Τῌ Β΄ ΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ
Μνήμη τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ μεγάλου, Πατριάρχου Ἀλεξανδρείας.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ
Προσόμοια τῆς Ἑορτῆς γ΄
καὶ τοῦ Ἁγίου γ΄.
Προσόμοια τοῦ Ἁγίου
Ὡς γενναῖον ἐν
Μάρτυσι.
Ἦχος δ΄.
Δ
|
ιωγμοὺς ἐκαρτέρησας, καὶ
κινδύνους ὑπέμεινας, θεορρῆμον Ὅσιε
Ἀθανάσιε, ἕως τὴν πλάνην ἐξώρισας, Ἀρείου
τὴν ἄθεον,
καὶ τὴν
ποίμνην τῆς αὐτοῦ, ἀσεβείας διέσωσας, ὁμοούσιον, τῷ Πατρὶ δογματίσας τὸν
Υἱόν τε, καὶ τὸ Πνεῦμα ὀρθοδόξως,
ἱερουργὲ
ἱερώτατε.
Ἀ
|
στραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει ἐφώτισας, καὶ
τὴν πλάνην ἅπασαν ἀπεδίωξας,
προκινδυνεύων τῆς πίστεως, στερρὲ Ἀθανάσιε,
ὡς ποιμὴν
ἀληθινός, ὠς ἑδραίωμα ἄσειστον, παναοίδιμε, τῆς Χριστοῦ
Ἐκκλησίας, διὰ τοῦτο, συνελθόντες σε
τιμῶμεν, μελῳδικῶς ἀγαλλόμενοι.
Ἀ
|
ρετὴν πᾶσαν ἤσκησας,
ἐπιμόνως θεόπνευστε, καὶ χρισθεὶς
τῷ Πνεύματι χρῖσμα ἅγιον, ἱερουργὸς
ἱερώτατος, σαφῶς ἐχρημάτισας, καὶ ποιμὴν
ἀληθινός, καὶ τῆς πίστεως πρόμαχος· ὅθεν ἅπασα,
Ἐκκλησία δοξάζει σου τὴν μνήμην, ἱερῶς ἐπιτελοῦσα, καὶ
τὸν Σωτῆρα
δοξάζουσα.
Δόξα. Ἦχος πλ. β΄. Γερμανοῦ.
Χ
|
ριστοῦ τὸν Ἱεράρχην,
ὑμνήσωμεν ἅπαντες Ἀθανάσιον· ὅτι Ἀρείου
τὰ διδάγματα πάντα κατήργησε, καὶ τῆς
Ἁγίας Τριάδος τὸ κράτος, εἰς πάντα τὸν κόσμον τρανῶς
καταγγέλλει, ἕνα Θεὸν ἐν
τρισὶ προσώποις ἀμέριστον, ᾧ καὶ πρεσβεύει ὑπὲρ ἡμῶν, τῶν
ἐν πίστει τελούντων τὴν μνήμην αὐτοῦ.
Καὶ νῦν. Τῆς
Ἑορτῆς.
Εἰς τὴν Λιτήν, Δόξα, Ἦχος γ΄.
Γερμανοῦ Πατριάρχου.
Ἡ
|
μεγάλη τῆς Ἐκκλησίας σάλπιγξ, ὁ πολύαθλος Ἀθανάσιος,
πρὸς εὐωχίαν
σήμερον συγκαλεῖται τὴν οἰκουμένην
φαιδρῶς. Πάντες πιστοί, πρὸς τὴν
πανήγυριν ὑπαντήσωμεν τοῦ καλοῦ
ποιμένος, ὕμνοις γεραίροντες τοὺς ἱεροὺς αὐτοῦ πόνους, ὅπως
ταῖς πρεσβείαις αὐτοῦ,
λάβωμεν παρὰ Χριστοῦ τὸ
μέγα ἔλεος.
Καὶ νῦν. Τῆς
Ἑορτῆς.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου.
Ἦχος πλ. α΄. Χαίροις
ἀσκητικῶν.
Χ
|
αίροις τῶν ἀρετῶν
ὁ κανών, ὁ
ὑπὲρ
πίστεως ἀθλήσας στερρότατα, καὶ λύσας τὴν
τοῦ Ἀρείου,
κακοδοξίαν νευραῖς, τῶν σεπτῶν
σου λόγων Ἀθανάσιε, τρανῶς ἐκδιδάσκων,
μιᾶς Θεότητος δύναμιν, ὁριζομένην, ἐν
τρισὶν ὑποστάσεσι,
παρ’ ἧς ἅπαντα,
νοητὰ καὶ
φαινόμενα, μόνην δι’ ἀγαθότητα, παρήχθη
πρὸς γένεσιν, καὶ σαφηνίζων τῆς θείας,
δημιουργίας τὰ δύσληπτα. Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν
δυσώπει τὸ μέγα ἔλεος.
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν.
Χ
|
αίροις Πατριαρχῶν ἡ κρηπίς, σάλπιγξ ἡ εὔηχος, ὁ νοῦς
περίβλεπτος, ἡ γλῶσσα ἡ
ὀξυτάτη, ὁ
διαυγὴς ὀφθαλμός,
τῶν ὀρθῶν δογμάτων ἡ
σαφήνεια· ποιμὴν ἀληθέστατος, ὁ
λαμπτὴρ ὁ
φανότατος· πέλεκυς κόπτων, ὕλην πᾶσαν αἱρέσεων,
καταφλέγων τε, τῷ πυρὶ τῷ
τοῦ Πνεύματος· στῦλος ὁ
ἀπερίτρεπτος, ὁ πύργος ὁ ἄσειστος· ὁ
τῆς Τριάδος κηρύξας, τὴν ὑπερούσιον
δύναμιν, τρανῶς· ἣν δυσώπει, ταῖς
ψυχαῖς ἡμῶν δοθῆναι
τὸ μέγα ἔλεος.
Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται.
Χ
|
αίροις ἀτελευτήτου
ζωῆς, ἐπωνυμίᾳ ἀληθῶς κλεϊζόμενος· τρυγών τε ὡραιοτάτη, σὺν
νεοττοῖς ἱεροῖς, καὶ
τῷ ὁμοζύγῳ ἐκπετάσασα,
ἐκ γῆς
πρὸς οὐράνια,
ἔνθα νέφος εὐφραίνεται, σεπτῶν
Μαρτύρων· ἔνθα φῶς τὸ ἀνέσπερον· ὅπου
ἄπαυστος, εὐφροσύνη γνωρίζεται, τάγματα ἐπουράνια,
Ἁγίων λαμπρότητες· ὅπου ὁ
ἦχος ὁ
θεῖος, ἑορταζόντων
ἀκούεται· Χριστὸς ἔνθα πέλει, ὁ δωρούμενος τῷ
κόσμῳ τὸ
μέγα ἔλεος.
Δόξα. Ἦχος γ΄.
Γερμανοῦ.
Π
|
άλιν ἡμῖν ὁ
χρυσορρόας Νεῖλος, καὶ τῆς
ἀθανασίας ἐπώνυμος, διὰ τῆς ἐτησίου
μνήμης ἐπιδημῶν ταῖς καλαῖς ἀναβάσεσι,
πλημμυρεῖ τὰ χρυσόρρειθρα τῆς ἀθανασίας χεύματα· καὶ τροφὴν ἀμβροσίας καρποδοτῶν, διὰ τῆς ὑψηλῆς θεηγορίας, Τριάδος ἀδιαίρετον κράτος ἐκδιδάσκει
προσκυνεῖν· καὶ πελαγίζων τὰ θεῖα διδάγματα, τῶν
πιστῶν κατάρδει τὰς διανοίας, καὶ
πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς
Ἑορτῆς.
Ἀπολυτίκιον. Ἦχος γ΄.
Σ
|
τῦλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν
Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε· τῷ γὰρ
Πατρὶ τὸν
Υἱὸν ὁμοούσιον,
ἀνακηρύξας κατῄσχυνας Ἄρειον· Πάτερ Ὅσιε, Χριστὸν
τὸν Θεὸν
ἱκέτευε, δωρήσασθαι ἡμῖν
τὸ μέγα ἔλεος.
Καὶ τῆς Ἑορτῆς. Καὶ
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄
Στιχολογίαν, Κάθισμα.
Ἦχος γ΄. Θείας
πίστεως.
Θ
|
είοις δόγμασιν ὀρθοδοξίας,
Πάτερ, ὥπλισας τὴν Ἐκκλησίαν· ταῖς διδαχαῖς
σου τὰς αἱρέσεις
ἐξέτεμες· τῆς εὐσεβείας τὸν δρόμον τετέλεκας, καὶ ὡς ὁ Παῦλος
τὴν πίστιν τετήρηκας· λοιπὸν ἀπόκειται,
καὶ σοὶ
παναοίδιμε, ὁ δίκαιος τῶν πόνων σου στέφανος.
Δόξα, καὶ νῦν. Τῆς
Ἑορτῆς.
Μετὰ τὴν β΄
Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὥ
|
σπερ ἄστρον ἄδυτον καὶ
μετὰ πότμον, σῶν δογμάτων λάμψεσι, φωταγωγεῖς
διὰ παντός, τῶν Ὀρθοδόξων τὸ πλήρωμα, ἱερομύστα
σοφὲ Ἀθανάσιε.
Δόξα, καὶ νῦν. Τῆς
Ἑορτῆς.
Οἱ Κανόνες τοῦ Πάσχα καὶ τοῦ Ἁγίου.
Καταβασίαι τοῦ Πάσχα.
Ὁ Κανὼν τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος
γ΄.
ᾌσωμεν τῷ Κυρίῳ.
Ὡ
|
ς ἀθάνατον ἐν Ἐκκλησίᾳ, κεκτημένον εὔκλειαν,
ἐν θεοπνεύστοις λόγοις, πάντες Ἀθανάσιον τιμήσωμεν ἀξίως, ὅν περ καὶ μετὰ
θάνατον, ἐδόξασε Χριστὸς ὁ
Θεός, ὡς οἰκεῖον θεράποντα.
Ε
|
ἰς θεωρίας βάθος ἐκταθεὶς
τὰς φρένας, ἐν Ἁγίῳ Πνεύματι, ἱερομύστα
Πάτερ, τὸν πλοῦτον ἀνίχνευσας τῶν θείων λογίων, καὶ τὸν κόσμον ἐπλούτισας.
Τ
|
οὺς ἐν πελάγει πλάνης, χειμαζομένους Πάτερ, ὡς πυρσὸς
μετάρσιος ἐνθέων διδαγμάτων, ἰθύνεις ἑκάστοτε
τῇ γαλήνῃ
τῶν λόγων σου, πρὸς λιμένα τῆς
χάριτος.
Θεοτοκίον.
Ὑ
|
μνοῦμέν σε Παρθένε,
Θεοτόκε ἁγνή, χερουβικὸν ὄχημα,
ἐξ ἧς
Θεὸς ἐτέχθη·
σὺ γὰρ
μόνη γέγονας πηγὴ ἀφθαρσίας, πηγάζουσα πᾶσι ζωήν, ἀφ’ ἧς ἀρυόμενοι,
ἰάματα λαμβάνομεν.
ᾨδὴ γ΄.
Ἐστερεώθη ἡ καρδία μου.
Τ
|
αῖς ἀστραπαῖς
τῶν λόγων σου Ἱεράρχα, τὴν τυφλὴν ἡμαύρωσας
τοῦ Ἀρείου
διδασκαλίαν, γενόμενος ὀφθαλμὸς τῶν
πιστῶν.
Ἐ
|
ξυφανθέντα πόνοις σου καὶ
ἱδρῶσιν,
ἐνεδύσω Ὅσιε
τὸν ποδήρη, τῆς ἀληθείας ἐν χάριτι, ἱερουργήσας
Χριστῷ.
Ὡ
|
ς ταξιάρχης
παραστάσεως θεολέκτου, συνασπισμὸν
διέκοψας θεομάχων, τῇ μαχαίρᾳ τοῦ
Πνεύματος ὁπλισάμενος.
Θεοτοκίον.
Ἡ
|
τὸν Θεὸν ἐν
μήτρᾳ σου δεξαμένῃ, καὶ
τεκοῦσα τοῦτον σεσαρκωμένον, καὶ ἀνθρώπους τῆς
φθορᾶς ἀπαλλάξαντα,
Θεοτόκε ἱκέτευε σωθῆναι ἡμᾶς.
Τὸ Κοντάκιον τῆς Ἑορτῆς, Εἶτα Κάθισμα τοῦ Ἁγίου.
Ἦχος γ΄.
Τὴν ὡραιότητα.
Τ
|
ὴν τῶν αἱρέσεων
πλάνην διήλεγξας, καὶ τὴν ὀρθόδοξον,
πίστιν ἐτράνωσας, ὡς Ἱεράρχης
εὐσεβής, ἐκήρυξας
ἐν τῷ
κόσμῳ, μίαν τὴν θεότητα, ἐν Τριάδι
γνωρίζεσθαι, φύσει ὁμοούσιον, καὶ προσώποις ἀσύγχυτον·
διὸ καὶ
συνελθόντες ἐν πίστει, Ἀθανάσιε Πάτερ, τελοῦμεν τὴν μνήμην σου.
Δόξα, καὶ νῦν. Τῆς
Ἑορτῆς.
ᾨδὴ δ΄.
Εἰσακήκοα τὴν ἀκοήν
σου.
Π
|
ᾶσαν ἥρδευσας τὴν
οἰκουμένην, Ὅσιε Πάτερ, τὴν πηγὴν ἐν
τῇ καρδίᾳ
σου, τῆς ζωῆς κεκτημένος.
Ἀ
|
νεπλήρωσας ἐν τῇ σαρκί σου, Ὅσιε
Πάτερ, τοῦ Κυρίου τὰ παθήματα, ὑπὲρ τῆς
Ἐκκλησίας αὐτοῦ.
Δ
|
ιωκόμενος ὑπὸ ἀθέων,
Ὅσιε Πάτερ, ἀπεδίωξας τῆς ποίμνης
σου, ἀρειόφρονα πλάνην.
Θεοτοκίον.
Μ
|
ήτηρ ἄχραντε εὐλογημένη, ἁγνὴ Παρθένε, τοὺς
ὑμνοῦντάς
σε περίσῳζε ἀπὸ πάσης ἀνάγκης.
ᾨδὴ ε΄.
Τὴν σὴν εἰρήνην
δὸς ἡμῖν.
Δ
|
ικαιοσύνην μάθετε οἱ
ἐνοικοῦντες
τὴν γῆν,
Ἀθανασίου τοῖς λόγοις παιδευόμενοι· στόμα γὰρ
τοῦ Λόγου τοῦ πρὸ αἰώνων, ἀνεδείχθη
διὰ πίστεως.
Π
|
ύργος φανεὶς Μακάριε
ἀκατάβλητος, τῆς Ἐκκλησίας Χριστοῦ τοῦ
Θεοῦ ἡμῶν, πάσας τοῦ
Ἀρείου, μηχανουργίας διεσάθρωσας.
Τ
|
αῖς ἱκεσίαις Κυρίου τοῦ Ἱεράρχου σου, τοὺς οἰκτιρμούς
σου ἡμῖν
ἀντικατάπεμψον, καὶ τῆς
βασιλείας σου, ἀξίους ποίησον ὡς εὔσπλαγχνος.
Θεοτοκίον.
Τ
|
ὴν ἐκ Δαυῒδ
βλαστήσασαν ἀνυμνήσωμεν, ὡς τὸν
Υἱὸν τοῦ
Θεοῦ συλλαβοῦσαν ἐν γαστρί, καὶ σαρκὶ
τεκοῦσαν, καὶ μείνασαν Παρθένον μετὰ
τόκον ἁγνήν.
ᾨδὴ ς΄.
Ἐβόησα ἐν στεναγμοῖς
ἀσιγήτοις.
Π
|
αράδεισον ἀληθῶς ἀπειργάσω,
μάκαρ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, κατασπείρας ἐν
αὐτῇ
τὸν λόγον τὸν εὐσεβῆ, καὶ
τῶν αἱρέσεων,
ἐκτεμὼν
τὰς ἀκάνθας.
Τ
|
ῆς χάριτος ποταμὸς θεοφόρε, Νεῖλος
ἐδείχθης νοητός, καρποδότης εὐσεβῶν
διδαγμάτων τοῖς πιστοῖς, ποτίζων ἅπαντας,
καὶ τὰ
πέρατα τρέφων.
Θεοτοκίον.
Τ
|
ὴν ἄχραντον ἀνυμνοῦμεν Μητέρα, τὴν
μετὰ τόκον Παρθένον, τὴν χωρήσασαν γαστρὶ τὸν ἀχώρητον παντί, τὸν συναΐδιον τῷ Πατρί, καὶ
τῷ Πνεύματι Λόγον.
Κοντάκιον. Ἦχος β΄.
Τοῖς τῶν αἱμάτων σου.
Ὀ
|
ρθοδοξίας φυτεύσας τὰ
δόγματα, κακοδοξίας ἀκάνθας ἐξέτεμες, καὶ
τὸν τῆς
πίστεως σπόρον ἐπλήθυνας, τῇ ἐπομβρίᾳ τοῦ
Πνεύματος Ὅσιε· διὸ εὐφημοῦμεν τὴν
μνήμην σου.
Ὁ Οἶκος.
Ἀθανασίου τὴν πανέορτον μνήμην, ἐν ᾠδαῖς οἱ
πιστοὶ ἀνευφημήσωμεν
σήμερον· οὗτος γὰρ Ἄρειον τὸν πλάνον, καὶ
Εὐνόμιον ἅμα
σὺν Σαβελλίῳ, τοῖς τῆς Ἀληθείας
κατέβαλε δόγμασι, πυρὶ τῷ αἰωνίῳ παραδοὺς
αὐτοὺς
κατακαίεσθαι, ὡς βλασφημήσαντας ἄδικα κατὰ
τῆς τοῦ
Σωτῆρος σαρκώσεως, ἣν πάντες Προφῆται
προκατήγγειλαν· διὸ εὐφημοῦμεν
τὴν μνήμην αὐτοῦ.
Συναξάριον.
Τῇ Β΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου, Πατριάρχου Ἀλεξανδρείας.
Στίχοι.
Ἀθανάσιε, ποῦ κομίζῃ;
μὴ πάλιν
Καὶ νεκρὸν ἐξόριστον ἐκπέμπουσί σε;
Δευτερίῃ νέκυς Ἀθανασίου ἐξέδυ τύμβου.
Οὗτος ὁ Ἅγιος ἀγγελικὸν βίον ἐπὶ γῆς διήνυσε. Τοὺς δὲ ὑπὲρ τῆς Ὀρθοδόξου Πίστεως ἄθλους, καὶ τὰς κατὰ τῶν
κακοδόξων ἐνστάσεις, καὶ τὰς ἐπὶ συχνῷ ἀδίκους
ὑπεροπίας, καὶ τὰς ἐπὶ ματαίῳ συκοφαντίας, ἃς ὑπήνεγκεν,
ἄλλαι τε γραφαὶ διεξοδικώτερον, καὶ ὁ
Θεολόγος Γρηγόριος ἐκτίθεται· ὅθεν καὶ διηγήσασθαι τὰ πολλαχῶς ὑπὸ πολλῶν εἰρημένα, μὴ δυνάμενοι, μικρά τινα πρὸς ὑπόμνησιν εἴπωμεν ἐν ἐπιτόμῳ.
Ἀθανάσιος, ὁ τῆς ἀθανασίας ἐπώνυμος, πατρίδα μὲν ἔσχε τὴν Αἴγυπτον, πατέρας δὲ πλούτῳ κομῶντας καὶ ἀρετῇ· παρ’ οἷς ἐκτρεφόμενος, παῖς ὢν ἔτι κομιδῇ, ἅμα παισὶν ἀθύρουσιν,
ἐπί τινα τῆς θαλάσσης ἀκτὴν παραγίνεται, ἐν ᾗ παιδιᾷ τινι τοιᾷδε ἐχρῶντο· Εἰς πρεσβυτέρους καὶ διακόνους ἑαυτοὺς ἀποτάξαντες, τὸν Ἀθανάσιον χειροτονοῦσιν ἐπίσκοπον·
προσήγοντό τε παῖδες αὐτῷ, μήπω
τῷ θείῳ Βαπτίσματι κεκαθαρμένοι, οὓς Ἀθανάσιος τῷ τῆς Ἀλεξανδρείας ἔφορος Ἀλέξανδρος θεασάμενος οὕτω συνενεχθέν, ὑπερθαυμάζει μέν· γνοὺς δὲ τῷ Πνεύματι, ὡς μελλόντων· εἴη τὰ δρώμενα τύποι καὶ προμηνύματα, τοὺς μὲν παῖδας τῷ θείῳ μύρῳ ἐπιχρίσας τελειοῖ, Ἀθανάσιον
δὲ γραμματιστῇ τινι παραδίδωσιν. Εἶτα πρὸς
μέτρον ἡλικίας φθάσαντα, διάκονον χειροτονήσας, ἐν τῇ κατὰ Νίκαιαν πρώτῃ Συνόδῳ συνεργὸν προσλαμβάνει, καὶ μετ’ αὐτοῦ τοὺς τὰ Ἀρείου φρονοῦντας ἀπεκήρυξεν.
Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ Ἀλεξάνδρου τὸν βίον λιπόντος, Ἀθανάσιος τὸν ἐκείνου
θρόνον διαδέχεται. Ἀλλ’ οἱ περὶ Εὐσέβιον, τὴν προχείρισιν πράως οὐκ ἐνεγκόντες, πείθουσι Κωνσταντῖνον, τὸν πρώτως χρηματίσαντα Βασιλέα Χριστιανῶν, ἀπελάσαι
τοῦ θρόνου τὸν Ἀθανάσιον.
Ἀλλὰ Κωνσταντῖνος μέν, μετὰ τὸν ἐν Γαλλίαις ὑπερορίσαι τὸν Ἅγιον, καταλύει τὸν βίον. Ἀθανάσιος δὲ τῷ τούτου υἱῷ Κωνσταντίῳ πρὸς λόγους ἐν Ρώμῃ ἐλθών, γράμμασιν ὀχυρωθεὶς τῇ Ἀλεξανδρείᾳ ἐφίσταται. Τοῦτο πρὸς γνῶσιν Εὐσεβίῳ καὶ τοῖς περὶ αὐτὸν ἐλθόν, ἠρεμεῖν οὐκ εἴα· διὸ καὶ πᾶν εἶδος
συκοφαντίας συμφορήσαντες, παρασκευάζουσι Κωνστάντιον τὸν τῆς Ἀνατολῆς
Βασιλέα σύνοδον Ἐπισκόπων ἀθροίσαντα, ὑπὸ τὴν κρίσιν ἐλθεῖν τὸν Ἀθανάσιον. Πολλῶν δὲ ὄντων τῶν κατηγορημάτων, ἑνὸς μόνου ἐπιμνησθήσομαι.
Χεῖρα τεταριχευμένην ξυλίνῃ λάρνακι θέντες προσκομίζουσιν, Ἀρσενίου ταύτην λέγοντες εἶναι, ὃν ἀνῃρηκέναι
τὸν Ἁθανάσιον ἐπὶ γοητείᾳ διεθρυλοῦντο. Καὶ κατὰ Θεοῦ πρόνοιαν ἐν Τύρῳ τοῦ Ἀρσενίου κατάραντος (ἐκρύπτετο γὰρ ὑπὸ τῶν Ἀρειανῶν, ἵνα μὴ τὸ δρᾶμα κατάφορον γένηται). Ἀθανάσιος τὸν νεκρὸν παρεῖναι μηνύεται· καὶ περιτυχὼν αὐτῷ, τῆς εἰς τὸ κριτήριον κυρίας καταλαβούσης, αὐτὸν
περικεκαλυμμένον παρεισάγει. Καὶ δὴ πυνθάνεται τῶν παρόντων, εἴ τινες εἶεν προεγνωκόπτες τὸν Ἀρσένιον. Πολλῶν δὲ
φησάντων τὸν ἄνδρα εἰδέναι, ἀποκαλυψάμενος αὐτόν, «Εἰ οὗτος εἴη», προσετίθει τὴν ἐρώτησιν.
Τῶν δὲ συγκαταθεμένων, τὴν δεξιὰν ὑποδείξας
χεῖρα, εἶτα καὶ τὴν ἄλλην, ἔφη· «Ἰδοὺ ἡ
δεξιά, ἰδοὺ ἡ ἀριστερά, ἃς παρὰ τοῦ
Δημιουργοῦ τῶν ὅλων οἱ ἐξ Ἀδὰμ ἐκληρώθημεν ἄνθρωποι· τρίτην δέ μοι χεῖρα τῷ Ἀρσενίῳ ἐπιζητείτω
μηδείς». Οἱ δὲ αἰσχύνης
πλησθέντες ἐπὶ τοῦτο
λάθρα τῆς πόλεως ἔξεισι, καὶ εἴς τινα λάκκον ζοφώδῃ, καὶ δεινῶς ἄνυδρον
καθεὶς ἑαυτόν, ἕκτον ἔτος ἐκρύπτετο.
Ἔπειτα τοῦ λάκκου ὑπεξελθών, πρὸς τὴν Ἑσπέραν
καταίρει. Κώνστας δὲ τηνικαῦτα, ὁ
Κωνσταντίου ἀδελφός, τὴν ταύτης διεῖπεν ἀρχήν. Τούτῳ παραβαλὼν ὁ μέγας καὶ Ἰουλιανῷ τῷ Πάπᾳ, τὰ κατ’
αὐτὸν ἐτραγῴδει· οἵτινες, γράμμασι τὸν Ἅγιον ὀχυρώσαντες, εἰς Ἀλεξάνδρειαν
πέμπουσι.
Τοῦτο Κωνστάντιος ὡς ἔγνω,
Συριανῷ τινι κελεύει ἐκεῖσε ἀφικομένῳ, Ἀθανάσιον μὲν ἀνελεῖν, Γρηγόριον δὲ τῷ θρόνῳ ἐγκαθιδρῦσαι. Ὁ δὲ τὰς ἐκείνου χεῖρας διαφυγών, εἰς Ρώμην αὖθις ἀπαίρει.
Καὶ ὁ Κώνστας γράφει τῷ ἀδελφῷ
Κωνσταντίῳ ἀποκαταστῆσαι τῷ θρόνῳ τὸν Ἀθανάσιον,
ἀπειλήσας ὡς, εἰμὴ ποιήσῃ τοῦτο, τοῖς οἰκείοις
ὅπλοις αὐτὸν ἀποκαταστῆσαι. Ὁ δὲ Κωνστάντιος ἐν ὀρρωδίᾳ
γενόμενος, ἀποκαθίστησι τῇ Ἀλεξανδρέων
Ἐκκλησίᾳ τὸν Ἅγιον Ἀθανάσιον·
μετὰ μικρὸν δὲ καὶ Κώνστας καταλύει τὸν βίον.
Κωνστάντιος δὲ Αὐτοκράτωρ
ἀναγορευθείς, πέμπει τοὺς συλληψομένους τὸν Ἅγιον· ὅπερ προγνοὺς ὁ μέγας, τοῦ ἐπισκοπείου
ὑπεξελθών, ἐπί τι γύναιον καταφεύγει, παρθενίᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς
σεμνυνόμενον· ἥτις, τῆς φυγῆς τὴν αἰτίαν
μαθοῦσα, ἀσμένως τὸν Ἅγιον ὑποδέχεται·
διηκόνει τε τούτῳ, καὶ πᾶσαν ἄλλην δεξίωσιν καὶ θεραπείαν παρείχετο. Ἕκτος ἐνιαυτὸς τῷ μεγάλῳ παρὰ τῇ φιλοθέῳ γυναικὶ κρυπτομένῳ ἠνύετο.
Καὶ δὴ Κωνστάντιος μὲν καταλύει τὸν βίον. Ἰουλιανὸς δὲ τῆς
βασιλείας κρατεῖ. Αὐτίκα οὖν Ἀθανάσιος μέσαις νυξὶ τοῦ οἰκήματος ἐξελθών, ἐν μέσῳ τῆς Ἐκκλησίας εὑρίσκεται, ἐφ’ ᾧ, ὅπως ἡ πόλις συνέδραμεν ἅπασα κροτοῦντες, εὐχαριστοῦντες οὐ τοῦ παρόντος λέγειν καιροῦ.
Ἰουλιανὸς δὲ πάντα
περὶ ἐλαχίστου θέμενος, τοῦτο
προηγούμενον προβάλλεται σπούδασμα, μὴ μόνον τοῦ θρόνου ἀπελάσαι, ἀλλὰ καὶ τῆς ζωῆς ἐξῶσαι τὸν Ἅγιον. Πέμπει γοῦν τοὺς ἀναιρήσοντας·
ὁ δὲ καὶ αὖθις ἄληπτος ἦν καὶ ἀχείρωτος· νύκτωρ γὰρ παρὰ τὸν Νεῖλον ἐλθών, πλοίου ἐπιβάς, πρὸς Θηβαΐδα ἀπέπλει. Ὡς δὲ πλησίον ἦσαν οἱ
διώκοντες παρακρουσάμενος αὐτοὺς ὑποστρέφει,
καὶ πρὸς Ἀλεξάνδρειαν καταίρει· κἀκεῖ
κρυπτόμενος διελάνθανεν, ἕως οὗ Ἰουλιανὸς ἐν τοῖς ζῶσιν ἐξητάζετο. Καὶ τούτου δὲ τὴν ζωὴν
καταλύσαντος, Ἰοβιανὸς Βασιλεὺς ἀνηγόρευται. Ἀλλὰ καὶ τούτου τάχιστα ἐξ ἀνθρώπων
γεγονότος, Οὐαλεντινιανὸς τῆς
Ρωμαίων κρατεῖ, καὶ ποιεῖται
ταύτης κοινωνὸν τὸν ἀδελφὸν Οὐάλεντα,
ὁ μὲν γὰρ τὴν Ἑσπέραν, ὁ δὲ τὴν Ἑῴαν
διεῖπεν. Ὅς, εἰς
κόρον τῶν τοῦ Ἀρείου θολερῶν ναμάτων πάλαι ἐμφορηθείς, πάντας μὲν τοὺς τῶν ὀρθῶν δογμάτων ἀντεχομένους, μυρίαις αἰκίαις
καὶ κολάσεσι περιέβαλεν, Ἀθανάσιον δὲ ἐλεῖν θερμὴν ἐτίθετο σπουδήν. Μέλλων οὖν ὁ Ἅγιος ἁλώσιμος
ἔσεσθαι, εἴς τινα πατρῷον τάφον καταδύς, τὰς τῶν φονευόντων ἀποδιδράσκει χεῖρας. Ἐπεὶ δὲ ἐπύθετο τραχυνόμενον τὸν τῶν Ἀλεξανδρέων δῆμον, ἐπιτρέπει τω Ἀθλητῇ καὶ ἄκων τὴν τῆς Ἐκκλησίας προστασίαν. Καὶ οὕτω,
μετὰ τοὺς πολλοὺς ἄθλους, καὶ τὰς μακρὰς ὑπερορίας,
ἐπὶ δύο καὶ τεσσαράκοντα χρόνους τοῖς διωγμοῖς ἐγκαρτερήσας, ἐν γήρᾳ καλῷ καταλύει τὸν βίον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων, Ἑσπέρου καὶ Ζωῆς τῆς συμβίου αὐτοῦ, καὶ τῶν τέκνων αὐτῶν, Κυριακοῦ καὶ Θεοδούλου.
Οὗτοι οἱ Ἅγιοι, Ἕσπερος καὶ Ζωή, ὑπῆρχον ἐπὶ Ἀδριανοῦ τοῦ Βασιλέως, δοῦλοι μὲν ὄντες τὰ σώματα ἐν Ἰταλίᾳ
Κατάλλου τινὸς καὶ Τετραδίας τῆς γυναικὸς αὐτοῦ, ἀποίκων ὄντων Ρωμαίων, οἱ ἐκ Παμφυλίας τούτους ὠνῄσαντο·
ἐλεύθεροι δὲ τὰς
ψυχάς. Ὅθεν οὐδὲ τῷ σώματι δουλεύειν ἐπὶ πολὺ ἠνέσχοντο
ἀσεβέσι δεσπόταις, οἱ ἀντὶ τοῦ
Ποιητοῦ καὶ πάντων Δημιουργοῦ, τιμῶσι καὶ
προσκυνοῦσιν εἴδωλα. Τοῦ γὰρ Κυριακοῦ καὶ
Θεοδούλου τῶν τέκνων αὐτῶν, πρὸς τὴν οἰκείαν μητέρα, μηκέτι συνοικεῖν τοῖς ἀσεβέσιν, ἀλλ’ ἐξ αὐτῶν χωρίζεσθαι, ἵνα μὴ σὺν αὐτοῖς ἀπόλωνται,
διεξελθόντων· τῆς δέ, ὅτι κύριοι ἡμῶν εἰσιν εἰπούσης, τῶν δὲ τῷ τοῦ
Χριστοῦ αἵματι ἐλευθερωθῆναι βοώντων, ἤδη τῆς μητρὸς συνειπούσης αὐτοῖς ἐπιρρωσθέντες, καὶ παραγενόμενοι πρὸς τὸν Κατάλλον,
τὸν μὲν Κύριον Ἰησοῦν Χριστόν, Δεσπότην τῶν ἑαυτῶν εἶπον
ψυχῶν, τύχῃ δέ τινι τὴν τῶν σωμάτων αὐτῶν ἔχειν κυριότητα· εἶναι δὲ
προτιμοτέραν αὐτοῖς τὴν τοῦ Χριστοῦ ἐξουσίαν· Πειθαρχεῖν γὰρ δεῖ, φασί, μᾶλλον Θεῷ, ἢ ἀνθρώποις.
Ἐκπλαγέντος οὖν ἐπὶ τοῦτο τοῦ Κατάλλου, τέως μεταπέμπονται μετὰ τῆς μητρὸς ἐν τῷ Τριτωνίῳ πρὸς Ἕσπερον τὸν Πατέρα αὐτῶν. Ὕστερον δέ, γενέθλια τοῦ τεχθέντος παιδὸς ἐκτελῶν ὁ
Κάταλλος, ἐκ τῶν παρεσκευασμένων οἶνον καὶ κρέας αὐτοῖς ἔγνωκεν
ἀποστεῖλαι, πειρώμενος εἰ μεταλήψοιντο τῶν εἰδωλοθύτων·
Ἀντὶ δὲ τοῦ μεταλαβεῖν αὐτούς, τοῖς κυσὶ βαλούσης ταῦτα τῆς μητρὸς αὐτῶν Ζωῆς, ὡς ὁ
Κάταλλος ἐπύθετο, τὴν ὀργὴν ἀνάψας,
πρῶτον μὲν τὰ νήπια
κρεμασθῆναι κελεύει, καὶ σιδηροῖς ὄνυξι καταξέεσθαι· οἷς ἐπεφώνουν
καὶ παρεθάρρυνον οἱ γεννήτορες μὴ ἐνδοῦναι, ἀλλὰ καρτερεῖν μέχρι τέλους, καὶ πρὸς τὸν
μαρτυρίου στέφανον ἀποβλέπειν. Ἔπειτα δὲ κατενεχθῆναι, καὶ μετὰ τῆς μητρὸς τυφθῆναι σφοδρῶς. Εἶτα ἐκκαυθῆναι
κλίβανον, καὶ τοὺς Ἁγίους ἐμβληθῆναι· ἐν ᾧ
γενόμενοι, τὰς ἑαυτῶν ψυχὰς ἀπέδωκαν
τῷ Θεῷ. Ἕωθεν δέ, φωνῶν ἐν τῷ κλιβάνῳ ἐνηχουμένων, ὥσπερ ψαλλόντων τινῶν, διανοίξαντες, οὐδένα εὗρον, εἰμὴ τοὺς Ἁγίους μόνον, ἐν σχήματι καθευδόντων, κατὰ ἀνατολὰς τετραμμένους. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτῶν
Μαρτυρίῳ τῷ ὄντι ἐν τῷ Δευτέρῳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Τρεῖς παῖδες ἐν Καμίνῳ.
Ὡ
|
ς σίμβλον τὴν
καρδίαν, τῶν καλῶν ἐργασάμενος, ἀναβλύζεις γλυκασμὸν ὀρθοδοξίας ἡμῖν,
ὃν τρυγῶντες
βοῶμεν· Εὐλογητὸς εἶ
ὁ Θεὸς
ὁ τῶν
Πατέρων ἡμῶν.
Ἀ
|
θέων δυναστείαν, οὐ
κατέπτηξας Ὅσιε, εὐσεβοῦς
δὲ παρρησίας ἐμπιπλάμενος, πνεύματι ἀνεβόας·
Εὐλογητὸς
εἶ ὁ
Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Τ
|
οῦ Πνεύματος ὑπάρχων, ἀδιαίρετος
Ὅσιε, διετήρησας ἀμέριστον τὸ
κήρυγμα, τῆς Τριάδος κραυγάζων· Εὐλογητὸς
εἶ ὁ
Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἐ
|
τέχθης ἐκ Παρθένου, ὡς εὐδόκησας
Κύριε, καὶ ἐρρύσω ἐκ φθορᾶς τὴν
ζωὴν ἡμῶν· διὰ
τοῦτο βοῶμεν·
Εὐλογητὸς
εἶ ὁ
Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
ᾨδὴ η΄.
Τὸν ἐξ ἀνάρχου
τοῦ Πατρός.
Κ
|
αὶ τοῖς πράγμασι σαφῶς,
ἀνεδείχθης Ἀθανάσιος, τῇ οἰκουμένῃ
τῆς ἀθανασίας
δόγματα φθεγξάμενος· διὸ Χριστὸν σὺν
Ἀγγέλοις καὶ ἡμεῖς, ὑμνοῦμεν εὐλογοῦμεν, καὶ
ὑπερυψοῦμεν,
εἰς πάντας τοὺς αἰῶνας.
Τ
|
ὴν Τριάδα εὐσεβῶς,
δογματίσας ὁμοούσιον, σὺν τῷ
Ἀρείῳ
καὶ τὴν
Σαβελλίου ἤλεγξας κακόνοιαν· διὸ φυγόντες τὴν
αὐτῶν
ἐναντίαν συμπλοκήν, ὑμνοῦμεν
εὐλογοῦμεν,
καὶ ὑπερυψοῦμεν, Χριστὸν
εἰς τοὺς
αἰῶνας.
Θεοτοκίον.
Τ
|
ὸν ἐνοικήσαντα πιστοί, ἐν κοιλίᾳ τῆς Παρθένου Μητρός, καὶ γεννηθέντα ἐξ αὐτῆς ἀφράστως, καὶ
πάλιν μετὰ γέννησιν, Παρθένον
φυλάξαντα, ὡς Θεὸν ἀληθινόν, ὑμνοῦμεν
εὐλογοῦμεν,
καὶ ὑπερυψοῦμεν, Χριστὸν
εἰς τοὺς
αἰῶνας.
ᾨδὴ θ΄.
Σὲ ἀκατάφλεκτον
βάτον.
Ἔ
|
σοπτρον Θεοῦ τὴν ψυχήν σου, ἀκηλίδωτον
δείξας, πρακτικῶς καὶ λογικῶς,
τῇ οἰκουμένῃ ἀστράπτεις,
τὰς θείας ἐμφάσεις Παμμακάριστε.
Σ
|
άλπιγξ γνωστικῆς εὐφωνίας, ἀνεδείχθης
Θεόφρον, τὰ φρονήματα ἡμῶν ἀνδρείας λόγοις, κατὰ τῶν θεομάχων ἀνδρῶν
διεγείρουσα.
Σ
|
ὲ τὸν ἀληθῶς δεδειγμένον, τῆς σοφίας κρατῆρα, καὶ ποτίζοντα ἡμᾶς, τῆς
εὐσεβείας τὸ νηφάλιον πόμα, ἐν ὕμνοις μεγαλύνομεν.
Θεοτοκίον.
Σ
|
ὲ τὴν ἐν
γαστρὶ συλλαβοῦσαν, τὸν ἀχώρητον Λόγον, καὶ τεκοῦσαν ἐν σαρκὶ
ἀνερμηνεύτως, Θεοτόκε ἁγνή, οἱ
πιστοὶ μεγαλύνομεν.
Ἐξαποστειλάριον.
Ἦχος γ΄.
Ὁ οὐρανὸν
τοῖς ἄστροις.
Ἀ
|
ρχιερέων τὸ κλέος,
καὶ τῆς
Αἰγύπτου τὸ θρέμμα, ἀθανασίας τὸ κῦδος,
ὑμνήσωμεν ἐν αἰνέσει, ὡς καθαιρέτην Ἀρείου,
καὶ τῶν
πιστῶν ὡς
προστάτην.
Καὶ τῆς Ἑορτῆς.
Εἰς τοὺς Αἴνους,
ἱστῶμεν
Στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ
Ἁγίου.
Ἦχος δ΄.
Ὡς γενναῖον ἐν
Μάρτυσι.
Τ
|
οῖς πυρίνοις σου
δόγμασι, τῶν αἱρέσεων ἅπασα,
φρυγανώδης φλέγεται, ὕλη πάνσοφε· τῶν νοημάτων τοῖς
βάθεσι, βυθίζεται στράτευμα, ἀπειθούντων
δυσσεβῶν, Ἀθανάσιε Ὅσιε· σοῖς δὲ
δόγμασι, καλλωπίζεται μάκαρ καθ’ ἑκάστην,
τῶν πιστῶν
ἡ Ἐκκλησία,
μεγαλοφώνως τιμῶσά σε. (Δίς).
Τ
|
ῇ τῶν λόγων λαμπρότητι, τῶν ἐνθέων σου Ὅσιε, Ἐκκλησία
ἅπασα ὡραΐζεται, καὶ
εὐσεβῶς
καλλωπίζεται, ὡραίοις ἐν κάλλεσι, καὶ
τιμᾷ χρεωστικῶς, τὴν πανέορτον μνήμην
σου, Ἀθανάσιε, ἱερέων τὸ κλέος εὐσεβείας, λαμπρὸς
καὶ μέγας κήρυξ, ὁ τῆς
Τριάδος ὑπέρμαχος.
Τ
|
ῆς Χριστοῦ ἀπεδίωξας,
νοητοὺς λύκους Πάνσοφε, Ἐκκλησίας σκίμπωνι τῶν δογμάτων σου, καὶ
ταύτην κύκλῳ ἐτείχισας, λόγων ὀχυρώμασι,
παραστήσας τῷ Χριστῷ, ἀσινῆ καὶ
ἀλώβητον· ὃν ἱκέτευε, ἐκ φθορᾶς
καὶ κινδύνων λυτρωθῆναι, τοὺς
ἐν πίστει ἐκτελοῦντας, τὴ ἀεισέβαστον
μνήμην σου.
Δόξα. Ἦχος γ΄.
Τ
|
ὸ μέγα κλέος τῶν ἱερέων,
Ἀθανάσιον τὸν ἀήττητον ἀριστέα, ἱεροπρεπῶς εὐφημήσωμεν·
οὗτος γὰρ
τῶν αἱρέσεων
συγκόψας τὰς φάλαγγας, τῇ δυνάμει τοῦ
Πνεύματος, τὰ τῆς ὀρθοδοξίας τρόπαια, ἀνεστήσαντο καθ’ ὅλης τῆς οἰκουμένης, ἀριθμῶν εὐσεβῶς τὸ
τῆς Τριάδος μυστήριον, διὰ τὴν
τῶν προσώπων ἰδιότητα· καὶ πάλιν
συνάπτων ἀσυγχύτως εἰς ἕν,
διὰ τὴν
τῆς οὐσίας
ταυτότητα· καὶ χερουβικῶς θεολογῶν,
πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία μεγάλη,
καὶ Ἀπόλυσις.
Εἰς τὴν
Λειτουργίαν, Τυπικά, καὶ ἐκ τοῦ
Κανόνος τῆς Ἑορτῆς ᾨδὴ γ΄ καὶ ἐκ τοῦ Ἁγίου ᾨδὴ ς΄. Ἀπόστολος, Εὐαγγέλιον καὶ Κοινωνικὸν τοῦ Ἁγίου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου