ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ
ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ
ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ
ΧΑΡΙΝ
ΕΧΟΥΣΑΝ ΑΠΑΛΥΝΑΙ ΣΚΛΗΡΑΣ ΚΑΡΔΙΑΣ
*
*
* * * * *
*
*
ΑΘΗΝΑΙ 2015
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ
ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ
ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ
ΧΑΡΙΝ
ΕΧΟΥΣΑΝ ΑΠΑΛΥΝΑΙ ΣΚΛΗΡΑΣ ΚΑΡΔΙΑΣ
Ποίημα Δρος
Χαραλάμπους Μ. Μπούσια
*****************************************************************************
Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ' ὃ τὸ
Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς·
Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν ἁπαλύνουσαν πιστῶν τὰς καρδίας
κεχερσωμένας καὶ
σκληρὰς καὶ ἀνίκμους
ἐξ ἁμαρτίας
μέλψωμεν, Παρθένον ἁγνήν,
ἧς ἑπτὰ
τιτρώσκουσι σπάθαι θείαν καρδίαν
καὶ αὐτῆς
προσπέσωμεν τῇ εἰκόνι βοῶντες·
Θεογεννῆτορ,
λύτρωσαι δεινῶν,
ἀτυχημάτων καὶ
θλίψεων δούλους σου.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε,
Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.
Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,
τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;
Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανὼν, οὗ ἡ
Ἀκροστιχίς·
"
Ἁπάλυνον, Μῆτερ, ἡμῶν σκληρὰς καρδίας. Χ."
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Ἁπάλυνον, Μῆτερ, ἡμῶν σκληρὰς
καρδίας εὐχαῖς
σου,
Θεοτόκε, σπάθαι
ἑπτὰ
καρδίαν ἡμῶν
ἀγνοημάτων
ἧς καὶ δεινῆς
συνηθείας τιτρώσκουσι.
Προβλήματα λῦσον, Μῆτερ Θεοῦ,
ἐγγάμων καὶ πλάνης
ἀποδίωξον τὴν
ἀχλὺν
ἐκ πάντων μορφὴν
τιτρωσκομένην
ὑπὸ σπαθῶν νῦν
ἑπτὰ προσκυνούντων σου.
Ἀντίληψις δούλων σου κραταιὰ
ὑπάρχουσα, Μῆτερ,
ἐπευλόγει
προσκυνητὰς
μορφῆς σου καρδίαν
τετρωμένης
ὑπὸ σπαθῶν νῦν
ἑπτά, παντευλόγητε.
Λαμπὰς προστασίας Χριστιανῶν,
διάλυσον ζόφον
βασκανίας, ἀδικιῶν
καὶ νόσων ἡμῶν ἀσπαζομένων
τὴν σὴν εἰκόνα
ἑπτὰ σπάθας φέρουσαν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπερεύχου σῶν δούλων,
Μῆτερ Θεοῦ,
ἄχραντε,
κατασπαζομένων
εἰκόνα
σὴν πανσεβάσμιον,
ἐν ᾗ καρδία ἡ σὴ
ὑπὸ σπαθῶν
τετρωμένη
νῦν ἑπτά,
Παντάνασσα,
δείκνυται,
πάναγνε.
Νικητὰς σοὺς οἰκέτας
κατὰ παθῶν,
Δέσποινα,
δεῖξον τοὺς πιστῶς
προσκυνοῦντας
θείαν εἰκόνα σου,
ὑπὸ σπαθῶν τὴν
ἑπτὰ
τιτρωσκομένην
καρδίαν,
ἐξ’ ἡμῶν,
Μητρόθεε,
φεῦ, ἀμπλακήματος.
Οἱ πιστοί, Θεοτόκε,
τὴν σὴν μορφήν,
ἄχραντε,
ὑπ’ ἑπτὰ σπαθῶν
τετρωμένην
κατασπαζόμενοι
σοὶ ἐκβοῶμεν
τρανῶς·
Τοῦ πονηροῦ ἐπηρείας
καὶ δεινῶν
διάσωσον
τοὺς εὐφημοῦντάς
σε.