Τετάρτη 19 Δεκεμβρίου 2012

Παρακλητικός Κανών Παναγίας Διασωζούσης Πάτμου



 Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ' ὅ τὸ Θεὸς Κύριος καὶ τὰ ἐξῆς:

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τὸν Σωτῆρα τῶν ἁπάντων τεκοῦσα, μετὰ Θεὸν σώτειρα ὤφθης τοῦ κόσμου, καὶ διασῴζεις μητρικῇ πρεσβείᾳ σου, πάντας τοὺς προστρέχοντας, τῇ σεπτῇ σου Εἰκόνι, ἥ προσφόρως κέκληται, Διασῴζουσα Κόρη, ἐξ ἧς πηγάζεις πᾶσι δαψιλῶς, τῶν σῶν θαυμάτων, τὴν χάριν τὴν ἄφθονον.

Δόξα. Κα
ὶ νῦν.
Ἡ νῆσος Πάτμος ὡς θησαύρισμα θεῖον, τὴν χαριτόβρυτόν σου Κόρη Εἰκόνα, καταπλουτοῦσα μέλπει σου τὰ θαύματα· πάντας διασῴζεις γάρ, τοὺς αὐτὴν προσκυνοῦντας, καὶ παρέχεις ἅπασι, τοῖς ἐγγὺς καὶ τοῖς πόῤῥω, ἀπαλλαγὴν παντοίων ὀδυνῶν, καὶ πάσης βλάβης, ἀεὶ Διασῴζουσα.

Ὁ Ν΄ ψαλμὸς καὶ ὁ κανὼν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σωτ
ῆρα τεκοῦσα καὶ Ποιητήν, ἀεὶ διασῴζεις, ἐκ κινδύνων πολυειδῶν, μόνη Διασῴζουσα Παρθένε, τοὺς προσιόντας τῇ θείᾳ Εἰκόνι σου.

Ὡς πλοῦτον οὐράνιον ἀληθῶς, πάλαι κεκτημένη, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἡ Πάτμος εὐσήμως μεγαλύνει, τὴν πρὸς αὐτὴν Διασῴζουσα χάριν σου .

Ζω
ὴν εἰρηναίαν καὶ εὐσταθῆ, ἐν ἔργοις Ἁγίοις, διανύειν εἰλικρινῶς, ἡμᾶς καταξίωσον Παρθένε, τοὺς πεποιθότας στεῤῥῶς τῇ πρεσβείᾳ σου.
Θεοτόκιον.
Ἐν πάσῃ ὀδύνῃ καὶ συμφορᾷ, ἀεὶ ἡμῖν δίδου, τὴν ταχεῖάν σου ἀρωγήν, καὶ πλήρου χαρᾶς καὶ εὐφροσύνης, τὰς διανοίας ἡμῶν Διασῴζουσα΄.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Διασ
ῴζεις ἀπαύστως ὡς συμπαθὴς Δέσποινα, τοὺς πιστῶς φωνοῦντας ἐν θλίψει, τὴν θείαν κλῆσίν σου, ᾧ Διασῴζουσα· ὅθεν τὴν σὴν προστασίαν, καὶ θερμὴν ἀντίληψιν ἀνακηρύττομεν.

Ἰατρεύουσα πάθη τὰ χαλεπά, Δέσποινα, ἡ τῆς θαυμαστῆς Σου Εἰκόνος χάρις σωτήριος, προφθάνει ἅπαντας, τοὺς ἐν κινδύνοις τελοῦντας, καὶ διώκει ἅπασαν, ἐχθρῶν ἐπήρειαν.

Ἁγιάσματος κρήνη, ὡς ἀληθῶς πέφηνεν, ἡ θαυματουργός σου ἐν Πάτμῳ Εἰκὼν Πανάχραντε, καθαγιάζουσα, καὶ διασῴζουσα πάντας, Κόρη Διασῴζουσα τοὺς ταύτῃ σπεύδοντας.
Θεοτόκιον.
Σωτηρίαν κα
ὶ ῥῶσιν, καὶ τῶν παθῶν ἴασιν, καὶ ἀπαλλαγὴν πάσης νόσου, καὶ πάσης θλίψεως, δίδου Πανάχραντε, τοῖς εὐλαβῶς προσκυνοῦσιν, ἥνπερ ἐχαρίτωσας θείαν Εἰκόνα σου.

Διάσωσον,
ὡς Διασῴζουσα Δέσποινα φερωνύμως, πάσης βλάβης καὶ ἐπηρείας καὶ θλίψεως, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἐπίβλεψον...

Παρακλητικός Κανών Παναγίας Καστριανής Κέας Κυκλάδων



   Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ' ὅ τὸ Θεὸς Κύριος καὶ τὰ ἐξῆς:

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν θαυμαστήν σου καὶ ἁγίαν Εἰκόνα, Καστριανὴ Θεογεννῆτορ Παρθένε, ἡ νῆσος Κέα χαίρουσα ἐκτήσατο, ὡς σεπτὸν ἁγίασμα, καὶ πηγὴν ἰαμάτων· χάριν γὰρ καὶ ἔλεος, καὶ παντὸς καλοῦ δόσιν, ἀεὶ λαμβάνει Κόρη ἐξ αὐτῆς, τὴν ἀρωγήν σου, τοῖς πᾶσι κηρύττουσα.

Δόξα. Κα
ὶ νῦν. Θεοτοκίον.
Ὑπὸ φωτὸς τοῖς εὐσεβέσι ποιμέσιν, ἐφανεροῦτο Θεοτόκε ὁ τόπος, ἔνθα Εἰκών σου ἡ ἁγία κέκρυπται, ἧς ἡ θεία εὕρεσις, Κὲαν ταῦτην τὴν νῆσον, τὴν ἀνακειμένην σοι, χαρᾶς ἔπλησε πλείστης· ὅτι ἐκ ταύτης βλύζεις μυστικῶς, τῆς σῆς εὐνοίας, τοῖς Κείοις τὰς χάριτας.

Ὁ Ν΄ ψαλμὸς καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς:

Κέας σκέπη Καστριαν
ὴ πέλεις· Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Κατεῖδον οὐράνιον πάλαι φῶς, ἔνθα ἡ Εἰκών σου, ἀνευρέθη ἡ ἱερὰ ἐντεῦθεν ἡ νῆσος Κέα Κόρη, τῶν σῶν θαυμάτων γεραίρει τὸ μέγεθος.

Ε
ὐφράνθη ἡ Κέα ἡ εὐσεβὴς, Κεχαριτωμένη, τῇ εὑρέσει τῆς σῆς Μορφῆς, καὶ ταύτην κατέχουσα ὡς πλοῦτον, ταῖς σαῖς πλουτίζεται πάντοτε χάρισι.

Ἀῤῥώστοις τὴν ἴασιν χορηγεῖς, καὶ τοῖς θλιβομένοις, τὴν τῶν πόνων ἀπαλλαγὴν, καὶ εὔπλοιαν τοῖς ναυτιλλομένοις, Καστριανὴ Θεοτόκε ἑκάστοτε.
Θεοτοκίον.
Σωτήριον σκέπην κα
ὶ προσφυγὴν, τὴν σὴν προστασίαν, Θεοτόκε Καστριανὴ, πλουτοῦντες ῥυσθείημεν παντοίων, πειρατηρίων τοῦ βίου καὶ θλίψεων.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Σπουδ
ῇ πλείστῃ συνῆλθον, οἱ εὐσεβεῖς κάτοικοι, Κέας τῆς σῆς νήσου Παρθένε, ᾠδὴν ἱκέσιον, προφρόνως μέλψαι σοι· ὅτι ηὐδόκησας δοῦναι, τούτοις τὴν Εἰκόνα σου, ὡς δῶρον ἔνθεον.

Καταφύγιον μέγα, κα
ὶ ἐν παντὶ ἔφορος, ταύτην σου τῆς νήσου ἐδείχθης, Παρθένε Ἄχραντε, τῆς καυχωμένης πιστῶς, τῇ σῇ ἁγία Εἰκόνι· ἥν ἀεὶ περίεπε, ἐκ πάσης θλίψεως.

Ε
ὐλαβῶς σοι Παρθένε, ναὸν σεπτὸν ἤγειραν, ἔνθα ἡ Εἰκών σου εὑρέθη, ἡ πανσεβάσμιος, ᾧ καταφεύγοντες, πάσης ἀνάγκης καὶ βλάβης, λύσιν κομιζόμεθα, τῇ σῇ χρηστότητι.
Θεοτοκίον.
Π
ᾶσαν δόσιν τελείαν, καὶ πᾶν σεπτὸν δώρημα, ἐκ τῆς σῆς Εἰκόνος οἱ Κεῖοι, ἀεὶ καρπούμεθα· ὅθεν κηρύττομεν, Καστριανὴ Παναγία, ἥν παρέχεις πάντοτε, ἡμῖν βοήθειαν.

Διάσωσον, Καστριαν
ὴ Θεοτόκε τοὺς σοὺς ἱκέτας, ὅτι πάντες τῇ σῇ Εἰκόνι προστρέχομεν, ἵνα ῥυσθῶμεν κινδύνων καὶ νοσημάτων.
Ἐπίβλεψον...

Α
ἴτησις καὶ τὸ κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγ
ὴ ἀγαθῶν, Εἰκών σου ἡ ὑπέρτιμος, προνοίᾳ τῇ σῇ, τῇ Κέᾳ πάλαι εὕρηται· πηγάζει γὰρ ἑκάστοτε, ἰαμάτων τὰ θεῖα δωρήματα, καὶ πληροῖ τὰς αἰτήσεις ἀεὶ, τῶν ἐπικαλουμένων σου τὸ ὄνομα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἠγνοεῖτο μὲν πρότερον, ὑπὸ γῆς Εἰκών σου οὖσα ἡ ἄχραντος, ἀλλὰ ταύτην ἡμῖν δέδωκας, ὡς παραμυθίαν ἐν ταῖς θλίψεσι.

Κατιδόντες
ἀνύμνησαν, Κεῖοι τὴν Εἰκόνα σου τὴν σεβάσμιον· ἐκ λαγόνων γῆς γὰρ ἔλαμψεν, ὡς λαμπὰς τῆς δόξης σου πολύφωτος.

Ἀσθενοῦσι τὴν ἴασιν, καὶ τοῖς θλιβομένοις θείαν παράκλησιν, ὡς πηγὴ ἐλέους ἄφθονος, βλύζεις Θεοτόκε τοῖς ὑμνοῦσί σε.
Θεοτοκίον.
Συμπαθ
ῶς τῶν καλούντων σε, τὰ πρὸς σωτηρίαν πληροῖς αἰτήματα· διὰ τοῦτό σου τῇ χάριτι, ὦ Καστριανὴ, θερμῶς προστρέχομεν.