Τῌ Δ´ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Μιχαὴλ τοῦ Χωνιάτου, Μητροπολίτου Ἀθηνῶν, τοῦ πνευματοφόρου.
ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΕΝ
ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΜΙΧΑΗΛ
ΤΟΥ ΧΩΝΙΑΤΟΥ
ΜΗΤΡΟΠΟΛΙΤΟΥ
ΑΘΗΝΩΝ
Ποίημα
Χαραλάμπους Μπούσια
Ἀθῆναι 2005
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α´. Πανεύφημοι μάρτυρες.
Φρυγίας τὸν γόνον, Μιχαήλ, Κολλοσῶν ἐκβλάστημα, τὸν δι᾿ αὐτοῦ εὐρυμάθειαν καὶ πίστιν χάριτι Πνεύματος ἁγίου Ἀθηνῶν τῆς πόλεως σοφῶς προχειρισθέντα ἐπίσκοπον ἐγκωμιάσωμεν ὡς ποιμένα
θεοπρόβλητον καὶ πατέρα σεμνὸν καὶ φιλόστοργον.
Θεόπνουν φρουρὸν
καὶ
ἀρωγὸν Ἀθηναίων μέλψωμεν νῦν
Μιχαὴλ
τὸν
σοφώτατον, Ἀτθίδος
καύχημα, φίλον ἀσκουμένων ἐν
σπηλαίοις ἔνθερμον
τοῦ
ὄρους
τοῦ
Πανείου καὶ
πρόμαχον ἐν
περιστάσεσι καὶ
ἀνάγκαις
τοῦ
πληρώματος Ἐκκλησίας
ψαλμοῖς τε καὶ
ᾄσμασιν.
Ἀγέλης
ἀνύστακτε
ποιμὴν
Ἀθηνῶν, διέλαμψας θεοκινήτου γραφίδος σου καὶ
συμπαθείας σου ἀστραπαῖς πρὸς
χρείαν καὶ
ἀνάγκην
ἔχοντας,
φωσφόρε Μιχαήλ, σκεῦος
χάριτος καὶ
ἀνακτόριον
θεοπνεύστου κατηχήσεως, ῥητορίας καὶ
φιλαγιότητος.
Καυχῶνται
σῇ
δόξῃ,
Μιχαήλ, Χωνιάτα ἔνθεε, τῆς
Μεσογαίας περίχωρος, ἡ νῆσος
Εὔριπος,
Κέα καὶ
ἡ
μάνδρα τοῦ
Προδρόμου, ἅγιε,
ἐν
ᾗ
καλῶς
τὸ
ζῆν
ἐξεμέτρησας
καὶ
ἡ
περίδοξος Ἀθηναίων
πόλις πόνοις σου, ἀντιλήψει τῇ
σῇ
ἣν
ἐκόσμησας.
Δόξα. Ἦχος β´.
Θεοφιλῶς ποιμάνας Ἀτθίδος τὴν λογικὴν ἀγέλην ὡς ἀληθὴς ἱεράρχης καὶ λειτουργὸς θείας δόξης διέλαμψας, Μιχαήλ, σοφίας τῆς θύραθεν καὶ τῆς ἐνθέου φρυκτώρημα·
φωτίσας οὖν σῆς φιλαγιότητος ἀκτῖσι τοὺς ἐν Ἀττικῇ οἰκοῦντας, ἐξ ὧν ἑκουσίως ἐμακρύνθης ἕνεκα τῆς εἰσβολῆς τῶν Βουργουνδίων,
πόλου οἰκήτωρ ὤφθης θειότατος καὶ πρεσβευτὴς ἡμῶν πρὸς Κύριον ἔνθερμος.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι· Μῆτερ τῆς Ζωῆς, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ἀπόστιχα. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἔλαμψας, Μιχαήλ, κλεινὲ Μητροπολῖτα τῶν Ἀθηνῶν, ἀκτῖσιν ἐνθέου ποιμασίας καὶ θεϊκῆς σοφίας σου.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Θεῖε Ἀρχιερεῦ Ἀτθίδος, Χωνιάτα, τὴν ἄσκησιν ἐζήλους πατέρων τοῦ Πανείου τοῦ ὄρους, ὁσιώτατε.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἔνθεε Μιχαήλ, τοῦ θείου Ταξιάρχου ἐπώνυμε, ἐν Χώναις ἐβλάστησας, ἐν αἷσπερ αὐτὸς ἐθαυματούργησεν.
Δόξα. Τριαδικόν.
Χαῖρε, Τριὰς σεπτή, ἡ δείξασα σοφίας ταμεῖον Σῆς ἐνθέου τὸν Μιχαήλ, Ἀτθίδος κλεινῆς τὸν ἀρχιποίμενα.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε, Μῆτερ Θεοῦ, ὑπερευλογημένη, ἡ σκέπουσα ἀπαύστως τοὺς σὲ ὑμνολογοῦντας, σεμνὴ Ἀθηνιώτισσα.
Νῦν ἀπολύεις... τὸ Τρισάγιον,
τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τὸν πολυτίμητον ὄλβον
Χριστοῦ τῆς πίστεως, σεπτὸν Μητροπολίτην, Μιχαὴλ Χωνιάτην, καὶ πρόεδρον καὶ μύστην τῶν Ἀθηνῶν, καταστέψωμεν ᾄσμασι μελισταγέσι σοφίας ὡς ἀληθοῦς εὐπρεπέστατον ἀνάκτορον.
Τῶν Κολοσσῶν τῆς Φρυγίας τὸ θεῖον βλάστημα, τὸν τῆς Θεοῦ σοφίας ἐξανθήσαντα ῥόδα εὐώδη, ποιμενάρχην θεοειδῆ, Μιχαήλ, θεοπρόβλητον τῶν Ἀθηνῶν, εὐφημήσωμεν ἐν χορῷ, φιλεόρτων τὰ
συστήματα.
Τὸν ἑαυτὸν ἐν καμίνῳ ἀγάπης τήξαντα διπλῆς πρὸς τὸν πλησίον καὶ Θεὸν καθηκόντως, θεόπνουν Χωνιάτην, νῦν Μιχαήλ, ὡς κηρίον ὑμνήσωμεν καὶ τὰς αὐτοῦ ἐκζητήσωμεν προσευχὰς πρὸς τὸν εὔσπλαγχνον
Θεάνθρωπον.
Τὸν ζηλωτὴν τῶν καμάτων ἀνευφημήσωμεν τῶν ἀσκητῶν σπηλαίων τοῦ Πανείου
τοῦ ὄρους καὶ φίλον ἡσυχίας καὶ προσευχῆς, Μιχαὴλ τὸν φιλάγιον, καὶ θεοῤῥήμονα κήρυκα
μελιχροῖς ἐγκωμίοις ὡς ἰσάγγελον.
Ἐν δυσχειμέροις τοῖς χρόνοις ἐμποδιζόμενος ὑπὸ ἐπιδρομέων Δυτικῶν ἐξασκῆσαι διοίκησιν σῆς ποίμνης
πνευματικήν, Μιχαήλ, κατεδίκασας εἰς ἐξορίαν, πανόσιε, ἑαυτόν, ἱεράρχα ταπεινότατε.
Μνήμην τελοῦντες σὴν θείαν καὶ ἀεισέβαστον, τῶν Ἀθηναίων δῆμοι, Μεσογαίας χορεῖαι, πιστοὶ Θεσσαλονίκης, Θερμοπυλῶν, νήσου Κέας, πανεύφημε, καὶ τῆς Εὐβοίας τιμῶμέν σε, Μιχαήλ, Χωνιάτα πνευματέμφορε.
Δόξα. Ἦχος πλ. β´.
Ταπεινοφροσύνης καὶ ἀρετῆς στολὴν ἐνδυσάμενος τὴν λογικὴν τῶν Ἀθηναίων ἐποίμανας σοφῶς ἀγέλην, τὴν εἰς αἰῶνας εὐγνωμόνως τιμῶσάν σε, Μιχαὴλ λογιώτατε· εὐσυμπάθητος
γὰρ ὢν καὶ φιλάγιος καὶ ζηλωτὴς τοῦ ἀρχαίου τῶν Ἀθηνῶν πνευματικοῦ κάλλους, οὐκ ἔπαυσας διδάσκειν τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς σοῦ ποιμνίου καὶ συντρέχειν ταῖς ἀνάγκαις τῶν πτωχῶν καὶ πενήτων· στέφος οὖν
δεξάμενος παρὰ Κυρίου ζωῆς αἰωνίου χάριν εἴληφας πρεσβεύειν ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην
σου.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε,
Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς,
φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν.
Τὸ Προκείμενον τῆς ἡμέρας
καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (δ´ 10-19).
Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται
πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω
σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί
σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων· ἐν ᾧ ἄν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ᾿ αὐτῶν καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφῄρηται ὁ ὕπνος αὐτῶν καὶ οὐ κοιμῶνται· οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι,
προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα· αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (α´ 1-10).
Ἀγαπήσατε
δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία,
οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας
φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία
σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Εὐφραίνου ἐν Κυρίῳ Ἀτθίδος πόλις ἡ ἔνδοξος τελοῦσα τὴν μνήμην τοῦ εὐσυμπαθήτου, λογιωτάτου καὶ γενναιόφρονος ἱεράρχου σου, Μιχαὴλ τοῦ Χωνιάτου· οὗτος γὰρ εὐαγγελικῶς πολιτευσάμενος τὴν πάλαι χρυσοστόλιστον πόλιν καὶ σύμπασαν τὴν ἡλιόφωτον Ἀττικὴν κατεκόσμησε χρηστοηθείᾳ καὶ λόγοις θεοπνεύστοις· καὶ νῦν Χριστοῦ τὸ πρόσωπον θεώμενος ἐν πόλῳ, ἀδιαλείπτως
πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β´.
Τῆς τῶν Ἀθηνῶν Ἐκκλησίας τὸν παμφαέστατον φωστῆρα, Μιχαὴλ τὸν Χωνιάτην, οἱ πιστοί, ἀξιοχρέως εὐφημήσωμεν· οὗτος γὰρ ἀκτῖσι τῆς αὐτοῦ φιλαγίου
πολιτείας κατεφώτισε τὴν ἐν σκότει ἀγνωσίας κειμένην ἐχθροῖς ὑπόδουλον αὐτοῦ λογικὴν ποίμνην καὶ πρὸς φωταυγῆ σκηνώματα θεογνωσίας καὶ σωτηρίας αὐτὴν ἀπλανῶς κατηύθυνε· καὶ νῦν ὡς κληρονόμος τῶν ὑπερφώτων ἐπάλξεων τῷ αἰωνίῳ Φωτοδότῃ ἀδιαλείπτως
πρεσβεύει ἀνατεῖλαι καὶ ἡμῖν ἦμαρ αὐτογνωσίας καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ´.
Τῶν ὑπερασπιστὴν τῶν πτωχῶν καὶ πενήτων καὶ συλλήπτορα τῶν κατατρυχομένων Ἀθηναίων, τὸν βιοῦντα ἐπὶ τῆς γῆς, ἀλλ᾿ ἐν οὐρανοῖς ἔχοντα τὸ πολίτευμα, Μιχαήλ, τὸν θεοφρούρητον Μητροπολίτην, ἀξίως τιμήσωμεν· οὗτος γὰρ ἀνελθὼν τῆς ἀρετῆς τὰς βαθμίδας εἰς ὕψος κατήντησε
πνευματικῆς τελειώσεως καὶ θεώσεως· καὶ νῦν Ἀγγέλων χορείαις
συνευφραινόμενος τοὺς ἐκτελοῦντας τὴν μνήμην αὐτοῦ εὐλογεῖ καὶ ἁγιάζει καὶ ὁδηγεῖ πρὸς ζωὴν τὴν αἰώνιον.
Ἦχος δ´.
Τὸ τῆς Φρυγίας θεόφυτον κρίνον καὶ Ἀθηνῶν μυροβόλον λείριον,
Μιχαήλ, εὐσχημόνως οἱ πιστοὶ μεγαλύνωμεν καὶ ἐν εὐλαβείᾳ αὐτῷ βοήσωμεν· ῥητόρων ἀκρώρεια καὶ θεοκηρύκων πρόβολε, ὁ ἐμπράκτως προασπισθεὶς τῆς σῆς ποίμνης τὰ συμφέροντα, ῥῦσαι ἡμᾶς κινδύνων καὶ θλίψεων καὶ συμφώνως τοῖς τοῦ Χριστοῦ ἐντάλμασι διάγειν ἡμᾶς ἀξίωσον τοὺς ἑορτάζοντας πόθῳ τὴν ἁγίαν μνήμην σου, ἀοίδιμε.
Δόξα. Ὁ αὐτός.
Δεῦτε, φιλεόρτων Ὀρθοδόξων συστήματα, τὸν ταπεινὸν καὶ φιλάγιον ἱεράρχην, ὡς κοσμήτορα Ἀθηνῶν, Μεσογαίας, Θεσσαλονίκης, Θερμοπυλῶν, Εὐβοίας καὶ Κέας, Μιχαὴλ τὸν Χωνιάτην, ἀξιοχρέως τιμήσωμεν κράζοντες· ζηλωτὰ τῆς ἐν Χριστῷ τελειώσεως, καὶ φίλε τῶν ἀσκουμένων καὶ ὑπέρμαχε τῶν ἐμπεριστάτων, Χριστὸν δυσώπει διδόναι τοῖς ἱκέταις σου ἐμπταισμένων ἄφεσιν καὶ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α´. Χαίροις, ἀσκητικῶν.
Χαίροις, τῆς Ἐκκλησίας φωστήρ, ὁ λογιότητι
φαιδρύνας τὰ σύμπαντα, καὶ πάντας καταφωτίσας τοὺς Ἀθηναίους αὐγαῖς σῶν σοφῶν ῥημάτων, πάτερ ὅσιε, ποιμὴν θεοπρόβλητε, ἀρχιθῦτα θειότατε, ἱεροφάντορ εὐκλεὲς καὶ ἀνύστακτε ὄντως πρόεδρε τοῦ κλεινοῦ πάλαι ἄστεως· ὅθεν τὴν θείαν μνήμην σου τιμῶντες ἀείποτε σέ, Μιχαὴλ Χωνιάτα, ἀνευφημοῦμεν γηθόμενοι καὶ σὰς ἱκεσίας ἐκδεχόμεθα πρὸς Κτίστην τὸν πολυεύσπλαγχνον.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ τῆς Φρυγίας βλαστός, τῶν Ἀθηνῶν ἀρχιερεὺς πνευματέμφορος, ἀγώνων καὶ ἀγωνίας συμμεριστὴς σοῦ λαοῦ, τῶν ἐμπεριστάτων ἐνθεώτατος, ἐλπὶς ἀκαταίσχυντος,
κλονουμένων ἐνίσχυσις καὶ κατευθύντωρ, Μιχαήλ, ἀπλανέστατος τῆς ἀγέλης σου τῆς ἐλλόγου πρὸς θέωσιν· πάτερ
θεοφορούμενε, ὡσεὶ εὐσυμπάθητος μὴ διαλίπῃς πρεσβεύων τὸν πανοικτίρμονα Κύριον ὑπὲρ τῶν ἐν ὕμνοις σὲ στεφόντων μελιῤῥύτοις,
ψαλμοῖς καὶ ᾄσμασι.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, τὸν θρόνον τῶν Ἀθηνῶν ὁ εὐσθενῶς καταλιπὼν ὅτε ἄνομοι εἰσέβαλον εἰς τὴν χθόνα τῆς Ἀττικῆς Δυτικοὶ αἱματοχυσίας τῆς ἐλλόγου σου ἀγέλης, μακάριε, πρὸς φυγὴν καὶ τὴν ἄσημον οἰκήσας Κέαν, ἣν παλαίστραν ἀνέδειξας τῶν καμάτων σου ἀρετῆς πρὸς τελείωσιν· μύστα
παναγιώτατε τῆς χάριτος, βίον
σου ὁ περατώσας ἐν μάνδρᾳ τῆς Μουντινίτζης, ἱκέτευε Χριστὸν δοῦναι πᾶσι, Μιχαήλ, τοῖς σὲ τιμῶσι τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ´.
Τὸν ἐραστὴν τοῦ ἀρχαίου ἑλληνικοῦ κάλλους καὶ ζηλωτὴν τῆς ἐν Χριστῷ δι᾿ ἀσκήσεως τελειώσεως, Μιχαὴλ τὸν Χωνιάτην, τιμήσωμεν πιστῶς βοῶντες· συλλῆπτορ τῆς τῶν Ἀθηνῶν λαχούσης σοι
ποίμνης καὶ ἀντιλῆπτορ τῶν τρυχομένων καὶ
κακουχουμένων, ὁ χάριτι θείᾳ σοφῶς καθοδηγήσας λαὸν πρὸς θέωσιν, οὐρανίου πόλεως κληρονόμους ἀνάδειξον εὐχαῖς σου τοὺς ἐκτελοῦντας ἐν πίστει τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα,
πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις...
τὸ Τρισάγιον καὶ τὸ
Ἀπολυτίκιον.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἀθηνῶν ἱεράρχην τὸν λογιώτατον καὶ συμπαθῆ ὡς ἀγώνων συμμεριστὴν τοῦ λαοῦ καὶ αὐτοῦ τῆς ἀγωνίας ὕμνοις μέλψωμεν νῦν,
Χωνιάτην Μιχαήλ, τῆς σοφίας ποταμὸν καὶ κρήνην εὐρυμαθείας, αὐτοῦ λιτὰς τὰς ἀόκνους πρὸς τὸν Σωτῆρα ἐκδεχόμενοι.
Ἕτερον ὅμοιον.
Ἀρετῇ διαπρέψας καὶ ἁγιότητι, ποιμαντικῇ ἐπιστήμῃ καὶ ἀκραιφνεῖ βιοτῇ Ἀθηναίων στυλοβάτης ἐχρημάτισας,
ὦ Χωνιάτα Μιχαήλ, ἱεράρχα
κραταιὲ καὶ ἄριστε ποιμενάρχα· διὸ καὶ εἴληφας χάριν ὑπὲρ ἡμῶν πρεσβεύειν
πάντοτε.
Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· Χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον
σου.
Καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἦχος α´. Τὸν τάφον Σου, Σωτήρ.
Τρισμάκαρ
Μιχαήλ, Χωνιάτα θεόφρον, τὴν μνήμην σου λαμπρῶς Ἀττικὴν οἱ οἰκοῦντες καὶ Κέαν καὶ Εὔβοιαν καὶ Φθιώτιδα σέβομεν
καὶ μελίσμασι σὲ καταστέφοντες
θείοις ἐκδεχόμεθα τὰς ἐκτενεῖς σου πρεσβείας πρὸς Κτίστην τὴν εὔσπλαγχνον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ναόν σου τὸν σεπτὸν Μιχαὴλ Χωνιάτης, ὁ μύστης ὁ κλεινὸς Ἀθηνῶν, Θεοτόκε, λαμπρῶς ἐξωράϊσε, Μῆτερ Ἀθηνιώτισσα, καὶ κατέστησε τῆς Μητροπόλεως ἕδραν, παντευλόγητε, αὐτοῦ τοῦ σὲ καθ᾿ ἑκάστην φαιδρῶς μεγαλύναντος.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ἁγίων συνόμιλε, θεοειδὲς Μιχαήλ, τὴν πάνσεπτον μνήμην
σου ἐπιτελοῦντες λαμπρῶς ἐκθύμως βοῶμέν σοι· λύτρωσαι, Χωνιάτα, ἐσομένης γεέννης δῆμον τῶν Ἀθηναίων σὲ τιμώντων ὡς ὄρους σπηλαίων ἀσκητῶν Πανικοῦ ὄντως ὁμόζηλον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Πανάμωμε
Δέσποινα, ἡ ἐλεοῦσα ἀεὶ πιστοὺς ἀνυμνοῦντάς σε μελισταγέσιν ᾠδαῖς, ὑψόθεν κατάπεμψον πᾶσι μονογενοῦ σου οἰκτιρμοὺς καὶ ἐλέη Τόκου σου,
Θεοτόκε, καὶ ὑγίειαν ἄμφω ψυχῶν καὶ τῶν σωμάτων εὐχαῖς ἀδιαλείπτοις σου.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος γ´. Τὴν ὡραιότητα.
Ἱεροφάντορα παναγιώτατον, σοφῶς ποιμάναντα ἀγέλην ἔλλογον τῶν Ἀθηνῶν καὶ ἀσκητὴν ὁμόζηλον τοῦ Προδρόμου, ἐν αὐτοῦ τελέσαντα τῇ μονῇ βίον πρόσκαιρον,
Μιχαήλ, τιμήσωμεν, Χωνιάτην τὸν ἔνδοξον, ψυχῆς ἐν κατανύξει βοῶντες· Χαῖρε, ἱεραρχῶν λαμπρότης.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων
μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.
Οἱ Ἀναβαθμοί·
τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Ἀντίφωνον Α’
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς).
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς).
Δόξα Πατρί...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος
τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην (ι´ 9-16).
(Ζήτει τῇ ιγ´ Νοεμβρίου, τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου).
Τάξις τοῦ Ἱ.Εὐαγγελίου τοῦ Ὄρθρου
ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,...
ἦχος β’
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς...
Κύριε, ἐλέησον (γ').
ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι.
Καὶ τῷ Πνεύματί σου.
ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
ὁ Διάκονος: Πρόσχωμεν.
Δόξα σοι
Κύριε, δόξα σοι.
(Ἰω. ι´ 1-9)
ὁ Ἱερεὺς: Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους΄ Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει΄ καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ' ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται΄ καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ΄ ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ' οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Δόξα σοι, Κύριε, δόξα σοι.
Εἶτα·
Ὁ Ν´ Ψαλμός.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον. Ἦχος πλ. β´.
Λογιωτάτων ἱεραρχῶν ἀρχέτυπον γενόμενος
καὶ ὁσίων πατέρων ποιμαντικοὺς μιμούμενος τρόπους διάκοσμος τῆς τῶν Ἀθηναίων ἐπώφθης Ἐκκλησίας, Μιχαὴλ ἀξιάγαστε· καταλιπὼν γὰρ τὸν θρόνον σου καὶ ἐξορίας βαδίσας τρίβον ἐν καιροῖς δυσχειμέροις ἀνόμων εἰσβολῆς Βουργουνδίων, ἰσαγγέλως ἐπολιτεύσω, μακάριε· καὶ νῦν Χριστῷ ἀγαλλιώμενος ἐν πόλῳ δόξης μὴ παύσῃ Αὐτῷ πρεσβεύων ὑπὲρ τῶν τιμώντων τὴν λαμπρὰν καὶ ἀεισέβαστον μνήμην
σου.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...
Ὁ Κανὼν τοῦ Ἱεράρχου,
οὗ ἡ Ἀκροστιχίς· «Μιχαὴλ Χωνιάτου, Ἀθηνῶν εὔχους αἶνος. Χ.»
ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
Μὴ παύσῃ δεόμενος Χριστοῦ ὑπὲρ τῶν τιμώντων σε καὶ πίστει τὴν μνήμην σου τὴν ἱεράν, Μιχαήλ, θείοις ᾄσμασι τελούντων, Χωνιάτα, Φρυγίας μυράπειπτρον πανευωδέστατον.
Ἰσχὺν θείαν ἄνωθεν λαβὼν ἐκ χρόνων νεότητος σοφίας τῆς θύραθεν ὤφθης εἰκὼν διαυγὴς καὶ διήνυσας τὸν βίον, Χωνιάτα, ἀμέμπτως ὡς ἄϋλος μέροψ,
πανεύφημε.
Χριστοῦ φίλε γνήσιε,
γενναῖε καὶ λογιώτατε, ἀρχαίου ἐράσμιε πολιτισμοῦ, Μιχαήλ, ὑπεδέξατο τῶν Ἀθηνῶν ἡ πόλις ὡς δώρημα τίμιον σέ, ἱερώτατε.
Θεοτοκίον.
Ἀπείρανδρε
Δέσποινα, ἡμῖν Υἱοῦ τοῦ πανσέπτου σου ὑψόθεν κατάπεμψον ἐλέη καὶ οἰκτιρμοὺς τοῖς τιμῶσί σε ὡς τοῦ Θεοῦ μητέρα σεμνήν, εὐσυμπάθητον καὶ ἄγαν εὔσπλαγχνον.
ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους.
Ἡ πόλις τῶν Ἀθηνῶν τιμῶσα τὴν μνήμην σου, σῶφρον
Μιχαήλ, τοὺς πόνους μεγαλύνει
σου, οὓς ἔτλης δι᾿ ἀγάπησιν καὶ στήριξιν ποιμνίου σου ἐν δυσχειμέροις τοῖς ἔτεσι.
Λιπὼν τὸν σὸν θρόνον ἑκουσίως, σεπτὲ ἱεράρχα Μιχαήλ, ὅτε οἱ λατινόφρονες ἐπιδρομεῖς ἐμπόδιζον σῶν καθηκόντων ἄσκησιν εἰς νῆσον Κέαν
κατέφυγες.
Χαρίτων τοὺς πλήρεις οὐρανίων Πανείου τοῦ ὄρους ἀσκητὰς ἐθαύμαζες καὶ σκάμματα αὐτῶν ἐζήλους, ἅγιε, πρὸς ἀρετῆς ἀπόκτησιν καὶ ἐν Χριστῷ ὁλοκλήρωσιν.
Θεοτοκίον.
Ὡράϊσμα,
Κεχαριτωμένη, Χριστοῦ Ἐκκλησίας τιμαλφές, τοῦ παναγίου Τόκου σου, ὡράϊσον τῶν δούλων σου τὸν βίον
προστασίᾳ σου καὶ ἀῤῥαγεῖ μεσιτείᾳ σου.
Κάθισμα.
Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ἐκκλησίας σέμνωμα τῶν Ἀθηναίων, Μιχαὴλ θεσπέσιε, ἱεροφάντορ
θαυμαστέ, σαυτὸν ἀκόπως ἠνάλωσας ὑπὲρ σῆς ποίμνης, ποιμὴν ὡς ἀνύστακτος.
Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Θεοτοκίον.
Παναγία Δέσποινα, παραμυθία θλιβομένων, πλήρωσον ἡμᾶς ἀφάτου χαρμονῆς καὶ προστασίας ἀγρύπνου σου τοὺς μελῳδοῦντας τὸν πάνσεπτον Τόκον
σου.
ᾨδὴ δ´. Ὁ καθήμενος ἐν δόξῃ.
Νέκταρ γνώσεως τρυγήσας, Μιχαὴλ ἀξιάγαστε, Χωνιάτα μάκαρ, ἐκ χειλέων τοῦ διδασκάλου σου, ἀρχιερέως Νικήτα, μέλι ἥδιστον ἐπιγνώσεως καὶ σωφροσύνης παρήγαγες.
Ἱλασμὸν ἡμῖν ἐξαίτει, Μιχαὴλ παναοίδιμε, τοῖς ἀνευφημοῦσι σὲ ὡς ἱεράρχην θεόσοφον, ἐν ταῖς Ἀθήναις αὐγαῖς σου διαλάμψαντα ἀγαθότητος καὶ προσφορᾶς πρὸς τοὺς ἔγγιστα.
Ἄνερ, Μιχαήλ,
θεόφρον, ὡς σοφίας
κειμήλιον, γνώσεως ταμεῖον καὶ διανοήσεως μέλαθρον, ἀνθρωπιστὰ ἱεράρχα, διεκόσμησας ποιμασίᾳ σου τὴν Ἀττικήν, νῦν τιμῶσάν σε.
Θεοτοκίον.
Τοῦ ἐχθίστου ἐπηρείας σοὺς ἱκέτας ἐκλύτρωσαι, Κεχαριτωμένη, Θεοτόκε, Ἀθηνιώτισσα, καὶ χειραγώγει τοὺς πόθῳ μελῳδοῦντάς σε πρὸς μετάνοιαν καὶ ἀρετῆς ὁλοκλήρωσιν.
ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα.
Οὐράνωσον φρόνημα τῶν νῦν μακαριζόντων σε,
Μιχαήλ, τρισμάκαρ Χωνιάτα, ἀόκνοις πόνοις τῶν Ἀθηνῶν τῶν κλεινῶν σοφῶς κατηχήσαντα
λαόν, τὸν μὴ γνῶντα πίστεως τὰς ἀρχάς, ἐνθεώτατε.
Ὑμνοῦμέν σε πάντοτε ὡς κουφιστὴν τῆς ποίμνης σου ἐκ δυσβάκτων φόρων καὶ ἐφόδου ἐπιδρομέων ἀζυμιτῶν, Μιχαήλ, ποιμὴν καὶ φρουρὲ τῶν Ἀθηνῶν καὶ ἁπάσης στήριγμα Ἀττικῆς ἀδιάσειστον.
Ἀθήναιον σέμνωμα, ἐκόσμησας τὸν θρόνον σου,
Μιχαήλ, γενναῖε Χωνιάτα,
σαπφείροις λόγων καὶ μαργαρίταις τῆς σῆς ἀμέμπτου τῷ ὄντι βιοτῆς, ἱεράρχα ὅσιε καὶ σεμνὲ καὶ πραότατε.
Θεοτοκίον.
Θεοῦ τοῦ οἰκτίρμονος ὁ Λόγος ὁ θειότατος ἐν σεπτῇ νηδύϊ σου,
Παρθένε, κατασκηνώσας Θεογεννῆτορ ἁγνή, ἐθέωσε γένος τῶν βροτῶν, τὸ ἀεὶ γεραῖρόν σε καὶ λαμπρῶς μεγαλῦνόν σε.
ᾨδὴ Ϛ´. Τὴν θείαν ταύτην.
Ἡ Ἀττικὴ ἐπαγάλλεται καὶ χαίρει
Μεσογαία ἡ εὔφορος, ἥνπερ ἠγάπησας καὶ τοῖς ποσί σου ἐβάδισας πρὸς ἀσκητῶν Πανείου ὄρους ἐπίσκεψιν.
Νῦν Κέα νῆσος τὴν μνήμην σου τελοῦσα, Μιχαήλ, καταφεύγει σοι πιστῶς κραυγάζουσα· φρούρει ἀεὶ καὶ περίσκεπε τὴν νῆσον ἐξορίας τῆς ἑκουσίου σου.
Ὡς ἱερὸν ἐγκαλλώπισμα σεμνεῖον
Μουντινίτζης γεραίρει σε, ἐν ᾗ τὸ πνεῦμά σου τῷ Παντεπόπτῃ παρέδωκας Κυρίῳ, Χωνιάτα,
σεβασμιώτατε.
Θεοτοκίον.
Ναὲ Θεοῦ ἀχειρότευκτε, τὴν μνήμην Μιχαὴλ τοὺς γεραίροντας, Ἀθηνιώτισσα,
καὶ σὲ λαμπρῶς μεγαλύνοντας ἀξίωσον ἀφθίτου ἀγαλλιάσεως.
Κοντάκιον.
Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Τὸν ἱεράρχην Ἀθηνῶν λαμπρῶς ὑμνήσωμεν τὸν λογιώτατον,
φιλάνθρωπον, διδάσκαλον, κουφιστὴν τῶν ἐν ἀνάγκαις καὶ ἀσκουμένων ἐν σπηλαίοις
ζηλωτήν, ὡς βάθρον πίστεως,
Μιχαὴλ τὸν Χωνιάτην, ὕμνοις πρέπουσι πίστει ψάλλοντες· Χαίροις, πάτερ θειότατε.
Ὁ Οἶκος.
Ἄριστε ποιμενάρχα,
Μιχαὴλ Χωνιάτα, ἐνδόξων Ἀθηνῶν, ὡς πατέρων σὲ τιμῶμεν λογίων φανὸν καὶ ἀρχιερέων θεαυγῶν σέμνωμα καὶ μνήμην ἐκτελοῦντές σου τὴν πάνσεπτον τρανῶς βοῶμεν·
Χαῖρε, τὸ βλάστημα τῆς Φρυγίας·
χαῖρε, τὸ οἴκημα τῆς σοφίας.
Χαῖρε, Ἀθηνῶν τῶν κλεινῶν σεμνολόγημα·
χαῖρε, εὐκλεῶν μυστηπόλων ἀκρώρεια.
Χαῖρε, λύχνος
παμφαέστατος ἀγαπήσεως Χριστοῦ·
χαῖρε, στῦλος ἀδιάσειστος
προστασίας τοῦ λαοῦ.
Χαῖρε, ὁ καθαιρέτης τῆς σκοτείας
καὶ πλάνης·
χαῖρε, ὁ ὑπηρέτης τῆς ἐλλόγου ἀγέλης.
Χαῖρε, πατέρων θείων ὁμόζηλος·
χαῖρε, ἀγγέλων δήμων ὁμόσκηνος.
Χαῖρε, θερμὸς ἀρωγὸς τῶν πενήτων·
χαῖρε, ταχὺς βοηθὸς τῶν καμνόντων·
Χαίροις, πάτερ θειότατε.
Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς Δ´ Ἰουλίου.
Τῇ Δ´ τοῦ αὐτοῦ μηνός, Μνήμη, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνδρέου Κρήτης, τοῦ Ἱεροσολυμίτου.
Στίχοι.
Θανὼν ἐφεῦρε τῶν πόνων στέφος μέγα, Κρήτης ὁ ποιμήν, οὗ πόνος Κανὼν μέγας.
Τῇ δὲ τετάρτῃ ἀρχιθύτην μόρος Ἀνδρέαν εἷλε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδώρου, Ἐπισκόπου Κυρήνης.
Στίχοι.
Ἐπὶ σκότους θανόντι τῷ Θεοδώρῳ, Τὸ τοῦ προφήτου πρώϊμον φῶς ἐῤῥάγη.
Μνήμη τῶν Ἁγίων Μαρτύρων
Κυπρίλλης, Ἀρόας καὶ Λουκίας.
Στίχοι.
Τονοῖ Κυπρίλλαν πρὸς πάλην τὴν πρὸς ξέσεις Ὁ συμπαλαίσας Ἰακὼβ Θεὸς πάλαι.
Ἔδειξαν ἡμῖν Ἀρόα καὶ Λουκία, Ὡς καὶ κόραι σθένουσι
καρτερεῖν ξίφος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος
Θεοδότου· καὶ τοῦ Ἁγίου Δονάτου, Ἐπισκόπου Λιβύης· καὶ τῆς Ὁσίας Μάρθας, μητρὸς τοῦ Ἁγίου Συμεών, τοῦ ἐν τῷ Θαυμαστῷ, Ὄρει.
Στίχοι.
Δοὺς κεφαλὴν τῷ Θεῷ, Θεόδοτε, Ζωὴν ἔλαβες, ἥτις οὐκ ἔχει πέρας.
Δονάτος ἔργοις πρὶν δονήσας Λιβύην, Ἤδη κατοικεῖ, οὗ δόνισις οὐκ ἔνι.
Κἄν οὐ μεριμνᾷ, οὐδὲ τυρβάζη, Μάρθα, Ἔχεις τὰ λοιπὰ καὶ τελευτὴν τῆς Μάρθας.
Ἡ Ἁγία Ἀσκληπιὰς ἡ θαυματουργὸς ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι.
Ἀσκληπιὰς ἄμισθος ἀσκληπιάδης, Παύουσα προῖκα καὶ τετμημένη νόσους.
Ὁ Ἅγιος Ἱερομάρτυς
Θεόφιλος, ξίφει τελειοῦται.
Στίχοι.
Ὁ Θεόφιλος ἐξαφαιρεῖται κάραν, Θεὸν φιλήσας καὶ πλέον ζωῆς φίλης.
Ὁ Ὅσιος Μένιγνος ἐν εἰρήνῃ τελειοῦνται.
Στίχοι.
Μένιγνος ἐκπλεῖ τὸν θαλαττώδη βίον,
Εὑρὼν ἀρίστους τοὺς νόας κωπηλάτας.
Εἶτα λέγομεν.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Μιχαὴλ τοῦ Χωνιάτου, Μητροπολίτου Ἀθηνῶν πνευματοφόρου.
Στίχοι.
Λογίων ἱεραρχῶν, Μιχαήλ, κέρας,
Ἀθήνας ἐκόσμησας σῇ ποιμασίᾳ.
Συναξάριον.
Ὁ ἐν ἁγίοις θεοφόρος πατὴρ ἡμῶν Μιχαὴλ ὁ Χωνιάτης (1182-1222), πατρίδα ἔσχε τὰς Χώνας τῆς Φρυγίας, ἔνθα ὁ αὐτῷ φερώνυμος Μιχαὴλ ὁ ἀρχιστράτητος τὸ μέγα ἐπετέλεσε θαῦμα τῆς ἀλλαγῆς τοῦ ποταμίου ῥοὸς πρὸς διάσωσιν τοῦ ἐκεῖσε ναοῦ αὐτοῦ. Ἐμαθήτευσε παρὰ τοὺς πόδας τοῦ μητροπολίτου τῆς πόλεως Νικήτα, τοῦ προφητικοῦ ἀξιωθέντος
χαρίσματος, καὶ ἐν Κωνσταντινουπόλει παρὰ τοῦ εἶτα Μητροπολίτου
Θεσσαλονίκης Ἁγίου Εὐσταθίου. Κάτοχος ὢν πάσης
θύραθεν σοφίας διηκόνησε τῷ Πατριαρχείῳ ἐπ᾿ ὀλίγον, ἐξ οὗ χάριτι θείᾳ ἐπελέγη
Μητροπολίτης τῆς πάλαι εὐσήμου καὶ τότε ἀσήμου πόλεως τῶν Ἀθηνῶν. Ἐν αὐταῖς ἠργάσθη πρὸς κουφισμὸν τοῦ λογικοῦ αὐτοῦ ποιμνίου ἐκ τῶν καθ᾿ ἡμέραν ἀναγκῶν, τῆς ἐνδημούσης πενίας
καὶ τῶν πειρατικῶν ἐπιδρομῶν ὡς καὶ τὴν πνευματικὴν ὁλοκλήρωσιν κλήρου
καὶ λαοῦ τῆς λαχούσης αὐτῷ ἐπαρχίας. Στενῶς συνεδέθη μετ᾿ ὁσίων ἀσκητῶν τοῦ ἐν Λαυρεωτικῇ Πανείου ὄρους, ὁμόζηλος τῶν τρόπων αὐτῶν γενόμενος. Ἡ τῶν Ἀθηνῶν κατάληψις ὑπὸ τῶν Βουργουνδίων εἰσβολέων ἐν ἔτει 1204 καὶ ἡ ἐξ αὐτῆς ἀπαγόρευσις ἐξασκήσεως τῶν πνευματικῶν καὶ ποιμαντικῶν αὐτοῦ καθηκόντων ἴθυνε τὸν Μιχαὴλ εἰς ἑκουσίαν ἐξορίαν εἰς Θεσσαλονίκην, Εὔβοιαν καὶ Κέαν, ἔνθα παρέμεινεν ἐπὶ δέκα πλήρεις ἐνιαυτοὺς ἐργαζόμενος διὰ τὴν χειμαζομένην αὐτοῦ ἀγέλην. Τέλος ἀπεσύρθη εἰς τὴν ἱερὰν μονὴν Τιμίου Προδρόμου
Μουντινίτζης παρὰ τὰς Θερμοπύλας, ἔνθα καὶ τὸ ζῆν ἐν εἰρήνῃ ἐξεμέτρησεν ἐν ἔτει 1222 καταλιπὼν πλούσιον
συγγραφικὸν ἔργον καὶ φήμην ὁσίου ἱεράρχου.
Ταῖς τοῦ πνευματεμφόρου καὶ ὁμολογητοῦ ἱεράρχου ἁγίαις πρεσβείαις,
Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν.
Ἐνθεώτατε τῶν Ἀθηναίων πρόεδρε,
βολαῖς παμφώτοις σου ποιμαντικῆς ἀγωγῆς ἐφώτισας ποίμνην σου καὶ ἀπεδίωξας τὴν σκοτόμαιναν αὐτοῦ πασῶν τῶν θλίψεων, Μιχαὴλ πνευματοφόρε.
Ὕμνοις στέφομεν τὴν σεβασμίαν μνήμην σου φαιδροῖς ἑκάστοτε οἱ δῆμοι τῆς Ἀττικῆς, οὓς λόγοις ἐστήριξας σοφοῖς καὶ πράξεσι
συμπαθείας σου πρὸς πάντα ἐμπερίστατον, Μιχαὴλ ἱεροφάντα.
Χῶναι, ἅγιε, σεμνύνονται σπαργάνοις σου καὶ ἡ περίχωρος τῶν Ἀθηνῶν εὐλαβῶς γεραίρει τὴν μνήμην σου, ἣν
διεκόσμησας ποιμασίᾳ σου θεοτερπεῖ, πανόσιε Μιχαὴλ
πνευματοφόρε.
Θεοτοκίον.
Ὁδηγήτρια ἀπλανεστάτη πέφηνας τῶν προστρεχόντων σοι, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, καὶ γέρας ἀτίμητον, Ἀθηνιώτισσα, τῶν ἀείποτε ὑμνούντων σε ὡς ἔνθερμον ἐν τῷ βίῳ παραστάτιν.
ᾨδὴ η´. Παῖδας εὐαγεῖς.
Ὕμνοις, Μιχαήλ, σέ,
Χωνιάτα, εὐτάκτοις ἀξιοχρέως μεγαλύνομεν, δώρημα πολύτιμον Ἀττικῆς καὶ καύχημα τῶν Ἀθηνῶν τῆς πόλεως, σεβασμιώτατε, ὡς θείων μυστηπόλων πυξίον καὶ ἀρχιερέων διάκοσμον λογίων.
Στῦλος ἀῤῥαγὴς κακουχουμένων καὶ βάκτρον ἐμπεριστάτων
σταθερότατον, Μιχαήλ, ἐν ἔτεσι δυσχειμέροις πέφηνας, στηρίζων σοῖς διδάγμασι λαὸν ὀρθόδοξον εὐσήμου Ἀττικῆς, ἧς ὑπῆρχες ἱεράρχης μέγας καὶ θεῖος ποιμενάρχης.
Ἄγαλμα σοφολογιωτάτων
ἐδείχθης ἀρχιερέων
θεοσμίλευτον, Μιχαήλ, καὶ σκήνωμα χάριτος
θεότευκτον· διὸ τὴν θείαν μνήμην σου πανηγυρίζοντες οἱ δῆμοι Ἀθηνῶν, Μεσογαίας, Κέας καὶ Εὐβοίας σὲ ἀνυμνολογοῦμεν.
Θεοτοκίον.
Ἴθυνον τοὺς μεγαλύνοντάς σε πρὸς δόμους τῆς ἀφθαρσίας, Μητροπάρθενε, Παναγία Δέσποινα, ὡς πιστῶν ἰθύντειρα ἀπλανεστάτη
κράζομεν πρὸς ὁλοκλήρωσιν τῶν ὕμνοις ἐκτενῶς μελῳδούντων Μιχαὴλ τὴν μνήμην, τοῦ θείου Χωνιάτου.
ᾨδὴ θ´. Ἅπας γηγενής.
Νῦν πανευλαβῶς τὴν μνήμην σου ἄγοντες τὴν πανσεβάσμιον,
Μιχαήλ, κραυγάζομεν· τῆς Μεσογαίας, Κέας,
Φθιώτιδος, Εὐβοίας καὶ τοῦ ἄστεως Ἀτθίδος κόσμημα, οὐρανόθεν φρούρει καὶ
περίσκεπε, Χωνιάτα, τοὺς σοὶ καταφεύγοντας.
Ὄλβε τιμαλφὲς Χριστοῦ θείας πίστεως,
μονὴν ἡγίασας
Μουντινίτζης, ἔνδοξε ἱερομύστα, Φρυγίας βλάστημα, ἐν ᾗ Θεῷ παρέδωκας, μάκαρ,
τὸ πνεῦμά σου, Χωνιάτα
Μιχαήλ, πολύτιμον Ἐκκλησίας Χριστοῦ σεμνολόγημα.
Στῦλος φωταυγὴς Θεοῦ ὤφθης γνώσεως, ὁ τὴν σκοτόμαιναν διάλυσας τάχιστα τῆς ἀγνωσίας ἐλλόγου ποίμνης σου
καὶ χρυσαυγὴν εὐφρόσυνον τῆς ἐπιγνώσεως ἀνατείλας Ἀθηναίων τάγμασι, Μιχαὴλ Χωνιάτα, θειότατε.
Θεοτοκίον.
Χαῖρε, ἀγαθή, Παρθένε θεόνυμφε, Ἀθηνιώτισσα, εὐλαβῶς βοῶντές σοι σὴν παῤῥησίαν ἀπεκδεχόμεθα τὴν μητρικὴν πρὸς Τόκον σου τὸν πολυεύσπλαγχνον, Ὃν ἐκθύμως ἅπαντες δοξάζομεν εἰς αἰῶνας καρδίᾳ καὶ χείλεσι.
Ἐξαποστειλάριον.
Ἦχος β´. Γυναῖκες ἀκουτίσθητε.
Διάκοσμον περίβλεπτον τῶν Ἀθηνῶν τιμήσωμεν καὶ Μεσογαίας καὶ Κέας τὸν θεοφόρον πολίτην ὡς ἱεράρχην πάνσοφον καὶ ἀσκητῶν ὁμόζηλον καὶ μαργαρίτην
πίστεως, νῦν Μιχαὴλ Χωνιάτην, τὸν
πολυτίμητον ὄντως.
Θεοτοκίον.
Σεμνὴ Ἀθηνιώτισσα, ναόν σου ἐξωράϊσε, Θεογεννῆτορ Παρθένε, ὁ Μιχαὴλ Χωνιάτης, τῆς πόλεώς σου πρόεδρος καὶ ἱεράρχης ὅσιος, μεθ᾿ οὗ ἀνευφημοῦντές σε δοξολογοῦμεν ἀπαύστως τὸν σὸν πανίερον Τόκον.
Εἰς τοὺς Αἴνους
ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Λογίων ἀρχιερέων τὸ σεμνολόγημα καὶ εὐλαβῶν ποιμένων Ἀθηνῶν Ἐκκλησίας διάκοσμον τὸν θεῖον, δεῦτε, λαμπρῶς, Μιχαήλ, εὐφημήσωμεν, τὸν Χωνιάτην, ἐν ᾄσμασι καὶ ᾠδαῖς μελιῤῥύτοις οἱ χριστώνυμοι.
Τὴν εἰσβολὴν Βουργουνδίων μὴ ἀνεχόμενος εἰς Ἀττικὴν σὸν θρόνον, Μιχαήλ, ἑκουσίως κατέλιπες καὶ Κέαν καταλαβὼν τὸν λαόν σου ἐνίσχυες καθυπομεῖναι κακώσεις καὶ συμφορὰς σοῖς μεστοῖς ἀγάπης γράμμασι.
Τοῖς θεοπνεύστοις σου
λόγοις, φιλαγιότητι, ἐμπράκτῳ βιοτῇ σου καὶ ἀγάπῃ πρὸς πέλας ἐκόσμησας τὴν πόλιν τῶν Ἀθηνῶν, Μιχαὴλ ἱερώτατε, τῶν ἀσκητῶν τοῦ σπηλαίου τοῦ Πανικοῦ τῆς ἀσκήσεως ὁμόζηλε.
Πανηγυρίζοντες μνήμην τὴν ἀεισέβαστον καὶ φωταυγῆ σου, μάκαρ Μιχαήλ, Χωνιάτα, σεπτὲ ἱερομύστα τῶν Ἀθηνῶν, τὴν λαμπρὰν ποιμασίαν σου ἀνευφημοῦμεν καὶ πόνους σου ἱεροὺς ἀρετῆς πρὸς ὁλοκλήρωσιν.
Δόξα. Ἦχος πλ. α´.
Τὸ κλεινὸν τῶν Ἀθηνῶν ἄστυ καὶ ἡ περὶ αὐτὸ εὔσημος τῆς Ἀττικῆς ἐπαρχία ὡς ποιμενάρχην τιμᾷ καὶ γεραίρει σε ἔνθεον, Μιχαὴλ Χωνιάτα,
πνευματέμφορε· σὺ γὰρ ἁγιοπρεπῶς πολιτευσάμενος καὶ τὰς χρείας ἄμφω θεραπεύσας τῆς λογικῆς σου ποίμνης οὐρανοπολίτης γέγονας· καὶ νῦν Χριστῷ συνὼν τῷ πανευϊλάτῳ ἀδιαλείπτως Αὐτῷ πρεσβεύεις ἡμῖν ἀφθόνως πέμψαι τὸ Αὐτοῦ μέγα καὶ πλούσιον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχον τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοί· καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ´ καὶ στ´ ᾠδή.
Ἀπόστολος καὶ Εὐαγγέλιον τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. (Ζήτει τῇ ΙΓ´ Νοεμβρίου)
Ἀπόστολος
Τοῦ Ἱεράρχου (῾Εβρ. ζ´ 26-28, η´ 1-2).
Προκείμενον ἦχος α’
Τὸ στόμα μου λαλήσει
σοφίαν καὶ καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Ἀδελφοί,
τοιοῦτος ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθ᾽ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους
καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.
Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν Ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, «ἣν ἔπηξεν ὁ Κύριος», καὶ οὐκ ἄνθρωπος.
Ἀλληλούϊα (γ’)
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ἰωάννην. (Ἰω. ι´ 9-16)
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.Ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει΄ καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει , ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν΄ καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν΄ καὶ γενήσεται
μία ποίμνη, εἷς ποιμήν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Κοινωνικόν.
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
Μεγαλυνάριον.
Χαίροις, Χωνιάτα, τῶν Ἀθηνῶν, Μιχαήλ, ἐπόπτα, ἀρχιθῦτα καὶ ἀρωγέ, χαίροις, Μεσογαίας, Θερμοπυλῶν, Εὐβοίας καὶ Κέας ὁ οἰκῆτορ, θεομακάριστε.
Δίστιχα.
Μιχαὴλ Χωνιάτην, Ἀθηνῶν εὖχος,
ᾖσε Χαραλάμπης
Νικολάου χάριν.
Σπυρίδωνα καὶ Ἀθανάσιον φρούρει
ἀπαύστως, Μιχαήλ,
βοᾷ Χαραλάμπης.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου