Παρασκευή 6 Απριλίου 2012

Ακολουθία του αγίου ενδόξου μάρτυρος Μιλτιάδου (10 Απριλίου)


 Χριστοδούλου Μοναχοῦ, ἡγουμένου τῆς Μονῆς Συμεὼν τοῦ νέου Θεολόγου.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ.
Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ς' καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ προσόμοια. Ἦχος πλ. δ'. Ὤ τοῦ παραδόξου θαύματος.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Χάρις σου σοφὲ τοῖς χείλεσιν ἐν μέσῳ, πόνων πολλῶν ἐξεχύθη θεόρρυτος τοὺς πιστοὺς εὐφραίνουσα, καὶ τὴν πλάνην ἐλέγχουσα καὶ δῆμον ὅλον Χριστῷ προσάγουσα, τὸν ἀγρευθέντα θείαις προσρήσεσι, σοῦ μεγαλώνυμε, Μιλτιάδη σήμερον ὅθεν φαιδρῶς, τὴν σὴν μνήμην ἄγομεν, πανηγυρίζοντες.
 Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Χάριτι θείᾳ ῥωννύμενος καὶ παναλκεῖ δεξιᾷ τοῦ Χριστοῦ στερεούμενος τὸν Βελίαρ ὤλεσας καὶ τὴν πλάνην ἠμαύρωσας, καὶ τῶν Ἑλλήνων φροῦδα σεβάσματα, ταῖς προσευχαῖς σου, Μάρτυς, ἐλέπτυνας. Μίαν θεότητα τριφεγγῆ, πανάγαθον, αὐτολαμπῆ κηρύττων τοῖς πέρασιν, ἀξιοθαύμαστε.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
 Νοῦν σου τοῖς θείοις νοήμασιν πτερώσας, πᾶσαν τὴν γῆν ὑπερεῖδες συπτόμενος καὶ κολαφιζόμενος, καὶ πρὸς δόξαν ἀνέδραμες καὶ πρὸς τρυφὴν τὴν ἄληκτον ἔφθασας, ὅθεν καρδίαν ἐμὴν ἀνάγαγε κατολισθήσασαν εἰς βυθόν, ἀλόγων τε καὶ μιαρῶν παθῶν, πρὸς ἀγάπησιν θεοειδῶν ἀρετῶν.
Ἕτερα Στιχηρά. Ἦχος δ'. Ὡς γενναῖον ἐν μάρτυσιν.
Στίχ.Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Θυμηδίας ἀνάπλεως σὴ μνήμη συνέδραμε, τοὺς πιστοὺς εὐφραίνουσα καὶ φωτίζουσα, τὴν δὲ τιμῶσάν σε Κάρπαθον, νῆσον περιώνυμον, καταυγάζουσα τερπνῶς, καρτερόψυχε, ψάλλουσαν καὶ βοῶσάν σοι, περισκέπων τὰ τέκνα μου μὴ παύῃ, Μιλτιάδη γενναιόφρον, τῶν ἀθλητῶν ἐγκαλλώπισμα.
Στίχ. Αἰνεῖτε τὸν Κύριο ν πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. Θηριάλωτος γέγονας πονηρᾷ γνώμῃ, πάνσοφε· σαῖς λιταῖς οὖν σῶσον ὀδόντων δράκοντος, τοὺς προσφυγόντας τῇ σκέπη σου μαρτύρων ἀγλάϊσμα· σὺ γὰρ ὤφθης κραταιὸς καὶ θηρίου ἠλόγησας· ὅθεν σήμερον τὴν φαιδράν σου πανήγυριν τελοῦντες ἀνυμνοῦμέν σε θέοφρον, τὸν στεφοδότην δοξάζοντες.
 Στίχ. Ὅτι ἐκραταιωθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
 Σκοτασμὸν τὸν πανώλεθρον βδελυχθεὶς ἱερώτατε, εἰδωλομανίας, φαιδρὸς παρίστασαι τῷ ἀθλοθέτῃ, σὰ σκάμματα, μυρία παλαίσματα καὶ ποικίλους αἰκισμοὺς ἱλαρῶς ἀτενίζοντι, καὶ τὸν στέφανον τὸν ἀμάραντον δόξης αἰωνίου σοὶ προτείνοντι τὸν τοῦτον ὑπὲρ τὸν κόσμον φιλήσαντα.
 Δόξα...Ἦχος πλ α'.
 Δεῦτε τῶν πιστῶν οἱ χοροὶ θεάσασθαι τί καινὸν πεποίηκεν δῆμος τῶν ἀνόμων, τῶν τοῖς εἰδώλοις τὸ σέβας ἀπονεμόντων σφαλερῶς· Δίκαιον ἄνδρα τοῖς ξοάνοις μὴ λατρεύοντα, φθόνῳ κατέκριναν, καὶ βασάνοις προδόντες, πικρῶς οἱ δεινοὶ ἐθανάτωσαν. Καὶ ταῦτα πάσχων ἐβόα Μιλτιάδης ὁ Μάρτυς· ἄφες αὐτοῖς, Πάτερ, τὴν ἁμαρτίαν ταύτην, ἵνα χαίρων εἰσέλθω πρὸς τὴν ἀγήρω μακαριότητα.
Καὶ νῦν...Ὁ αὐτός. Θεοτοκίον.
 Ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος· τότε τὸν βυθὸν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος· ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος· ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. Ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.
 Καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9)
 Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1)
 Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15΄, στ΄ 1)
 Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ μισθὸς αὐτῶν, καὶ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
 Εἰς τὴν Λιτήν. Στιχηρὸν Ἰδιόμελον. Ἦχος α'.
Εὐφραίνου σήμερον μεγαλώνυμος Κάρπαθος, ὅτι τοῦ Χριστοῦ πολύαθλος μεγαλομάρτυς Μιλτιάδης ἐν σοὶ κατεδέξατο τὸν αὐτοῦ θεῖον Ναὸν ἀνεγεῖραι, καὶ τὸν εὐσεβῆ λαὸν συγκαλέσαι σὺν τῷ σεπτῷ ποιμενάρχῃ δοξάζοντας Χριστόν, τὸν ἐλεήμονα Θεόν, καὶ Σωτῆρα, τὸν τοὺς πιστοὺς τούτου δούλους ἀντιδοξάζοντα.

Ἀπόστιχα Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.
 Χαίροις τῶν μαρτύρων λαμπρὸς καὶ φωτοφόρος, Μιλτιάδη διάκοσμος, ἀχλὺν εἰδωλομανίας καὶ σκοτασμὸν ἀμειδεῖ φωταυγείᾳ, μάρτυς, σῆς ἀκραίμονος ἐνθέου, χριστώνυμε, βιοτῆς καὶ βασάνων σου καταφωτίσας καὶ δαιμόνων ῥυσάμενος τοὺς λατρεύοντας ἐμμανῶς κτίσιν ἄλογον· πάθεσί τε δουλεύοντας αἰσχροῖς καὶ ζοφώδεσι καὶ τὸν Χριστὸν ἀγνοοῦντας, τὸν ἀληθῶς φωτοπάροχον. Αὐτὸν ἀθλοφόρε, μὴ ἐλλείπῃς ἱκετεύων ὑπὲρ τῶν δούλων σου.
Στίχ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός.
 Τέμενος ἱερὸν εὐλαβῶς ἀνατιθέντας τῇ σῇ μνήμῃ περίσωζε τοὺς κτίτορας ἐν Καρπάθῳ καὶ πάντας τοὺς εὐσεβεῖς, μάκαρ Μιλτιάδη, σαῖς ἐντεύξεσι, πρὸς Κύριον εὔσπλαχνον, ὁμαλίζων τραχύτητα τοῦ βίου τοῦδε· καὶ τὴν τρῖβον τὴν δύσβατον, τὴν ἀνάντη τε καὶ στενὴν καὶ δυσάνεκτον λείανον, καὶ κραταίωσον ἡμῶν τὴν διάνοιαν εἰς τὸ προθύμως ποιῆσαι τὸ τοῦ Χριστοῦ θεῖον θέλημα, καὶ τάχος εἰσδύναι πρὸς οὐράνιον παστάδα σὺν σοί, θεόληπτε.
Στίχ. Μάρτυρες ὑμεῖς ὅτι ἐξελέξασθε Κυρίῳ λατρεύειν αὐτῷ.
 Μέλιτος σὴ μνήμη, σοφέ, γλυκίων πᾶσι τοῖς πιστοῖς παραγέγονε· ἰοῦ γὰρ τοῦ πικροτάτου καὶ φονικοῦ τῷ θερμῷ καὶ τῷ γλυκυτάτῳ, μάρτυς, ἔρωτι πρὸς Κύριον Ἅγιον θαυμαστῶς ἀπαμβλύνουσα καὶ καταργοῦσα τὴν ὀλέθριον κάκωσιν ῥῶσιν δίδωσι καὶ ζωῆς θεῖα νάματα, Μάρτυς Χριστοῦ πανεύφημε, τοῖς πόθῳ τιμῶσί σου τοὺς ὑπὲρ φύσιν ἀγῶνας καὶ τὰ γενναῖα παλαίσματα· δι' ὧν τὴν παστάδα τὴν ὁλόφωτον καὶ θείαν οἰκεῖν κεκλήρωσαι.
Δόξα...Ἦχος πλ. β'. (Ὅτε καιρός).
  τῆς λαμπρὰς καὶ παμφαοῦς, Λόγε, δόξης σου! ἥλιος ὥσπερ γὰρ ὁλολαμπής τε καὶ πάγχρυσος πλήθει κεκύκλωσαι μυριάδων ἀστέρων, τῶν μαρτύρων σου, στεφηφορούντων ἐν λευκοῖς. Σὺν αὐτοῖς καὶ Μιλτιάδης ὁ μέγας καὶ πανένδοξος τροπαιοφόρος παρίσταταί σοι συγχορεύων ὡραῖος καὶ στεφανηφόρος τοῖς στίγμασι στίλβων αἰκισμῶν, οὕσπερ λιθοκάρδιος ἀνόμων δῆμος ἐπήνεγκεν αὐτῷ δεομένῳ ὑπὲρ τῶν ψαλλόντων· μνήσθητι καὶ ἡμῶν, Μάρτυς ἀξιαγαστε.
Καὶ νῦν. Ὁ αὐτός. Θεοτοκίον.
 Θεοτόκε σὺ εἶ ἄμπελος ἀληθινή...
Νῦν ἀπολύεις...
 Τρισάγιον.
Εἶτα τὰ Ἀπολυτίκια. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
 Ἀθλήσας ὑπὲρ φύσιν τοῦ Βελίαρ κατῄσχυνας πάσας τὰς ἐνέδρας, θέοφρον Μιλτιάδη, καὶ γέγονας τῆς χάριτος δοχεῖον καθαρὸν παντοίαις, μάκαρ, στίλβων ἀρεταῖς· διὰ τοῦτό σου τὴν μνήμην πανευλαβῶς τιμῶντές σοι ἐκβοῶμεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. Ἀθλήσας ὑπὲρ φύσιν τοῦ Βελίαρ κατῄσχυνας πάσας τάς ἐνέδρας, θεόφρον Μιλτιάδη, καὶ γέγονας τῆς χάριτος δοχεῖον καθαρὸν παντοίαις, μάκαρ, στίλβων ἀρεταῖς· διὰ τοῦτο σοῦ τὴν μνήμην πανευλαβῶς τιμῶντές σοι ἐκβοῶμεν· χαίροις ὁ τῆς Καρπάθου κραταιός, πρόμαχος καὶ προπύργιον, χαίροις τῶν σὲ τιμώντων εὐλαβῶς, λιμὴν καὶ καταφύγιον.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον. Τοῦ Γαβριὴλ φθεγξαμένου ...
 Καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εἰς τὸ Θεὸς Κύριος,
 Ἀπολυτίκια ὡς ἐν τῷ ἑσπερινῷ.
Μετὰ τὴν α' Στιχολογίαν,
Κάθισμα. Ἦχος δ'. Ὡς τῶν Ἀποστόλων πρωτόθρονοι.
 Ὡς τοῦ Λυτρωτοῦ φίλος γνήσιος, καὶ τῶν σὲ τιμώντων ὑπέρμαχος, μὴ ἐλλείπῃς αὐτὸν ἱλεούμενος πταισμάτων δοῦναι πᾶσι συγχώρησιν, καὶ παραδείσου τῆς τρυφῆς τὴν ἀπόλαυσιν.
Μετά την α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Τὴν μνήμην σου τερπνῶς, Μιλτιάδη, τελοῦντες, τῆς αἴγλης νοερῶς ἐμπιμπλάμεθα πόθῳ τῆς σῆς, φωτοπάροχε, καὶ της θείας ἐλλάμψεως, ἧς ἠξίωσε τῷ σῷ στερρῷ μαρτυρίῳ καὶ τοῖς ἄθλοις σου τοῖς ὑπὲρ φύσιν, οὕς, Μάρτυς, προθύμως ὑπέμεινας.
Εἶτα τὸ α' Ἀντίφωνον τοῦ δ' ἤχου. Ἐκ νεότητός μου …
Προκείμενον. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός.
 Στίχ. Μάρτυρες ὑμεῖς ὅτι ἐξελέξασθε Κυρίῳ λατρεύειν αὐτῷ.
Πᾶσα πνοή.
 Εὐαγγέλιον (ζήτει κστ' Ὀκτωβρίου).
Ὁ Ν'.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου.
 Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Εἶτα τὸ Πεντηκοστάριον.Ἦχος πλ β'.
 Ἠγλαϊσμένος θείᾳ δόξῃ, τῇ πανταιτίᾳ καὶ ζωηφόρῳ Τριάδι παρίστασαι, Μιλτιάδη, στεφηφορῶν καὶ σοὺς μώλωπας δεικνύων, οὓς προθύμως ὑπὲρ αὐτῆς ὑπήνεγκας, ἀδειαλείπτως ἱκετεύεις ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ α΄ Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
 Ἱκέτευε, μάρτυς, τὸν ἀγαθὸν Παράκλητον δοῦναι φωτισμόν μοι τῷ ταπεινῷ μέλλοντι προθεῖναι τοὺς σοὺς ἄθλους, τοῖς ἑορτάζουσι πόθῳ τὴν μνήμην σου.

Κηρύξας ἀνδρείως τυραννικῷ βήματι, θεόφρον Μιλτιάδη, τὴν θεαυγῆ πίστιν τοῦ Χριστοῦ, σὺν ταῖς χορείαις τῶν ἀθλοφόρων αὐλίζεις γηθόμενος.

 Εὔδιον λιμένα καταλαβών, μάρτυς Μιλτιάδη, τῶν τὸ πέλαγος τῶν δεινῶν, τοῦ βίου πικρῶς διαπλεόντων ἀκαταπαύστως, τρισμάκαρ μνημόνευε.
 Θεοτοκίον.
 Τράπεζάν σε θείαν καὶ κιβωτόν λυχνίαν καὶ στάμνον προκατήγγειλαν προφητῶν χοροὶ μυστικῶς σε, Θεοτόκε, τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν.
 ᾨδὴ γ'. Οὐρανίας ἁψῖδος.
 Εὐμενῶς ἐπιβλέψας ἐξ οὐρανοῦ Κύριος ἐπὶ τὴν θυσίαν σου, μάκαρ, ταύτην ἐδέξατο, καθάπερ εὔοσμον καὶ καθαρόν, Μιλτιάδη μάρτυς, οὐρανόδεκτον τερπνὸν θυμίαμα.

Ὑπὲρ πάντων δυσώπει τῶν θεῖον οἶκον τῇ μνήμῃ σου,πόθῳ δειμαμένων καὶ πίστει καταφευγόντων σοι, ὅπως κολάσεως ταῖς σαῖς λιταῖς λυτρωθῶσι καὶ νυμφῶνα πάμφωτον σὺν σοὶ κληρώσονται.

 Εὐφημοῦμέν σου πόθῳ τοὺς γενναίους ἀγῶνας καὶ τὰ παλαίσματα, καὶ τὴν σὴν πανέορτον μνήμην πανηγυρίζομεν, καὶ γηθοσύνως σοι, τόνδε τὸν ὕμνον συμφώνως, ἀναξίοις χείλεσι προσαναπέμπομεν.
 Θεοτοκίον.
Μητρικαῖς σου πρεσβείαις ὡς συμπαθής, Δέσποινα, ταῖς πρὸς τὸν Υἱὸν καὶ Θεόν σου τὸν ὑπεράγαθον, ὃν παροργίζομεν ἁμαρτημάτων τῷ πλήθει, δυσωποῦσα, Πάναγνε, πυρὸς ἐξάρπασον.
Κάθισμα. Ἦχος α'. Τὸν Τάφον σου Σωτήρ.
Πορφύραν ἀληθῶς ἐξ αἱμάτων βαφεῖσαν, τῶν σῶν μαρτυρικῶν μυστικῶς ὑπεμφαίνει, τὸ σὸν θεῖον ὄνομα, ταῖς ῥοαῖς οὖν αἱμάτων σου, πλῦνον, εὔσπλαχνε μεγαλομάρτυς τὸν ῥύπον τῶν πταισμάτων μου καὶ τῶν παθῶν στῆσον ῥεῦμα, βαρβάρου καὶ σῶσόν με.
Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνη σήμερον.
  λαμπρὰ συνέδραμε μνήμη σου, Μάρτυς, Μιλτιάδη σήμερον, τῶν σὲ τιμώντων τὰς ψυχὰς καταλαμπρύνουσα χάρισι, ταῖς οὐρανόθεν δοθείσαις σοι, πάνσεπτε.
Ὁ Οἶκος.
 Μέλιτος, γλυκίων Μιλτιάδη, σήμερον ἡμῖν ἐπέστη πανήγυρις σὴ τοῦ τῇ πανσέπτῳ παρεστῶτος Τριάδι καὶ δεομένῳ ὑπὲρ ἡμῶν ἀνυψωθήσαις χερσί, τῶν κειμένων ἁμαρτιῶν ἐν τῷ ᾅδη, καὶ ψαλλόντων ἐκεῖθέν σοι, ἐλέησον ἡμᾶς, μεγαλομάρτυς Μιλτιάδη, χάρισιν ταῖς οὐρανόθεν δοθείσαις σοι, πάνσεπτε.
Συναξάριον.
 Τῇ Ι΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Μιλτιάδου.
 Στίχοι. Ὄλβιον πνεῦμα μάρτυρος Μιλτιάδου Ἐν οὐρανοῖς ἀνῆλθεν, οὐ κατῆλθεν ἐν ᾍδου. Μιλτιάδοιο δέμας δεκάτῃ πληγαῖς ἐκτάνθη.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη των Ἁγίων Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Πομπηΐου, καὶ ἑτέρων τριάκοντα ἕξ· ἔτι δὲ καὶ τῶν περί τὸν μακάριον Ζήνωνα καὶ Ἀλέξανδρον καὶ Θεόδωρον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Προφήτιδος Ὀλδᾶς. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος νεομάρτυς Δῆμος ὁ ἐν Σμύρνῃ μαρτυρήσας κατὰ τὸ ἔτος ατξγ' (1363), ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Ε',του νέου ἱερομάρτυρος, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως καὶ Οἰκουμενικοῦ Πατριάρχου, τοῦ δι' ἀγχόνης μαρτυρήσαντος ἐν αὐτῇ κατὰ τὸ ἔτος αωκα' (1821).
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

 Ἐξαποστειλάριον. Ἦχος γ'. Φῶς ἀναλλοίωτον Λόγε.
Μάρτυς καλλίνικε, σῶσον, λιταῖς σου πρὸς τὴν Τριάδα, τὴν παναγίαν κινδύνων, ἁμαρτιῶν καὶ παντοίων κακῶν ἡμᾶς, Μιλτιάδη, τοὺς σὲ φαιδρῶς ἀνυμνοῦντας.
Εἰς τοὺς Αἴνους. Ἦχος α'.
Αἴγλην ἀνέσπερον μάκαρ, νεύσει Θεοῦ κατοικεῖς χορεύων, Μιλτιάδη, σὺν μαρτύρων χορείαις· Χριστὸς γὰρ ὃν ἐπόθησας, καὶ δι' ὃν τὸ σὸν αἷμα ἐξέχεας, ἐν ταῖς ἀγκάλαις δεξάμενος προσφορὰν τῷ Θεῷ Πατρὶ προσήνεγκεν.

 Νενευρωμένος τῷ σθένει Χριστοῦ, πολύαθλε, τυράννου φληναφίας ὡς πομφόλυγας ἄρδην, διέλυσας κρατύνας τὴν πίστιν τρανῶς καὶ βασάνων ἠλόγησας, ζωῆς καὶ πλούτου καὶ δόξης καταφρονῶν καὶ θανάτου, καρτερόψυχε.

 Χρυσαετὸς ὥσπερ, μάρτυς, τοὺς οὐρανοὺς διαπτάς, ἀθλήσει μαρτυρίου πρὸς ἀνέσπερον δόξαν μετέστης καὶ μαρτύρων συνευφραίνει χοροῖς, κύκλῳ θρόνου τῆς χάριτος περιπολεύων γηθόμενος καὶ ἡμῶν μνημονεύων, θεοδόξαστε.

Σήμερον Κάρπαθος πᾶσα ταῖς φρυκτωρίαις τῶν σῶν ἄθλων, μεγαλομάρτυς, αὐγάζεται καὶ χαίρει, πλουτοῦσα τὸν ναόν σου τὸν ἱερόν καὶ λαμπρῶς ἑορτάζουσα, σὺν ποιμενάρχῃ θεόφρονι καὶ λαῷ, φιλομάρτυρι τὴν μνήμην σου.
Δόξα Πατρί... Ἦχος πλ. δ'.
 Δεῦτε πιστῶν αἱ χορεῖαι πᾶσαι θεοπρεπῶς, νῦν φαιδρυνθῶμεν τῇ θείᾳ πανηγύρει, Μιλτιάδου τοῦ μάκαρος, τοῦ ὑπὲρ Χριστοῦ μὲν ἀθλήσαντος, τὴν δὲ πλάνην νικήσαντος, καὶ δαιμόνων καθελόντος, τὴν ἐξουσίαν κραταιῶς, ῥοπῇ θείᾳ μυστικῶς, ἡμῖν τε τρῖβον πρὸς οὐρανὸν διανοίγοντος, τοῖς τοῦτον γεραίρουσι.
 Καὶ νῦν...
Δέσποινα πρόσδεξαι τὰς δεήσεις...
Παράρτημα.
 Ἕτερον Ἰδιόμελον τοῦ Ἁγίου. Ποίημα Μιλτιάδου Ἱερομόναχου. Ἦχος πλ. α'.
Δεῦτε φιλομάρτυρες πάντες, πνευματικὴν χορείαν συγκροτήσωμεν, πρὸς ΰμνον και δοξολογίαν τοῦ ἐλεήμονος Θεοῦ· διὰ γὰρ τοῦ ἐν μάρτυσι περιφανοῦς, τοῦ ἁγίοις ὁμοτίμου, Μιλτιάδου τοῦ σεπτοῦ, ἡμᾶς πληροῖ πνευματικῆς ἀγαλλιάσεως. Μιμησόμεθα αὐτοῦ τὴν ἀναμφίβολον πίστιν, τὴν ἄοκνον ἐγκράτειαν, τὴν διηνεκῆ ὁμολογίαν, καὶ θείαν ἐγκαρτέρησιν. Θαρρούντων δὲ ἡμῶν εἰς τὴν πρὸς Θεὸν αὐτοῦ παρρησίαν, καὶ τιμώντων εὐλαβῶς τὴν ἐνιαύσιον αὐτοῦ μνήμην, ἀντιδωρήσεται ἡμῖν, χάριν καὶ πρεσβείαν, πρὸς τὸν φιλάνθρωπον Θεόν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου