ΜΝΗΜΗ
ΤΗΣ ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΗΜΩΝ
ΞΕΝΗΣ
ΠΟΙΗΜΑ ΓΕΡΑΣΙΜΟΥ ΜΙΚΡΑΓΙΑΝΝΑΝΙΤΟΥ
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους
δ'. καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α'. Τῶν οὐρανίων
ταγμάτων.
Τὸν δι’ ἡμᾶς ξενωθέντα δι’ ἀγαθότητα, ποθήσασα Ὁσία, ὁλοτρόπῳ καρδίᾳ, ἁπάντων ἐξενώθης τῶν γεηρῶν, καὶ αὐτῷ ἠκολούθησας· ἐντεῦθεν ξένων ἠξίωσαι δωρεῶν, Ξένη Μῆτερ παμμακάριστε.
Μεταναστεύουσα
πρῴην τῇ διαθέσει σεμνή, καὶ βεβαιοῦσα ἔργῳ, τὸ κριθέν σοι ἐννοίᾳ, ἐξῆλθες τῆς ματαίας τῶν ἡδονῶν, μακαρία λειότητος, καὶ ἀρετῶν τῇ τραχείᾳ εὐθυδρομεῖς, ἀναβάσει ξενιτεύσασα.
Ἐν τῷ λιμένι τοῦ θείου προσορμισθεῖσα ἰσθμοῦ, διαπερᾷς κυμάτων, τῶν τοῦ κόσμου τὸν σάλον· ψυχῆς δέ σου τὸ πλοῖον ὅλον σεμνή, ἀδιάκλυστον φέρουσα, ἐξ ἡδονῶν τῆς πικρίας τῶν μυστικῶν, ἀγωγίμων μένεις ἔμπλεως.
Θεοπρεπεῖ τῇ μιμήσει σὺ ξενιτεύσασα, τοῦ δι’ἡμᾶς ἐξ ἄνω, πρὸς ἡμᾶς κατελθόντος, ὑψῶσαι τοὺς πεσόντας μένεις σεμνή,
συγγενέσι μὲν ἄγνωστος, ἀλλ’ εὐσεβέσι γνωστὴ ὡς πρὸς τὸν Θεόν, Ξένη πάντοτε πρεσβεύουσα.
Δόξα. Ἦχος α'.
Τῷ πυρὶ τῆς θείας ἀγάπης, ἀναφλεχθεῖσα τὴν ψυχήν, ἀσκητικοῖς καμάτοις ἔλαμψας, ὡς λαμπὰς θεόφωτος, Ξένη πανεύφημε· πᾶσαν γὰρ ὕλην ἀποθεμένη, ἔξω κόσμου καὶ σαρκὸς ἐβίωσας, τῷ σῷ νυμφίῳ Χριστῷ ἀναγομένη· οὗ νῦν τῆς δόξης τρυφῶσα, καὶ τὸ ἄχραντον κάλλος ὁρῶσα, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τάς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς Παναγία Παρθένε.
Ἀπόστιχα.
Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.
Ξένη ἐπὶ τῆς γῆς, ζωὴν πολιτευθεῖσα, ὦ Ξένη μακάρια, ξενίας οὐρανίου, περιφανῶς ἠξίωσαι.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Κάλλος
παρθενικόν, ἀσκήσεως
ἀγῶσι, λαμπρότερον Κυρίῳ, παρέστησας Ὁσία, τῷ σὲ λαμπρῶς δοξάσαντι.
Στίχ.
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...
Βρύει σου ἡ σορός, ἡ τῶν λειψάνων Μῆτερ, ἰάσεων τὰ ῥεῖθρα, καὶ ἄνθρακας σβεννύει, πολυειδῶν κακώσεων.
Δόξα. Τριαδικόν.
Δύναμιν
πανσθενῆ, ἐκ σοῦ Τριὰς Ἁγία, Πάτερ Υἱὲ καὶ Πνεῦμα, λαβοῦσα ἡ Ὁσία, ἀσκητικῶς ἠρίστευσε.
Καὶ νῦν. Θεοτοκίον.
Ἔσχες ἐν τῇ γαστρί, ἀνερμηνεύτῳ λόγῳ, τὸν φέροντα τὰ πάντα, καινίζοντα Παρθένε, ἡμᾶς δι’ ἀγαθότητα.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν,
τὸ μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους
στ'. καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.
Ξένην φερωνύμως
βιοτήν, πάντων τῶν ἐν κόσμῳ ἡδέων, σοφῶς ἐβίωσας, Ξένη παμμακάριστε, νύμφη
Χριστοῦ τοῦ Θεοῦ· διὰ τοῦτο δεδόξασαι, δυνάμεσι θείαις,
καὶ ξένοις χαρίσμασι,
Πνεύματος χάριτι. Ὅθεν τὴν ἁγίαν σου μνήμην, χαίροντες τελοῦμεν Ὁσία, καὶ τὸν σὲ δοξάσαντα δοξάζομεν.
Γένους
περιφάνειαν σεμνή, ἔρωτι
τρωθεῖσα τῷ θείῳ, ἐμφρόνως ἔλιπες, πλοῦτον διαρρέοντα, καὶ δόξαν πρόσκαιρον, καὶ μνηστῆρα τὸν γήϊνον, καὶ τῷ ἀθανάτῳ, χαίρουσα
μεμνήστευσαι, ὡς
καλλιπάρθενος· ὅθεν οὐρανίων θαλάμων, Ξένη θεοφόρε μετέσχες,
κάλλος καθορῶσα τὸ ἀμήχανον.
Λάθρα τῆς πατρίδος σου σεμνή, καὶ τῆς πατρικῆς σου ἑστίας, ἀναχωρήσασα, ἄρασα ἐπ' ὤμων σου, τόν τοῦ Σωτῆρος ζυγόν, ἀνενδότῳ φρονήματι, καὶ διὰ θαλάσσης, ἐπὶ Ἀλεξάνδρειαν, καὶ Κῶν χωρήσασα, εὗρες ὃ ἐζήτεις Ὁσία, πάντων τῶν φθαρτῶν νεκρωθεῖσα, μετὰ τῶν διττῶν θεραπαινίδων σου.
Παύλῳ τῷ θεράποντι Θεοῦ, Μῆτερ κολληθεῖσα ὁσίως, ὡς πλήρει χάριτος, σὺν αὐτῷ προσέδραμες, εἰς πόλιν Μύλασσαν, ἔνθα οἶκον δομήσασα, Στεφάνῳ τῷ θείῳ, τύπον θείων πράξεων,
σαυτὴν παρέστησας, Ξένη ταῖς σεμναῖς μοναστρίαις, καὶ τοῦ ἀρχεκάκου Βελίαρ, πᾶσαν τὴν ἰσχὺν καταπεπάτηκας.
Ὅτε ὁ νυμφίος σου
Χριστός, πρὸς τοὺς οὐρανίους θαλάμους, σὲ προσελάβετο, τότε διὰ κύκλου σε ἀστέρων ἔδειξε, οὐρανόθεν τοῖς πέρασι, τὴν σὴν φανερώσας, δόξαν καὶ λαμπρότητα, Ὁσία ἅπασι· ὅθεν καὶ ἰάματα πλεῖστα, ἔβλυσε τὸ θεῖόν σου σκῆνος, Ξένη πρὸς ταφὴν σεπτῶς ἀγόμενον.
Κρήνην ἰαμάτων δαψιλῆ, ἔσχε σου τὸ ἅγιον σκῆνος, πάλαι ἡ Μύλασσα, καὶ ἡ Σηλυβρία δὲ αὐτῷ πλουτήσασα, ἐν αὐτῷ Μῆτερ ἔχαιρεν, ἡμεῖς δὲ ἐκ τούτου, τμήματα κατέχοντες,
ἁγιαζόμεθα. Ὅθεν καὶ τὴν θείαν σου μνήμην, ἐν τῷ ναῷ συνελθόντες, Ξένη
γηθοσύνως ἑορτάζομεν.
Δόξα. Ἦχος πλ. β'.
Σήμερον ὡς σελήνη πλησιφαής, ἡ τῆς Ὁσίας Ξένης μνήμη, τῇ Ἐκκλησίᾳ ἀνέτειλεν· ἐκ τοῦ Ἡλίου γὰρ τοῦ νοητοῦ, τὸ φῶς λαμβάνουσα, καταλαμπρύνει τοὺς βοῶντας· χαίροις ἡ τὴν γυναικείαν ἀσθένειαν ἀπορρίψασα, καὶ πρὸς ἀνδρικοὺς ἀγῶνας, στερροτάτῃ ψυχῇ χωρήσασα· χαὶροις ἡ προσφυεῖ προσηγορίᾳ, τὴν οἰκείαν ζωὴν δηλοῦσα, ὡς οὐρανόφρων ἐν πᾶσι· χαίροις Παρθένων ἀγλάϊσμα, Ὁσίων δόξα, καὶ τῶν Ἀγγέλων ἰσοστάσιε· μεθ' ὧν πρέσβευε τῷ σῷ νυμφίῳ Χριστῷ, σώζεσθαι ἡμᾶς πάσης θλίψεως.
Καὶ νῦν. Ὁ αὐτός.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. λα'. 10 — 26)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λῖνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα
γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. ε'. 15 - στ'. 3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστω· διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιησει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν, συνεκπολεμήσει δ΄ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπῶν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφθήσονται χάλαζαι· ἀγανακτήσει κατ'αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλείσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε· μάθετε
δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. δ', 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους
μακροὺς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α'.
Εὐφραίνετο πάλαι, ἡ τῆς Καρίας Μύλασσα, τῷ τιμίῳ λειψάνῳ σου, καυχωμένη Ὁσία· ἡμεῖς δὲ ἐξ αὐτοῦ πλοῦτοῦντες, χάριν καὶ ἔλεος καρπούμεθα, καὶ βελτίωσιν ἠθῶν, καὶ ἱλασμὸν πταισμάτων καὶ τῷ ἁγίῳ σου ναῷ προστρέχοντες, ἐναργῶς κομιζόμεθα, τῆς προστασίας σου τὰς δωρεάς· καὶ τὴν θείαν σου τελοῦντες μνήμην, εὐλαβῶς βοῶμέν σοι· Ξένη Ὁσία Μῆτερ, μὴ παύσῃ πρεσβεύουσα, ὑπὲρ τῶν τιμώντων σε.
Ὁ αὐτός.
Ῥώμη ἡ περίβλεπτος, ὡς ῥόδον σε ἢνθησε, καὶ Μύλασσα δεξαμένη σε, τῷ Χριστῷ προσήγαγεν, ἀσκητικῶς γεωργηθεῖσαν· πᾶσα δὲ ἡ Ἐκκλησία, τῇ εὐωδίᾳ τοῦ βίου σου, εὐφράνθη Ὁσία· ὡς γὰρ νεᾶνις ἐκλεκτή, εἰς ὀσμὴν μύρων Χριστοῦ ἔδραμες, καὶ τοὺς ἱδρῶτας τῶν καμάτων σου, ὑπὲρ μύρα καὶ ἀρώματα, αὐτῷ προσενήνοχας· ὅθεν ἀξίως δοξασθεῖσα, Ξένη μακαρία, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β'.
Τὴν τοῦ βίου περιφάνειαν, καταλιποῦσα ὡς πρόσκαιρον, ἐπτερώθης θείῳ ἔρωτι, πρὸς δόξαν τὴν κρείττονα· καὶ τῷ Χριστῷ νυμφευθεῖσα, φθαρτοῦ νυμφίου κοινωνίαν, ἐμφρόνως ἀπώσω, ἀπανθούσης μακρυνθεῖσα εὐκλείας· σὺ γὰρ ἐν κόσμῳ νεκρωθεῖσα, πρὸς ζωὴν ὑπερκόσμιον, διὰ μεγίστων καμάτων, ἔσπευσας Μῆτερ· καὶ νῦν τυχοῦσα τῆς ἐφέσεως, ἐν οὐρανίοις αὐλίζῃ θαλάμοις, ὑπὲρ ἡμῶν Χριστῷ πρεσβεύουσα, Ξένη
παναοίδιμε.
Ἦχος γ'.
Ξενωθεῖσα τῶν φθαρτῶν, καὶ τὴν φερώνυμον κλῆσιν προσηκαμένη, ξενοτρόπως ἐβίωσας, τῇ ξένῃ ἀσκήσει σου, Ξένη Ὁσία θεόσοφε· ἐν γὰρ χώρᾳ ξένῃ γεγονυῖα, πάντα τὰ σὰ ἀνέθου, τῷ ξένῳ νυμφίῳ σου Χριστῷ, τῷ σὲ δυναμώσαντι, τῷ τῆς ἀσκήσεως σκάμματι· καὶ Παύλου τοῦ Ὁσίου χερσίν, ἰθυνομένη ὁσίως, πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως, λαμπαδηφόρος ἀνέδραμες, οἷα φρονίμη παρθένος. Ἀλλ' ὡς τὸν καρπὸν δρεπομένη τῆς ζωῆς, ἱκέτευε Μῆτερ, τυχεῖν καὶ ἡμᾶς ζωῆς τῆς κρείτονος.
Δόξα. Ἦχος δ'.
Τὴν ἐν Ὁσίαις παρθένον, καὶ νύμφην Χριστοῦ ἀμώμητον, Ξένην τὴν θεόφρονα, πᾶς ὁ λαὸς τοῦ Θεοῦ, ὕμνοις καὶ ᾠδαῖς τιμήσωμεν· ὡς ξένη γὰρ καὶ πάροικος, πολιτευθεῖσα ἐπὶ γῆς, τῷ δι’ ἡμᾶς ξενωθέντι Χριστῷ, περιφανῶς εὐηρέστησεν, ἀσκητικοῖς ἀγῶσιν· ὅθεν τὸν βίον αὐτῆς, ὁ τῆς δόξης δοξάζων Κύριος, δι’ ἀστέρων φαεινῶν, οὐρανόθεν ἐν κύκλῳ φανέντων πᾶσιν ὑπέδειξεν, οἵας δόξης καὶ τιμῆς ταύτην ἠξίωσεν, ὡς καλῶς ἠγωνισμένην, καὶ οἰκείαν θεράπαιναν· καὶ δι’ αὐτῆς ἡμῖν δωρεῖται, πλῆθος οἰκτιρμῶν, καὶ ἰάματα ψυχῆς τε καὶ σώματος.
Καὶ νῦν. Θεοτοκίον. Ἐκ παντοίων
κινδύνων...
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.
Χαίροις Ὁσία Ξένη σεμνή, θείας ἀγάπης ὁ λειμὼν ὁ μυρίπνοος, ἁγνείας ἄνθος εὐῶδες, τῶν ἀρετῶν λαμπηδών, νύμφη τοῦ Σωτῆρος παναμώμητος· παρθένων ἀγλάϊσμα, ἐγκρατείας κειμήλιον, τῆς ἀπαθείας, μυροθήκη πολύτιμος,
θείας χάριτος, μυροφόρον ἀλάβαστρον· στήλη ἡ θεοτύπωτος, ἠθῶν τῆς ἀσκήσεως, τῆς κατανύξεως ῥεῖθρον, τοῦ Παρακλήτου θησαύρισμα· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι...
Χαίροις Ὁσία Ξένη σεμνή, ἡ ξενωθεῖσα τῶν γηΐνων τῆς σχέσεως, ἀγάπῃ κραταιοτάτῃ, τοῦ σοῦ νυμφίου Χριστοῦ, καὶ φθαρτὸν μνηστῆρα καταλείψασα· ἐντεῦθεν ἰσάγγελον, πολιτείαν ἐζήλωσας, καὶ ἠγωνίσω, ἐν σαρκὶ ὥσπερ ἄσαρκος, θείου Πνεύματος, ἀνδρωθεῖσα τῇ χάριτι· ὅθεν λαμπρῶς δεδόξασαι, πλουσίοις χαρίσμασι, καὶ οὐρανίων θαλάμων, περιφανῶς κατηξίωσαι, Χριστὸν δυσωποῦσα, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...
Χαίροις Ὁσία Ξένη σεμνή, ἡ ξένον βίον ἐν Μυλάσσῃ βιώσασα, καὶ μόνον Χριστοῦ τὸ κάλλος, ἀναζητοῦσα θερμῶς, φύσεως τοὺς ὅρους ὑπερβέβηκας. Συντόνῳ ἀσκήσει σου, καὶ στερροῖς ἀγωνίσμασι, δι’ ὧν ἐπλήσθης, οὐρανίου ἐλλάμψεως, καὶ ἠμαύρωσας, τοῦ ἐχθροῦ τὰ σοφίσματα· ὅθεν ἐν τῷ ἁγίῳ σου, ναῷ ἀθροιζόμενοι, τὴν σὴν παγγέραστον μνήμην,
περιχαρῶς ἑορτάζομεν, Χριστὸν ἀνυμνοῦντες, τὸν δοξάσαντά σε Μῆτερ, θαυμάτων χάρισι.
Δόξα. Ἦχος πλ. δ'.
Στομωθεῖσα τὴν ψυχήν, θείας ἀγάπης τῇ δυνάμει, ὑπὲρ φύσιν ἀγῶνας, ἐν γυναικείῳ σώματι, Μῆτερ Ὁσία ἠγώνισαι· ὅλῳ νοῒ γὰρ προσβλέπουσα, τῷ σῷ νυμφίῳ καὶ Σωτῆρι, παρ' αὐτοῦ ἐδέχου κράτος ἀπροσμάχητον καὶ τὸν τύραννον ἐχθρόν, καταβαλοῦσα τοῖς πόνοις σου, ἅπαντας ἐξέπληξας, τῇ πολιτείᾳ σου Ξένη θεόληπτε. Ἀλλ’ ὡς ἔχουσα παρρησίαν, ἀδιαλείπτως ἱκέτευε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Δέσποινα
πρόσδεξαι...
Ἀπολυτίκια.
Ἦχος πλ. α'. Τὸν Συνάναρχον
Λόγον.
Τὴν Ἀμνάδα Κυρίου τὴν καλλιπάρθενον, τὴν Ὁσίαν νῦν Ξένην ἀνευφημοῦντες πιστοί, καὶ ἀγγέλοις ὁμοδίαιτον ὑμνήσωμεν, τὴν τοῦ κόσμου τὰ τερπνὰ καὶ τήν δε πρόσκαιρον ζωὴν, ὡς ὄναρ λογισαμένην, ὑπὲρ ἡμῶν δὲ Κυρίῳ, ἀδιαλείπτως πρεσβεύουσαν.
Ἕτερον. Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Τὴν ξένην βιοτήν σου
μεγαλύνων ὁ
Κύριος, Ὁσία Μῆτερ Ξένη θαυμαστῶς σε ἐδόξασε, καὶ μέτοχον πλουσίων
δωρεῶν, ὡς νύμφην σε ἀνέδειξεν αὐτοῦ· διὰ τοῦτο ἀναβλύζεις χάριν ἀεί, τοῖς κράζουσί σοι πάνσεμνε· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα
τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Ἕτερον. Ἦχος γ'. Θείας πίστεως.
Ξένην ἤνυσας, ζωὴν ἐν κόσμῳ, ξένην ἔσχηκας, προσηγορίαν, ὑπεμφαίνουσαν τῇ κλήσει τὸν τρόπον σου· σὺ γὰρ νυμφίον λιποῦσα τὸν πρόσκαιρον, τῷ ἀθανάτῳ ὁσίως νενύμφευσαι. Ξένη ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν...
Εἰς τὸν Ὄρθρον.
Μετὰ τὴν α'.
Στιχολογίαν, Κάθισμα.
Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Ὡς πέφευγας σεμνή, ἐκ τοῦ οἴκου σου λάθρα, γονέων τὴν στοργήν, καὶ τὴν σχέσιν λιποῦσα, καὶ πλοῦτον τὸν ἐπίγειον, καὶ μνηστῆρα τὸν πρόσκαιρον, ἀγαπήσασα, τὴν τοῦ Σωτῆρος πτωχείαν, ἠκολούθησας, αὐτοῦ τοῖς ἴχνεσι Μῆτερ, ὡς ἄγγελος ζήσασα.
Θεοτοκίον.
Ἀγάπῃ τῇ θερμῇ, τοῦ Υἱοῦ σου Παρθένε, τρωθεῖσα τὴν ψυχήν, ἡ θεόληπτος Ξένη, ὡς ξένη τε καὶ πάροικος, τῶν ἐν κόσμῳ ἐβίωσε, καὶ προσήγαγε, τούτῳ ὡς εὔοσμον μύρον, τῆς ἀσκήσεως, τῆς ἱερᾶς τοὺς ἱδρῶτας· ἐντεῦθεν δεδόξασται.
Μετὰ τὴν β'.
Στιχολογίαν, Κάθισμα.
Ἦχος πλ. α'. Τὸν συνάναρχον
Λόγον.
Ξενοτρόπως ἐν κόσμῳ Μῆτερ βιώσασα, οὐκ ἐγνώσθης τίς ἦσθα τοῖς σὲ ὁρῶσι σεμνή· διὰ τοῦτο ὁ Χριστὸς ἐν τῷ τέλει σε, δι’ ἀστέρων φαεινῶν, οὐρανόθεν φανεροῖ, τοῖς πᾶσιν Ὁσία Ξένη, καὶ δόξαν ἥν σοι παρέχει, ὁ δοξασθεὶς ἐν τῇ ἀσκήσει σου.
Θεοτοκίον.
Ἀπορρήτως Παρθένε Χριστὸν κυήσασα, τὸν τῆς ἀρχαίας κατάρας ἅπαν τὸ γένος ἡμῶν, λυτρωσάμενον Ἁγνὴ δι’ ἀγαθότητα, καὶ δοξάσαντα λαμπρῶς, τῶν θαυμάτων δωρεᾷ, τὴν Ξένην τὴν πανοσίαν, αὐτὸν δυσώπει ὡς Μήτηρ, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Μετὰ τὸν
Πολυέλεον, Κάθισμα.
Ἦχος γ'. Τὴν ὡραιότητα.
Τὴν ὡραιότητα, Χριστοῦ ποθήσασα, τούτῳ μεμνήστευσαι, ὡς καλλιπάρθενος, καὶ προσενήνοχας αὐτῷ, ὡς προῖκα ἁγίαν Μῆτερ, σώματος τὴν νέκρωσιν, καὶ ψυχῆς τὴν λαμπρότητα, καὶ τὰς τῆς ἀσκήσεως, εὐαγεῖς ἀριστείας σου, καὶ δόξαν ἀνεδήσω τὴν θείαν, Ξένη Ὁσία θεοφόρε.
Θεοτοκίον.
Τὸν ὑπερούσιον, Λόγον κυήσασα, ἐν ὕλῃ σώματος, ἀτρέπτως Πάναγνε, ἐκ τῶν αἱμάτων σου φρικτῶς, λαβόντα ἡμῶν τὴν φύσιν, ἔμψυχον ἀνάκτορον, τοῦ Δεσπότου τῆς κτίσεως, καὶ ναὸς περίδοξος, ἀληθῶς ἐχρημάτισας· διό σοι εὐλαβῶς ἐκβοῶμεν· χαῖρε ἡ Κεχαριτωμένη.
Τὸ α'. ἀντίφωνον τοῦ δ'. ἤχου.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...
Εὐαγγέλιον τῶν
δέκα Παρθένων.
Ζήτει αὐτὸ τῇ ιζ'. Σαββάτῳ τοῦ Ματθαίου.
Ό Ν'.
Δόξα. Ταῖς τῆς σῆς Ὁσίας...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...
Ἰδιόμελον. Ἦχος πλ. β'.
Παρθενικαῖς ἠγλαϊσμένη χάρισιν, ἀσκητικοῖς ἐλαμπρύνθης ἀγῶσιν, Όσιοπάρθενε Ξένη· καὶ δι’ ἀμφοτέρων Χριστῷ εὐαρεστήσασα, λαμπαδηφόρος εἰσῆλθες, εἰς τὸν νυμφῶνα τῆς ζωῆς, μεθέξει θείᾳ θεουμένη. Ἀλλ' ὡς τῶν πόθων τὴν πλήρωσιν εὑροῦσα, καὶ τοῦ σοῦ νυμφίου τὴν δόξαν ὁρῶσα, ἱκέτευε ὑπὲρ τῶν τιμώντων σε.
Εἶτα οἱ κανόνες, τῆς Θεοτόκου καὶ τῆς
Ἁγίας φέρων τήν δε ἀκροστιχίδα.
«Ξένῳ βίῳ ἔλαμψας ἐν κόσμῳ Ξένη. Γερασίμου».
ᾨδὴ α'. Ἦχος πλ. δ'.
Ἁρματηλάτην Φαραώ.
Ξενοπρεπῶς ἐπὶ τῆς γῆς βιώσασα, Ξένη Ὁσία σεμνή, ξένων χαρισμάτων, δαψιλῶς
τετύχηκας, παρὰ Θεοῦ θεόπνευστε, ἐξ ὧν δίδου μοι Μῆτερ, σταγόνα ὅπως ὑμνήσω σου,
τὰ τῆς πολιτείας παλαίσματα.
Ἐκ ῥίζης Μῆτερ εὐκλεοῦς ἐβλάστησας, οἷα βλαστὸς εὐθαλής, καὶ Χριστῷ τῷ Λόγῳ, ὡς καρποὺς προσήγαγες, ἁγνείας τὴν λαμπρότητα, καὶ ἀγάπης τὸν πλοῦτον, καὶ τῆς λοιπῆς πολιτείας σου, τὰ θεοειδῆ κατορθώματα.
Νυμφίον
μόνον τὸν Χριστὸν ποθήσασα, ἐν θερμοτάτῃ ψυχῇ, τῷ φθαρτῷ μνηστῆρι, οὗ προσέσχες
πάνσεμνε, ἀλλὰ τῷ θείῳ ἔρωτι, πτερουμένη Ὁσία, πάντα ὡς ὄναρ λελόγισαι, ἄνω τὴν καρδίαν σου ἔχουσα.
Θεοτοκίον.
Ὡραιωθεῖσα καλλοναῖς τοῦ Πνεύματος, Παρθενομῆτορ Ἁγνή, καὶ τῆς Παρθενίας, ταῖς αὐγαῖς ἀστράπτουσα, σωματοφόρον τέτοκας,
ὑπὲρ νοῦν τε καὶ λόγον, τὸν ποιητὴν πάσης κτίσεως,
λύοντα ἀρᾶς τὸ ἀνθρώπινον.
Καταβασία. Χέρσον ἀβυσσοτοκον...
ᾨδὴ γ'. Ὁ στερεώσας κατ’ ἀρχάς.
Βίου τὴν εὔκλειαν φθαρτοῦ, καὶ τῶν τεκόντων τὴν δόξαν, καταλείψασα ἐμφρόνως Ὁσία, τοῦ ποιμένος τῇ φωνῇ, Χριστοῦ χαίρουσα ἔσπευσας, τοῦ σοῦ νυμφίου Μῆτερ, ὥσπερ ἀμνὰς καλλιπάρθενος.
Ἰσχὺν λαβοῦσα θεϊκήν, ἐν τῇ ἀπλάστῳ ψυχῇ σου, τῶν ἡδέων καὶ τερπνῶν ἀντηλλάξω, τὴν ἰσάγγελον ζωήν, καὶ πόνους τῆς ἀσκήσεως, Ξένη ἐπειγομένη, ἰδεῖν Χριστοῦ τὴν λαμπρότητα.
Ὥσπερ νεᾶνις ἐκλεκτή, τὸ πῦρ δεχθεῖσα τὸ θεῖον, παραυτίκα καταλέλοιπας πᾶσαν, ὑλικῶν τὴν μετοχήν, καὶ κοσμικὴν τερπνότητα, ὦ Ξένη μακάρια, ἄϋλον βίον ποθήσασα.
Θεοτοκίον.
Ἐκ τῆς Ἀχράντου σου γαστρός, μετὰ σαρκὸς ἐπεφάνη, καὶ διέσωσεν ἡμᾶς τῆς κατάρας, ὁ τῶν ὅλων Ποιητής, δι’ ἔλεος ἀμέτρητον, Θεογεννῆτορ Κόρη, ἁμαρτωλῶν ἱλαστήριον.
Καταβασία. Τὸ στερέωμα...
Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν δι’ οἶκτον ὀφθέντα ἐπὶ τῆς γῆς, ἀγαπήσασα Λόγον Θεοῦ Πατρός, αὐτῷ ἠκολούθησας, ὡς νυμφίῳ πανόλβιε, καὶ φθαρτὸν νυμφίον, προθύμως κατέλιπες,
καὶ ἐνεγκαμένην, καὶ πλοῦτον ἐπίκηρον· ὅθεν ἐπὶ ξένης, φερωνύμως βιοῦσα, τὰ πάθη ἐνέκρωσας, καὶ τῶν ζώντων ἀπείληφας, κληρουχίαν
θεόπνευστε. Πρέσβευε Χριστῷ τῷ Θεῶ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον.
Πειρασμοῖς πολυτρόποις περιπεσών, ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τῷ σάλῳ συνέχομαι, τῶν ἀμέτρων πταισμάτων μου, καὶ ὡς θερμῇ ἀντιλήψει, καὶ σκέπῃ μου Ἄχραντε, τῷ λιμένι προστρέχω, τῆς σῆς ἀγαθότητος· ὅθεν Παναγία, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀσπόρως ἱκέτευε, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν ἀπαύστως ὑμνούντων σε, πρεσβεύουσα αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἀξίως, τὸν πανάγιον τόκον σου.
ᾨδὴ δ'. Σύ μου ἰσχύς.
Λαμπροφανής,
ἡ πολιτεία σου γέγονε,
λαμπομένη, ἀπαθείας
χάρισι, καὶ τῶν θαυμάτων τῇ δωρεᾷ, Ξένη μακαρία, μοναζουσῶν ἐγκαλλώπισμα· Χριστῷ γὰρ τῷ Σωτῆρι, ἐν ἀσκήσει ἐβόας· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Ἄνω σεμνή, πρὸς τὸν νυμφίον τὸν ἄχραντον, τὸν σὸν πόθον, ἀνενδότως ἔχουσα, τὴν γονικὴν ἔλιπες στοργήν, καὶ λάθρα φυγοῦσα, ἐκ τῆς οἰκίας σου πάνσεμνε, ἐξῆλθες τῆς πατρίδος, καὶ Χριστὸν ὁλοψύχως, ἀνεζήτεις τελείῳ φρονήματι.
Μετὰ τῶν σῶν, θεραπαινίδων
θεόπνευστε, συμφωνίᾳ, γνώμης ἑπομένων σοι, ἀπὸ τῆς Ῥώμης μετὰ σπουδῆς, θείᾳ κυβερνήσει, εἰς Ἀλεξάνδρειαν ἔφθασας, καὶ Κῶν καταλαβοῦσα, τῷ Σωτῆρι ἐβόας· τῇ δυνάμει σου δόξα
Φιλάνθρωπε.
Ψυχῆς τῆς σῆς ἰδὼν Παῦλος ὁ Ὅσιος, θεοφόρε, τὴν κρυφίαν ἔλλαμψιν, καὶ τὴν ἀγάπην πρὸς τὸν Χριστόν, ἠγάσθη Ὁσία, τὴν πρὸς τὰ κρείττω σου ἔφεσιν· ᾧ πίστει κολληθεῖσα, πρὸς τὴνΜύλασσαν Μῆτερ, σὺν αὐτῷ παρεγένου ὡς ἄγνωστος.
Θεοτοκίον.
Ἀγγελικαί χοροστασίαι ἐξίστανται, καθορῶσαι, τὴν τῶν μεγαλείων σου, μεγαλοπρέπειαν
θαυμαστήν· σὺ γὰρ τούτοις Κόρη, παρέχεις
ἅπασαν ἔλλαμψιν, ἀμέσως δεχομένη, ταύτην ἐκ τῆς Τριάδος, ὡς μεθόριον Κτίστου καὶ κτίσματος.
Καταβασία. Ἐκάλυψεν οὐρανούς...
Ὠδὴ ε΄ . Ἵνα τί με ἀπώσω;
Συντονίᾳ τῶν πόνων, τῶν τῆς μακαρίας ἀσκήσεως ἔνδοξε, σκεῦος χαρισμάτων, θεϊκῶν ἀνεδείχθης θεότευκτον, καὶ ἐν τῇ Μυλάσσῃ, τῶν ἀρετῶν ταῖς φωταυγείαις, διαλάμπεις
Ὁσία θεόληπτε.
Ἐν τῇ κλήσει σου
κρύπτεις, τῆς
περιφανείας σου Μῆτερ τὸ εὔδοξον, καὶ ἐν τούτῳ πᾶσαν, τοῦ Βελίαρ κακίαν ἐγύμνωσας· σὺ γὰρ ἐν πτωχείᾳ, ἐν ξένῃ χώρᾳ ὥσπερ ξένη, καὶ πολλῇ ταπεινώσει ἐβίωσας.
Νεκρωθεῖσα τῷ κόσμῳ, οἶκον τὴν ψυχήν σου τῆς χάριτος ἔδειξας· ἔνθεν ναὸν θεῖον, τῷ Χριστοῦ Πρωτομάρτυρι ἤγειρας, μεθ' οὗ συγχορεύεις, οἷα Χριστοῦ ἄφθορος νύμφη, εἰς ναὸν ἐπουράνιον ἔνδοξε.
Θεοτοκίον.
Καθαιρέτης ἐδείχθη, Κόρη ὁ τεχθεὶς ἐξ ἀχράντων αἱμάτων σου, πάσης ἁμαρτίας, ἀρετῶν φυτουργὸς δὲ ὡς εὔσπλαγχνος, ὧν τὴν τρίβον πίστει, Ξένη βαδίσασα ὁσίως, οὐρανίων θαλάμων ἠξίωται.
Καταβασία. Ὡς εἶδεν Ἡσαΐας...
ᾨδὴ στ'. Ἱλάσθητί μοι
Σωτήρ.
Ὁ βίος σου ἀληθῶς, ταῖς ἀρεταῖς σεμνυνόμενος, κανὼν ἐδείχθη σαφῶς, καὶ θεῖον ὑπόδειγμα, Ξένη παμμακάριστε, ταῖς ἐφεπομέναις, μοναζούσαις τῇ ἀσκήσει σου.
Σταυρώσασα σεαυτήν,
τοῖς ὁρωμένοις θεόπνευστε, ἐγκράτειαν ἀληθῆ, ἀγρυπνίαν πάννυχον, καὶ νηστείαν σύντονον,
ἐξήσκησας Μῆτερ, ὥσπερ ἄσαρκος ἐν σώματι.
Μοναστριῶν καλλονή, καὶ τῶν παρθένων ὡράϊσμα, καὶ κῆπος πανευθαλής, βίου
καθαρότητος, Ξένη θεοδόξαστε, ἀληθῶς ἐδείχθης, ἐν Μυλάσσῃ τῇ ἀσκήσει σου.
Θεοτοκίον.
Ὡς τέξασα ἐν σαρκί, τὸν φύσει ἀπεριόριστον, γενόμενον ὃ ἐσμέν, δι’ ἄφατον ἔλεος, σαρκός μου
Πανάμωμε, παῦσον τὴν ὀδύνην, καὶ τὸν νοῦν μου καταλάμπρυνον.
Καταβασία. Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς...
Κοντάκιον. Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Τὸ σὸν ξενότροπον Ξένη μνημόσυνον, ἐπιτελοῦντες οἱ πόθῳ τιμῶντές σε, ὑμνοῦμεν Χριστὸν τὸν ἐν ἅπασι, σοὶ παρέχοντα ἰσχὺν τῶν ἰάσεων ὃν πάντοτε δυσώπει, ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Ἵλεων Ξένη, τὸν ξενοτρόπως ἐκ Παρθένου τεχθέντα, ἐκδυσώπει Χριστὸν ἡμῖν γενέσθαι ἀοίδιμε, τοῖς κατὰ χρέος σοι προσφοιτῶσιν, ἐκ ψυχῆς καὶ καρδίας
καθαροτάτης, καὶ εὐσεβῶς τὴν σὴν μνήμην ὑμνῆσαι σπουδάζουσιν, ἢν πᾶσαι τῶν οὐρανῶν αἱ Δυνάμεις ἀξίως ἐτίμησαν, ὡς φωτοφόρον καὶ ἄμωμον, καὶ ἁγίαν πανήγυριν ἔνδοξε, πρεσβεύουσα ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον.
Τῇ κδ', τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ξένης, καὶ τῶν δύο αὐτῆς θεραπαινίδων.
Στίχ.
Ἀποξενοῦται τοῦδε τοῦ βίου Ξένη.
Οὐ ζῶσα καὶ πρίν, ὡς ἀληθῶς ἦν ξένη.
Θνήσκουσιν ἄμφω τῆς Ξένης αἱ δουλίδες
Οὐ τῶν ἐκείνης ἀρετῶν οὖσαι ξέναι.
Εἰκάδι οὐρανοῦ εἰς ξενίην Ξένη ἦλθε τετάρτη.
Ἡ μακαρία αὕτη καὶ ἀοίδιμος Ξένη, ἐκ τῆς μεγαλοδόξου γέγονε πόλεως Ῥώμης, γένους ἐντίμου καὶ ζηλευτοῦ. Τῶν οὖν γεννητόρων αὐτῆς, γάμῳ ταύτην ἐκδοῦναι βουλομένων, καὶ τῶν κατὰ τὸν γάμον πάντων εὐτρεπισθέντων, ἐξ αὐτῆς τῆς παστάδος, μεθ' ἑτέρων γυναικῶν, δύο παιδισκῶν, ἀποφυγοῦσα, καὶ διὰ θαλάσσης τὴν πορείαν ποιησαμένη, ἄλλους ἀμείψασα τόπους, τὴν πόλιν τῶν Μυλασσῶν κατέλαβε. Μᾶλλον δὲ παρὰ τοῦ θεσπεσίου Παύλου
τοῦ Μοναχοῦ, (ὃς αὐτῇ θεόθεν ἐν Ἀλεξάνδρεια φανείς, ὁδηγὸς γέγονε τῶν κρειττόνων), εἰς τὴν τοιαύτην πόλιν κατέστη. Ἔνθα μικρὸν εὐκτήριον ἐπ’ ὀνόματι τοῦ Ἁγίου Πρωτομάρτυρος Στεφάνου
πηξαμένη, αἷμα ταῖς δυσὶ θεραπαινίσι, καὶ τινων ὀλίγων Παρθένων συνελθουσῶν, πολλὴν ἄσκησιν ἐπεδείξατο, διὰ πάσης καρτερίας καὶ ἀποχῆς τῶν κατ’ αἴσθησιν ἡδονῶν, εἰς τὴν οὐράνιον ἑαυτὴν ἄγουσα πολιτείαν. Καλῶς οὖν διεξελθοῦσα τὸν βίον, μετὰ τὴν ὁσίαν ἐκείνην καὶ μακαρίαν τελευτήν,
ἄνωθεν ἔσχε τὴν μαρτυρίαν. Καὶ γὰρ μεσούσης ἡμέρας, ἡλίου κατὰ γῆν φωτίζοντος, δι’ ἀστέρων ὤφθη Σταυρὸς· ὃς συνέκλειε, καὶ εἰς τὸ μέσον συνεῖχεν ἕτερος ἀστέρων χορός, ὡς δοκεῖν στέφανον αὐτὸν εἶναι τῆς μακαρίας, τῆς μακρᾶς ἕνεκα νηστείας, καὶ ἀγρυπνίας, καὶ ἀφθορίας ἀντιδοθέντα αὐτῇ πρὸς Θεοῦ. Καὶ τοῦτο δῆλον, ὅτι τῇ τοῦ λειψάνου ταύτης ὑπὸ γῆν ἀποθέσει, οὐκέτι θεατὸς ἦν ὁ τῶν ἀστέρων χορός τε καὶ κύκλος. Ἐγνώσθη δὲ τὰ κατὰ τὴν Ὁσίαν, μιᾶς τῶν θεραπαινίδων αὐτῆς, ἐν τῷ μέλλειν τελευτᾶν, διηγησαμένης τὴν τῆς μακαρίας πατρίδα, καὶ τὸ τοῦ γένους ἐπίσημον, καὶ τὴν ἐκ γονέων προσηγορίαν. Εὐσέβεια γὰρ ἐκαλεῖτο· καὶ ὅτι λαθεῖν σπουδάζουσα, Ξένην ἑαυτὴν ἐπωνόμασεν.
Ταῖς αὐτῆς πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Παῖδες Ἑβραίων.
Ξένη ἁπάντων τῶν ἐν κόσμῳ, Μῆτερ γέγονας, Χριστῷ οἰκειωθεῖσα, τῇ ἀσκήσει τῇ σῇ φερώνυμον ἐντεῦθεν, προσηγορίαν ἔσχηκας, καὶ διέλαθες τοὺς πάντας.
Εἶχεν ἡ Μύλασσα μὲν πάλαι, τὸ σὸν λείψανον, ὡς πλοῦτον ἀφθαρσίας· νῦν ἡμεῖς δὲ σεμνή, ἔχοντες τὸν ναόν σου, ἐκ τούτου κομιζόμεθα, εὐφροσύνην καὶ ὑγείαν.
Νόσων ἰῶνται πᾶσαν λύμην, τὰ σὰ λείψανα, τῇ θείᾳ ἐνεργείᾳ, ἃ τῇ νεύσει τῇ σῇ, κέκτηνται πλεῖσται πόλεις, ὡς νοητὸν ἁγίασμα, Ξένη Μῆτερ μακάρια.
Θεοτοκίον.
Ἤστραψε Κόρη ἐκ γαστρός σου, μετὰ σώματος ὁ Ἥλιος τῆς δόξης· οὐ φωτὶ τῷ γλυκεῖ, ἀπέλασον τὸ σκότος, τὸ τοῦ νοός μου Ἄχραντε, καὶ μετάνοιάν μοι
δίδου.
Καταβασία. Σὲ τὸν ἐν πυρὶ δροσίσαντα...
ᾨδὴ η'. Ἑπταπλασίως
κάμινον.
Γεγαυρωμένον
φρόνημα, τοῦ ἀλάστορος ᾔσχυνας, τῇ σῇ ταπεινώσει Ξένη παμμακάριστε, καὶ χαίρουσα ἔδραμες, πτεροῖς τοῖς τῶν καμάτων σου, πρὸς ὑπερκοσμίους, ἐκβοῶσα σκηνώσεις· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Εἰς πᾶσαν γῆν διήχηται, τῆς λαμπρᾶς πολιτείας σου, Ξένη
μακάρια φθόγγος ὁ ξενήκουστος· ὡς ξένη γὰρ πάνσεμνε, ἐν ξένῃ γῇ βεβίωκας, ἅπαντας λαθοῦσα, καὶ βοῶσα Κυρίῳ· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ῥώμην ἀκαταμάχητον, καὶ ὑγείαν καὶ λύτρωσιν, ἐκ τοῦ σοῦ λειψάνου Μύλασσα ἐλάμβανε, καὶ τοῦτο δὲ ὕστερον, ἡ Σηλυβρία δέχεται, ὥσπερ θησαυρόν, πλουτοποιῶν δωρημάτων, Ἑλλὰς δὲ τοῦτο πάλιν, πλουτήσασα καρποῦται, σωτηριώδεις
δόσεις, Ξένη Ὁσία Μῆτερ.
Θεοτοκίον.
Ἀδιαφθόρως τέτοκας, καὶ μαζῷ σου ἐθήλασας, τὸν ἐκ τοῦ μὴ ὄντος πάντα συστησάμενον, καὶ τρέφοντα ἅπαντα, οἰκείᾳ ἀγαθότητι, λύοντα ἀρᾶς, τῆς παλαιᾶς τοὺς γενάρχας· διό σε ὡς αἰτίαν, τῆς ἡμῶν σωτηρίας, ὑμνοῦμεν Θεοτόκε, Ὑπερευλογημένη.
Καταβασία. Ἀστέκτῳ πυρὶ ἑνωθέντες...
ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ.
Στεφάνῳ δι’ ἀστέρων ἐν οὐρανῷ, ὁραθέντων Χριστός σε ἐδόξασε, πάσῃ τῇ γῇ, ὅτε σου τὸ λείψανον τὸ σεπτόν, πιστῶς δορυφορούμενον, ὑπὸ πάντων ἤγετο πρὸς ταφήν· ὃ πάντες κατιδόντες,
μεγαλοφώνως Μῆτερ, τὸν σὲ δοξάσαντα ἀνύμνησαν.
Ἰδοῦσαι ἐν ναῷ σε πλήρη φωτός, αἱ Μονάστριαι Μῆτερ ἐξέστησαν, καὶ τῆς ὀσμῆς, τῆς ἐπουρανίου καὶ θαυμαστῆς, αἰσθόμεναι προσέδραμον, καὶ περιχυθεῖσαί σοι ἐν κλαυθμῷ, ἐβόων. Μὴ ἐλλίπῃς, ἡμᾶς ἐκ τῶν ὑψίστων, Ξένη Ὁσία ἐποπτεύουσα.
Μαράνασα τὸ κάλλος τὸ αἰσθητόν, τὴν ψυχήν σου ἐκάλλυνας πάνσεμνε, ταῖς καλλοναῖς, τῶν κατορθωμάτων σου τῶν σεπτῶν, καὶ ὅλη καλὴ ἔδραμες, τῷ ὡραίῳ κάλλει Μῆτερ Χριστῷ· ᾧ νῦν συνηδομένη, μὴ παύσῃ δυσωποῦσα, ὑπὲρ ἡμῶν Ξένη πανεύφημε.
Οὐράνιον νυμφῶνα καὶ θαυμαστόν, ἔνθα ἦχος ᾀδόντων ἀκούεται, ὕμνον καινόν, τῷ τῶν ὅλων Κτίστῃ καὶ Βασιλεῖ, περιπολοῦσα πάνσεμνε, καὶ λαμπρυνομένη θείῳ φωτί, καταύγασον τὸν νοῦν μου, Ξένη Ὁσία Μῆτερ, ταῖς φωτοφόροις ἱκεσίαις σου.
Θεοτοκίον.
Ὑμνοῦμέν σου τὴν δόξαν τὴν ὑπὲρ νοῦν, Ὑπερένδοξε Κόρη Πανύμνητε· ὅτι Θεόν, τέτοκας ἄφραστως μετὰ σαρκός, καὶ ὥσπερ ἦς μεμένηκας, πρὸ τοῦ τόκου ἄφθορος καὶ Ἁγνή· ἐν σοὶ γὰρ μεγαλεῖα, ὁ τῶν ἁπάντων Κτίστης, καθάπερ ἔφης ἀπειργάσατο.
Καταβασία. Θεοτόκε ἡ ἐλπίς... Ἐν νόμῳ σκιᾷ καὶ γράμματι...
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ξενίαν τὴν οὐράνιον, ποθοῦσα Ξένη πάνσεμνε, ξένην σαυτὴν θεοφόρε, πατρίδος πλούτου καὶ γένους, φιλευσεβῶς πεποίηκας, τὸν σταυρόν σου δὲ ἄρασα, Χριστῷ προθύμως ἔδραμες, τῷ ξενοτρόπως ἐλθόντι, σῶσαι βροτοὺς ἐκ Παρθένου.
Θεοτοκίον.
Ὡράθης ὑπερέχουσα, τῶν ποιημάτων Δέσποινα, σαρκὶ τεκοῦσα Παρθένε, Θεὸν τῶν ὅλων καὶ Κτίστην· οὗ τῷ Σταυρῷ ῥωννύμεναι, γυναῖκες αἱ θεόφρονες, νεανικῶς ἠρίστευσαν μεθ’ ὧν σε πάντες ὑμνοῦμεν, Εὐλογημένη Μαρία.
Εἰς τοὺς Αἴνους.
Ἱστῶμεν στίχους
δ'. καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου
θαύματος!
Ξένη Ὁσία θεόληπτε, τῇ ἀγαπήσει Χριστοῦ, κοσμικὴν ματαιότητα, καὶ γένους τὴν εὔκλειαν, καὶ μνηστῆρα τὸν πρόσκαιρον, καταλιποῦσα κατηκολούθησας, τῷ ἀθανάτῳ νυμφίῳ χαίρουσα· ὢ τῶν ἀγώνων σου! δι’ ὧν καταβέβληκας, ἐν ἁπαλῷ, σώματι πανεύφημε, ἐχθροῦ τὸ φρύαγμα.
Ξένη Ὁσία θεόσοφε, λάθρα οἰκίας τῆς σῆς, οὐρανίῳ φρονήματι, ὡς διψῶσα ἔλαφος, ἐμακρύνθης καὶ ἔδραμες, εἰς ξένην χώραν ἀσχέτῳ ἔρωτι, ἐπειγομένη πρὸς τὰ οὐράνια· ὢ τῆς ἄμεμπτου σου, πολιτείας πάνσεμνε!
δι’ ἧς Χριστῷ, μυστικῶς νενύμφευσαι, ὡς καλλιπάρθενος.
Ξένη Ὁσία πανεύφημε, ξένην ζωὴν ἐπὶ γῆς, μετὰ σώματος ἤνυσας, ἐχθρὸν τὸν ἀσώματον, καθελοῦσα τῷ τρόπῳ σου· ἐντεῦθεν κλῆσιν πρόσφορον ἔσχηκας, καὶ ξένων ὤφθης χαρίτων μέτοχος· ὅθεν ἑκάστοτε, βλύζεις τὰ ἰάματα, τοῖς εὐλαβῶς, σπεύδουσι τῇ σκέπῃ σου, καὶ σὲ γεραίρουσι.
Ξένη Ὁσία πανένδοξε, τῶν ὑπὲρ νοῦν ἀγαθῶν, καὶ τῆς δόξης τῆς κρείττονος, ἐντρυφῶσα πάντοτε, καὶ φαιδρῶς ἀπολαύουσα, τοὺς προσκυνοῦντας τὴν τῶν λειψάνων σου, σορὸν ἁγίαν χάριν πηγάζουσαν, καὶ τὴν φωσφόρον σου, μνήμην ἐορτάζοντας, ῥύου ἀεί, πάσης περιστάσεως,
τῇ ἀντιλήψει σου.
Δόξα. Ἦχος πλ. δ'.
Τῶν ὁσίων παρθένων ὁ χορός, ἐν τῇ σῇ ἐκδημίᾳ πρὸς Θεόν, κύκλῳ τῆς κλίνης σου σεμνὴ
ἑστῶσαι, θερμῶς ἐθρήνουν, τὴν στέρησίν σου Μῆτερ· καὶ τὸ πανσέβαστον
καὶ ἅγιόν
σου σκῆνος, σεπτῶς παρέδωκαν ταφῇ ὁσίᾳ· μεθ' ὧν ὑμνοῦντές σε πάντες, μακαρίζομεν λέγοντες. Ὦ θεία περιστερά, ἡ ἐν χαρᾷ ἀναπτᾶσα, πρὸς καλιὰς τάς ἄνω· λυχνία πολύφωτε, τῶν ἀρετῶν τῆς ἀσκήσεως· τῆς παρθενίας ἡ ἔμπνους μυροθήκη· τῆς
ἀπαθείας τὸ πανευῶδες ἄνθος· ἡ ἄμεμπτος νύμφη τοῦ Σωτῆρος· Ὁσίων τὸ καύχημα·
παρθένων ἀγλάϊσμα, Ξένη θεόφρον, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὰ οὐράνια ὑμνεῖ σε, Κεχαριτωμένη
Μῆτερ Ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν τὴν
ἀνεξιχνίαστόν σου γέννησιν. Θεοτόκε πρέσβευε, σωθῆναι τάς ψυχὰς ἡμῶν.
Εἰς τὴν Λειτουργίαν.
Τὰ τυπικὰ οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ κανόνος τῆς Ἁγίας ἡ γ'. καὶ στ'. ᾠδή. Ἀπόστολον ὅρα Μηνολόγιον. Εὐαγγέλιον ζήτει τῇ Κυριακῇ μετὰ τὴν Ὕψωσιν τοῦ Σταυροῦ.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον...
Μεγαλυνάριον.
Ξένη ὤφθης Μῆτερ ἐπὶ τῆς γῆς, καὶ τῇ πολιτείᾳ, κλῆσιν ἔσχες τὴν ἀληθῆ· ὅθεν οὐρανίων, χαρίτων μετασχοῦσα, Ξένη Ὁσία Μῆτερ, ἡμᾶς διάσωζε.
Δίστιχον.
Ἁπάσης με ξένωσον ὦ Ξένη ὕλης Γεράσιμον μέλψαντα σὸν ξένον βίον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου