Εμφάνιση αναρτήσεων με ετικέτα Μητροπολίτου Ἐδέσσης Ἰωὴλ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Μητροπολίτου Ἐδέσσης Ἰωὴλ. Εμφάνιση όλων των αναρτήσεων

Δευτέρα 10 Ιουλίου 2017

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

Ψαλλομένη τῇ 12ῃ τοῦ μηνὸς Ἰουλίου
Ποίημα τοῦ Μητροπολίτου Ἐδέσσης Ἰωήλ
 Ἐν τῷ Μικρῷ Ἑσπερινῷ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
 Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
 Ὅσιε Παΐσιε, Φαράσων δένδρον πολύκαρπον, τῶν τοκέων σου καύχημα, Ἄθωνος τὸ κλέϊσμα, καὶ τῆς Ἐκκλησίας, στύλος ἐγκρατείας, ἐν τοῖς ἐσχάτοις τοῖς καιροῖς, σημείοις ὄντως τοῖς θαυμασίοις σου, ἐφάνης ἀξιάγαστε, διὸ πιστῶν τὰ ἀθροίσματα, κατὰ χρέος τὸν βίον σου, εὐφημοῦμεν τοῖς ᾄσμασιν.
Ἔχων πρὸς τὸν Κύριον, ἐξ ἁπαλῶν τῶν ὀνύχων σου, ἀκατάβλητον ἔρωτα, πάτερ ἀνεγίνωσκες, βίους τῶν ἁγίων, καὶ ὁσίων πάντων, καὶ εὐσεβείας ὁδηγούς, ἐκλέξας τούτους θεοχαρίτωτε, συνέμπορος στεῤῥότατος, τῆς ἐγκρατείας γεγένησαι, καὶ νηστείας
Παΐσιε, τῆς Κονίτσης καλλώπισμα. Πάτερ ὁσιώτατε, τοὺς λογισμοὺς ἀπεκήρυξας, τοῦ δεινοῦ πολεμήτορος, καὶ ὡς καθαρότατος, ἐν τῇ σῇ καρδίᾳ, τοῦ Χριστοῦ ἐδέχθης, τὴν ἀπαστράπτουσαν μορφήν, τῆς ἀθεΐας διασκεδάζουσαν, Παΐσιε νοήματα, καὶ ὡμολόγεις τοῖς πέρασι, ἀληθείας τὰ δόγματα, καὶ τὸν πλοῦτον τῆς πίστεως.
Ὅσιε Παΐσιε, ἐκ παίδων ἔσχες τὴν ἄνωθεν, τῆς Τριάδος ἐνέργειαν, διὸ καὶ τὸ χάρισμα, εἴληφας νηστείας, καὶ πρὸς τοὺς ἁγίους, ἔχων ἀγάπησιν σφοδράν, τὰ νηπιώδη πάντα ἀπέῤῥιψας, κινῶν πρὸς θάμβος ἅπαντας, τοὺς συγγενεῖς καὶ οἰκείους σου, προτυπῶν οὕτως ἅγιε, τὴν πορείαν τοῦ βίου σου.
Δόξα. Ἦχος β΄.
Τοὺς ἀκαμάτους ἀγῶνάς σου, θεοφόρε Παΐσιε, ὡς λαμπρὰ μιμήματα, καὶ πρότυπα βίου, πάντες γινώσκομεν, κατανικήσας γὰρ τῶν παθῶν, πάσας τὰς ἐπαναστάσεις, ἐν τοῖς ἐσχάτοις χρόνοις, ὡς ἥλιος ἀνίσχες, ἐν ὄρει τοῦ Ἄθωνος, καὶ ἐν ἄλλοις τόποις, διαλάμπων τοῖς θαύμασι, καὶ διδασκαλίαις, ὅθεν ταῖς πρεσβείαις σου, μὴ διαλίπῃς, τοῦ νοὸς ἡμῶν τὸ σκότος, τέλεον διασκεδάζων, ἵνα εὕρωμεν πάντες, τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τὸ Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου...
Ἀπόστιχα
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
 Κόνιτσα καὶ Σινᾶ, καὶ Ἄθωνος τὸ ὄρος, Παΐσιε καυχῶνται, ἐπὶ τῇ θείᾳ μνήμῃ, τῇ σῇ θεομακάριστε.
Στίχ. Καυχήσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Τάφον σου τὸν σεπτόν, Παΐσιε ἐν πίστει, τὰ πλήθη προσκυνοῦσιν, ἐλπίζοντες λαμβάνειν, τὴν χάριν σου ἀοίδιμε.
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ ὁσίων.
Πρέσβυν πρὸς τὸν Χριστόν, γινώσκουσι παμμάκαρ, Παΐσιε οἱ πάντες, διὸ καὶ αἰτημάτων, λαμβάνουσι τὰ πρόσφορα.
Δόξα. Τριαδικόν.
Ἔχων ἐν τῇ ψυχῇ, Παΐσιε τὸ φάος, Τριάδος τῆς ἁγίας, λαμπρύνεις τοὺς τιμῶντας, τὴν κλῆσίν σου πανόλβιε.
Καὶ νῦν. Θεοτοκίον.
 Δέσποινα Μαριάμ, μὴ παύσῃ πρὸς Υἱόν σου, πρεσβεύουσα ἀπαύστως, ὑπὲρ τῶν ἀνυμνούντων, τὸν τόκον σου Θεόνυμφε.
Νῦν ἀπολύεις, τὸ τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ, καὶ Ἀπόλυσις.

Ἐν Τῷ Μεγάλῳ Ἑσπερινῷ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
 Ἦχος α΄. Πανεύφημοι μάρτυρες.
 Ἐκ παίδων ἠγάπησας σφοδρῶς, μοναστῶν πολίτευμα, καὶ βιοτὴν τὴν μονότροπον, σεμνὲ Παΐσιε, διὸ καὶ παρεῖδες, κοσμικῶν τὰ θέλγητρα, καὶ πάντα τὰ ἡδέα καὶ ῥέοντα, τὸν νοῦν σου ὅσιε, προσηλώσας πρὸς τὰ μένοντα, παραδείσου, ὡς ἔνσαρκος ἄγγελος.
 Ὡς μέλος στρατείας κοσμικῆς, σεαυτὸν Παΐσιε, ὑπογραμμὸν τοῖς συνοῦσί σοι, θεόφρον ἔδωκας, καὶ μετὰ συνήφθης, μοναστῶν συντάγμασι, ἀλείπτης γεγονώς, πρὸς εὐσέβειαν, πολλῶν τοῖς ῥήμασι, τοῖς σημείοις καὶ τοῖς θαύμασι, οἷς ἐτέλεις, Χριστοῦ θείᾳ χάριτι.
Ἀνῆλθες ἐν ὄρει τοῦ Σινᾶ, καὶ ὁσίως ἔζησας, τὸν Μωϋσῆν ἐκμιμούμενος, καὶ τὸν συγγράψαντα, Κλίμακα τὴν θείαν, ἔνδοξε Παΐσιε, βιώσας ἐν νηστείαις ὡς ἄσαρκος, διὸ καὶ εἴληφας, Παρακλήτου τὰ χαρίσματα, ὡς οἱ πάλαι, Πατέρες καὶ ἅγιοι.
Μονῆς τοῦ Στομίου ἀδελφός, ἐν Κονίτσῃ γέγονας, καὶ Ἐσφιγμένου ὁ δόκιμος, ὁ εὐπειθέστατος, καὶ τὴν Φιλοθέου, ὅσιε ἐκλέϊσας, καὶ εἶτα ἐν Σινᾷ ὥσπερ ἄγγελος, ἀνὴρ κατῴκησας, προμηθεύων ἱερώτατε, Βεδουΐνοις, τοῦ βίου τὰ πρόσφορα.
 Ἐστήριξας πάτερ διδαχαῖς, καὶ ποικίλοις θαύμασι, ἐν Σουρωτῇ τὸ κοινόβιον, φανεὶς Παΐσιε, εὐσεβῶν γυναίων, ὄντως θεοφώτιστος, ἀλείπτης ὁδηγὸς καὶ διδάσκαλος, διὸ τὸν τάφον σου, ἡ μονὴ διακατέχουσα, ὥσπερ ὄλβον, ἀγάλλεται ὅσιε. 
Νεότητος ὤφθης φροντιστής, ἀσκητὰ Παΐσιε, τῶν ἀσθενῶν ἡ βοήθεια, καὶ ἀπεξάρτησις, νέων ἐθισμένων, ταῖς οὐσίαις ἅγιε, φυτῶν ναρκωτικῶν τοῦ ἀλάστορος, ἀθέων ἴασις, μαθητῶν ἡ ἐπιστήριξις, καὶ ἁπάντων, οἰκεῖος καὶ γνώριμος.
Δόξα Πατρί. Ἦχος πλ. β΄.
 Τῶν ἀσκητῶν ὁδεύσας τὴν τρίβον, εὔδρομος γέγονας, πρὸς ἀρετῶν ἐργασίαν, θεοφόρε Παΐσιε, τὸν χοϊκὸν γὰρ ἄνθρωπον, ἀπὸ καρδίας ἀποκηρύξας, ὁ νοῦς σου ἐσχόλαζε, τῇ ἀδιαλείπτῳ προσευχῇ, καὶ θεωρίᾳ φωτὸς τοῦ ἀκτίστου, διὸ καὶ γευσάμενοι, τῶν χαρισμάτων σου τὰ δῶρα, ὑμνοῦμέν σε ὅσιε, ἐν εὐφροσύνῃ λέγοντες, τὸ χαίροις τῶν Φαράσων ἔκγονε, Ἄθωνος τὸ κλέος, τῆς Κονίτσης στύλος, Μοναστῶν ὁ διδάσκαλος, καὶ Σινᾶ ὁ οἰκήτωρ, χαίροις ὁ περιβληθείς, στολὴν τῆς ἀπαθείας, καὶ οὕτω γενόμενος, νεότητος ὁδηγός, πεπτωκότων ἀνόρθωσις, καὶ ἐπιστροφὴ πλανωμένων. Χαίροις τῶν μοναζόντων ὑπόδειγμα, τῶν κοσμικῶν ὁ τύπος, καὶ ὀρθοδόξων πιστῶν, ἀναψυχὴ καὶ δρόσος. Καὶ νῦν θεοστόλιστε Γέρον, ἀπαύστως δυσώπει Χριστόν, τὸν Θεόν, ὑπὲρ ἡμῶν ἐν κατανύξει τελούντων, τῆς ἱερᾶς σου μνήμης τὴν ἐπέτειον.
Καὶ νῦν. Θεοτοκίον.
 Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε, τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν,
τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα  (κεφ. 10,7)
Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ θνητός, ὃς οἶδε σύνεσιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν· ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 4,7)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολλιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3,1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων, ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
 Εὐφραίνου ἐν Κυρίῳ, τοῦ Ἄθωνος πολιτεία, μοναστῶν καὶ μιγάδων, ὅτι ἐν τοῖς ἐσχάτοις χρόνοις, ὡς ἄνθος ἠρινόν, ἐκ τοῦ λειμῶνός σου, ὁ ὅσιος Παΐσιος ἐξήνθησε. Οὗτος γὰρ ὁ πανθαύμαστος, τῶν δακρύων τοῖς χεύμασι, ὡς καλὸς γηπόνος, τὴν ψυχὴν αὐτοῦ γεωργήσας, τῶν ἀρετῶν τὸ δένδρον, ἐφυτοκόμησε, καρποὺς ἐξενέγκας, τῆς ἀπαθείας καὶ προοράσεως, ἰατρὸς τῶν παθῶν, καὶ ἰάσεων ἀσθενειῶν, ψυχῆς τε καὶ σώματος. Διὸ τανῦν, πρὸς αὐτὸν ἱκετικῶς προστρέχομεν, καὶ βοῶμεν ἐν πίστει· πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ὑπὲρ ἡμῶν τῶν ἀνυμνούντων, τὴν βιοτήν σου ἅγιε, καὶ τὰ πολλά σου χαρίσματα.
Ἦχος β΄.
Τῷ ἰδίῳ θνῄσκων θελήματι, ὡς ἄλλος Παῦλος, τῶν παθῶν ἠλευθερώθης, καὶ ἐνεδύθης στολήν, τὴν φωτοειδῆ Παρακλήτου, διὸ καὶ ἠξιώθης ὡς βλέπων, ὁρᾶν τῶν ἀνθρώπων τὰς ἐννοίας, προγινώσκων τὰ μέλλοντα, καὶ προλαλῶν τὰ πρόσφορα, τοῖς προσοῦσί σοι, πάτερ Παΐσιε, ὅθεν καὶ ἡμεῖς, πρὸς σὲ τὰς χεῖρας τείνοντες, ὡς ἔχων παῤῥησίαν, ἐξαιτοῦμεν τὰς λιτάς σου, ὅπως διέλθωμεν, τοῦ βίου τὸ πέλαγος, καὶ ἐν λιμένι φθάσωμεν, τῆς Οὐρανῶν Βασιλείας.

Δευτέρα 11 Ιουνίου 2012

Ακολουθία του εν αγίοις πατρός ημών Λουκά αρχ. Συμφερουπόλεως του Ιατρού (Β΄ακολουθία)


ΤΗ ΙΑ΄ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ

Μνήμη τοῦ ἑν Ἁγίοις Πατρὸς ἡμῶν Λουκᾶ τοῦ ἰατροῦ καὶ ὁμολογητοῦ, Ἀρχιεπισκόπου Συμφερουπόλεως καὶ Κριμαίας τοῦ Ῥώσου.

Ποίημα Μητροπολίτου Ἐδέσσης Ἰωὴλ Φραγκάκου

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Τὸν ἀρχιθύτην Κυρίου, πιστὸν ἀκέστορα, Λουκᾶν τὸν θεοφόρον, τῆς Ῥωσίας τὸν γόνον, φιλάγιοι τιμήσωμεν εὐσεβῶς, ἐπαινοῦντες τοῖς ᾄσμασι, μνήμην αὐτοῦ τὴν ἁγίαν, καὶ θαυμαστήν, πολιτείαν καὶ τὰ θαύματα.

Συμφερουπόλεως ὄντως, ποιμὴν πανάριστος, καὶ πάσης τῆς Ῥωσίας, ἰατρὸς νοσημάτων, ταῖς θείαις ἐνεργείαις ἀναδειχθείς, τὸν Χριστὸν ὡμολόγησας, ἐν φυλακαῖς ἐξορίαις, καὶ τοῖς διωγμοῖς, τοῖς σοῖς λόγοις καὶ τοῖς θαύμασι.

Τῆς Ἐκκλησίας τὸ δόγμα, στερρῶς ἐκήρυξας, ἀρχιερεῦ Κυρίου, πρὸ ἀθέων βημάτων, καὶ ᾔσχυνας τὴν φάλαγγα τῶν ἐχθρῶν, ἐδαφίσας τὰ ἄπρεπα, τῆς ἀσεβείας ἐντάλματα, κραταιῶς, σοφισθεὶς τῇ θείᾳ χάριτι.

Ἦχος ὁ αὐτός. Πανεύφημοι μάρτυρες.
Εἰκόνα τὴν θείαν τῆς μητρός, τοῦ Κυρίου ἔθηκας, πρὸ ὀφθαλμῶν σου πανεύφημε, λαμβάνων δύναμιν, ἐξ αὐτῆς καὶ θάρσος, ἐν ταῖς ἐγχειρίσεσι, Λουκᾶ ἀρχιερέων τὸ κόσμημα, διο τὴν ἴασιν, ἀρωγὴ τῆς θείας χάριτος, τοῖς νοσοῦσι, παρεῖχες καὶ πάσχουσιν.

Ἐκ τόπου εἰς τόπον μεταβάς, Ἱεράρχα ἅγιε, διὰ Χριστὸν ὡς ἀνέστιος, οὐδόλως ἔπτηξας, τῶν ἀθέων δόλον, καὶ θυμὸν τὸν ἄλογον, οὐδέ τῶν ψευδαδέλφων κακότητα, ἀλλὰ στερρότατα, τὴν ὀρθόδοξον ἐστήριξας, Ἐκκλησίαν, ἐν λόγοις καὶ πράξεσι.

Τὰ σὰ θεία λείψανα Λουκά, ἐν Ῥωσίᾳ ἔνδοξε, καὶ ἐν Ἑλλάδι δωρήματα, πιστοῖς προχέουσι, καὶ ἀρρωστημάτων, παύουσιν ἀλγήματα, δαιμόνων ἀναιροῦσι τὴν δύναμιν, καὶ ὡς πολύκρουνος, πάτερ βρύσις καταρδεύουσιν, Ἐκκλησίας, Χριστοῦ τὰ πληρώματα.