Δρος Χαραλάμπους Μ. Μπούσια
Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας
Εὐχὴ
Παρακλητικὴ καὶ διδακτικὴ
Ψαλλομένη
ἐπὶ τῇ ἀρχῇ ἑκάστου ἔτους ἢ μηνός, ἢ ἡμέρας,
ἢ ὅτε ἕκαστος βούλῃ
διὰ τὴν καλὴν ἐξαγορὰν
τοῦ χρόνου τῆς ζωῆς ἡμῶν
πρὸς τελείωσιν τῆς ἀρετῆς καὶ
θέωσιν
Ἀθῆναι 2021
Εὐχὴ
Παρακλητικὴ καὶ διδακτικὴ
Ψαλλομένη
ἐπὶ τῇ ἀρχῇ ἑκάστου ἔτους ἢ μηνός, ἢ ἡμέρας,
ἢ ὅτε ἕκαστος βούλῃ
διὰ τὴν καλὴν ἐξαγορὰν
τοῦ χρόνου τῆς ζωῆς ἡμῶν
πρὸς τελείωσιν τῆς ἀρετῆς καὶ
θέωσιν
Εὐλογήσαντος
τοῦ Ἱερέως τὸ Δεῦτε, προσκυνήσωμεν καὶ
ὁ λγ΄ Ψαλμός·
Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διαπαντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί
μου. Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πρᾳεῖς καὶ
εὐφρανθήτωσαν. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ
τὸ αὐτό. Ἐξεζήτησα τὸν Κύριον καὶ ἐπήκουσέ μου καὶ ἐκ πασῶν τῶν θλίψεών μου
ἐῤῥύσατό με. Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ
καταισχυνθῇ. Οὗτος ὁ πτωχὸς ἐκέκραξε καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν
αὐτόν. Παρεμβαλεῖ Ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.
Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ’ αὐτόν.
Φοβήθητε τὸν Κύριον πάντες οἱ Ἅγιοι αὐτοῦ, ὄτι οὐκ ἔστιν ὑστέρημα τοῖς
φοβουμένοις αὐτόν. Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν
Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Δεῦτε τέκνα ἀκούσατέ μου· φόβον Κυρίου
διδάξω ὑμᾶς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;
Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἔκκλινον
ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν. Ὀφθαλμοὶ Κυρίου
ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας
κακὰ τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Ἐκέκραξαν οἱ δίκαιοι καὶ ὁ
Κύριος εἰσήκουσεν αὐτῶν καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς. Ἐγγὺς
Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.
Πολλαὶ αἱ θλίψεις τῶν δικαίων καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος·
φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. Θάνατος
ἁμαρτωλῶν πονηρὸς καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσι. Λυτρώσεται ὁ
Κύριος ψυχὰς δούλων αὐτοῦ καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ’
αὐτόν.
Εἶτα
ψάλλομεν τὸ Θεὸς Κύριος, (τρὶς) καὶ τὰ
ἑξῆς Προσόμοια.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ὠφελοῦ ἢ ὠφέλει ἢ φεῦγε τάχιστα,
ἀναστροφάς σου προσέχων,
διδάσκων λόγοις σοφοῖς
καὶ σοῦ βίου παραδείγματι
τοὺς ἔγγιστα
καὶ χρόνον πάντα σῆς ζωῆς
ἐξαγόραζε καλῶς
εὐχόμενος καὶ δακρύων
δι’ ἐμπταισμένων σου πλῆθος,
δοῦλε ἀχρεῖε καὶ ταλαίπωρε.
Ὠφελοῦ ἢ ὠφέλει ἢ φεῦγε τάχιστα,
ἐξαγοράζων τὸν χρόνον
σῆς ἐπὶ γῆς βιοτῆς
τῆς ψυχῆς ἐπ’ ἀγαθῷ καὶ ἴσθι
τίμιος,
πᾶσιν εὐχάριστος, πραΰς,
αὐστηρὸς εἰς σεαυτόν,
φιλάρετος, ἐλεήμων,
ἐπιεικὴς τοῖς πλησίον,
διδακτικὸς καὶ εὐσυμπάθητος.
Ὠφελοῦ ἢ ὠφέλει ἢ φεῦγε τάχιστα,
αἴρων σταυρόν σου ἐπ’ ὤμων
καὶ τῆς ζωῆς Γολγοθᾶ
ἀναβαίνων ἀγογγύστως τὸν
κατώδυνον,
ἵν’ ἀναστάσεως λαμπρᾶς
ἐπιτύχῃς καὶ σὺν σοὶ
τοὺς πέριξ σου ἀναστήσῃς,
ψυχή μου, οἴμοι, ἀθλία,
ἀνελεῆμον καὶ πολύστηνε.
΄
Προκείμενον. Ἦχος α΄.
Γένοιτο, Κύριε, τὸ ἔλεός Σου ἐφ’ ἡμᾶς.
Στίχος. Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ.
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(Κεφ.
ε΄ 8-19)
(Ζήτει τῇ Εἰκοστῇ ἕκτῃ
Κυριακῇ)
Ἀδελφοί, ὡς τέκνα φωτὸς περιπατεῖτε· - ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ
ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· - δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ
Κυρίῳ. Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ
καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῇ γενόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ
πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. Διὸ
λέγει· Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοί,
ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε
ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ
ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις
καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.
Εὐαγγέλιον κατὰ Ματθαῖον.
(Κεφ. κστ΄ 36 – 41)
Τῷ καιρῷ ἐκείνῳ ἔρχεται ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ καὶ λέγει
τοῖς μαθηταῖς· καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ. Καὶ παραλαβὼν
Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. Τότε λέγει
αὐτοῖς ὁ Ἰησοῦς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ
γρηγορεῖτε μετ’ ἐμοῦ. Καὶ προσελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ
προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ’ ἐμοῦ τὸ
ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ. Καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς
καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τῷ Πέτρῳι· οὕτως οὐκ ἰσχύσατε μίαν
ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ! Γρηγορεῖτε
καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ
σὰρξ ἀσθενής.
Δόξα.
Πάντα τῆς ζωῆς μου
ἁγίαζε τὸν χρόνον,
ἄχρονε Θεέ μου,
Πάτερ, Λόγε καὶ Πνεῦμα.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου
πρεσβείαις, Ἐλεῆμον,
ἁγίαζε τὸν χρόνον
ἐπιγείου μου βίου.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν χρόνον πάντα τῆς ζωῆς σου ἐξαγόραζε
καλῶς, ψυχή μου, εὐχομένη, θεραπεύουσα
ταῖς ἀνάγκαις τοῦ πλησίον,
ὠφελουμένη
ὑπ’ αὐτῶν ἢ ὠφελοῦσα
παραδείγματι
σῷ αὐτούς, ὅτι οὐκ οἶδας
χρόνον, τάλαινα,
ἐν ᾧ ἔρχεται ὁ Χριστὸς
ἐκζητῆσαί σε.
Εἶτα τὴν Εὐχήν.
Ἄχρονε, ἀκατάληπτε, ἀνεξίκακε Κύριε, ὁ καιροὺς καὶ χρόνους τῇ ἰδίᾳ ἐξουσίᾳ
θέμενος, ὁ πάντας καλῶς ἐξαγοράζειν τὸν χρόνον τῆς ζωῆς διδάσκων καὶ γρηγορεῖν
καὶ προσεύχεσθαι, ἵνα φύγωσι τὸν πειρασμόν, ὁ τὸν κύκλον τοῦ χρόνου τῆς ζωῆς
ἡμῶν εὐλογῶν οὐρανόθεν καὶ ἁγιάζων, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς
συνεχοῦς ἐγρηγόρσεως, ὁ νουθετῶν ἡμᾶς προσέχειν τὰς ἀναστροφὰς καὶ ὠφελεῖν ἢ
ὠφελεῖσθαι ὑπ’ αὐτῶν, φιλάνθρωπε Λόγε Θεοῦ τοῦ Ὑψίστου, δὸς ἡμῖν τὸν χρόνον τοῦ
ἀρξαμένου ἔτους (ἢ μηνός ἢ τῆς ἡμέρας ταύτης)
γενέσθαι χρόνον μετανοίας πρὸς ψυχῶν σωτηρίαν· βοήθησον ἡμῖν τὸν χρόνον τοῦ
ἀνατέλλοντος μηνὸς ((ἢ μηνός ἢ τῆς ἡμέρας ταύτης) καὶ πάντα χρόνον τοῦ προσκαίρου
βίου καλῶς διανῦσαι θέτων ἔλαιον εἰς τὸν λύχνον τοῦ πνευματικοῦ ἡμῶν ζήλου τοῦ
συντηρεῖν ἀνημμένην τὴν φλόγα τῆς τῶν Οὐρανῶν Βασιλείας ἐπιθυμίας καὶ ἀξίους
ἡμᾶς ποίησον τοῦ φεύγειν τὴν ἁμαρτίαν καὶ τηρεῖν τὰς σωτηριώδεις ἐντολάς Σου,
πρεσβείαις τῆς ὑπερευλογημένης Μητρός σου, ἀειπαρθένου Μαρίας καὶ ἱκεσίαις τοῦ
οἰκονόμου τοῦ χρόνου, Ὁσίου πατρὸς ἡμῶν Ἰωάννου, τοῦ Δομβοΐτου, τοῦ λόγοις καὶ
ἐμπράκτῳ παραδείγματι διδάξαντος ἡμᾶς τὴν ὀρθὴν τοῦ χρόνου τῆς ζωῆς ἡμῶν
ἐκδαπάνησιν καὶ πάντων Σου τῶν Ἁγίων, ὅτι εὐλογημένος και δεδοξασμένος ὑπάρχεις
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀπολυτίκιον. Ἦχος ὁ αὐτός. Τὸν συνάναρχον Λόγον.
Ἐν
δραξὶ ὁ συνέχων τὰ πάντα, Κύριε,
καὶ φιλευσπλάγχνως τὸ γένος
τὸ χοϊκὸν συντηρῶν,
δὸς ἀνῦσαί με τὸ ἔτος τὸ ἀρχόμενον
(δὸς ἀνῦσαί με τὸν μῆνα ἢ ἡμέραν, ἥν μοι ἔδωκας)
σήμερον ἐν ὑπακοῇ,
ἐγκρατείᾳ, προσευχῇ,
ἀγάπῃ καὶ
μετανοίᾳ,
ὡς ἄν ὑμνῶ Σε ἀπαύστως,
Δωρεοδότα ὑπεράγαθε.
Εἶτα τὸ κατανυκτικὸν τροπάριον τρίς.
Ἦχος πλ. δ΄. Τῆς μετανοίας ἄνοιξον.
Ἐξαγοράζειν βίου μου καλῶς τὸν χρόνον, Σῶτερ,
ἐκ πάντων ὠφελούμενος τῶν
συναναστροφῶν μου
καὶ ὠφελῶν πλησίον μου τοῖς πράξεσι
καὶ λόγοις
ἀξίου με, συνεῖναί Σοι ἀεὶ
ἐπιποθοῦντα.
Ἀπόλυσις.
Δόξα Σοι, Χριστέ, ὁ Θεός ἡμῶν, ἡ ἐλπὶς ἡμῶν Κύριε,
δόξα Σοι. Πρεσβείαις τῆς Παναχράντου καὶ παναμώμου Σου Μητρός, τοῦ ἁγίου
ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν Ἁγίων ἐνδόξων καὶ
πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τοῦ Ὁσίου καὶ
θεοφόρου Πατρὸς ἡμῶν, Βασιλείου, τοῦ οὐρανοφράντορος, τοῦ Μεγάλου, τῶν ἁγίων
ἐνδόξων Προπατόρων Ἰωακεὶμ καὶ Ἄννης καὶ πάντων Σου τῶν Ἁγίων, ἐλεῆσαι καὶ
σῶσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Μεγαλυνάριον.
Ἅπαντας ὠφέλει ἢ ὠφελοῦ
ἐξ ἀναστροφῶν σου
καὶ ὡς πνεύματος ἀγαθῶν
ἄσυλον ταμεῖον
εἰρήνευε, ψυχή μου,
καὶ ἄρτῳ ἀφθαρσίας
τρέφε τοὺς ἔγγιστα.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ
σῶσον ἡμᾶς. Ἀμήν.
Τ Ε Λ Ο Σ
Κ Α Ι
Δ Ο Ξ Α
Τ ῼ
Μ Ο Ν ῼ Α Λ Η Θ Ι Ν ῼ
Θ Ε ῼ
Η Μ Ω Ν