ἐναυλιζει,
σκηναῖς ἐπουρανίοις, κεκραγότα καὶ λέγοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Θεοτοκίον.
Νέον
φέρουσα βρέφος, τὸν πρὸ πάντων αἰώνων Θεὸν Πανάμωμε, ἐκ σοῦ σωματωθέντα, μὴ
παύσῃ δυσωποῦσα, τοῦ σωθῆναι τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Καταβασία: Σὲ τὸν ἐν πυρί.
Προεόρτιος.
ᾨδὴ η'. Ὁ Εἱρμός.
Τὸν
Βασιλέα Χριστόν, ὃν ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ λέγοντες
μεγάλη τῇ φωνῇ πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.
Τὸν δι’
ἡμᾶς καθ' ἡμᾶς, βρέφος γενόμενον, ὑπὸ νόμον ἀχθέντα, ἵνα τοῦ νόμου πάντας
ἀπαλλάξῃ τοῦ γραπτοῦ, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.
Ἰδών σε
φῶς νοερόν, Συμεὼν ὁ Πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο βοῶν. Νῦν ἀπολύεις με Λόγε,
πρὸς τὴν ἐν τῷ πνεύματι ζωὴν ἐκ τῆς προσκαίρου.
Τὸν πρὸ
αἰώνων Θεόν, τὸν εὐδοκήσαντα δι' ἡμᾶς, νηπιάσαι καὶ ἐν χερσὶ δεχθῆναι τοῦ
πρεσβύτου Συμεών, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.
Θεοτοκίον.
Τὸν
Βασιλέα Χριστόν, ὃν ἡμῖν ἔτεκεν ἡ Παρθένος Μαρία, καὶ μετὰ τόκον ἔμεινε Παρθένος
ἁγνή, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.
Τοῦ Μάρτυρος.
Ἑπταπλασίως κάμινον.
Μέχρι
τομῆς καὶ καύσεως, μέχρις αἵματος χύσεως, μέχρι καὶ θανάτου τελευταῖον ἤθλησας,
ἀντικαθιστάμενος, πρὸς ἁμαρτίαν Μάρτυς Χριστοῦ· νῦν δὲ τῆς ζωῆς, τῆς ἐν Χριστῷ
κρυπτομένης, λαβόμενος κραυγάζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Ἐπὶ τῆς
γῆς ἠγώνισαι, δυσσεβέσι μαχόμενος, πρὸς ἀπατηλὴν καὶ θεομάχον πλάνησιν, πικρῶς
ἀναγκάζουσιν· ἐν οὐρανοῖς σὺ Τρύφων τρυφᾷς, στεφανηφόρων, καὶ σὺν Ἀγγέλοις
κραυγάζων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς
τοὺς αἰῶνας.
Τυραννικὴν διήλεγξας, ἀθεότητα πάνσοφε, καὶ δαιμονικὴν θεομαχίαν ἔσβεσας, ῥοαῖς
τῶν αἱμάτων σου τὸν ἐν Τριάδι ἕνα Θεόν, ἀξιοπρεπῶς καὶ καθαρῶς ἀναγγέλλων, καὶ
σὲβων καὶ κραυγάζων· Ἱερεῖς ἐὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ρήμασι
σοῖς ἑπόμενοι, μακαρίζομεν Πάναγνε, σὲ τὴν μακαρίαν τὴν σαρκὶ γεννήσασαν, τὸν
ὄντως μακάριον, τὸν φῶς οἰκοῦντα ἄδυτον, καὶ φωταγωγὸν καὶ φωτοδότην Δεσπότην,
ὃν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς
αἰῶνας.
Καταβασία: Ἄστεκτῳ πυρί.
Προεόρτιος.
ᾨδὴ θ'. Ὁ Εἱρμός.
Μεγαλύνομεν πάντες, τὴν φιλανθρωπίαν σου, Κύριε Σωτὴρ ἡμῶν, ἡ δόξα τῶν δούλων
σου, καὶ στέφανος τῶν πιστῶν, ὁ μεγαλύνας τὴν μνήμην τῆς τεκούσης σε.
Ὁ
πλαξὶν ἐγχαράξας, τὸν τοῦ γράμματος νόμον, χερσὶν ἀγκαλίζεται, πρεσβύτου ὡς
νήπιον, καὶ ἁγιόγραφον ἡμῖν, ὑπαγορεύει νόμον τὸ Εὐαγγέλιον.
Σήμερον
ἐν τῷ ναῷ, Συμεὼν ὁ πρεσβύτης, ἀγκάλαις ἐδέξατο, Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ
ἐβοησε λέγων· νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα,
Τῶν
Ἀγγέλων αἱ τάξεις, ἐν σαρκὶ κατιδοῦσαι τὸν Κτίστην τὸν ἴδιον, ὡς βρέφος
γενόμενον, ἀγκάλαις τοῦ πρεσβύτου, τοῦτον ἐν φόβῳ ὑμνοῦσαι ἐδόξαζον.
Συμεὼν
θεοδόχε, τοῦ Κυρίου αὐτόπτα, καὶ νόμου καὶ χάριτος, ἀρχὴ καὶ συμπέρασμα, μνείαν
ποίου καὶ ἡμῶν, τῶν τιμώντων τὴν σεπτήν σου μετάστασιν.
Θεοτοκίον.
Χαῖρε
πάνσεμνε Ἁγνή, παρθενίας καύχημα, καὶ τοῦ κόσμου ἡ χαρά, Μαρία Μήτηρ καὶ δούλη,
τοῦ Σωτῆρος Χριστοῦ· αὐτὸν δυσώπει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Τοῦ Μάρτυρος.
Σὲ τὴν ἀπειρόγαμον.
Ὑπὲρ τὰ
ὁρώμενα, αἱ τῶν μαρτύρων προσδοκίαι, πλήρης ἀθανάτου λήξεως, καθορᾶται ἡ τούτων
ἐλπίς, πλήρης θυμηδίας καὶ χαρᾶς, καὶ φαιδρότητος ἀνεκφράστου· ὅθεν ἀξίως
μακαρίζονται.
Φῶς
ἐγένου δεύτερον, φωτὶ τῷ πρὼτῳ προσπελάσας, αἴγλῃ τῇ αὐτοῦ πυρσούμενος, καὶ
μορφούμενος Τρύφων σοφέ, καὶ ταῖς αὐτοῦ
χορηγουμέναις ἐλλαμψεσι διαλάμπων· ὅθεν σε πάντες μακαρίζομεν.
Ὤφθης
ἀκατάπληκτος, ἐν τοῖς ἀγῶσιν ἀθλοφόρε· ὤφθης ἀληθῶς ἐπώνυμος, τῆς ἐνθέου καὶ
θείας τρυφῆς· ἧς νῦν ἀπολαύων, καὶ τρανῶς ἐνηδομενος, σωτηρίαν τοῖς σὲ τιμῶσιν
ἡμῖν αἴτησαι.
Θεοτοκίον.
Νέκρωσον τὸ φρόνημα, θεογεννῆτορ τῆς σαρκός μου· ζώωσον ψυχῆς τὴν νέκρωσιν,
ἐνεργείᾳ τῆς ὄντως ζωῆς, τῆς ἐκ σοῦ τεχθείσης κατὰ σάρκα, δι' ἄφατον
εὐσπλαγχνίαν, καὶ σωτηρίαν τῶν ὑμνούντων σε.
Καταβασία·
Θεοτόκε ἡ ἐλπίς πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας
εἰς Σέ.
Ἐν νὸμῳ
σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί· πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον,
ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί,
ἀπειράνδρῳ μεγαλύνομεν.
Ἐξαποστειλαριον.
Ὁ
οὐρανὸν τοῖς ἄστροις.
Ὁ τῶν
πασχόντων ῥύστης, καὶ εὐσεβούντων προμηθεύς, Τρύφων ὁ μέγας ὑμνείσθω, ὡς
στρατιώτης τοῦ Χριστοῦ, ὃν εὐμενῶς ἐλεοῦται, τοῖς πρὸς αὐτὸν προσιοῦσιν.
Ἕτερον. Ἐν Πνεύματι τῷ ἱερῷ.
Τρυφῆς
κατεμφορούμενος, παραδόξου καὶ θείας, Ἀγγέλοις ὁμοδίαιτος, ἐχρημάτισας μάκαρ,
τάς χήνας νέμων ἐν νάπαις, πρὸς Θεοῦ ἀπείληφας, τὴν χάριν τῶν ἰαμάτων, Τρύφων
μεγαλομάρτυς, θεραπεύων τῶν βρότων, τάς ἀσθενείας καὶ νόσους.
Προεόρτιον ὅμοιον.
Τὸν
παῖδα προσκομίσασα, ἡ πανάμωμος Κόρη, ἐν ἱερῷ τετέλεκε, τὰ τοῦ νόμου· καὶ
τοῦτον, ἀγκάλαις ὡς ἐδεξατο, Συμεὼν ὁ δίκαιος, ἀντέφησε τῇ Παρθένῳ· οὗτος κεῖται
εἰς πτῶσιν, καὶ ἀνάστασιν πολλῶν, καὶ ὡς σημεῖον ἐν κόσμῳ.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ
Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν στιχηρὰ προσόμοια.
Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος!
Τῥύφων
ἀθλητὰ μακάριε, τῷ σαρκωθέντι Θεῷ, καὶ ἀγκάλαις ὡς νήπιον, βασταχθῆναι ἥκοντι,
τοῦ πρεσβύτου προσέφερες, καθάπερ ζεῦγος τρυγόνων ἄμωμον, ψυχὴν καὶ σῶμα πόνους
ἀθλήσεως· ὢ τῆς ἀρίστης σου, προσφορᾶς θεόληπτε! δι' ἧς φθαρτῶν, καὶ ῥεόντων
ἤλλαξας, τὰ μὴ κενούμενα.
Τῥύφων
ἀθλοφόρε ἔνδοξε, ὥσπερ τρυφὴν ἀληθῆ, τὴν πτωχείαν ἠγάπησας, τοῦ σαρκὶ
πτωχεύσαντος, καὶ τὸν κόσμον πλουτίσαντος, περιουσίαν μνηστευομένην σοι, τῆς
βασιλείας τοῦ Παντοκράτορος· ἧς ἐπιβέβηκας, σταλαγμοῖς αἱμάτων σου ὡς ἐν βαφαῖς,
θείας ὡραιότητος περιρρεόμενος.
Τρύφων
ἀθλητὰ πανεύφημε, τὸν ζωοδότην Χριστόν, ὁλικῶς ἐνδυσάμενος, ἄνθος τῆς νεότητος,
καὶ ἀκμὴν τὴν τοῦ σώματος, τῇ γῇ ἀπέθου καθάπερ πρόσκαιρα, καὶ ἀνυψώθης πρὸς τὰ
αἰώνια, ταῖς τῶν ἀγώνων σου χρυσαυγέσι πτέρυξι καὶ τῷ φωτί, χαίρων κατεσκήνωσας,
τῆς ἄνω λήξεως.
Τῥύφων
ἀθλοφόρε ἔνδοξε, χριστομιμήτου στοργῆς, θησαυρὸς ἀνεξάντλητος, γεγονὼς τοῖς
τρόποις σου ἐλεεῖς τοὺς ἱκέτάς σου· ὅθεν μὴ παύσῃ ἡμᾶς λυτρούμενος, ἀσθενημάτων
καὶ πάσης θλίψεως, καὶ παρεχόμενος, ἀμπελῶσι πάντοτε, καὶ τοῖς καρποῖς, καὶ
ἀρούραις ἄνωθεν, τὴν εὐλογίαν σου.
Δόξα.
Ἦχος β'.
Τῆς
ἀθλοφορικῆς σου χάριτος, κατατρυφῶντες τῶν δωρεῶν, χρεωστικῶς τὴν μνήμην σου,
Τρύφων ἑορτάζομεν· ὅτι ἀντιλήπτωρ ἄγρυπνος, καὶ φύλαξ θερμότατος, πέλεις ἡμῶν
ἀθλητὰ· τοὺς γὰρ πολλούς σου καμάτους, ὁ πλούσιος δοτὴρ ἀμειβόμενος, πηγήν σε
θαυμάτων, εἰς πολλῶν
περιποίησιν εἰργάσατο· δι’ ὧν ὥσπερ ἥλιος ἐκλάμπων, τῶν εὐεργεσιῶν τάς ἀκτῖνας,
καταθάλπεις τοὺς τιμῶντάς σε, καὶ πρεσβεύεις Κυρίῳ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον, ὁ αὐτός.
Ὁ
Κτίστης οὐρανοῦ καὶ γῆς, ἐν ἀγκάλαις ἐβαστάζετο, ὑπὸ ἁγίου Συμεών, τοῦ πρεσβύτου
σήμερον· αὐτὸς γὰρ ἐν Πνεύματι Ἁγίῳ ἔλεγε· Νῦν ἠλευθέρωμαι· εἶδον γὰρ τὸν Σωτῆρά
μου.
Δοξολογία μεγάλη καὶ ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τυπικά,
ἡ γ' ᾨδὴ τῆς ἑορτῆς καὶ ἡ ς ' τοῦ Ἁγίου. Ἀπόστολον καὶ Εὐαγγέλιον, ὅρα
μηνολόγιον.
Κοινωνικόν.
Εἰς
μνημόσυνον αἰώνιον...
Μεγαλυνάρια.
Ἴχνεσιν
ἑπόμενος ἀκλινῶς, Τρύφων ἀθλοφόρε, τοῦ φανέντος ἐπὶ τῆς γῆς, τῶν αὐτοῦ χαρίτων
δοχεῖον ἀνεδείχθης, καὶ ἱεροῖς ἀγῶσι Μάρτυς διέπρεψας.
Φύλαττε
ἐκ βλάβης τε καὶ φθορᾶς, ἡμῶν τὰς ἀμπέλους, καὶ τοὺς κήπους καὶ τὰ φυτά, ὡς
μεγίστην χάριν, λαβὼν παρὰ Κυρίου, καὶ δίωκε θηρία Τρύφων τὰ φθείροντα.
Δίστιχον.
Τρύφων
ἀληθοῦς ἀξίωσον τρυφῆς με, Γεράσιμον μέλψαντα σὰς ἀριστείας.
η ευλογία του Αγἰου μεθ΄ ημών μαρτύρησε για την εξάπλωση του χριστιανισμοὐ και για να εἰμαστε πιστοἰ προσκυνητές εμεἰς σἠμερα
ΑπάντησηΔιαγραφή