Τετάρτη, 18 Απριλίου 2012

Σύναξη της Υπεραγίας Θεοτόκου του Καζάν (Καζάνσκαγια). (8η Ιουλίου)


Ποίημα: Γεωργίου Αποστολάκη, δικαστού.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Τήν θείαν εἰκόνα σου, ὡς θησαυρόν τιμαλφῆ, και πλοῦτον κατέχοντες, ἀγαλλωμένῃ ψυχῇ, βοῶμέν σοι Δέσποινα· σκέπε τοῦτον τόν οἶκον, ἀπό πάσης ἀνάγκης· πάντες γάρ προσκυνοῦμεν, εὐλαβῶς τήν μορφήν σου, ἥν ἐκ Ῥωσίας ἐλθοῦσαν, καλοῦμεν «Καζάνσκαγια».
Κοντάκιον. Ἦχος γ΄. Τήν ὡραιότητα.
Σεπτήν εἰκόνα σου, Ῥωσίας καύχημα, τιμῶμεν Δέσποινα, καί ἀναμέλπωμεν, ὠδάς καί ὕμνους Ἀγαθή, πρεσβείας σου ἐξαιτοῦντες· πᾶσι γάρ θαυμάσια, ἐκτελεῖ σόν ἐκτύπωμα, προσαγορευόμενον, παρά Ῥώσων «Καζάνσκαγια». Καί νῦν ὑπέρ ἡμῶν ἐκδυσώπει, τόν Υἱόν σου Πανάχραντε.
Μεγαλυνάριον.
Χαίροις ἄνθος εὔοσμον τοῦ Καζάν, πάσης τε Ῥωσίας, ἀγαλλίαμα καί χαρά, ἡμετέρου οἴκου, ἐπίσκεψις καί σκέπη, Κυρία Θεοτόκε, σεπτή «Καζάνσκαγια».



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου