Τετάρτη 29 Αυγούστου 2018

ΤΑΞΙΣ ΕΠΙ ΤΗ ΕΝΘΡΟΝΙΣΕΙ ΤΟΥ ΣΕΒΑΣΜΙΩΤΑΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΝΕΑΣ ΖΗΛΑΝΔΙΑΣ κ. ΜΥΡΩΝΟΣ


Τόν Μητροπολίτην ἀφιχθέντα πρός ἐνθρόνισιν ἐν τῇ Ἐπαρχίᾳ αὐτοῦ, ὑποδέχονται αἱ Ἀρχαί, ἐπίσημοι καί λαός ἐν τῷ καθωρισθέντι τόπῳ.
Είς τόν τόπον τοῦτον τῆς ὑποδοχῆς, ὁ Μητροπολίτης περιβάλλεται τόν ἀρχιερατικόν μανδύαν, λαμβάνει τήν ἀρχιερατικήν ράβδον καί ὁδεύει ἐν μέσῳ τῆς πομπῆς τοῦ ἱερατείου καί τῶν ἐπισήμων, οἵτινες ἀκολουθοῦσιν αὐτόν, εἰς τόν Ἱερόν Καθεδρικόν Ναόν Εαγγελισμο τς Θεοτόκου Wellington, τοῦ ὁποίου οἱ κώδωνες κρούονται χαρμοσύνως.
Εἰσελθών εἰς τόν Ἱ. Ναόν, ψαλλομένου τοῦ «Ἄξιόν ἐστι» εἰς ἦχον β΄, εἰσέρχεται διά πομπῆς εἰς τό Ἱερόν Βῆμα. Περιβάλλεται ἐπιτραχήλιον καί ὡμοφόριον. Σταθείς ἐν μέσῳ τοῦ σωλέως εὐλογεῖ, τοῦ Χοροῦ ψάλλοντος τό «Εἰς πολλά ἔτη, Δέσποτα».
Ἀκολούθως ἀνέρχεται εἰς τόν ἀρχιερατικόν θρόνον καί ἄρχεται ἡ ἀκολουθία τῆς Ἐνθρονίσεως.
Ὁ α΄ Διάκονος:
Εὐλόγησον, Δέσποτα.
Ὁ Μητροπολίτης:
Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἱώνων.
Ὁ α΄ Διάκονος:
Εἰς πολλά ἔτη, Δέσποτα. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Τρίτη 28 Αυγούστου 2018

Χαιρετισμοί στον Άγιο Ιωάννη τον Πρόδρομο και Βαπτιστή




Ο ερεύς:
Ε
λογητς Θες μν πάντοτε, νν κα εί, κα ες τος αἰῶνας τν αώνων. μήν.

Κοντάκιον
Ηχος πλ. δ´.
Τ
Υπερμάχ Στρατηγ

Τ
πρ πάντας ληθς Αγίους μείζονι, πρ πάντας μα­ρτν τος μαρτήσαντας, τ φύμνιον προσφέρω σοι Ιωάννη,
ς ον χων παρρησίαν πρς τν Κύριον, κ παντοίων με κινδύνων λευθέρωσον, να κράζω σοι· Χαρε κήρυξ τς χάριτος.

Αρχομαί σοι τν Υμνον, Θεοΰμνητε Μάκαρ, χαρ συνειλημμένος κα φόβ·
Στίχ. Βαπτιστ
το Χριστο πρέσβευε πρ μν.
Αρχομαί σοι τν Υμνον, Θεοΰμνητε Μάκαρ, χαρ συνειλημμένος κα φόβ·
Στίχ. Βαπτιστ
το Χριστο πρέσβευε πρ μν.
Αρχομαί σοι τν Υμνον, Θεοΰμνητε Μάκαρ, χαρ συνειλημμένος κα φόβ·
Στίχ. Βαπτιστ
το Χριστο πρέσβευε πρ μν.
Ε
φημν γρ δομαι τ σά, πορν δ λόγου δειλι Πρόδρομε, ατς δ νισχύων με παράσχου παξίως λέγειν·
Χα
ρε, δι’ ο χαρ φάνη· χαρε, δι ο ρ φθάρη.
Χα
ρε, τν περάτων γς Διδάσκαλος· χαρε, τν τεράτων Χριστο προάγγελος.
Χα
ρε, μκος γιότητος φθάνων μέχρις ορανο· χαρε, πλάτος καθαρότητος γιάζων πσαν γν.
Χα
ρε, τι Τριάδα τν Αγίαν κατεδες· χαρε, τι δυάδα λικν περεδες.
Χα
ρε, στρ δεικνύων τν Ηλιον· χαρε, φωστρ φωτίζων φήλιον.
Χα
ρε, δι ο Χριστς μηνύθη· χαρε, διο σατν μισήθη.
Χα
ρε, κήρυξ τς χάριτος.

Βλέπων γένος
νθρώπων κείμενον πανθρώπως, νίσταται Θες φιλανθρώπως, κα θελήσας πέμψαι τν Υόν,
κκαθάραι πάντα τν ἰὸν το φεος, προσέπεμψε τν Πρόδρομον, κηρύξαι τος νθρώποις λέγειν·
Αλληλούϊα

Γέννησιν Ζαχαρίας θυμιάματος
ρα, μανθάνει το υο δι γγέλου· ος δ πίστησε τούτω λαλν κατακέκριται μή τι λαλεν·
βλέψας δ
τν κβασιν τν λόγων το γγέλου, τ λαλεν λαμβάνει.
Χαρε, θύρα τς σωτηρίας· χαρε, λύρα τς Εκκλησίας.
Χα
ρε, Προφητν το Θεο τ συμπέρασμα· χαρε, ρετν πασν τ συμφόρημα.
Χα
ρε, γγελε πίγειε παρουσίας το Χριστο· χαρε, νθρωπε οράνιε Βασιλείας το Θεο.
Χα
ρε, τς γκρατείας σοφς · χαρε, τς κρασίας ξς ναιρέτης.
Χα
ρε, κρατρ το νέκταρος πάροχε· χαρε, λουτρ καθάρσεως πρόξενε.
Χα
ρε, πρηστρ καυστικ τς πάτης· χαρε, λαμπτρ φαυστικ γς πάσης.
Χα
ρε, κήρυξ τς χάριτος.

Δεξιο
ται σμένως σπασμ Παρθένος, δοσα κυοφόρον τν στεραν· δ κήρυξ νδον τς μηνός,
πιγνούς τν σω τς γαστρς Κύριον, ς ήμασι τος λμασι χρησάμενος βόα λέγων·
Αλληλούϊα

Σάββατο 25 Αυγούστου 2018

Παρακλητικός κανών εις τον άγιο Μεγαλομάρτυρα Φανούριο (27η Αυγούστου)


Εὐλογήσαντος τοῦ ἱερέως λέγομεν τόν Ψαλμόν ΡΜΒ΄ (142)
Κύριε, εἰσάκουσoν τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ´ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπί σοὶ ἤλπισα.Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου· Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί
.Ἦχος δ´.Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ τοῦ Σωτῆρος εὐκλεεῖ ἀθλοφόρῳ, καὶ τῶν Ῥοδίων ἀκραιφνεῖ πολιούχῳ, ἀπὸ ψυχῆς προσπέσωμεν κραυγάζοντες, Ἅγιε Φανούριε, ἀπὸ πάσης ἀνάγκης, λύτρωσαι τοὺς δούλους σου, τοὺς τιμῶντάς σε πόθῳ, σὺ γὰρ θεόθεν δέδοσαι ἡμῖν, θεῖος προστάτης, καὶ φύλαξ σωτήριος.
Δόξα Πατρὶ και Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Τῷ τοῦ Σωτῆρος εὐκλεεῖ ἀθλοφόρῳ, καὶ τῶν Ῥοδίων ἀκραιφνεῖ πολιούχῳ, ἀπὸ ψυχῆς προσπέσωμεν κραυγάζοντες, Ἅγιε Φανούριε, ἀπὸ πάσης ἀνάγκης, λύτρωσαι τοὺς δούλους σου, τοὺς τιμῶντάς σε πόθῳ, σὺ γὰρ θεόθεν δέδοσαι ἡμῖν, θεῖος προστάτης, καὶ φύλαξ σωτήριος.
Καὶ νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ (50ος) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ´ ἐμοῦ.Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ Κανόνος.Ὠδὴ α´.Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Φωνῆς στεναγμοῦ μου ὡς συμπαθής, Φανούριε Μάρτυς, ἐνωτίσθητι εὐμενῶς, καὶ λῦσον παθῶν τὴν καταιγίδα, τὴν ἐπελθοῦσαν δεινῶς τῇ καρδίᾳ μου.
Ῥανίσι τῶν θείων σου πρεσβειῶν, ψυχῆς μου τὰ ἕλκη, ἐναπόπλυνον Ἀθλητά, καὶ σβέσον τοῦ σώματος τὴν νόσον, ταῖς ἐπομβρίαις τῆς σῆς ἀντιλήψεως.
Ὁλόσωμον δέδεγμαι τὴν πληγήν, ἐχθροῦ ταῖς βολῖσι, καὶ νενέκρωμαι τὴν ψυχήν, σὺ οὖν θεραπεύεις με Μάρτυς, πρὸς ζωηφόρους ὁδοὺς κατευθύνων με.
Ὑπάρχων ἀνάπλεως φωτισμοῦ, Φανούριε Μάρτυς, ὡς διάκονος τοῦ φωτός, νοός μου ἀπέλασον τὸ σκότος, καὶ ἀρετῶν τῷ φωτί με καταύγασον.
Θεοτοκίον.
Ῥημάτων ἐξεπλήρωσας νομικῶν, ὡράθης Παρθένε, ὡς γεννήσασα τὸν Θεόν, τὸν πάλαι λαλήσαντα ἐν νόμῳ, δι´αἰνιγμάτων καὶ τύπων Πανάμωμε.
Ὠδὴ γ´. Οὐρανίας ἀψῖδος.
Ἐμπεσὼν τῷ πελάγει, τῶν πειρασμῶν ἔνδοξε, τῷ τῆς ἀπωλείας πυθμένι, ἤδη καθέλκομαι, σὺ μὲ κυβέρνησον, πρὸς σωτηρίας λιμένα, οἷα κυβερνήτης μου, σοφὲ πανάριστος.
Ἱλασμὸς γενηθήτω, καὶ τῶν κακῶν λύτρωσις, ἡ μαρτυρική σου πρεσβεία, Μάρτυς Φανούριε, τοῖς προσιοῦσι σοι, καὶ ὁλικῶς ἀφορῶσι, πρὸς τὴν ὀξυτάτην σου, μάκαρ προμήθειαν.
Μαρτυρίου τὴν τρίβον, πανευκλεῶς ὥδευσας, ὅθεν πρὸς ὁδὸν μαρτυρίου, τοῦ σὲ δοξάσαντος, κἀμὲ ὁδήγησον, τὸν ἐν αἱρέσεσι Μάρτυς, πάσης παραβάσεως, περιπλανώμενον.
Θεοτοκίον.
Ἐπουράνιε πύλη, δι´ἧς ἡμῖν ἔλαμψεν, ὁ Δημιουργὸς τῶν ἁπάντων, καθάπερ ἄνθρωπος, πύλας μοι ἄνοιξον, τῆς ἀληθοῦς μετανοίας, καὶ πυλῶν με λύτρωσαι, τοῦ ᾅδου Δέσποινα.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Ἀθλοφόρε, ὅτι πάντες τῇ σῇ πρεσβείᾳ προστρέχομεν, ἵνα ῥυσθῶμεν Φανούριε πάσης βλάβης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα μνημονεύει ὁ ἱερεύς, δι´ οὓς ἡ παράκλησις γίνεται.
Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Πλεόντων σωτήρ, ἀδικουμένων σύμμαχος, πενθούντων χαρά, καὶ αἰχμαλώτων λύτρωσις, δεικνύμενος Φανούριε, ὡς ταχὺς ὀρθοδόξων ἐπίκουρος, μὴ διαλίπῃς ἀτρώτους τηρεῖν, ἐκ τῶν βελῶν τοῦ ἀλάστορος τοὺς δούλους σου.
Ὠδὴ δ´. Εἰσακήκοα Κύριε.
Τὴν λιθώδη καρδίαν μου, καὶ πεπωρωμένην ψυχὴν κατάνυξον, ὁ τῶν λίθων τὰ προσκρούματα, Μάρτυς ὑπομείνας ὥσπερ ἄσαρκος.
Ἀναβλύζεις ἑκάστοτε, τὰ τῶν ἱαμάτων θεῖα χαρίσματα, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, καὶ τῶν νοσημάτων ἐξαίρεις καύσονα.
Ἰατήριον ἄμισθον, τοῖς ἐν ἀσθενείαις γενοῦ Φανούριε, καὶ τοῖς πάσχουσιν ἀντίληψις, καὶ τοῖς αἰχμαλώτοις ἀπολύτρωσις.
Σωτηρίας ἱμάτιον, ἐν τῇ ἀπεκδύσει σαρκὸς ἠμφίεσαι, ὅθεν ἔνδυσον Φανούριε, τὴν γεγυμνωμένην ψυχήν μου χάριτι.
Θεοτοκίον.
Στάμνος ἔμψυχος πέφηνας, τῆς ζωῆς τὸ μάννα κόσμῳ πηγάσασα, τὸν ζωώσαντα τὸν ἄνθρωπον, καὶ τὴν ἁμαρτίαν θανατώσαντα
.Ὠδὴ ε´. Φώτισον ἡμᾶς.
Ἄνωθεν ἡμᾶς, ἐποπτεύεις ἐκλυτρούμενος, ἐκ παντοίων ἀναγκῶν καὶ συμφορῶν, τοὺς ἐν πίστει εὐφημοῦντάς σε Φανούριε.
Ἵλεων ἡμῖν, τῇ ἐνθέρμῳ μεσιτείᾳ σου, τοῦ ἐλέους Ἀθλητὰ τὸν θελητὴν, ἀπεργάζου τοῖς ἀφρόνως ἁμαρτάνουσι.
Σώματος πληγάς, ἐνεγκὼν στεῤῥῶς Φανούριε, ἰατρεύεις τῶν σωμάτων καὶ ψυχῶν, ἀῤῥωστίας καὶ ὀδύνας Θείῳ Πνεύματι.
Θεοτοκίον.
Φέγγος ἀστραπῆς, τοῦ υἱοῦ σου Κόρη ἔλαμψε, τοὺς ἐν σκότει καθημένους καὶ σκιᾷ, καὶ ζωῆς τὰς φωταυγείας ἐδωρήσατο.
Ὠδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Ἀνάγκας σου τῆς ψυχῆς τὸν ἔρωτα, ὡς λαμπάδα πρὸς Χριστὸν Ἀθλοφόρε καταναλίσκεις τῆς πλάνης τὴν ὕλην, καὶ καταθάλπεις πιστῶν τὰ φρονήματα, διὸ κατάφλεξον κἀμοῦ, τὰ σαθρὰ καὶ γεώδη νοήματα.
Νεκρώσεως τῷ καρπῷ ἐζώγρημαι, καὶ τοῦ θείου ἀπεῤῥίφθην νυμφῶνος, τὰ τῆς φθορᾶς περικείμενος φύλλα, καὶ τοῦ θανάτου προφέρων τὴν ἄκανθαν, σὺ οὖν με ζώωσον σοφέ, καὶ τῆς πρώην με δόξης ἀξίωσον.
Ὁλόκληρον σεαυτὸν προσήγαγες, τῷ Δεσπότῃ προσφορὰν καὶ θυσίαν, ὅθεν κἀμὲ ἐνδυνάμωσον Μάρτυς· αὐτῷ λατρεῦσαι ὁσίως Φανούριε, καὶ θῦσαι τούτῳ καθαρῶς, καθαρᾶς πολιτείας ἀκρότητα.
Θεοτοκίον.
Ὑψαύχενα δυσμενῆ ὑπόταξον, ταῖς ποσὶν ἡμῶν Πανάμωμε Κόρη, ἡ τὴν πεσοῦσαν ὑψώσασα φύσιν, τῇ ὑψηλῇ καὶ ἀῤῥήτῳ κυήσει σου, καὶ ταπεινώσασα ἐχθροῦ, ἐπηρμένου μετέωρον φρόνημα.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Άθλοφόρε, ὅτι πάντες τῇ σῇ πρεσβείᾳ προστρέχομεν, ἵνα ῥυσθῶμεν Φανούριε πάσης βλάβης.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Εἶτα μνημονεύει ὁ ἱερεύς, δι´ οὓς ἡ παράκλησις γίνεται.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Ὑπερήφανον ὄμμα κατέβαλες, τῇ γενναίᾳ ἀθλήσει σου ἔνδοξε, ἐξ οὗ ἀπάλλαξον καὶ ἡμᾶς, τῆς ἐνεργείας Ἀθλητά, ἵνα ἡσύχιον ζωήν, ἐν ὁμονοίᾳ ἀγαστῇ, οἱ βοῶντες διάγωμεν, πλήρωσον τὰς αἰτήσεις, καὶ ἔμπλησον εὐφροσύνης, τοὺς προσιόντάς σοι, πιστῶς, ὦ Φανούριε πανθαύμαστε.
Καὶ εὐθὺς τὸ Προκείμενον·
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (ι´32-36, ια´ 1)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ´ἄν ἀρνήσηταί με ἔμπροσθεν τοῦ Πατρός μου, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ· καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα Μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν, τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
Δόξα Πατρὶ και Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Θεοτοκίον.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός.
Καὶ τὸ παρὸν Προσόμοιον.Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Ῥόδον ὡς μυρίπνοον, καὶ θησαυρὸς ζωηφόρος, ἐν Ῥόδῳ κρυπτόμενος, Μάρτυς πεφανέρωσαι τοῖς ἱκέταις σου, καὶ ζωῆς ἔμπνευσας, τὰς ὀσμὰς ἐν κόσμῳ, καὶ ὀσμὴν θανάτου ἤλασας, καὶ ἀπεδίωξας, τὰς δυσώδεις νόσους Φανούριε, ὧν περ τῆς λύμης λύτρωσαι, τοὺς σοὶ προσιόντας ἐκ πίστεως, πάσης ἐπηρείας, καὶ βλάβης καὶ μανίας ἀπηνοῦς, διαφυλάττων μακάριε, τοὺς προσκαλουμένους σε.
Ὠδὴ ζ´. Παῖδες Ἑβραίων.
Ῥείθροις τῶν θείων σου θαυμάτων, ἀποξήρανον βυθὸν τῶν παθημάτων, καὶ πρὸς ὕδωρ τροφῆς, ἐξ αὐχμηρᾶς ἐρήμου, ὁδήγησον Φανούριε, τοὺς πιστῶς σε ἀνυμνοῦντας.
Ἴδοιμι ὥρᾳ τῆς ἀνάγκης, σὲ συλλήπτορα καὶ θεῖον ἀρωγόν μου, τὰ λυποῦντα ταχύ, σκεδάζοντα παμμάκαρ, καὶ θείαν μοι δωρούμενον, λύτρωσιν καὶ εὐφροσύνην.
Ἔλαμψας Μάρτυς ἐν τῇ Ῥόδῳ, ὡς νεόφωτον καὶ φωτοφόρον ἄστρον, ἰαμάτων αὐγάς, καὶ φέγγος χαρισμάτων, ἀστράπτον τοῖς καθεύδουσιν, ἐν τῷ σκότει τῆς ἀπάτης.
Θεοτοκίον.
Πῖον καὶ σύσκιον ὡράθης, καὶ ἀλάξευτον καὶ φωτοφόρον ὄρος, οἷς ἐν τύποις ποτέ, ἐλάλησεν ὁ λόγος, ὧν βλέποντες τὴν ἔκτασιν, εὐφημοῦμέν σε Παρθένε.
Ὠδὴ η´. Τὸν ἐν Ὄρει ἁγίῳ.
Ῥυπτικῇ σου πρεσβείᾳ ἐκκαθαίρεις, τῶν ψυχῶν τὰς οὐλὰς, καὶ καρδιῶν τὰ βάρη, καὶ ἀλγηδόνας παύεις τὰς τοῦ σώματος, καὶ βραβεύεις πᾶσι, κατ´ἄμφω εὐρωστίαν Φανούριε θεόφρον.
Ἐν καμίνῳ βληθεὶς οὐ κατεφλέχθης, τῆς ζωῆς γὰρ ὡς πῦρ, ἐκέκτησο τὸ ὕδωρ, ἀλλὰ κἀμοῦ κατάφλεξον Φανούριε, τὰς δεινὰς προλήψεις καὶ τὰς ἐνθυμήσεις, ὥσπερ ἀγροῦ καλάμην.
Στρατευθεὶς τῷ καλέσαντί σε λόγῳ ἠγωνίσω λαμπρῶς, κατὰ τῆς ἀνομίας, ὅθεν κἀμὲ τῆς κλήσεως ᾗ κέκλημαι, ἄξιον ἐργάτην, ἀνάδειξον παμμάκαρ, εὐχαῖς σου εὐπροσδέκτοις.
Θεοτοκίον.
Βασιλείας οἰκήτοράς με δεῖξον, τῆς ἀλήκτου Ἁγνή, ὡς τέξασα ἀσπόρως, τὸν βασιλέα πάντων καὶ Δεσπόζοντα, οὗ ἡ βασιλεία, βασιλεία πύλη, ἁπάντων τῶν αἰώνων.
Ὠδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐλαίῳ τῶν ἀγώνων σου Ἀθλητά, ἱλαρύνεις ἡμῶν τὴν διάνοιαν, καὶ ψυχικά, ἕλκη τε καὶ μώλωπας χαλεπούς, ἀνακαθαίρεις πάντοτε, καὶ τὰ τῶν σωμάτων ὀδυνηρά, νοσήματα ἰᾶσαι, ὡς χάριν κεκτημένος, παρὰ Θεοῦ Μάρτυς Φανούριε.
Ἰσχύϊ ἀριστεύσας παντουργικῇ, τοῦ ἐχθροῦ εἰς ἀνίσχυρον φρύαγμα, τὸ καθ´ἡμῶν, σβέσον Ἀθλοφόρε ὁλοσχερῶς, καὶ σθένος καὶ κραταίωμα, καὶ ἰσχύος πύργος διαπαντός, γενοῦ τοῖς σοῖς ἱκέταις, Φανούριε παμμάκαρ, τῶν ἀθλοφόρων ἐγκαλλώπισμα.
Ἀκοίμητος προστάτης καὶ ἀρωγός, ἀντιλήπτωρ γενοῦ καὶ ὑπέρμαχος, καὶ βοηθός, τοῖς προσκαλουμένοις εἰλικρινῶς, τὸ ἱερόν σου ὄνομα, Μάρτυς Ἀθλοφόρε θαυματουργέ, ἐξ ἔριδος καὶ φθόνου, ἀπάτης τε καὶ δόλου, ἡμᾶς ῥυόμενος Φανούριε.
Ἰλύος κἀμὲ ὕψωσον ἐμπαθοῦς, καὶ πικρᾶς συνηθείας Φανούριε, ᾗ ἐκ παιδός, εἴκων ἐγεώργησα τοὺς καρπούς, τῆς ἁμαρτίας, Ἅγιε, ψυχῇ τε καὶ σώματι ῥυπωθείς, μὴ με παρίδῃς Μάρτυς, σὺ γὰρ τῶν ἐν ἀνάγκαις, ὁ ἑτοιμότατος ἐπίκουρος.
Θεοτοκίον.
Σκηνὴ ἡ πολυώνυμος τοῦ Θεοῦ, ἡ περίδοξος πόλις τοῦ Κτίσαντος, ἐν ᾗ Χριστός, εἴργασται θαυμάσια φοβερά, τὸν γὰρ Ἀδὰμ ἀνέλαβε, τοῦτον ἀναπλάσας ἐκ τῆς ἀρᾶς, σὺ εἶ Παρθενομῆτορ, διὸ μὴ στερηθείην, τῆς προστασίας σου ὁ ἄθλιος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καὶ τῶν ἰαμάτων ὁ χειμάῤῥους ὁ δαψιλής, χαίροις τῶν Ῥοδίων, ὁ μέγας πολιοῦχος, Φανούριε ἀξίως ἀντιδεδόξασαι.
Τὶς τῶν παλαισμάτων σου τὴν πληθύν, ἐξείπῃ ἀξίως καὶ τῶν πόνων τὸ καρτερόν; σὺ γὰρ τῶν βασάνων, τὰ εἴδη καθυπέστης, ὡς ἄσαρκος νεκρώσας τὸν παναλάστορα.
Ὡς ἄστρον ἐν Ῥόδῳ ἀρτιφανές, Φανούριε ὤφθης, εἰ καὶ ἤθλησας πρὸ πολλοῦ, καὶ καταφωτίζεις πιστῶν τὰς διανοίας, βολαῖς τῶν σῶν ἀπείρων θαυμάτων ἔνδοξε.
Πυρὸς ἀκμαιότερος ἀληθῶς, καὶ σιδήρου Μάρτυς, εὐτονώτερος ὁραθείς, τὴν οἰκονομίαν ἐτράνωσας τοῦ λόγου, τοῖς ἔργοις βεβαιώσας ὃ ἀνεκήρυξας.
Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, τῷ σεπτῷ ναῷ σου, καὶ αἰτοῦντας ἀπὸ ψυχῆς, λύσιν ὀφλημάτων, καὶ ῥῶσιν καὶ ὑγείαν, μὴ παύσῃ ἐποπτεύων, παραμυθούμενος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον.Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς·
Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης·
Ἀμήν.Ἦχος δ´. Βασίλειον διάδημα.
Οὐράνιον ἐφύμνιον ἐν γῇ τελεῖται λαμπρῶς ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, Ἀγγέλων πολίτευμα, ἄνωθεν ὑμνῳδίαις, εὐφημοῦσι τοὺς ἄθλους, κάτωθεν Ἐκκλησία, τὴν οὐράνιον δόξαν, ἣν εὗρες πόνοις καὶ ἄθλοις τοῖς σοῖς, Φανούριε, ἔνδοξε.
Δέσποινα πρόσδεξαι τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.
Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού φύλαξόν με υπό την σκέπην σου.
Εἶτα μνημονεύει ὁ ἱερεύς, δι´ οὓς ἡ παράκλησις γίνεται.
Μετὰ δὲ ταύτην, τὸ Προσόμοιον·
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρόν.Ὤφθης ὥσπερ λύχνος φαεινός, Μάρτυς ἐναθλήσας νομίμως, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, ὅθεν σοῦ δεόμεθα, μακρὰν ἀπέλασον, ἐξ ἡμῶν ταῖς πρεσβείαις σου, παθῶν τὴν ὁμίχλην, καὶ τῶν περιστάσεων, πικρὰν σκοτόμαιναν, φέγγος δὲ ἀνάτειλον πᾶσι, θείας θυμηδίας καὶ δόξης, ἀξιομακάριστε Φανούριε.
Ὁ Ἱερεύς· Δι´ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὁ χορός·
Ἀμήν.

Πέμπτη 23 Αυγούστου 2018

Αγίας Πρωτομάρτυρος και Ισαποστόλου Θέκλας


24 Σεπτεμβρίου

Ευλογήσαντος του ιερέως λέγομεν τον Ψαλμόν ΡΜΒ΄ (142)

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου.Και μη εισέλθεις εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου. εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος. Και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου.
Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τα χείρας μου. η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψεις το πρόσωπόν σου απ’ εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησον μοι το πρωί το έλεός σου, ότι επί σοι ήλπισα.
Γνώρισόν μοι, Κύριε, οδόν, εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου Εξελού με εκ των εχθρών μου, Κύριε. προς σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου.
Το Πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία. ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με.
Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου. και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλός σού ειμί.

Ήχος δ΄

Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
 

Στιχ. α΄. Εξομολογείσθε τω Κυρίω, και επικαλείσθε το όνομα το άγιον αυτού.
Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
 

Στιχ. β΄. Πάντα τα έθνη εκύκλωσάν με και τω ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
 

Στιχ. γ΄. Παρά Κυρίου εγένετο αύτη, και έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.


Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ.

Ως Ισαπόστολος και Πρώταθλος Θέκλα, εν γυναιξίν τον σον νυμφίον δυσώπει, αμαρτιών συγχώρησιν δωρήσασθαι, και παθών εκλύτρωσιν, και διόρθωσιν βίου, πάσι τοις προστρέχουσι, τη θερμή σου πρεσβεία. συ γαρ μεγίστην έχεις προς Χριστόν, Παρθενομάρτυς, παρρησίαν ένδοξε.


Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Όμοιον.

Ως Ισαπόστολος και Πρώταθλος Θέκλα, εν γυναιξίν τον σον νυμφίον δυσώπει, αμαρτιών συγχώρησιν δωρήσασθαι, και παθών εκλύτρωσιν, και διόρθωσιν βίου, πάσι τοις προστρέχουσι, τη θερμή σου πρεσβεία. συ γαρ μεγίστην έχεις προς Χριστόν, Παρθενομάρτυς, παρρησίαν ένδοξε.


Και νυν και αεί και εις τους αιώνας των αιώνων. Θεοτόκιον.

Ου σιωπήσωμεν ποτε, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. ειμή γαρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν, έως νυν ελευθέρους; Ουκ αποστώμεν Δέσποινα εκ σου. σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.


Ο Ν΄ (50) ΨΑΛΜΟΣ
Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου, εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου, και από της αμαρτίας μου καθάρισόν με.
Ότι την ανομίαν μου εγώ γινώσκω και η αμαρτία μου ενώπιόν μού εστί δια παντός. Σοι μόνω ήμαρτον, και το πονηρόν ενώπιόν σου εποίησα. όπως αν δικαιωθείς εν τοις λόγοις σου, και νικήσεις εν τω κρίνεσθαί σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου.
Ιδού γαρ αλήθεια ηγάπησας. τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω, και καθαρισθήσομαι. πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην. αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν σουαπό των αμαρτιών μου, και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψεις με από του προσώπου σου, και το Πνεύμα σου το άγιον μη αντανέλεις απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι.
Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου. αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου.
Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν. ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον. καρδία συντετριμμένην και τεταπεινωμένην, ο Θεός, ουκ εξουδενώσει.
Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ.
Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.


Και ευθύς ψάλλομεν τον Κανόνα, ού η ακροστιχίς.
«Θέκλης σωθείην λιταίς ω Λόγε. Γερασίμου.».

Ωδή α΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.

Θεόν τον φανέντα σωματικώς, ηγάπησας Θέκλα, και ηυγάσθης θείω φωτί. διό φωτοφόροις σου πρεσβείαις, την ζοφεράν μου καρδίαν καταύγασον.

Εκ πάσης μανίας και προσβολής, εχθρού του δολίου, ταις πρεσβείαις σου προς Χριστόν, απάλλαξον Θέκλα πρωτομάρτυς, τους αδιστάκτω ψυχή προσιόντας σοι.

Κυρίω νενύμφευσαι ως Αγνή, τω εκ της Παρθένου παρελθόντι δίχα τροπής, ω πρέσβευε Θέκλα Πρωτομάρτυς, ημίν διδόναι πταισμάτων συγχώρησιν.

Λυχνία εδείχθης χρυσοφαής, αστράψασα κόσμω, το απαύγασμα του Πατρός, εν ύλη σαρκός Παρθενομήτωρ, φωταγωγούν τους εν πίστει υμνούντας σε.


Δευτέρα 20 Αυγούστου 2018

Παρακλητικός κανών εις τον Άγιον Κοσμάν τον Αιτωλόν Ιερομάρτυρα και Ισαπόστολον (24η Αυγούστου)


Ευλογήσαντος του ιερέως λέγομεν τον Ψαλμόν ΡΜΒ΄ (142)
Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου.
Και μη εισέλθεις εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων.
Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου. εταπείνωσεν εις γην την ζωήν μου.
Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος. Και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου.
Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τα χείρας μου. η ψυχή μου ως γη άνυδρός σοι.
Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου.
Μη αποστρέψεις το πρόσωπόν σου απ’ εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον.
Ακουστόν ποίησον μοι το πρωί το έλεός σου, ότι επί σοι ήλπισα.
Γνώρισόν μοι, Κύριε, οδόν, εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου
Εξελού με εκ των εχθρών μου, Κύριε. προς σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου.
Το Πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία. ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με.
Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου. και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλός σού ειμί.
Ήχος δ΄
Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στιχ. α΄. Εξομολογείσθε τω Κυρίω, και επικαλείσθε το όνομα το άγιον αυτού.
Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στιχ. β΄. Πάντα τα έθνη εκύκλωσάν με και τω ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στιχ. γ΄. Παρά Κυρίου εγένετο αύτη, και έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ.
Ως ζηλωτής των ιερών Αποστόλων, τον φωτισμόν του Παρακλήτου εδέξω, και ευσεβείας κήρυξ ώφθης ένθεος· όθεν ημάς στήριξον, θεμελίω τω θείω, Ορθοδόξου πίστεως, καί δογμάτων αγίων, Ιερομάρτυς ένδοξε Κοσμά, πταισμάτων λύσιν, ημίν εξαιτούμενος.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Ως ζηλωτής των ιερών Αποστόλων, τον φωτισμόν του Παρακλήτου εδέξω, και ευσεβείας κήρυξ ώφθης ένθεος· όθεν ημάς στήριξον, θεμελίω τω θείω, Ορθοδόξου πίστεως, καί δογμάτων αγίων, Ιερομάρτυς ένδοξε Κοσμά, πταισμάτων λύσιν, ημίν εξαιτούμενος.
Και νυν και αεί και εις τους αιώνας των αιώνων. Θεοτόκιον.
Ου σιωπήσωμεν ποτε, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. ειμή γαρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν, έως νυν ελευθέρους; Ουκ αποστώμεν Δέσποινα εκ σου. σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.
Ο Ν΄ (50) ΨΑΛΜΟΣ
Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου, εξάλειψον το ανόμημά μου.
Επί πλείον πλύνον με από της ανομίας μου, και από της αμαρτίας μου καθάρισόν με.
Ότι την ανομίαν μου εγώ γινώσκω και η αμαρτία μου ενώπιόν μού εστί δια παντός.
Σοι μόνω ήμαρτον, και το πονηρόν ενώπιόν σου εποίησα. όπως αν δικαιωθείς εν τοις λόγοις σου, και νικήσεις εν τω κρίνεσθαί σε.
Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου.
Ιδού γαρ αλήθεια ηγάπησας. τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι.
Ραντιείς με υσσώπω, και καθαρισθήσομαι. πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι.
Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην. αγαλλιάσονται οστέα τεταπεινωμένα.
Απόστρεψον το πρόσωπόν σουαπό των αμαρτιών μου, και πάσας τας ανομίας μου εξάλειψον.
Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου.
Μη απορρίψεις με από του προσώπου σου, και το Πνεύμα σου το άγιον μη αντανέλεις απ’ εμού.
Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και πνεύματι ηγεμονικώ στήριξόν με.
Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι.
Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου. αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου.
Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου.
Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν. ολοκαυτώματα ουκ ευδοκήσεις.
Θυσία τω Θεώ πνεύμα συντετριμμένον. καρδία συντετριμμένην και τεταπεινωμένην, ο Θεός, ουκ εξουδενώσει.
Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ.
Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.
Ωδή α΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.
Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.
Κοσμήσας ταις θείαις σου διδαχαίς, πιστών τας καρδίας, Ισαπόστολε θαυμαστέ, ημάς των παθών της ακοσμίας, ταις προς Θεόν ικεσίαις σου λύτρωσαι.
Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.
Ο λόγω αγίω διδακτικώ, πιστών τας καρδίας, οδηγήσας προς τον Χριστόν, ίθυνον ημάς Κοσμά θεόφρον, προς αρετής την τελείαν επίδοσιν.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Σοφία εκλάμπων πνευματική, του Ευαγγελίου, κήρυξ ώφθης θεοειδής, εν ω πολιτεύεσθαι αξίως, Πάτερ Κοσμά ημάς πάντας συνέτισον.
Και νυν και αεί και εις τους αιώνας των αιώνων. Θεοτόκιον.
Μη φλέξας νηδύν σου την καθαράν, Θεός σωματούται, εξ αιμάτων σου των αγνών· ω πρέσβευε μόνη Θεοτόκε, κατοικτειρήσαι τούς σε μακαρίζοντας.
Ωδή ζ'. Ουρανίας αψίδος...
Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.
Αποστόλων τον ζήλον, πεπλουτηκώς Όσιε· όθεν εκκαθαίρεις καρδίας, θείω κηρύγματι· και νυν εκρίζωσον, της του Χριστού Εκκλησίας, πάντα τα ζιζάνια, ταις ικεσίαις σου.
Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.
Κοσμηθείς εν τω Άθω, ταις νουν λάμψεσι, πάση τη Ελλάδι εκλάμπεις, το φως της πίστεως, δι' ου απέλασον, αιρετικών σκοτομήνη, απειλούσαν Άγιε, ημίν τον όλεθρον.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Ο δυνάμει του λόγου, και διδαχών χάρισι, πλείστους εκ βυθού αφαρπάσας, της ματαιότητος, ημάς εξάρπασον, ως Ισαπόστολος μέγας, Πάτερ εκ του φάρυγγος, δεινών δοκήσεων.
Και νυν και αεί και εις τους αιώνας των αιώνων. Θεοτόκιον.
Σαρκοφόρον τεκούσα, τον του πατρός αίτιον Κόρη εν μιά υποστάσει, δυσί δε φύσεσιν, αυτόν ικέτευε, τα της σαρκός ημών πάθη, θανατώσαι Άχραντε, πλούτω χρηστότητος.
Διάσωσον Ιερομάρτυς εκ πάσης ημάς ανάγκης, τους τιμώντας ως Ισαπόστολον θείόν σε, Κοσμά παμμάκαρ λιταίς σου προς τον Σωτήρα.
Επίβλεψον εν ευμενεία πανύμνητε θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.
Αίτησις και το Κάθισμα.
Ήχος β'. Πρεσβεία θερμή...
Ο λόγος ο σος, ως δρόσος επουράνιος, αυχμώσαις ψυχαίς εδείχθη Θείω Πνεύματι· αλλ' ω Κοσμά θεόσοφε, τας καρδίας ημών καταδρόσισον, τη επομβρία των σων διδαχών, παθών φλεγομένας εν τοις άνθραξι.
Ωδή δ'. Εισακήκοα Κύριε...
Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.
Μαθητής ως θεόσοφος, του Ευαγγελίου Πάτερ της χάριτος, τας ψυχάς ημών χαρίτωσον, τη διδασκαλία των χειλέων σου.
Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.
Εκ κίνδυνων και θλίψεων, και πολυειδών ημάς περιστάσεων, Ισαπόστολε μακάριε, ταις σαις προστασίαις ελευθέρωσον.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Ιλασμόν ημίν αίτησαι, και παραπτωμάτων την λύσιν Άγιε, και ειρήνην και ομόνοιαν, τοις ειλικρινώς σε μακαρίζουσι.
Και νυν και αεί και εις τους αιώνας των αιώνων. Θεοτόκιον.
Η Θεόν σωματώσασα, και μετά τον τόκον άφθορος μείνασα, ως προ τόκου Αειπάρθενε, εκ φθοράς απάσης ημάς λύτρωσαι.
Ωδή ε'. Φώτισον ημάς...
Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.
Μέγας αληθώς, ως διδάσκαλος της . πίστεως, από πάσης φληναφίας και στροφής, των δεινών δοκησισόφων ημάς λύτρωσαι.
Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.
νωθεν αεί, Ισαπόστολε περίσκεπε, εξ αιρέσεων δεινών και χαλεπών, του Χριστού την Εκκλησίαν ταις πρεσβείαις σου.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Στόμα του Θεού, γεγονώς Κοσμά μακάριε, μελετάν ημάς τα λόγια Θεού, δίδου σύνεσιν και φρόνησιν του σώζεσθαι.
Και νυν και αεί και εις τους αιώνας των αιώνων. Θεοτόκιον.
Θρόνος του Θεού, ανεδείχθης Μητροπάρθενε, ώσπερ βρέφος τούτον φέρουσα χερσίν, ον δυσώπει ελεήσαι τας ψυχάς ημών.
Ωδή στ'. Την δέησιν...
Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.
Εις άπασαν, την Ελλάδα εξήλθεν, ο σωτήριός σου λόγος τρισμάκαρ, Ευαγγελίου γαρ σάλπιγξ εδείχθης· όθεν ωσί των ψυχών ημών σάλπισον, Κοσμά τον φόβον του Θεού, ως αν βίον θεάρεστον ζήσωμεν.
Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.
Ιάσεις, και ζων τελών θεηγόρε, και μετά το σον μακάριον τέλος· όθεν ημών την νοσούσαν καρδίαν, και τα του σώματος άλγη ιάτρευσον, Κοσμά Απόστολε Χριστού, τη δοθείση σοι άνωθεν χάριτι.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Ως έχων, προς τον Χριστόν παρρησίαν, Ισαπόστολε Κοσμά θεοφόρε, μη διαλίπης απαύστως πρεσβεύειν, καινοφανέσι διδάγμασιν Όσιε, μη προσανέχεις τους πιστούς, αλλ' εκ τούτων ταχέως μακρύνεσθαι.
Και νυν και αεί και εις τους αιώνας των αιώνων. Θεοτόκιον.
υχνία, χρυσοειδής ανεδείχθης, το απαύγασμα Πατρός ως τεκούσα, εν ομοιώματι Κόρη ανθρώπων, την ανθρωπίνην ουσίαν ρυόμενον, εκ της κατάρας του Αδάμ- δια τούτο υμνούμέν σε Δέσποινα.
Διάσωσον Ιερομάρτυς εκ πάσης ημάς ανάγκης, τους τιμώντας ως Ισαπόστολον θείόν σε, Κοσμά παμμάκαρ λιταίς σου προς τον Σωτήρα.
Άχραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως επ' εσχάτων των ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.
Αίτησις και το Κοντάκιον.
Ήχος β'. Τοις των αιμάτων σου...
Ιεροκήρυξ Κοσμά Ισαπόστολε, της Εκκλησίας θεμέλιε άρρηκτε, τη πέτρα της πίστεως στήριξον, σαλευομένας καρδίας ταις θλίψεσιν, αιτούμενος πάσι θείον έλεος.
Προκείμενον.
Τίμιος εναντίον Κυρίου ο θάνατος του Οσίου αυτού...
Στίχ. Θαυμαστός ο Θεός εν τοις Αγίοις αυτού...
Ευαγγέλιον. Εκ του κατά Ματθαίον. (ι' 1, 5-8)
Τω καιρώ εκείνω, προσκαλεσάμενος ο Ιησούς τους δώδεκα μαθητάς αυτού, έδωκεν αυτοίς εξουσίαν κατά πνευμάτων ακαθάρτων, ώστε εκβάλλειν αυτά, και θεραπεύειν πάσαν νόσον και πάσαν μαλακίαν. Τούτους απέστειλεν ο Ιησούς παραγγείλας αυτοίς λέγων· Εις οδόν εθνών μη απέλθητε και εις πόλιν Σαμαρειτών μη εισέλθητε· πορεύεσθε δε μάλλον προς τα πρόβατα τα απολωλότα οίκου Ισραήλ. Πορευόμενοι δε κηρύσσετε λέγοντες ότι ήγγικεν η βασιλεία των ουρανών. Ασθενούντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς εγείρετε, δαιμόνια εκβάλλετε· δωρεάν ελάβατε, δωρεάν δότε.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Ταις του σου Οσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Και νυν και αεί και εις τους αιώνας των αιώνων. Θεοτόκιον.
Ταις της Θεοτόκου πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Προσόμοιον. Ήχος πλ. β'. Όλην αποθεμένοι...
Στίχ. Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου...
Κόσμος ενθεώτατος, της Εκκλησίας εδείχθης, Κοσμά Ισαπόστολε, και ταύτην εκόσμησας θείω λόγω σου· ω και νυν φώτισον, ημών τας καρδίας, εναρέτως πολιτεύεσθαι, και άπαν σκάνδαλον, εκ του πονηρού αποτρέπεσθαι, εμμένειν ασαλεύτους δε, θείαις και σεπταίς παραδόσεσι, ταις των θεηγόρων, Πατέρων ίνα εύρωμεν ζωήν, την αιωνίζουσαν Άγιε, θείαις ικεσίαις σου.
Σώσον, ο Θεός, τον λαόν σου...
Ωδή ζ'. Οι εκ της Ιουδαίας...
Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.
Ουρανόθεν την κλήσιν, δεδεγμένος κηρύττεις το Ευαγγέλιον· αυτού τας θείας ρήσεις, και την διδασκαλίαν, εκπληρούν ενδυνάμωσον, των ευσεβών τας ψυχάς, Κοσμά Πνευματοφόρε.
Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.
Γεωργήσας πανσόφως, τω αρότρω του λόγου ψυχών την άρουραν, βλαστάνειν τας καρδίας, ημών τον θείον φόβον, καταξίωσον Άγιε, τη γεωργία Κοσμά, των θείων διδαχών σου.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Ώσπερ τρόπαιον θείον, τον Σταυρόν του Κυρίου ίδρυες Όσιε· διό σταυρούν την σάρκα, και ζην ζωήν αγίαν, εν Χριστώ ενδυνάμωσον, ταις προς Θεόν σου ευχαίς, ημάς Κοσμά τρισμάκαρ.
Και νυν και αεί και εις τους αιώνας των αιώνων. Θεοτόκιον.
Γνώμην έμφρονα δίδου, και κατάνυξιν Κόρη και νουν θεόφρονα, τοις πίστει αφορώσι, προς την σεπτήν σου σκέπην, Θεοτόκε Πανάμωμε, και των πταισμάτων Αγνή, την λύσιν ημίν αίτει.
Ωδή η'. Τον Βασιλέα...
Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.
Εύρέ σε Πάτερ, η του Χριστού Εκκλησία, θείον στήριγμα εν χρόνοις της δουλείας, ψυχάς της δουλείας, λυτρούμενον της πλάνης.
Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.
Ρύπων κακίας, και μολυσμών αμαρτίας, αποκάθαρον των πρεσβειών σου ρείθροις, Κοσμά θεηγόρε, ημών τας διανοίας.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Αιρετιζόντων, καινοφανών την απάτην, εξαφάνισον την απειλούσαν Πάτερ, πάσαν κατακλύζειν, Χριστού την Εκκλησίαν.
Και νυν και αεί και εις τους αιώνας των αιώνων. Θεοτόκιον.
Σκέπη υπάρχεις, και καταφύγιον μέγα, Αειπάρθενε Χριστιανών του γένους· όθεν ημάς σκέπε, εκ πάσης επηρείας.
Ωδή θ'. Κυρίως Θεοτόκον...
Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.
Ισχύν ημίν παράσχου, κατά πάσης πλάνης, και αμαρτίας Κοσμά Ισαπόστολε, και πειρασμών πολυτρόπων την απολύτρωσιν.
Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.
Μαρτύρων τω στεφάνω, ως Ιερομάρτυς, κεκοσμημένος Κοσμά Ισαπόστολε, των αρετών ταις ιδέαις ημάς στεφάνωσον.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Ο νέος Εκκλησίας, λύχνος τε και στύλος, Ορθοδοξίας τη βάσει εδραίωσον, των ευσεβών τας καρδίας Κοσμά μακάριε.
Και νυν και αεί... Θεοτοκίον.
Υπέραγνε Μαρία, μόνη Θεοτόκε, την εν εμοί αθυμίαν απέλασον, και ευφροσύνης της θείας με Κόρη πλήρωσον.
Άξιον εστιν ως αληθώς μακαρίζειν Σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών.
Την τιμιωτέραν των Χερουβίμ, και ενδοξοτέραν ασυγκρίτως των Σερουφείμ, την αδιαφθόρως, Θεόν Λόγον τεκούσαν. την όντως Θεοτόκον, Σε μεγαλύνομεν.
Και τα Μεγαλυνάρια.
Χαίροις Αποστόλων ο μιμητής, και Ευαγγελίου, θεηγόρος υφηγητής· χαίροις σεμνού βίου, διδάσκαλος ο θείος, Κοσμά Πνευματοφόρε, στόμα της χάριτος.
Όργανον του Πνεύματος γεγονώς, σεαυτόν καθάρας, δι' ασκήσεως ιεράς, εν Όρει του Άθω, εξήλθες θεία νεύσει, και χάριτος τον λόγον πάσιν εκήρυξας.
Ως Παύλος Πάτερ περιελθών, πόλεις και χωρία, ταις καρδίαις των ευσεβών, πίστεως την φλόγα, ανήψας τας αγίας, και έφλεξας της πλάνης, άπαν ζιζάνιον.
Χαίροις Αιτωλίας Θείος βλαστός, Άθωνος ο φοίνιξ, ο κατάκαρπος και σεπτός· χαίροις ευσεβείας, ο θείος υποφήτης, εν έργω τε και λόγω, Κοσμά μακάριε.
Ήνυσας τους δρόμους τους συνεχείς, υπέρ σωτηρίας, του πλησίον Πάτερ Κοσμά, και το δι' αγχόνης, στερρώς ενέγκας τέλος, μαρτυρικάς ευκλείας λαμπρώς ηξίωσαι.
Πάσης επηρείας οδυνηράς, και κενοφωνίας, εν τη πίστει ψυχοβλαβούς, άτρωτον συντηρεί, Χριστού την Εκκλησίαν, Κοσμά ταις σαις πρεσβείαις προς τον Φιλάνθρωπον.
Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου Αποστόων η δωδεκάς, οι Άγιοι Πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.
Άγιος ο Θεός, άγιος Ισχυρός, άγιος Αθάνατος ελέησον ημάς (γ΄).
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς. Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών ένεκεν του ονόματός σου. Κύριε, ελέησον. Κύριε ελήσον. Κύριε ελέησον.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Πάτερ ημών ο εν τοις ουρανοίς αγιασθήτω το όνομά σου . Ελθέτω η βασιλεία σου. Γεννηθήτω το θέλημά σου, ως εν ουρανώ και επίτης γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον. Και άφες ημίν τα οφειλήματα ημών ως και ημείς αφίεμεν τοις οφειλέταις ημών. Και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.
Ο Ιερεύς.
Ότι σου εστιν η βασιλεία και η δύναμις και η δόξα του Πατρός και του Υιού και του Αγίου Πνεύματος , νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Κατόπιν τα τροπάρια.
Ήχος πλ. β΄.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς. πάσης γαρ απολογίας απορούντες, ταύτην σοι την ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν. Ελέησον ημάς.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Κύριε ελέησον ημάς, επί σοι γαρ πεποίθαμεν. μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των ανομιών ημών. αλλ’ επίβλεψον και νυν ως εύσπλαχνος, και λύτρωσαι ημάς εκ των εχθρών ημών. συ γαρ ει Θεός ημών, και ημείς λαός σου, πάντες έργα χειρών σου, και το όνομά σου επικεκλήμεθα.
Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Της ευσπλαχνίας την πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε. ελπίζοντες εις σε, μη αστοχήσωμεν. ρυσθείημεν δια σου των περιστάσεων. συ γαρ ει η σωτηρία του γένους των χριστιανών.
ΑΠΟΛΥΤΙΚΙΟΝ Α'.
Ήχος δ'. Ταχύ προκατάλαβε...
Ωδαίς ευφημήσωμεν, τον ευκλεώς τοις χοροίς, Μαρτύρων εμπρέψαντα, θυτών τε και ασκητών, Κοσμάν τον αοίδιμον, σήμερον συνελθόντες τη σεπτή αυτού μνήμη· νέμει γάρ τας ιάσεις, τοις πιστώς προσιούσιν, ως έχων παρρησίαν προς Χριστόν, ως Ισαπόστολος.
ΑΠΟΛΥΤΙΚΙΟΝ Β'.
Ήχος β'. Θείας πίστεως...
Θείας πίστεως, διδασκαλία, κατεκόσμησας, την Εκκλησίαν, ζηλωτής των Αποστόλων γενόμενος· και κατασπείρας τα θεία διδάγματα, μαρτυρικώς τον αγώνα ετέλεσας. Κοσμά ένδοξε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.
Εκτενής και απόλυσις, μεθ' ην ψάλλομεν το εξής:
Ήχος β'. Ότε εκ του ξύλου...
Πάντας τους προστρέχοντας πιστώς, τη ση προς Χριστόν μεσιτεία, Κοσμά μακάριε, πάσης απολύτρωσαι, οργής και θλίψεως, και πταισμάτων συγχώρησιν, δοθήναι δυσώπει, και βίου διόρθωσιν, και θείον έλεος, όπως εναρέτοις εν έργοις, ζήσαντες ζωής της αλήκτου, μετά τέλος μέτοιχοι γενώμεθα.
Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.
Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.
Πηγή