Τρίτη 18 Δεκεμβρίου 2012

ΠΑΡΑΚΛΗΣΗ TΩΝ ΕΝ ΜΕΓΑΡΩΝ ΔΕΚΑ ΜΑΡΤΥΡΩΝ

(01/02)
(ποίημα Ἰσιδώρας Μοναχῆς)
Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ Ὅ τὸ Θεὸς
Κύριος καὶ τὰ ἑξῆς:

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Χαρμονικῶς Ἀδριανὸν εὐφημοῦμεν, σὺν Ἰακώβῳ Σεραφεὶμ καὶ Σαράντῃ, Βασίλειον Δημήτριον, Δωρόθεον ὁμοῦ· Πλάτωνα καὶ τὸν Πολύευκτον, καὶ Γεώργιον πάντες· χάριν ἀρυόμενοι, ἐκ τῶν σεπτῶν λειψάνων, χαίροις βοῶντες πάνσεπτε δεκάς, θείων Μαρτύρων, Μεγάρων τὸ καύχημα.

Δόξα. τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὑ σιωπήσωμέν ποτε Θεοτόκε...
Καὶ ἀρχόμεθα τοῦ Κανόνος, οὗ ἡ ἀκροστιχίς: Τῶν Μεγάρων τιμῶ δέκα Μάρτυρας θείους»

Ἦχος πλ. δ´. Ωδὴ α´. Ὑγρὰν διοδεύσας...
Τριάδα τὴν θείαν ἐκδυσωπῶ, λιταῖς εὐπροσδέκτοις δεκαρίθμων συναθλητῶν, τὴν χάριν διδόναι μοι καὶ σθένος· τοῦ μελωδεῖν τὰ λαμπρὰ αὐτῶν τρόπαια.

Ὡς λύχνοι ἡλίου τρισοφαοῦς, πίστεως τὸ φέγγος ἀπαστράπτετε τηλαυγῶς, καρδίαν διὸ αὐγάσατέ μου· τῆς μετανοίας φωτὶ θεῖοι Μάρτυρες.

Νικήσαντες πλάνην τοῦ δυσμενοῦς, Κυρίου ὁπλῖται ἐν σταδίῳ ἀθλητικῷ, ζωῆς ἠξιώθητε ἀλήκτου· τὸν θησαυρὸν τῆς ζωῆς καταγγέλοντες.
Θεοτοκίον.
Μαρτύρων ἡ δόξα καὶ χαρμονή, ὑπάρχεις Παρθένε Θεοδόξαστε Μαριάμ, τῆς δόξης μετόχους διὸ δεῖξον, τοὺς προσκυνοῦντας ἐν πίστει τὸν τόκον Σου.

Ωδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἐκ τιμίων λειψάνων ἀρτιφανῶς, ἔβλυσε πλοῦτος θεοσδότων χαρίτων ἔνδοξοι Μάρτυρες, καὶ κατευφραίνει ψυχάς, τῶν προσιόντων ἐν πίστει, καὶ Ὑμῶν τὴν πάντιμον, τιμώντων ἄθλησιν.

Γεγηθότες βοῶμεν χαίροις δεκὰς ἔνδοξε, ἅμα Ἰακώβῳ Σαράντῃ, κλεινὲ Δωρόθεε, σὺν Δημητρίω ὁμοῦ, Ἀδριανῷ Γεωργίῳ, Σεραφεὶμ Βασίλειε, Πλάτων Πολύευκτε.

Ἀσωμάτων Χορεῖαι Ὑμᾶς στεῤῥοὶ Μάρτυρες, πάλαι ἀνδρικῶς ἐναθλοῦντας, ὁρῶσαι ἔχαιρον, καὶ τοὺς στεφάνους λαμπρῶς, ἐτοιμασθέντας παρέσχον, ἐκ χειρὸς τοῦ Κτίσαντος, Ὃν ἐδοξάσατε.
Θεοτοκίον.
Ῥητορεύσεις ἁπάντων τῶν προφητῶν Δέσποινα, πέρας ἐπὶ Σοι Θεοτόκε, σαφῶς εἰλήφασι, τὸν τοῦ παντὸς Ποιητήν, τίκτεις ἀφράστως γὰρ Κόρη, ἐν δυσὶ ταῖς φύσεσι, καὶ ταῖς θελήσεσι.

Ἱκέτευε, δεκὰς Μαρτύρων Τριάδα τὴν Παναγίαν, τὴν δεκάδα τῶν ἐντολῶν τηρεῖν ἀπαράτρωτον, καὶ νόμου δοτῆρα ἡμᾶς λατρεύειν.

Ἐπίβλεψον ἐν εὐμενεία...

Κάθισμα Ἦχος β´. Πρεσβεία θερμή.

Γεώργιον νῦν, Σαράντη καὶ Δωρόθεον, κλεινὸν Σεραφείμ, Βασίλειον Πολύευκτον, εὐκλεῶς ἀθλήσαντας· σὺν Ἰακώβῳ Πλάτωνα, ᾄσμασι, Ἀδριανὸν Δημήτριον πιστοί, δεκάδα Μαρτύρων ἀνυμνήσωμεν.


Ωδὴ δ´. Εἰσακήκοα Κύριε.
Ὡς πικρὰς ἀθεότητος, λύσαντες χειμῶνα ἥδιστοι Μάρτυρες· πρὸς τὸ ἔαρ θείας πίστεως, τοὺς Ὑμᾶς φιλοῦντας ὁδηγήσατε.

Νεανίαι ὡς ἄριστοι, καὶ τοῦ Ἀθλοθέτου ἱππεῖς ἀήττητοι· τὴν ψυχήν μου νεουργήσατε, καὶ παθῶν ἱππεύειν ἀξιώσατε.

Τυραννούντων προστάγματα, εὐθαρσῶς γενναῖοι κατεφρονήσατε· τοῖς θεσπίσμασιν ὑπείκοντες, τοῦ εἰς τοὺς αἰῶνας Βασιλεύοντος.
Θεοτοκίον.
Ἱλαστήριος πέφυκας, τῶν ἁμαρτανόντων λιμὴν Πανάμωμε· ἐν ταῖς ζάλαις καὶ ταῖς θλίψεσι, ὅθεν πάντες πόθῳ Σοι προστρέχομεν.

Ωδὴ ε´. Φώτισον ἡμᾶς.
Μύρα δαψιλῶς, ἐκ λειψάνων θείων βλύζουσι, καὶ θαυμάτων ἀξιέραστος πληθύς, τοῖς προσιοῦσι, μετὰ πίστεως προχέεται.

Ὥσπερ ἀῤῥαγῆ, καὶ ἀπόρθητα προπύργια, Μεγαρεῦσι ἐν πολέμοις καὶ δεινοῖς, Μάρτυρες δέκα, ἀναφαίνεσθε ὑπέρμαχοι.

Δόξαν τοῦ Θεοῦ, μαρτυρεῖτε ἐν τοῖς πέρασι, Οὐρανοῦ ὥσπερ ἀστέρες φαεινοί, καὶ τοῦ Σωτῆρος, συγκατάβασιν τὴν ἄῤῥητον.
Θεοτοκίον.
Ἔρεισμα στεῤῥόν, θεῖοι Μάρτυρες ἐκτήσαντο, τὴν πρεσβείαν Σου Παρθένε Μαριάμ, Αὐτῶν πρεσβείαις, ἐν τῇ πίστει ἡμᾶς στήριξον.

Ωδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Κηρύξαντες, τὸν Χριστὸν ἑνώπιον, τῶν ἀνόμων δέκα Μάρτυρες θεῖοι, τὰς ἀπειλάς, εἰς οὐδὲν λογισθέντες, πρὸς τὰς βασάνους ἀτρόμως ἐχώρησαν, καὶ ἔλαβον ὡς ἀληθῶς· τῆς ἀφθάρτου εὐκλείας τὰ ἔπαθλα.

Ἀνέτειλε, ὡς ἀστὴρ δεκάφωτος, Μεγαρέων τῇ σεπτῇ Ἐκκλησίᾳ, ἡ τηλαυγής, τῶν Μαρτύρων χορεία, καὶ ἀθεΐας τὸ σκότος διέλυσε· τὸ φέγγος θείων Ἐντολῶν, τοῖς πιστοῖς ἐμφανῶς διαγγέλουσα.

Μαράναντες, ἀπιστίας ἄκανθαν, καὶ τῆς πλάνης τῶν εἰδώλων φυτείαν, οἱ τοῦ Χριστοῦ, δέκα Μάρτυρες θεῖοι, τοῦ Παραδείσου ὡς ἄνθη ἀνέθαλον, εὐωδιάζοντες ἡμᾶς· εὐωδίᾳ ἐνθέῳ καὶ κρείττονι.
Θεοτοκίον.
Ἀγγέλων Σύ, τοὺς χοροὺς ἐξέστησας, τῷ καινῷ καὶ ἀποῤῥήτῳ Σου τόκῳ· ὅτι Θεόν, ἐσωμάτωσας Κόρη, Ὃν Ἀσωμάτων αἱ τάξεις λατρεύουσι, Τοῦτον δυσώπησον Ἁγνή· τοῦ σωθῆναι ἡμᾶς τοὺς ὑμνοῦντάς σε.

Ἱκέτευε, δεκὰς Μαρτύρων Τριάδα τὴν Παναγίαν, τὴν δεκάδα τῶν ἐντολῶν τηρεῖν ἀπαράτρωτον, καὶ νόμου δοτῆρα ἡμᾶς λατρεύειν.
Ἄχραντε ἡ διὰ λόγου....

Κοντάκιον. Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.

Τῶν Μαρτύρων τὴν σεπτὴν δεκάδα τιμήσωμεν, τῶν ἀτρώτως πρὸς στεῤῥοὺς ἀγῶνας χωρήσαντας, ὡς Δεσπότην ὑπερτελῶς γινώσκοντας ἀεί· διὸ ἅπαντες, χαρμονικῶς, ἀναβοήσωμεν Αὐτοῖς, ἐκτενῶς ἱκετεύσατε· Μάρτυρες τὸν Σωτῆρα, διδόναι τὴν σωτηρίαν, τοῖς προσκυνοῦσιν εὐλαβῶς, τῶν Λειψάνων θείαν Λάρνακα.

Προκείμενον. Ἦχος δ´: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. (κα΄ 12-19)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλούσι γάρ ἐφ’ ὑμᾶς τάς χείρας αὐτῶν καί διώξουσι, παραδίδοντες εἰς συναγωγᾶς καί φυλακάς,ἀγομένους ἐπί βασιλεῖς καί ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δέ ὑμίν εἰς μαρτύριον. Θέσθε οὔν εἰς τάς καρδίας ὑμῶν, μή προμελετᾶν ἀπολογηθῆναι· ἐγώ γάρ δώσω ἠμίν στόμα καί σοφίαν, ἤ οὐ δυνήσονται ἀντειπεῖν, οὐδέ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμίν. Παραδοθήσεσθε δέ καί ὑπό γονέων καί ἀδελφῶν καί συγγενῶν καί φίλων, καί θανατώσουσι ἐξ ὑμῶν· καί ἔσεσθε μισούμενοι ὑπό πάντων διά τό ὄνομά μου· Καί θρίξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μή ἀποληται. Ἐν τή ὑπομονή ὑμῶν κτείσασθε τάς ψυχᾶς
ὑμῶν.

Δόξα: Ταῖς τῶν σῶν Μαρτύρων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...
Δεῦτε ἀνυμνήσωμεν, τὴν τῶν Μαρτύρων δεκάδα, Σεραφεὶμ πανάριστον, θαυμαστὸν Δωρόθεον καὶ Ἰάκωβον, Ἀθλητῶν καύχημα, τὸν στεῤῥὸν Σαράντη, καὶ σὺν τούτοις τὸν Δημήτριον, κλεινὸν Βασίλειον, τὸν τῆς Βασιλείας ἐπώνυμον, Πολύευκτον Γεώργιον, καὶ Ἀδριανὸν καρτερόψυχον, Πλάτωνα σὺν τούτοις, Μεγάρων ἀντιλήπτορας θερμούς, τοὺς δυνατῶς ἱκετεύοντας, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ωδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥαντισμῷ τῶν αἱμάτων, τῶν Μεγάρων τὴν χθόνα Ὑμεῖς ἠρδεύσατε, πλουσίως ἀποδόντες, καρπὸν τοῦ Μαρτυρίου, καὶ τὴν χάριν τοῖς ψάλλουσιν ὡς θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Αὐτοῦ Ἁγίοις.

Τοῦ Σταυροῦ τὴν ῥομφαῖαν, ὡς στεῤῥὰν πανοπλίαν ἔχοντες Μάρτυρες, τὰ βέλη τοῦ δολίου, καρδίαν τε τελείως, τὴν αὐτοῦ κατεβάλατε· ἐπινικίους ᾠδάς, ἀπαύστως μελωδοῦντες.

Ὑπελθόντες προθύμως, τὰς πικρὰς ἀλγηδόνας οἱ θεῖοι Μάρτυρες, χαρᾶς κατατρυφῶσι, καὶ θείας εὐφροσύνης, ἐκβοῶντες τῷ Κτίσαντι· δέχου ἡμᾶς Ἀγαθέ, σὸν κράτος ἀνυμνοῦντας.
Θεοτοκίον.
Ῥυπωθεῖσαν τὴν φύσιν, τῶν ἀνθρώπων Παρθένε σὺ ἐκαινούργησας, τεκοῦσα ὑπὲρ φύσιν, Ἀδὰμ τὸν νέον Κόρη, ὁ Πατὴρ ὡς ηὐδόκησε Τοῦτον ἀπαύστως Ἁγνή, ὑπὲρ ἡμῶν δυσώπει.

Ωδὴ η´. Τὸν Βασιλέα...
Ἀξιωθέντες, τῷ Βασιλεῖ, τῶν αἰώνων, στρατευθῆναι αἰώνιον δόξαν, Μάρτυρες κληροῦσθε, φωτὸς εἰς τὰς ἐπαύλεις.

Στολὴν τὴν θείαν, ἐξωραΐσαντες πόνοις, Ἀθληταὶ καὶ ποικίλαις βασάνοις, τῷ ὡραίῳ κάλλει, παρίστασθε Δεσπότῃ.

Θησαυρισμάτων, τῶν θεϊκῶν ὡς ταμεῖα, θησαυρὸν δαψιλῶς χορηγεῖτε, Μάρτυρες τοῖς πίστει, Ὑμᾶς ὑμνολογοῦσιν.
Θεοτοκίον.
Ἐλευθερίαν, Σὺ τοῖς βροτοῖς ἐδωρήσω, τῷ καινῷ καὶ ἀσπόρῳ σου Τόκῳ, Πάναγνε Μαρία, ἀπαύστως Ὃν δυσώπει.

Ωδὴ θ΄. Κυρίως Θεοτόκον...
Ἱστίῳ Μαρτυρίου, ἔνδοξοι ὁπλῖται, πρὸς τὸν λιμένα τὸν θεῖον, τὸ σκάφος ψυχῆς, ἐγκαθωρμίσαντες πᾶσι γαλήνην νέμουσιν.

Ὀχύρωμα καὶ τεῖχος, πόλις τῶν Μεγάρων, Μαρτύρων τάφους πλουτοῦσα, βοᾶ τῷ Χριστῷ· ἐκ τῶν κινδύνων Οἰκτίρμον, λαόν Σου φύλαττε.

Ὑψώσαντες ἐν βίῳ, Κύριον τῆς δόξης, ἐχθροῦ ἐπάρσεις καθεῖλον, στεῤῥοὶ Ἀθληταί, τῷ Ὑψωθέντι ἐν ξύλῳ, ψυχὰς ἀνάγοντες.
Θεοτοκίον.
Σωτήριος Σὺ πύλη, πάντας ὁδηγοῦσα, πρὸς παραδείσου τὸ πλάτος, ὑπάρχεις Ἁγνή, τῆς μετανοίας τὰς πύλας, ἡμῖν διανοιξον.

Ἄξιόν ἐστι. Καὶ τὰ Μεγαλυνάρια. ὧν ἡ ἀκροστιχὶς: Ἰσιδώρας.
Ἰάσεων κρήνη ὡς διαυγής, λάρναξ τῶν Μαρτύρων νοσημάτων παύει αὐχμόν, καὶ ψυχὰς ἀρδεύει, τῇ θείᾳ εὐφροσύνῃ, χαρίτων καλλιῤῥόων τοῦ θείου Πνεύματος.

Συμφώνως αἰνέσωμεν οἱ πιστοί, τὴν θείαν δεκάδα τῶν γενναίων συναθλητῶν, τὴν τὸ θεῖον Κράτος αἰνοῦσαν εἰς αἰῶνας, Τριάδος τε τὴν αἴγλην, τρανῶς κηρύττουσαν.

Ἰακωβον ᾄσμασιν ἱεροῖς, ἅμα Δωροθέῳ Σεραφείμ τε τῷ θαυμαστῷ, πάντες συνελθόντες, τιμήσωμεν ἐκ πόθου, αὐτῶν σηκὸν τὸν θεῖον κατασπαζόμενοι.

Δημήτριος χάριν πᾶσι πιστοῖς, σὺν τῷ Βασιλείῳ τῷ συνάθλῳ τῷ εὐκλεεῖ, ἄμετρον δωρεῖται, τοῖς πόθῳ προσιοῦσι, τῷ θείῳ αὐτῶν τάφῳ, ζωὴν ἐκβλύζοντι.

Ὡς πλοῦτος ἀσύλητος τὰ ὀστᾶ, τοῦ σεπτοῦ Σαράντη πεφανέρωνται θαυμαστῶς, δεῦτε κατὰ χρέος, αὐτοῦ τῷ θείῳ οἴκῳ, προσέλθωμεν χειμάῤῥουν τρυφῆς ἀρύσασθαι.

Ῥόδα ἐπιῤῥέοντα χαρμονήν, παραδείσου Πλάτων καὶ Πολύευκτος σὺν αὐτῷ, ἅμα Γεωργίῳ, Ἀδριανὸς ὁ θεῖος, Μαρτύρων καλλινίκων τετρὰς ἡ ἔνδοξος.

Ἁγίων Ἀγγέλων αἱ στρατιαί, ἔχαιρον ὁρώσαι τοὺς γενναίους συναθλητάς, πίστει συνδεθέντας, ἀνδρείᾳ ὁπλισθέντας, Χριστόν τε ἐν σταδίῳ ὁμολογήσαντας.

Σκίρτα καὶ ἀγάλλου πόλις λαμπρά, ἡ τῶν Μεγαρέων, ὡς ἀπόρθητα ὀχυρά, Μάρτυρες οἱ δέκα, φρουροῦσι γὰρ ἀπαύστως, ἐχθρῶν ἐξ δρωμένων καὶ ἀοράτων σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...

Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τῶν Μαρτύρων δεκάδα δεῦτε πάντες ὑμνήσωμεν, ἅμα Δωροθέῳ τῷ θείῳ Σεραφεὶμ καὶ Ἰάκωβον, Δημήτριον Βασίλειον κλεινόν, Πολύευκτον καὶ Πλάτωνα ὁμοῦ, σὺν Σαράντῃ Γεωργίῳ τε τῷ στεῤῥῶ, Ἀδριανὸν κραυγάζοντες· χαίρετε Μάρτυρες Χριστοῦ, χαίρετε πύργοι ἄσειστοι· πόλιν Μεγάρων ἀσφαλῶς, εὐχαῖς Ὑμῶν τειχίσατε.

Εἶτα ὑπὸ τοῦ Ἱερέως, Ἐκτενὴς καὶ ἀπόλυσις. Πρὸ δὲ τοῦ δι᾿ εὐχῶν ψάλλομεν τὸ ἑξῆς: Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Χαίροις, ὦ Δωρόθεε σεπτέ, καὶ Ἀδριανὲ καρτερόφρον, καὶ Σεραφεὶμ θαυμαστέ, χαίροις ὦ Πολύευκτε, στεῤῥὲ Γεώργιε· καὶ Ἰάκωβε ἔνδοξε, Χριστοῦ στρατιῶτα, χαίροις ὦ Βασίλειε, κλεινὲ Δημήτριε· χαίροις, θεηγόρε Σαράντη, Πλάτων ἱερώτατε χαίροις, χαίρετε Μεγάρων Θεῖοι Μάρτυρες.
Δίστιχα.
Ὑμῶν ἰσχύϊ Μάρτυρες τὸν ὕμνον περαιώσας,
δῶρον προσφέρω ταπεινὸν καρδίας εὐγνωμόνου.

Τῇ πρεσβείᾳ Κύριε κλεινῶν Μαρτύρων δέκα,
τῇ ψυχή μου δώρησαι ἐλέους σου τὰ ῥεῖθρα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου