Τρίτη 28 Αυγούστου 2018

Χαιρετισμοί στον Άγιο Ιωάννη τον Πρόδρομο και Βαπτιστή




Ο ἱερεύς:
Ε
ὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κοντάκιον
῏Ηχος πλ. δ´.
Τ
ῇ Υπερμάχῳ Στρατηγῷ…

Τ
ῷ ὑπὲρ πάντας ἀληθῶς Αγίους μείζονι, ὁ ὑπὲρ πάντας ἁμα­ρτὼν τοὺς ἁμαρτήσαντας, τὸ ἐφύμνιον προσφέρω σοι Ιωάννη,
ὡς οὖν ἔχων παρρησίαν πρὸς τὸν Κύριον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε κήρυξ τῆς χάριτος.

῎Αρχομαί σοι τὸν ῞Υμνον, Θεοΰμνητε Μάκαρ, χαρᾷ συνειλημμένος καὶ φόβῳ·
Στίχ. Βαπτιστ
ὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
῎Αρχομαί σοι τὸν ῞Υμνον, Θεοΰμνητε Μάκαρ, χαρᾷ συνειλημμένος καὶ φόβῳ·
Στίχ. Βαπτιστ
ὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
῎Αρχομαί σοι τὸν ῞Υμνον, Θεοΰμνητε Μάκαρ, χαρᾷ συνειλημμένος καὶ φόβῳ·
Στίχ. Βαπτιστ
ὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ε
ὐφημῶν γὰρ ἥδομαι τὰ σά, ἀπορῶν δὲ λόγου δειλιῶ Πρόδρομε, αὐτὸς δὲ ἐνισχύων με παράσχου ἐπαξίως λέγειν·
Χα
ῖρε, δι’ οὗ ἡ χαρὰ ἐφάνη· χαῖρε, δι οὗ ἡ ἀρὰ ἐφθάρη.
Χα
ῖρε, τῶν περάτων γῆς ὁ Διδάσκαλος· χαῖρε, τῶν τεράτων Χριστοῦ ὁ προάγγελος.
Χα
ῖρε, μῆκος ἁγιότητος φθάνων μέχρις οὐρανοῦ· χαῖρε, πλάτος καθαρότητος ἁγιάζων πᾶσαν γῆν.
Χα
ῖρε, ὅτι Τριάδα τὴν Αγίαν κατεῖδες· χαῖρε, ὅτι δυάδα ὑλικὴν ὑπερεῖδες.
Χα
ῖρε, ἀστὴρ δεικνύων τὸν ῝Ηλιον· χαῖρε, φωστὴρ φωτίζων ὑφήλιον.
Χα
ῖρε, δι οὗ ὁ Χριστὸς ἐμηνύθη· χαῖρε, διοὗ ὁ σατὰν ἐμισήθη.
Χα
ῖρε, κήρυξ τῆς χάριτος.

Βλέπων γένος
ἀνθρώπων κείμενον ἀπανθρώπως, ἀνίσταται Θεὸς φιλανθρώπως, καὶ θελήσας πέμψαι τὸν Υἱόν,
ἐκκαθάραι πάντα τὸν ἰὸν τοῦ ὄφεος, προσέπεμψε τὸν Πρόδρομον, κηρύξαι τοῖς ἀνθρώποις λέγειν·
Αλληλούϊα

Γέννησιν Ζαχαρίας θυμιάματος
ὥρα, μανθάνει τοῦ υἱοῦ δι Ἀγγέλου· οἷς δ ἠπίστησε τούτω λαλῶν κατακέκριται μή τι λαλεῖν·
βλέψας δ
ὲ τὴν ἔκβασιν τῶν λόγων τοῦ Ἀγγέλου, τὸ λαλεῖν λαμβάνει.
Χαῖρε, ἡ θύρα τῆς σωτηρίας· χαῖρε, ἡ λύρα τῆς Εκκλησίας.
Χα
ῖρε, Προφητῶν τοῦ Θεοῦ τὸ συμπέρασμα· χαῖρε, ἀρετῶν ἁπασῶν τὸ συμφόρημα.
Χα
ῖρε, Ἄγγελε ἐπίγειε παρουσίας τοῦ Χριστοῦ· χαῖρε, ἄνθρωπε οὐράνιε Βασιλείας τοῦ Θεοῦ.
Χα
ῖρε, τῆς ἐγκρατείας ὁ σοφὸς · χαῖρε, τῆς ἀκρασίας ὁ ὀξὺς ἀναιρέτης.
Χα
ῖρε, κρατὴρ τοῦ νέκταρος πάροχε· χαῖρε, λουτὴρ καθάρσεως πρόξενε.
Χα
ῖρε, πρηστὴρ καυστικὲ τῆς ἀπάτης· χαῖρε, λαμπτὴρ φαυστικὲ γῆς ἁπάσης.
Χα
ῖρε, κήρυξ τῆς χάριτος.

Δεξιο
ῦται ἀσμένως ἀσπασμῷ ἡ Παρθένος, ἰδοῦσα κυοφόρον τὴν στεῖραν· ὁ δὲ κήρυξ ἔνδον τῆς μηνός,
ἐπιγνούς τὸν ἔσω τῆς γαστρὸς Κύριον, ὡς ῥήμασι τοῖς ἅλμασι χρησάμενος ἐβόα λέγων·
Αλληλούϊα

Ἔχαιρον τῇ γεννήσει καὶ ἠρεύνων τὴν κλῆσιν, μαθεῖν οἱ συγγενεῖς Ιωάννου, γράμμασι δὲ ταύτην ἐκτυπῶν Ζαχαρίας,
τέως σιωπ
ῶν φθέγγεται, οἱ δὲ εὐθὺς ἐχάρησαν, ἐθαύμασαν βοῶντες οὕτω·
Χα
ῖρε, φωνὴν τοῦ Πατρὸς ὁ δήσας· χαῖρε, σιγὴν τοῦ αὐτοῦ ὁ λύσας.
Χα
ῖρε, τῶν ἀγόνων λαγόνων τὸ κύημα· χαῖρε, τῶν ἀκάρπων τὸ εὔκαρπον βλάστημα.
Χα
ῖρε, κύκλος ὁ εὐτόρνευτος κέντρον ἔχων τὸν Χριστόν· χαῖρε, κύκνος ὁ ἡδύφωνος πᾶσιν ᾄδων τὰ χρηστά.
Χα
ῖρε, ὁ ἐκ κοιλίας Μητρικῆς ἡγνισμένος· χαῖρε, ὁ πρὸ κοιλίας τῷ Θεῷ ἐγνωσμένος.
Χα
ῖρε, πηγὴ θαυμάτων ἀκένωτος· χαῖρε, πληγὴ δαιμόνων ἀνίατος. χριστιανος.gr
Χα
ῖρε, δι οὗ ἐφωτίσθη ἡ κτίσις· χαῖρε, δι οὗ ἐδοξάσθη ὁ κτίστης.
Χα
ῖρε, κήρυξ τῆς χάριτος.

Ζέων θυμ
ῷ ὁ Ηρώδης ἀνελεῖν ὁ ληρώδης, Χριστὸν ζητῶν τὰ βρέφη προστάττει· φθειρομένων δὲ τούτων πικρῶς,
Ιωάννης
ὁ θεῖος σοφῶς σέσωστο, κηρύξαι τὴν ἀπόρρητον Θεοῦ οἰκονομίαν λέγων·
Αλληλούϊα

῏Ηγεν ἐν τῇ ἐρήμῳ ἡλικίᾳ ἀνήβῳ, Ἄγγελος, τὸν Ἄγγελον φέρων, καὶ ὁποῖος ἔσται ἐννοῶν, τὸ μυστήριον οὐκ ἀγνοῶν ἥδετο, καὶ ᾄσμασιν ὡς στέμασι κατέστεφεν αὐ- τὸν κραυγάζων·
Χα
ῖρε, ἡ στήλη τῆς εὐσεβείας· χαῖρε, ἡ πύλη τῆς Βασιλείας.
Χα
ῖρε, Μωυσέως τοῦ πάλαι διάδοχε· χαῖρε, Βασιλέως τοῦ πάντων διάκονε
Χα
ῖρε, μάργαρον κρυπτόμενον ἐν τῷ λύθρῳ τῆς σαρκός· χαῖρε, ὄργανον κρουόμενον ἐν τῷ πλήκτρῳ τοῦ Θεοῦ.
Χα
ῖρε, ἄρτος στηρίζων νηστευόντων κοιλίας· χαῖρε, οἶνος ἡδύνων σωφρονούντων καρδίας.
Χα
ῖρε, Χριστοῦ ὁ φέρων τὸ τρόπαιον· χαῖρε, στερρὸν παθῶν ἀποτρόπαιον.
Χα
ῖρε, διοὗ τὰ ἀρχαῖα παρῆλθε· χαῖρε, διοὗ τὰ καινὰ ἐπεισῆλθε.
Χα
ῖρε, κήρυξ τῆς χάριτος.

Θαυμαστ
ὴ πάσῃ φύσει ὤφθη ὡς ὑπὲρ φύσιν, ἡ ἐν τῇ ἐρήμῳ σου μετοικία·
ἐκ μαστῶν γὰρ εὐθὺς Μητρικῶν πρὸς αὐτὴν μετέβης κατοικεῖν Πρόδρομε, οὐκ οἴνῳ οὐδὲ σίκερα, Θεῷ δὲ ἐντρυφῶν καὶ ψάλλων·
Αλληλούϊα

Ἴθυνάς σου τὸν δρόμον πρὸς Οὐράνιον δόμον, ἀσκήσεως ἐλθὼν πρῶτος δρόμον· καὶ λαμπρός τις γέγονας σοφέ, καὶ Χριστοῦ δὲ βίου ὑψηλοῦ Πρόδρομος, πρὸς ὃν ἴθυνας ἄπαντας ἀκούεις παρὰ πάντων οὕτω·
Χα
ῖρε, ἡ τέχνη τῆς ἐγκρατείας· χαῖρε, ἡ στάθμη τῆς ἀκριβείας.
Χα
ῖρε, τῆς ἀσκήσεως ἔμψυχον ἄγαλμα· χαῖρε, τῆς ἀθλήσεως θεῖον ἐκτύπωμα.
Χα
ῖρε, ὄρος ὁ ἀκρότατος παρθενίας ἀληθοῦς· χαῖρε, νόμος ἐνθεώτατος θεωρίας εὐαγοῦς.
Χα
ῖρε, ἀκτημοσύνης ὁ λαμπρὸς προηγήτωρ· χαῖρε, ἁγιωσύνης ὁ σοφὸς εἰσηγήτωρ.
Χα
ῖρε, κανὼν νηστείας Θεόσδοτος· χαῖρε, εἰκὼν ἁγνείας θεόγραφος. χριστιανος.gr
Χα
ῖρε, ὀρθῆς πολιτείας ὁ γνώμων· χαῖρε, σοφῆς προμηθείας νοήμων.
Χα
ῖρε κήρυξ τῆς χάριτος.

Κόσμου
ἡδυπαθείας καὶ σαρκὸς προσπαθείας, ἠλόγησαι καθάπαξ θεόφρον, καὶ ἀκρίδας εἶχές σου τροφήν, ἐκ καμήλου δὲ στολὴν Πρόδρομε, τοῦ πνεύματος οὐ σώματος ἐπίδοσιν ζητῶν καὶ λέγων·
Αλληλούϊα

Λύτρωσιν
ἁμαρτίας, Βάπτισμα μετανοίας, κηρύσσων ἦλθεν ὁ Ιωάννης, πᾶσι μετανοεῖτε βοῶν, βασιλεία γὰρ τῶν οὐρανῶν ἤγγικε, καὶ χάριν ἐχορήγησε πιστοῖς ὡς ἂν αὐτῷ βοῶσι·
Χα
ῖρε, βουλῆς τοῦ Θεοῦ ὁ μύστης· χαῖρε, οὐλῆς τῶν ψυχῶν ὁ ῥύστης. χριστιανος.gr
Χα
ῖρε, χελιδὼν ἡ τὸ ἔαρ μηνύσασα· χαῖρε, ἀηδὼν ἡ Χριστὸν κελαδήσασα.
Χα
ῖρε, νάμα ὃ ἐξέρρευσε θαυμασίως ἐξ Εδέμ· χαῖρε, πόμα ὃ ἀνέψυξε τοὺς τακέντας ἐξ Αδάμ.
Χα
ῖρε, ὁ τῶν παρόντων ἀμελῶν ὡς μὴ ὄντων· χαῖρε, ὁ τῶν μελλόντων φροντιστὴς ὡς μενόντων.
Χα
ῖρε, δι οὗ ὁ πίπτων ἀνίσταται· χαῖρε, διοὗ ὁ βάλλων ἀφίσταται.
Χα
ῖρε, ψυχὴν πρὸς Θεὸν ὁ ἐκτείνας· χαῖρε, ὁρμὴν τῆς σαρκὸς ὁ συστείλας.
Χα
ῖρε, κήρυξ τῆς χάριτος.

Μετανοίας τ
ὸν στάχυν, τῆς ἐρήμου ὁ στάχυς, κελεύει τοὺς ἀκάρπους ἐκφύειν, ἐκκαθάραι ἥκει γὰρ φησίν, ὁ τὸ πτύον ἔχων τῇ χειρὶ Κύριος, καὶ ἀχυρώδης καύσων, συνάξει δὲ ἐγκάρπους λέγων·
Αλληλούϊα

Νέαν θέλων
ὁ Κτίστης ἀναδείξαι τὴν φύσιν, τοῖς ὕδασιν αὐτὴν ἀναπλάττει, καὶ πρὸς τοῦτο φέρει συνεργόν, ὁ βουλήσει πάντα ἐνεργῶν Κύριος, Βαπτίσματος τὸν κήρυκα ᾧ πάντες οἱ πιστοὶ βοῶμεν.
Χα
ῖρε, φωνὴ τοῦ Θεοῦ Αγία· χαῖρε, σιγὴ τοῦ ἐχθροῦ τελεία.
Χα
ῖρε, τῆς οὐσίας βροτῶν τὸ κεφάλαιον· χαῖρε, παρουσίας Θεοῦ τὸ προοίμιον.
Χα
ῖρε, ὅτι ἐπεχώρησε πᾶσα χάρις ἐπὶ σοί· χαῖρε, ὅτι ὑπεχώρησε πᾶσα πλάνη διὰ σοῦ.
Χα
ῖρε, ὁ διαπτύσας τὰ ἡδέα τοῦ βίου· χαῖρε, ὁ διαλύσας τὰ πικρὰ τῶν ἐν βίῳ.
Χα
ῖρε, δι οὗ ἐδόθη μετάνοια· χαῖρε, δι οὗ ἐλύθη ἀπόνοια. χριστιανος.gr
Χα
ῖρε, Αμνὸν τοῦ Θεοῦ ὁ κηρύξας· χαῖρε, ἁγνὸν ὁ τὸν βίον τηρήσας.
Χα
ῖρε, κήρυξ τῆς χάριτος.

Ξένην κένωσιν βλέπων
ὁ βαπτίζων τοῦ Λόγου, ἐξίστατο καὶ ἵστατο λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ Σοῦ, καὶ σὺ βαπτισθῆναι πρὸς ἐμὲ γέγονας; ὁ δὲ θαρρεῖν ἐπέταξε καὶ ἔργον ἐκπληροῦντα, λέγων·
Αλληλούϊα

Ο χειρ
ὶ πάντα φέρων σῇ χειρὶ ὑποκλίνει, τὴν Κεφαλὴν Ιωάννη, οὐ καθάρσεως χρήζων αὐτός, ἀλλ Αδὰμ καθαίρων ἐν αὐτῷ· ὅθεν σοὶ ὡς λειτουργῷ τῆς χάριτος, χαρίζεται ἀκούειν ταῦτα.
Χα
ῖρε, Ἁγίων ἁπάντων μείζων· χαῖρε, Ἀγγέλων οὐδὲν ἐλάττων. χριστιανος.gr
Χα
ῖρε, γεννητοῖς γυναικῶν ὁ ὑπέρτερος· χαῖρε, γεννετῆς ἐξ αὐτῆς ὁ ὑπέρλαμπρος.
Χα
ῖρε, κάλαμε τῆς χάριτος νέον νόμον ἐκτυπῶν· χαῖρε, θάλαμε τοῦ Πνεύματος ἐκ πασῶν τῶν ἀρετῶν.
Χα
ῖρε, ὅτι ἐγένου γεηρῶν ὑπερόπτης· χαῖρε, ὅτι ἐφάνης Οὐρανίων ἐπόπτης.
Χα
ῖρε, ποιμὴν θρεμμάτων τοῦ Πνεύματος· χαῖρε, λιμὴν πνευμάτων ἀπείραστος.
Χα
ῖρε, ὁ ῥοῦς ὁ ἐκπλύνων τὰ πάθη· χαῖρε, ὁ νοῦς ὁ Θεοῦ βλέπων βάθη.
Χα
ῖρε, κήρυξ τῆς χάριτος.

Πόθος πέπεικεν α
ἴσχους, τὸν υἱὸν τῆς αἰσχύνης, εἱρκτῆ, τὸν Βαπτιστὴν κατακλεῖσαι·
κα
ὶ καλύψαι σπεύδων τὸ κακὸν ἔλαθεν, ἀρίδηλον αὐτὸ θέμενος, ὁ λόγος γὰρ οὐ δέδεται τοῖς ψάλλουσι Κυρίῳ οὕτως.
Αλληλούϊα

Ρήματά σου
ὡς βέλη δεδεγμένος Ηρώδης, κεντᾶται τὴν καρδίαν καιρίαν, οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπές εἰσιν ὀδυνηροὶ Πρόδρομε, καὶ θνήσκων ἀνομίᾳ οὐκ ἠνέσχετο βοᾶν σοι ταῦτα.
Χα
ῖρε, Αγίασμα ὁ παρέχων· χαῖρε, τὸ μίασμα ὁ ἐπέχων.
Χα
ῖρε, τῶν πιπτόντων βροτῶν ἡ ἀνόρθωσις· χαῖρε, προκοπτόντων Θεῷ ἡ βεβαίωσις.
Χα
ῖρε, ἄυλον ὡς ἄγγελος ἐν γῇ βίον μετελθών· χαῖρε, ἔνυλον ὡς δαίμονα τὸν Ηρώδην καθελών.
Χα
ῖρε, ὁ τῶν ἀρρήτων τοῦ Θεοῦ οἰκονόμος· χαῖρε, ὁ ἀπορρήτων ἀγαθῶν κληρονόμος.
Χα
ῖρε, καλῶν εὐωδίαν δωρούμενος· χαῖρε, κακῶν δυσωδίαν τροπούμενος.
Χα
ῖρε, δι οὗ ὁ Αδὰμ ἐνεδύθη· χαῖρε, δι οὗ ὁ σατὰν ἐγυμνώθη.
Χα
ῖρε, κήρυξ τῆς χάριτος.

Σέλας
ἡλίου δίκην ἔστιλβεν ὡς ἐκ δίσκου, τοῦ πίνακος ἡ θεία σου κάρα,
κα
ὶ τοῦ σκότους πᾶσαν τὴν ἰσχὺν ἡ ἀκτὶς ἀπήλασεν αὐτῆς Πρόδρομε, ἡμᾶς δὲ καθωδήγησε τῶν φώτων τῷ Πατρὶ κραυγάζειν·
Αλληλούϊα

Το
ῦ φωτὸς τὴν λυχνίαν ὁ τοῦ σκότους ἐργάτης, οὐκ ἔφερεν εἰς ἔλεγχον ἔχειν· ὡς γὰρ φίλος ἔργων σκοτεινῶν, παρουσίαν ταύτης σφαλερῶς ἤχθετο· διὸ ἐκ μέσου τίθησιν αὐτὸν μὴ συνιεὶς κραυγάζειν·
Χα
ῖρε, τὸ στέλεχος τῆς ἁγνείας· χαῖρε, ὁ ἔλεγχος τῆς λαγνείας.
Χα
ῖρε, τῶν βροτῶν καὶ Αγγέλων μεθόριον· χαῖρε, οὐρανοῦ καὶ τῆς γῆς τὸ ἐξαίσιον.
Χα
ῖρε, μέσος ὡς ἀνέτειλας τῶν Θεοῦ διαθηκῶν· χαῖρε, τέλος ὡς γεγένησαι τῶν γραφῶν τῶν νομικῶν.
Χα
ῖρε, ὁ τἀναντία εἰς ταὐτὸ καταμίξας· χαῖρε, ὁ ἀσαρκίαν ἐν σαρκὶ κατορθώσας.
Χα
ῖρε, βροντὴ τὸν κόσμον ἐκπλήττουσα· χαῖρε, βροχὴ τὴν κτίσιν ἀρδεύουσα.
Χα
ῖρε, δι οὗ εὐσεβεῖς φωταυγοῦνται· χαῖρε, δι οὗ ἀσεβεῖς πυρπολοῦνται.
Χα
ῖρε, κήρυξ τῆς χάριτος.

Ὕμνος ποῖος ἀρκέσει ἐφικέσθαι τοῦ ὕψους, τῆς σῆς Μεγαλωσύνης Προφῆτα;
ἢ ὑμνήσει τίς τῶν γηγενῶν ὃν ἁπάντων μείζονα Χριστὸς ἔδειξε; διὸ τὴν πίστιν δέδεξο τῶν μετὰ σοῦ βοώντων·
Αλληλούϊα

Φαεσφόρος
ὡς ὄρθρος τοῦ ἡλίου τῆς δόξης, κακίας με ἐξέγειρον ὕπνου, καὶ υἱὸν ἀνάδειξον γρηγοροῦντα ἔργοις φωτεινοῖς Πρόδρομε, ὡς ἂν φαιδρῷ προσώπῳ σοι καὶ γλώσσῃ γηθοσύνῳ κράξω.
Χα
ῖρε, πυρσὲ τῶν ἐν ζάλῃ ὄντων· χαῖρε, χρυσὲ τῶν πενίᾳ ζώντων.
Χα
ῖρε, λυπουμένων ταχεῖα παράκλησις· χαῖρε, πλανωμένων ἑτοίμη ἀνάκλησις.
Χα
ῖρε, πάντων εὐδυσώπητος πρὸς Θεὸν καταλλαγή· χαῖρε, πάντων εὐσυμπάθητος λυπηρῶν ἀπαλλαγή.
Χα
ῖρε, τῶν νοσημάτων τῶν πιστῶν ἡ ὑγεία· χαῖρε, τῶν μολυσμάτων τῶν αὐτῶν ἡ ἁγνεία.
Χα
ῖρε, πταιόντων θεῖον ἐξίλασμα· χαῖρε, πιπτόντων μέγα διάσωσμα.
Χα
ῖρε, ὁ πᾶσι τὰ πάντα παρέχων· χαῖρε, ἑκάστῳ τὸ πρόσφορον νέμων.
Χα
ῖρε, κήρυξ τῆς χάριτος.

Χάριτι παντελεί
ῳ Χαριτώνυμε κήρυξ, ψυχὴν μου χαριτώσαις καὶ φρένας, τῶν παθῶν τὸν ρύπον ἐξ αὐτῶν, μετανοίας γνώσει ἐξελθὼν ἅπαντα, καὶ δείξαις σῇ με χάριτι ἐπάξιον Θεῷ κραυγάζειν·
Αλληλούϊα

Ψώμισόν με Προφ
ῆτα τῆς ἀφθάρτου τραπέζης, ψιχίοις πεπτωκόσιν ὡς κύνα, ἐν λιμῷ γὰρ τήκομαι σφοδρῷ, σωτηρίου ἄρτου ἀπορῶν Πρόδρομε καὶ κόρεσον καρδίαν μου ὡς ἄν σοι εὐχαρίστως κραυγάζω·
Χα
ῖρε, σφραγὶς Προφητῶν Αγίων· χαῖρε, κρηπὶς Αποστόλων θείων.
Χα
ῖρε, νυμφοστόλε ὡραῖε τῆς χάριτος· χαῖρε, θεολόγε δογμάτων τοῦ Πνεύματος.
Χα
ῖρε, ὄμμα καθαρώτατον τὰ ἀθέατα ἰδών· χαῖρε, στόμα Αγιώτατον τὰ ἀπόρρητα εἰπών.
Χα
ῖρε, Πρόδρομε, Μάρτυς, Βαπτιστά, Φωνή, Λύχνε· χαῖρε, Πρόκριτε, Μάκαρ, Μηνυτά, Μύστα, Φίλε.
Χα
ῖρε, γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα· χαῖρε, νοὸς καὶ γλώττης ἐντρύφημα.
Χα
ῖρε, καινὲ πρεσβευτὰ καὶ μεσίτα· χαῖρε, ἐμοῦ ἐξαιρέτως προστάτα.
Χα
ῖρε, κήρυξ τῆς χάριτος.

῏Ω Προφῆτα Κυρίου, Μεγαλώνυμε κήρυξ, Αγίων ὑπερέκεινα πάντων·
Στίχ. Βαπτιστ
ὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
῏Ω Προφῆτα Κυρίου, Μεγαλώνυμε κήρυξ, Αγίων ὑπερέκεινα πάντων·
Στίχ. Βαπτιστ
ὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
῏Ω Προφῆτα Κυρίου, Μεγαλώνυμε κήρυξ, Αγίων ὑπερέκεινα πάντων·
Στίχ. Βαπτιστ
ὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ
ῇ μικρᾷ νῦν πρόσχες ἀπαρχῇ καὶ τῶν δεινῶν ἁπάσης ταραχῇς ῥῦσαί με καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως Θεῷ βοῶντα·
Αλληλούϊα

Κοντάκιον
῏Ηχος πλ. δ´.
Τ
ῇ Υπερμάχῳ Στρατηγῷ…
Τ
ῷ ὑπὲρ πάντας ἀληθῶς Αγίους μείζονι, ὁ ὑπὲρ πάντας ἁμαρτὼν τοὺς ἁμαρτήσαντας, τὸ ἐφύμνιον προσφέρω σοι Ιωάννη,
ὡς οὖν ἔχων παρρησίαν πρὸς τὸν Κύριον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι·
Χα
ῖρε, κήρυξ τῆς χάριτος.

Ο
ἱερεύς:
Δι ε
ὐχῶν τῶν Αγίων Πατέρων ἡμῶν, Κύριε Ιησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Αμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου