Παρασκευή 1 Μαΐου 2020

ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΡΩΣΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ


(ποίημα Δανιὴλ Μοναχοῦ)

Ψαλμὸς ῥμβ΄ (142)
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ΄ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. (Τετράκις)

Ἦχος δ' (Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ)
Τῷ Ἰωάννῃ, οἱ πιστοὶ νῦν προσδράμωμεν, οἱ ἐν δεινοῖς καὶ συμφοραῖς, καὶ προσπέσωμεν, ἐν εὐσεβείᾳ κράζοντες, ἐκ βάθους ψυχῆς· Ὅσιε, βοήθησον, ἐφ' ἡμῖν σοῖς ἱκέταις, πρόφθασον καὶ λύτρωσαι τῆς παρούσης ἀνάγκης, μὴ παραβλέψῃς δέησιν οἰκτρὰν τῶν προσφευγόντων τῇ σκέπῃ σου, Ἅγιε.
Δόξα πατρί…. «Ἀπολυτικὸν»
Ἦχος δ' (Ταχὺ προκατάλαβε)
Ἐκ γῆς ὁ καλέσας σε, πρὸς οὐρανίους μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ σκῆνός σου Ὅσιε. Σὺ γὰρ ἐν τῇ Ἀσίᾳ, ὡς αἰχμάλωτος ἤχθης, ἔνθα καὶ ᾠκειώθης, τῷ Χριστῷ Ἰωάννη. Αὐτὸν οὖν ἱκέτευε σωθῆναι τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν «Θεοτοκίον»
Οὐ σιωπήσομεν, ποτέ, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ Σὺ προίστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα , ἐκ Σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν΄ (50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα Ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα κσι τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου, καὶ τὸ πνεῦμά Σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με . Διδάξω ἀνόμους τάς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε , ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.

ᾨδὴ α' (Ἦχος πλ. δ' ) «Ὑγρὰν διοδεύσας….»
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Δειναῖς πιεζόμενος, συμφοραῖς, πρὸς σὲ ἐπιρρίπτω, καὶ τὸ σῶμα καὶ τὴν ψυχήν, δεόμενος σοῦ, ὅσιε Πάτερ, ἐκ λυπηρῶν καὶ δεινῶν με λυτρώσασθαι.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Σαρκός με τοῦ κλύδωνος προσβολή, μάκαρ Ἰωάννη, ἐκταράττει διηνεκῶς, εἰρήνευσον πάτερ τῇ γαλήνῃ, ταῖς τοῦ Θεοῦ συμπαθέσι πρεσβείαις σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Δαιμόνων τὰ στίφη τὰ πονηρά, καταπολεμοῦσι, τὸν σὸν δοῦλον ἀνηλεῶς, κατάλυσον τούτους τῇ δυνάμει, τῇ του Σταυροῦ φιλανθρώποις πρεσβείαις σου.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Παρθένε, ἡ πύλη ἡ του Θεοῦ, ἄνοιξόν μοι πύλην, εὐσπλαχνίας καὶ ἐκ πυλῶν, τῆς θανατηφόρου ἁμαρτίας, τῇ μητρικῇ παρρησίᾳ σου ῥῦσαί με.

ᾨδὴ γ ' «Οὐρανίας ἁψῖδος….»
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Πονηρίας ἀνθρώπων ὀδυνηρῶν πάντοτε, ἀπειλὰς πνεόντων δυσφήμως, σύ με διάσωσον, τὴν αὐτῶν θηριώδη μανίαν διασκεδάσας, εὐσεβῶν τὸ στήριγμα, πάτερ πενένδοξε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Εὐτρεπίσας πανσόφως τὸ τῆς ψυχῆς οἴκημα, καὶ διαφερόντως κοσμήσας, θεομακάριστε, χάριν τοῦ Πνεύματος εἰσδεδεγμένος ὡράθης, καὶ φωτὸς πληρέστατος, ὡς στῦλος πύρινος.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Καθαρᾶς παρθενίας ἀποπεσών, Πάναγνε, ὅλως ἐμολύνθην τῷ πάθει, τῆς ἀσωτίας μου, ἡ τετοκυῖα Κριτήν, ἁμαρτανόντων ἀνθρώπων, πάσης κατακρίσεως, Παρθένε, σῶσόν με.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, Θεοφόρε, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς Σὲ καταφεύγοντας, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.

Ἐπίβλέψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
«Πρεσβεία θερμή»
Προστάτης θερμὸς καὶ πύργος ἀπροσμάχητος, ἐδείχθης, σοφέ, τοῖς πίστει ἐκβοῶσί σοι, καὶ σεπτῶς κραυγάζουσι, Θεοφόρε Ἰωάννη, πρόφθασον καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἀεὶ τῇ Τριάδι παριστάμενος.

ᾨδὴ δ' «Εἰσακήκοα Κύριε….»
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ἰαμάτων χαρίσματα, τῷ σεπτῷ τεμένει σου οἱ προσφεύγοντες, ἀρυόμεθα εὐφρόσυνα, καὶ δοξάζομέν σε θαυματόβρυτε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Καππαδόκων συστήματα, καὶ τῶν Προκοπέων πλήθη τὰ εὐλαβῆ, ἀντιλήπτορα γινώσκουσι, καὶ προστάτην πάντες εὐφημοῦσί σε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Διαβὰς ἀνδρικότατα, νέφος τῆς σαρκός σου διὰ τῆς πράξεως, εἴσω γέγονας ἀοίδιμε, τοῦ φωτὸς τοῦ θείου, ὡς ἐπόθησας.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Οἶκος γέγονας, ἄχραντε, τοῦ Θεοῦ τῶν ὅλων ὡς Ἀειπάρθενος, οἶκον ὅθεν με ἀνάδειξον, ἀρετῶν ἐνθέων, θείᾳ χάριτι.

ᾨδή ε' «Φώτισον ἡμᾶς….»
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Φρούρησον ἡμᾶς ταῖς πρεσβείαις σου, μακάριε, καὶ τῷ βραχίονί σου τῷ κραταιῷ, πικροὺς δαίμονας κατάβαλε, ὑπερθαύμαστε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Δώρησαι ἡμῖν, τὴν ὑγείαν δεομένοις σου, καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀεί, καὶ τὴν μυρίπνοον ῥῶσιν, πάτερ πανόλβιε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Ἴασαι λαὸν προσδραμόντα σοι, θαυμάσιε καὶ λοιμικῆς νόσου καὶ πυρετῶν, καὶ ἀλγηδόνων παντοίων ὅλως διάσωσον.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Χαίρει ἐπὶ σοί, Θεοτόκε, κτίσις ἅπασα, τῶν Ἀγγέλων τὰ συστήματα, καὶ τῶν ἀνθρώπων γλῶσσαι πᾶσαι δοξάζουσι.

ᾨδὴ στ' «Τὴν δέησιν, ἐκχέω..»
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Θαυμάτων σε θησαυρὸν ἐπίσταμαι, καὶ πηγὴν τῶν ἀγαθῶν, Ἰωάννη, ἀρρωστιῶν, ἰατρεύοντα πάθη, καὶ ἐνεργείας δαιμόνων ἐλαύνοντα, καὶ δέομαι σωθῆναι νῦν, ἐκ φθορᾶς με κακῶν, χαριτώνυμε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Προστάτιν σε τῶν πτωχῶν κηρύττομεν, καὶ φρουρὸν Καππαδοκίας ἁπάσης, τῶν πειρασμῶν διαλύοντα ὄχλον, καὶ δυσσεβῶν ἐπηρείας διώκοντα, καὶ πάντας νῦν τοὺς εὐσεβεῖς, τῶν δεινῶν λυτρωθῆναι δεόμεθα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Λιμένα σε ἐν κινδύνοις ἔχομεν, καὶ ἐν θλίψεσι προστάτην, παμμάκαρ, καὶ παντελῆ συμφορῶν σωτηρίαν, καὶ ποταμὸν δωρεῶν ἀνεξάντλητον, καὶ βρύσιν εὐεργεσιῶν, καὶ πηγὴν ἰαμάτων ἀέναον.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Ἀγκάλαις σου καὶ μαστοῖς, ὦ Δέσποινα, τῷ Υἱῷ σου μεσιτεύουσι δεῖξον, σοῖς τέκνοις τὰ ἐκείνου Παρθένε, σταυρὸν καὶ λόγχην καὶ σπόγγον καὶ κάλαμον, οὕτως δ' ἱλέωσον αὐτόν, ἐφ' ἡμῖν τοῖς πολλὰ ἁμαρτήσασι.

Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, Θεοφόρε, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς Σὲ καταφεύγοντας, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
«Κοντάκιον»
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

«Προκείμενον»
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
«Στίχος» Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον……..»

«Εὐαγγέλιον»
Ἐκ τοῦ κατὰ Λουκᾶν
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος· οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πταισμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ἔλεγεν· «Μακάριοι οἱ πτωχοὶ ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ».

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Ταῖς του σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων

«Προσόμοιον»
«Στίχος» Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα Ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου

Μὴ ἀποστερήσῃς με, τῆς σῆς θερμῆς προστασίας, Ἰωάννη ὅσιε ἀλλὰ θραῦσον δέομαι τῇ ἰσχύΐ σου, θράση τὰ ἀνίσχυρα, καὶ τὰ τοξεύματα, τῶν δαιμόνων τὰ ἀνέλπιστα, νόσων ἀπάλλαξον, καὶ πειρατηρίων καὶ θλίψεων, καὶ πάντας ἐλευθέρωσον, τῶν σατανικῶν ἐπιθέσεων, ἵνα σὲ γεραίρω, καὶ πόθῳ ἀνυμνῶ καὶ προσκυνῶ, καὶ μεγαλύνω σου, Ἅγιε, ἔργα τὰ θεάρεστα.

ᾨδὴ ζ' «Οἱ ἐκ τῆς Ἰουδαίας»
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Τὴν ψυχὴν θυμηδίας, καὶ χαρᾶς ἁπάσης ἀνάδειξον ἔμπλεω, θέοφρον Ἰωάννη, τῶν σὲ θερμῶς ὑμνούντων, καὶ βοᾷν ἀεὶ δίδαξον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Λαμπρυνθεὶς τῷ σῷ πάθει, σκοτισθέντα με ἁμαρτήμασι λάμπρυνον, τὸν πόθῳ προσιόντα, τῷ σῷ σεπτῷ λειψάνῳ, καὶ κραυγάζειν ἀξίωσον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Πειρασμῶν καὶ κινδύνων, καὶ ἀνάγκης καὶ θλίψεως ἐλευθέρωσον, καὶ βλάβης τῶν δαιμόνων, τοὺς σῇ σεπτῇ θαρροῦντας, καὶ ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Τῶν ἀνθρώπων ὁ πλάστης, ἐν γαστρί σου σκηνώσας, Θεοχαρίτωτε, ἁπάντων προστασίαν, τῶν ζάλαις κλονουμένων, καὶ βοώντων ἀξίωσον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η' «Τὸν Βασιλέα…»
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Τοῖς ποντουμένοις βιοτικαῖς τρικυμίαις, χεῖρα δίδου, παμμάκαρ, ὑμνοῦσι, καὶ ὑπερυψοῦσι Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Τῶν σῶν λειψάνων τῶν εὐαγῶν ἁπτομένους, εὐωδίας πλήρωσον θείας, Κύριον ὑμνοῦντες πιστῶς εἰς τοὺς αἰῶνας.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Τοὺς δεομένους ἐκτενῶς, Θεοφόρε, καὶ τὴν χάριν αἰτοῦντας προσδέχου, καὶ δοξολογούντας Θεὸν εἰς τοὺς αἰῶνας.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Τῶν μολυσμάτων μου τὴν καρδίαν, Παρθένε, μετανοίας καθάρισον νίπτροις, ἵνα σὲ δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ' «Κυρίως Θεοτόκον…»
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ἀστέρα, Ἰωάννη, σὲ σημειοφόρον, ὁμολογοῦμεν ἡμῖν φῶς αὐγάζοντα, οἱ εὐσεβεῖς ὀρθοδόξως Χριστῷ λατρεύοντες.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ἐν σάλῳ, Θεοφόρε, τοῖς κυματουμένοις, πολλῶν κακῶν σοῖς ἱκέταις βοήθησον, διασκεδάζων τὰ βέλη τοῦ πολεμήτορος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Τὴν δέησίν μου δέξαι, τοῦ ταπεινωθέντος καὶ χαλεπῶν, Θεοφόρε, κακώσεων, καὶ ἁμαρτίας με λύτρωσαι.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Ἐλπίδα σωτηρίας, τῶν ἐκπεπτωκότων, αἱ γενεαί, Θεοτόκε, γινώσκουσαι, διὰ παντὸς ὁμοφρόνως σὲ μακαρίζουσι.
Τὸ «Ἄξιόν ἐστιν»
καὶ τὰ ἀκόλουθα Μεγαλυνάρια
Τοὺς συναθροισθέντας τῷ σῷ ναῷ, ἀοράτων πάντας, ὁρατῶν τε ἐπιβουλῆς, ἡμᾶς τυραννούντων, δεόμεθα ῥυσθῆναι, ὑπὸ τὴν σὴν αἰγίδα, θερμῶς προσφεύγοντας.

Τὰ πεπυρωμένα βέλη ἐχθροῦ, βροτοκτόνου, πάτερ, ἀπομάκρυνον ἀφ΄ἡμῶν, ταῖς πρὸς τὴν Τριάδα, θερμαῖς σου ἱκεσίαις, ὅπως ῥυσθέντες τούτων, σὲ μεγαλύνωμεν.

Τὸν ἀστέρα πάντες τὸν φαεινόν, τὸν ἐκ Προκοπίου, ἀπαστράψαντα νοητῶς, ὁσίων τὸ κλέος, καὶ Καππαδόκων δόξαν, τὸν θεῖον Ἰωάννην, ὕμνοις τιμήσωμεν.

Αἴτησαι εἰρήνην παρὰ Θεοῦ, πνευμάτων γαλήνην, μέχρι τέλους ὑπομονήν, ψυχῶν σωτηρίαν, ἡμῖν τοῖς σοῖς ἱκέταις, τοῖς εὐφημοῦσι πόθῳ, τὰ σὰ θαυμάσια.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμάς.

 «Ἀπολυτίκιον»
Ἦχος δ' (Ταχὺ προκατάλαβε)
Ἐκ γῆς ὁ καλέσας σε, πρὸς οὐρανίους μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ σκῆνός σου Ὅσιε. Σὺ γὰρ ἐν τῇ Ἀσίᾳ, ὡς αἰχμάλωτος ἤχθης, ἔνθα καὶ ᾠκειώθης, τῷ Χριστῷ Ἰωάννη. Αὐτὸν οὖν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

«Ἀπόλυσις καὶ ψάλλομεν τὰ ἑξῆς»

Ἦχος β' (Ὅτε ἐκ τοῦ ξύλου)
Δεῦτε προσκυνήσωμεν, πιστοί, καὶ μετ' εὐλαβείας καὶ πόθου κατασπαζόμενοι, λείψανον περίσεπτον καὶ πανυπέρτιμον, Ἰωάννου θεόφρονος, ἁγνίσωμεν χείλη, ὄμματα καὶ μέτωπα, καὶ ἱκετεύσωμεν, ὅπως καὶ ἡμᾶς ἀξιώσῃ, τέλους σωτηρίου καὶ θείου, ταῖς αὐτοῦ πρὸς Κύριον δεήσεσιν.

Ἄνω τῶν Ἀγγέλων τοῖς χοροῖς, καὶ τῶν ἀθλοφόρων τοῖς δήμοις, ἡ σὴ ἁγία ψυχή, τέρπεται μακάριε, καὶ συναγάλλεται, καὶ ὁσίων τοῖς πλήθεσι, χοροῖς προφητῶν τε, καὶ ἱεραρχῶν ὁμοῦ τοῖς θείοις τάγμασι, κάτω δὲ τὸ πάνσεπτον σῶμα, ὕμνοις καὶ ᾠδαῖς ἐπαξίως, ὑφ' ἡμῶν τιμώμενον δοξάζεται.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
 Δι' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

analogion

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου