Τετάρτη 12 Φεβρουαρίου 2014

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΜΕΛΕΤΙΟΥ ΤΗΣ ΥΨΕΝΗΣ ΡΟΔΟΥ


Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου


Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
῾Ως ἐγκρατείας θαυμαστὸς ὑποφήτης, καὶ εὐσεβείας ἱερὸς μυστολέκτης, παρὰ Χριστοῦ δεδόξασαι, Μελέτιε σοφέ. Ὅθεν τοὺς προστρέχοντας, τῇ ἁγίᾳ Μονῇ σου, καὶ ἀσπαζομένους σου, τὴν μυρίπνοον κάραν, ὡς συμπαθὴς πρυτάνευε ἀεί, τὰς δωρεὰς τῆς ἁγίας σου χάριτος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις· «Κυρίλλου».

Ὠιδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
᾿Ασκήσας ἐν κόσμῳ τὴν ἀρετήν, Μελέτιε Πάτερ, ἐδοξάσθης ἐν οὐρανοῖς, καὶ πᾶσι τὴν χάριν σου βραβεύεις, τοῖς ἐκτελοῦσιν ἀξίως τὴν μνήμην σου.
Μελέτιε Πάτερ οἱ εὐσεβεῖς, ἔχοντές σε πύργον, σωτηρίας πανασφαλῆ, ἐκ πάσης ῥυόμεθα ἀνάγκης, καὶ συμφορᾶς τῇ θερμῇ προστασίᾳ σου.
Τῆς Λάρδου ὁ γόνος ὁ θαυμαστός, καὶ τῆς Ῥοδονήσου, ἐγκαλλώπισμα τὸ τερπνόν, τοῖς κάμνουσι δίδου εὐρωστίαν, τῇ ἐνεργείᾳ τῆς σῆς ἀντιλήψεως.
Θεοτοκίον.
Κυρία τῆς κτίσεως Μαριάμ, τῆς κυριευούσης, ἁμαρτίας νῦν ἐπ᾿ ἐμοί, λῦσον τὸν ζυγὸν τῇ χάριτί σου, ἐλευθερίας μοι χάριν βραβεύουσα.