Ποίημα Ἀρχιμ. Νικοδήμου Ἀεράκη
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ στρατηγῷ.
Τοὺς Νεομάρτυρας Σπετσῶν ἀνευφημήσωμεν, ἐν ἐγκωμίοις καὶ ᾠδαῖς οἱ ἑορτάζοντες, τὸ μαρτύριον αὐτῶν ἐν τῇ νήσῳ Χίῳ· τὸν Νικόλαον ὁμοῦ σὺν τοῖς ὁμαίμοσιν, Ἰωάννῃ Σταματίῳ τε τιμήσωμεν, ἀνακράζοντες·
Νεομάρτυρες χαίρετε.
Ἄγγελοι σὺν ἀνθρώποις, ἀγαλλόμενοι θείως, ὑμνοῦσι τῶν Σπετσῶν θείους γόνους (ἐκ γ΄)·Νικόλαον Σταμάτιόν τε, καὶ Ἰωάννην τοὺς εὐκλεεῖς Μάρτυρας, ἐνθέοις ἐγκωμίοις καὶ ἡμεῖς τιμήσωμεν λαμπρῶς βοῶντες·
Χαίρετε, Ἅγιοι Νεομάρτυρες·
χαίρετε, ἔνδοξοι Χριστομάρτυρες.
Χαίρετε, προστάται Σπετσῶν οὐρανόσταλτοι·
χαίρετε, ἐνδόξων Μαρτύρων οἱ πρόβολοι.
Χαίρετε, θεοφώτιστοι τῶν Μαρτύρων μιμηταί·
χαίρετε, θεοκίνητοι ἀσεβούντων τιμηταί.
Χαίρετε, Ἐκκλησίας θαυμαστοὶ Ἀθλοφόροι·
χαίρετε, ἀντιχρίστων ἐλεγκταὶ χριστοφόροι.
Χαίρετε, πιστῶν θεοδώρητα πρότυπα·
χαίρετε, ἐνθέων προγόνων ἀντίτυπα.
Χαίρετε, δι’ ὧν ὁ Χριστὸς ἐδοξάσθη·
χαίρετε, δι’ ὧν ἡ Ἑλλὰς ἐτιμήθη.
Νεομάρτυρες χαίρετε.
Βλέποντες οἱ ἐν Σπέτσαις, τῶν Ἁγίων τὴν δόξαν, φασὶ πρὸς τὸν Χριστὸν εὐγνωμόνως· τῶν Μαρτύρων Σου ἡ προσφορά, ἐνισχύει τὴν πίστιν ἡμῶν Κύριε, τῶν πόθῳ Σε τιμώντων, καὶ ψαλλόντων Σοι ἀπαύστως οὕτως·
Ἀλληλούϊα.
Γνώμην ἔχοντες μίαν, ὡμολόγουν ἐνθέως, Χριστὸν ἐν παῤῥησίᾳ οἱ θείοι, καὶ ἐν ζήλῳ θερμῷ, τὸν τῶν Μαρτύρων ἐπεπόθησαν θάνατον, διὸ ἐν οὐρανοῖς στεφθέντες, ἐν γῇ ἀκούουσι ταῦτα·
Χαίρετε, πολλῶν ἀθλουμένων μύσται·
χαίρετε, πιστῶν πρὸς Χριστὸν οἱ δεῖκται.
Χαίρετε, Ἐκκλησίας Σπετσῶν καλλωπίσματα·
χαίρετε, Ὀρθοδόξων πιστῶν τὰ σεβάσματα.
Χαίρετε, οἱ ἀναβάντες τὴν οὐράνιον κλίμακα·
χαίρετε, οἱ καταδείξαντες πιστοῖς θείαν γέφυραν.
Χαίρετε, Νεομαρτύρων πολυθαύμαστον κλέος·
χαίρετε, θεομαχούντων ἀνερμήνευτον δέος.
Χαίρετε, οἱ τὸν Λόγον Θεοῦ ἀγαπήσαντες·
χαίρετε, οἱ τὴν πίστιν Χριστοῦ ἀναδείξαντες.
Χαίρετε, ἀθέων νικήσαντες πλάνην·
χαίρετε, Κυρίου κηρύξαντες πίστιν.
Νεομάρτυρες χαίρετε.
Δύναμιν τοῦ Σωτῆρος, ἐπεζήτησαν ζήλῳ, οἱ Μάρτυρες εἱρκτῇ δεδεμένοι, ἀποστείλαντες Πλάτωνι, τῷ τῆς Χίου Ἀρχιερεῖ, τὴν αὐτῶν ἐξαγόρευσιν, μετέλαβον τῶν Ἀχράντων Μυστηρίων, ψάλλοντες τό·
Ἀλληλούϊα.
