Δευτέρα 18 Ιουνίου 2018

Κανών παρακλητικός είς τον άγιο Ιούδα τον Θαδαίο ( 19 Ιουνίουου)


Εὐλογήσαντος τοῦ ἱερέως λέγομεν τον Ψαλμόν 142.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σοῦ, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθησέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.β΄.Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.γ΄.Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Συνοδοιπόρος τοῦ Χριστοῦ θεοφόρος, πλουσίαν χάριν παρ’ Αὐτοῦ ἐκκομίσω, τοῦ ἐνεργεῖν παράδοξα Ἰούδα μοι· ὅθεν ταῖς πρεσβείαις σου, πολυμόρων κινδύνων, ἐκ παντοίων θλίψεων, καὶ δαιμόνων μαντείας, φύλαττε ζῶντας ἅπαντας ἡμᾶς, τοὺς σὲ μεσίτην πρὸς Κύριον ἔχοντας.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίω Πνεύματι. Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ ψαλμός.
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὑ ἡ Ἀκροστοιχίς: Εὐφρανον Θαδδαῖε θείᾳ χάριτί σου· Εὐάγγελον μέλψαντος τὴν ἄθλησίν σου.
Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐχθρῶν ἀνηκέστων τὰς προσβολὰς δεχόμενος Ἅγιε, τῇ θερμῇ σου ἐπισκοπῇ προσβλέπω δεόμενος, ῥυσθῆναι τῆς φοβερᾶς μοι θεάδελφε θλίψεως.
Ὑπάρχων πολύτιμος ἀρωγὸς, δαιμόνων φατρίας, καὶ ἁπάσης ἐπιδρομῆς, ἡμᾶς ἀκεραίους διατήρει, ταῖς σαῖς πρεσβείαις Θαδδαῖε μοι Ἅγιε.
Φλογίσματα πάθους ὡς ὑετὸς, ἡμῖν κατασβέσας καὶ χαρίεσαν τὴν ζωὴν, ὑπεσχέθης ἅπασι Θαδδαῖε, αἴτει ἡμῖν τῶν πταισμάτων τὴν ἄφεσιν.
Θεοτοκίον.
Ῥυσθῆναι ἡμᾶς ἐκ τοῦ πονηροῦ, τῶν πάντων προστάτις, Θεοτόκε χριστιανῶν, προστάτευε ἅπαντας Δέσποινα, τῶν ἀδυνάτων ψυχὰς προσελθόντων σοι.
Ὠδὴ γ΄. Οὐρανίας ἀψίδος.
Παθημάτων ποικίλων, καὶ φοβερῶν θλίψεων, πάντας θεραπεύσας θεόφρων, τοῖς προσελθόντας σοι, οὕτως ἀπάλλαξον, πάσης φροντίδος καὶ πόνου, Ἅγιε Θαδδαῖε μοι, τοὺς σὲ δοξάζοντας.
Πῦρ ὁ φθόγγος σου ὤφθη, καὶ δαψιλῶς φρίττουσι πάντων τῶν δαιμόνων τὰ στίφη, δυνάμει μείζονι· ὅθεν κατάστειλον, τὴν τῶν παθῶν ἡμῶν στήλην, Ἅγιε Ἰούδα μοι, τῆς παρουσίας σου.
Ἀσφαλέστατον τεῖχος, καὶ συμπαγὲς ἔρεισμα, καὶ ἀναψυχὴ ἐν ἀνάγκαις, καὶ καταστάσεσι, γενοῦ Ἰούδα μοι, τῇ ἀγαθῇ σου καρδίᾳ, σπεύδουσι ἑκάστοτε, οἱ σὲ δοξάζοντες.
Θεοτοκίον.
Ῥάβδος ὤφθης ἁγία, πάντας Χριστῷ ἄγουσα, ὥσπερ Ἠσαΐας προεῖπε, Ἁγίω Πνεύματι, Κόρη πανένδοξε· διὸ τῇ σῇ μεσιτείᾳ, τὸ σκιῶδες φώτισον τὴς διανοίας μου.
Διάσωσον, θαυματουργὲ καὶ θεόπτα πάσης ἀνάγκης, καὶ μαντείας τοῦ πονηροῦ ἀλγομήτορος, τοὺς σὲ τιμῶντες Θαδαῖε μοι ἀθλοφόρε.
Ἐπίβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου το άλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Κακίστου ἐχθροῦ, ἐδείχθης ἰσχυρότερος, καὶ πάντας σοφὲ, κατέπληξας τοῖς ἔργοις σου· καὶ νῦν μάκαρ προΐστασο, τῶν πιστῶς προσελθόντων ταῖς χεῖρες σου, καὶ τὸν Σωτήρα δυσώπει ἀεὶ, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.
Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θείαν χάριν δεξάμενος, τῇ διακονίᾳ Χριστοῦ πρεσβεύοντας, ἀπαυγάζεις τὴν ζωὴν ἡμῶν, μάκαρ μὴ παρίδης πάσης θλίψεως.
Ἀλγηδόνων παθήσεων, λύτρωσε Θαδαῖε μοι, τῇ πρεσβείᾳ σου, τοὺς προστάτην καὶ μεσίτην σε, κεχρισμένους μάκαρ πρὸς τὸν Κύριον.
Τεθνεότας σοι ἤγειρας, τῇ ζωοποιῷ ἐλεύσει σου Ἅγιε, οὕτω κράτησον Θαδδαῖε μοι, νεκρωθεῖσαν μάκαρ τὴν καρδίαν μου.
Θεοτοκίον.
Ἰησοῦν τὸν πανέντιμον, ὅν ἀκαταλήπτως Κόρη ἐκράτησας, καθικέτευε χαρίσασθαι, τῶν πλημμελημάτων ἡμῖν ἄφεσιν.
Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔχοντες τὴν σὴν, προστασίαν οὐ πτοούμεθα, τῶν δαιμόνων, καθ’ ἡμῶν τὰς προσβολὰς, διὰ τούτο σοι προσφεύγομεν Ἰούδα μοι.
Ἔλαμψας ὡς φῶς, καὶ ἀκτῖσι τῶν θαυμάτων σου, διαλύεις τὴν σκοτόδινον ἀεὶ, τῶν λαθῶν ἡμῶν Θαδδαῖε μοι λαμπρότατε.
Μέγας βοηθὸς, ἠξιώθης ἡμῖν Ἅγιε, διὰ τοῦτο σοὶ εὐχόμεθα θερμῶς, ἀνελοῦ ἡμᾶς κακώσεως καὶ θλίψεως.
Θεοτοκίον.
Ἄχραντε Ἀγνὴ, Θεοτόκε Ἀειπάρθενε, ἐξελοῦ ἡμᾶς πολλῶν τε πειρασμῶν, Σὺ εἷ Μήτηρ τοῦ Θεοῦ ἡμῶν Πανάγαθος.
Ὠδὴ στ΄. Τὴν δέησιν.
Σωμάτων, ἔκβαλε πόῤῥω τὰ ἄλγη τῶν πρὸς σὲ μετὰ σπουδῆς προσελθόντων, καὶ τῶν ψυχῶν ἀσωτείας τὸ βάρος, τὸ καταθλίβον ἡμᾶς ἀνακούφισον, Θαδδαῖε μοι θαυματουργὲ, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.
Ῥυσθῆναι, τοῦ μοχθηροῦ πανουργίας, καὶ ἅπάσης ἀπειλῆς καὶ κακίας, καὶ σκληροτάτων ἡμᾶς συμπτωμάτων, Χριστὸν δυσώπει παμμάκαρ Ἰούδα μοι, ὅτι ἀρίστην πρὸς Αὐτὸν παῤῥησίαν κρατεῖς ἁγιότατε.
Τοῖς πάθεσι δαψιλῶς, ἀστερόπτα, ἀνεδείχθης ἰατρὸς καὶ προστάτης, τῶν πληγωμένων θερμὸς ἀντιλήπτωρ, καὶ ἐλατὴρ τῶν δαιμόνων Θαδδαῖε μοι· προσφεύγοντες πάντες ὑμῖν, ἀρωγὴν καθ’ ἑκάστην προσμένομεν.
Θεοτοκίον.
Σοὶ πάντες, ἀναφωνοῦμεν Παρθένε, καὶ βοήθειαν ἑτοίμην ζητοῦντες, πάσης ἀνάγκης τῷ βίῳ καὶ πάντες, τῇ χάριτί σου ἐνθέως λυτρούμεθα, Θεοσωτῆρα Μαριάμ· διὰ τοῦτο ἀεὶ Σὲ γεραίρομεν.
Τὴν δέησιν ἐκχεῶ θεόπτα, πάσης ἀνάγκης, καὶ κακίας τοῦ μοχθηροῦ πολεμήτορος, καὶ δυσωπῶ σὲ θεάδελφε ἀθλοφόρε.
Ἄχραντε Ἁγνή Θεοτόκε ἀειπάρθενε, τήν νοσοῦσάν μου τοῖς πάθεσι ψυχήν, θερπαείας τῇ σῇ χάριτι ἀξίωσον.
Κοντάκιον. Ἦχος β΄. Τῆς τῶν αἱμάτων σου.
Τοῖς τῶν θαυμάτων σου μάκαρ πυρσεύμασιν ἀποδιώκεις παθῶν τὴν ἐπίθεσιν καὶ βρῶσιν καὶ χάριν οὐράνιον, καὶ χαρμοσύνην παρέχεις Θαδδαῖε μοι, διὸ ἐξυμνοῦμεν σοι ἅπαντες.
Προκείμενον: Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καί οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον· ἐκ τοῦ κατὰ Ματθαῖον
Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος ο Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε·
πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες· ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα Πατρί καί Υἱῷ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ ᾿Αποστόλου, πρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. ᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ῥήμασι ἐκόσμησας, τὴν σὴν ζωὴν φωτοδότα, καὶ πολλοὺς διέσωσας, λύσσης τοῦ ἀλάστορος τοῦ ἐχθρότατου· ἀφειδῶς πᾶσι γὰρ, δίδεις τὰς ἰάσεις· διὰ τοῦτό σοι δεόμεθα· ἴασαι Ἅγιε, τῆς ψυχῆς ἡμῶν τὴν κατήφειαν, καὶ λύτρωσαι τῶν θλίψεων, πάντας ἐξ ἡμῶν διαφύλαξον, εἰρήνην παρέχων ἡμῖν καὶ καλωσύνην ἀγαθὴν, ὧσπερ παμμάκαρ Θαδδαῖε μοι, ταῖς σαῖς ἀντιλήψεσι.
Ωδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀκαθάρτων δαιμόνων, σοὶ καθεῖλες παμμάκαρ πᾶσαν τὴν δύναμιν, πᾶσας τὰς μεθοδείας, αὐτῶν τᾶς ἀλλοτρίους ἑπιτυχῶς κατετρόπωσας, διὸ παράσχου ἡμῖν τὴν ἰατρείαν ταύτην.
Φωτισμὸν ἡμῖν αἴτει, καὶ δεινῶν προβλημάτων τὴν παλινόρθωσιν, καὶ βίου εὐπραξίαν, καὶ πᾶσαν εὐλογίαν, ἐκ Θεοῦ μάκαρ Ἅγιε, τοῖς προσελθοῦσι ἀεὶ, τῇ σῇ σεπτῇ πρεσβείᾳ.
Προκοπὴν μετανοίας, καὶ καρπούς μοι φανέρωσον μάκαρ Ἅγιε, δολείας ἁμαρτίας, ἐκβάλλων τὴν ἀπάτην, ὡς προστασίαν ἐδέχθημεν, Θαδδαῖε μοι ἐκλεκτὲ, Θεοῦ εὐλογητὸς εἷ.
Θεοτοκίον.
Ἐν ἀγκάλαις κρατοῦσα, ὥσπερ νήπιον Κόρη τὸν ἀπερίγραπτον, δεινῶν με τοῦ βελίαρ, διάσωσον ἐν τάχει, καὶ Θεῷ μοι συνέδεσε, δι’ ἐναρέτου ζωῆς, Παρθένε Θεοτόκε.
Ὠδὴ η΄. Τὸν Βασιλέα.
Σῶσον με μάκαρ, ἐκ τοῦ ἐχθροῦ μεθοδείας, καὶ διάσωσον ἀεὶ ἐξ ἁμαρτίας, τὴν καταστραφεῖσαν, Θαδδαῖε μοι, ψυχήν μου.
Ἀπὸ σκυμβάλων, καὶ μεθοδείας καὶ πλάνης, διαφύλαττε Θαδδαῖε ἀλωβήτους, τοὺς ἐπιζητούντας, τὴν σῆν ἐπιστασίαν.
Σωματικῶν μοι, καὶ ψυχικῶν παθημάτων, τήρει ἄτρωτον Θαδδαῖε μοι τρισμάκαρ, τοῦ καρκίνου πάθος, ἐν λόγῳ θεραπεύσας.
Θεοτοκίον.
Φώτισον Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, σβέσον πάθεσι καὶ πλείσταις ἁμαρτίαις, ἵνα σὲ δοξάζω, τὴν Κεχαριτωμένην.
Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Θαυμάτων ἐξαισίων, σὲ ὁμολογοῦμεν, μὴ διαλάθῃς παρέχων εὐδόκιμα, ἑνὶ ἑκάστῳ Θαδδαῖε μοι βοηθήματα.
Ὡς θεῖος τοῖς ἀνθρώποις, καὶ δεινὸς ἐκφάντωρ, θαυματουργὲ καὶ ἐξάρχα Θαδδαῖε μοι, ὑπὲρ ἡμῶν τὴν Τριάδα ἀεὶ ἱκέτευε.
Τριάδος νῦν τῷ θρόνῳ παρεστὼς τρισμάκαρ, εὐχετηρίους ἀφθόνως προσάγαγε, ὑπὲρ τῶν πάντων δεήσεις τῶν εὐλαβούντων σε.
Θεοτοκίον.
Ἀπάλλαξον τὸν νοῦν μου, Μῆτερ Θεοτόκε, ἐκ λογισμῶν ἀντιθέτων τοῦ πύθωνος, καὶ τὴν καρδίαν μοι Ἄχραντε διάσωσον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χάριν ἀναβλύζεις ζῶσα πηγὴ, καὶ τοὺς ἀσθενούντας, θεραπεύεις ὠς ἰατρός· δίδου ἡμῖν ῥῆσιν, ἀγάπην καὶ ὑγείαν, τρισμάκαρ Θαδδαῖε, τῇ ἀντιλήψει σου.
Θεῖος ἀνεδείχθης ὡς μαθητὴς, λαμπρότητα βίου, διαφαίνων ἀπὸ παιδὸς, καὶ τοῖς θαύμασί σου, πολλοὺς ζωοποιήσας, ἀξίως ἐφημίσθης, μάκαρ Ἰούδα μοι.
Χαίροις Ἀποστόλων ὁ ἀδελφὸς, καὶ τῶν Βασιλέων, ἐγκαλλώπισμα ἱερόν· χαίροις τῶν χαρίτων, ἡ ζωηφόρος κρήνη, Ἰούδα μοι τρισμάκαρ, πάντων βοήθεια.
Νόσους ἰατρεύεις ὀδυνηρὰς, καὶ καρκίνου νεῖκος, χαρισάμενος συμπαθῶς, δίδου ἡμῖν χἀριν, ἐν βίῳ καὶ ὑγείαν, Θαδδαῖε μοι παμμάκαρ, τῇ ἀντιλήψει σου.
Δίδου τὴν πρεσβείαν σου πρὸς Χριστὸν, τῷ πιστῷ λαῷ σου, σοὶ θεάδελφε ἱερὲ, δύναμιν καὶ πίστιν, ἀγάπην καὶ γαλήνην, καὶ πᾶσαν εὐθυμίαν, πρὸς βίον μείζονα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον.
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ')
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἑρήμου πολίτης
Θεαδέλφων τὸ μεῖον καὶ Μνηστῆρος τὸν δεύτερον, τὸν Θαδδαῖον ἔχων προστάτην γηθοσύνως δοξάσομεν· θαυμάτων γὰρ παρέχει δωρεὰς, καὶ πλήττει ἀσθενείας μιαρὰς, καὶ καρκίνον ἀπαλλάττει τῆς συνοχῆς, τοὺς εὐσεβῶς προστρέχοντας: δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Ἀπόλυσις, καὶ τὸ· ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Θεῖος ἀθλοφόρος γεγονὼς, καὶ θαυμάτων πλήθη δωρήσας, μάκαρ Θαδδαῖε μοι, πάσης καταστάσεως, καὶ ἀλγηδόνος πικρᾶς, καὶ δαιμόνων κακώσεων, καὶ κακοδοξίας, καὶ μαγείας λυτρώσας, τοὺς προσελθόντας σοι, ἔχεις γὰρ πολλὴν παῤῥησίαν, πρὸς τὸν Βασιλεά τῶν πάντων, ἐκζητῶν ἁπάντων τὰ αἰτήματα.
Πηγή: http://www.pistos.gr/orthodoxia/latreia/kanwn-paraklitikos-eis-ton-agio-iouda-ton-thadaio

Παρασκευή 15 Ιουνίου 2018

Ακολουθία Αγίου Παρθενίου νέο-ιερομάρτυρος του εν Πάτμω. ( 17 Ιουνίου)


(Χ. Μπούσιας, 2003)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Μετ τν Προοιμιακόν, ες τ Κύριε κέκραξα, στμεν στίχους δ΄, κα ψάλλομεν στιχηρ Προσόμοια. χος α΄. Πανεύφημοι Μάρτυρες
Παρθένιε Πάτερ ερέ, νήσου Πάτμου βλάστημα, τ Ζωοδόχ νήγειρας, Πηγ περίδοξος, μάνδραν νν ν κόλποις, χουσα τν τάφον σου, κα θήκη τν πανσέπτων λειψάνων σου, ς λβον συλον, κα τιμσαν μελωδήμασι, μελιῤῥύτοις, τν πάνσεπτον μνήμην σου.

Παρθένιε Μάρτυς θαυμαστέ, ν στέροις τεσιν, γαρ υἱῶν διεσκέδασας, δεινν σκοτόμαιναν, κα πικρς βασάνους, σπερ λλου πάσχοντος, πέμεινας κοπν γενειάδος σου, δεινν ξόρυξιν, φθαλμν σου κα πάλειψιν, δι’ λαίου, πληγν σου φε ζέοντος.

Παρθένιε τάφον σου σεπτόν, κα λειψάνων θήκην σου, τν χαριτόβρυτον παντες, κατασπαζόμενοι, ν τς Ζωοδόχου, τ Μον πληρούμεθα, χαρίτων μυστικς θείου Πνεύματος, Οπερ πολύτιμον, σκεος Πάτερ χρημάτισας, θλοφόρε, πανένδοξε πίστεως.

Παρθένιε Μάρτυς καρτερς, πόνους καθυπέμεινας, δυνηρος τς θλήσεως, π τς καράς σου, πεπυρακτωμένον, σκεος ες δακτύλους σου, καλάμων αχμηρν μάκαρ μπηξιν, ναπέμπων, Χριστ τ Σωτρί σου.

Δόξα. χος β΄.
Λελαμπρυσμένος αμασι μαρτυρίου, νλθες ες πόλον Χριστ συναγάλλεσθαι, νέε ερομάρτυς Παρθένιε, ταμς γρ χερσ βασανισθες νόμων, ερωσύνης σου ποδρες μάτιον πορφύρωσας, αμάτων σου είθροις πανσεβάσμιε, κλινς ον πομείνας χθρν τν κακότητα, κληρονόμος γέγονας τς τν ορανν βασιλείας, ς κα μς ξίωσον τος νυμνοντας τν μνήμην σου.

Κα νν. Θεοτοκίον.
Τν πσαν λπίδα μου...

πότιχα. χος β΄. Οκος το φραθ.
Χαίροις τ νεαυγές, τς νήσου Πάτμον στρον, Παρθένιε τρισμάκαρ, βολας καταυγάσας, αμάτων σου τ σύμπαντα.

Στ.: Δίκαιος ς φονιξ νθήσει κα σε κέρδος ν τ Λιβάν πληθυνθήσεται.
Χαίροις γαρ υἱῶν, πομεινας μένος, δι το Χριστο τν κλσιν, Μονς τς Ζωοδόχου, Πηγς δομτορ νθεε.

Στ.: Ο ερες Σου Κύριε νδύσονται δικαιοσύνην κα ο σιοί Σου γαλλιάσει γαλλιάσονται.
Θήκην τν εράν, τν σν λειψάνων Πάτερ, Παρθένιε ς λβον, τίμητον κατέχει, σεμνεον δόμησας.
Δόξα. Τριαδικόν.
Πάτερ σν τ Υἱῷ, κα Πνεύματι γί, Τρις περαγία, δοξάζομεν Σν κράτος, φαιδρος ψαλμος κα σμασι,

Κα νν. Θεοτοκίον.
Χαίροις Μτερ Θεο, Πηγ Ζωοδόχος, ες ν λαμπρν σεμνεον, δόμησεν ν Πάτμ, θλητς Παρθένιος.

Νν πολύεις. Τρισάγιον.

πολυτίκιον. χος πλ. α΄. Τν συνάναρχον Λόγον.
ερόθλε Πάτερ σεπτ Παρθένιε, Πατμίων καύχημα θεον, κα Ζωοδόχου Πηγής, τς Μονς δομτορ πάνσεπτε τιμντές σε, Νεομαρτύρων ς φανόν, παμφα κα ερόν, κοσμήτορα ερέων, θεοπειθες σου πρεσβείας, πρς τν Σωτρα ξαιτούμεθα.

Κυριακή 10 Ιουνίου 2018

Ακολουθία Αγίου Ζαφειρίου(11 Ιουνίου)

ΤΗ ΙΑ΄ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ
ΕΝΔΟΞΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΖΑΦΕΙΡΙΟΥ

* * *
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ιστώμεν στίχους Ϛ΄ και ψάλλομεν στιχηρά προσόμοια.
Ήχος.α΄.Των ουρανίων ταγμάτων.
Της εν Χριστώ ευσεβείας, μάρτυς Ζαφείριε, ακλόνητος εδείχθης, και στερρός θεολόγος,
αισχύνας θεοσόφως τους ασεβείς, τους μεγάλως βιάζοντας, σέ εξομόσαι και Αγαρ σκοτοειδούς,
λατρευτήν πιστόν γενέσθαι σε.
Ορθοδοξίας το γάλα, πιών μακάριε, καί εν τώ Όρει Αθω, διδαχθείς τα πρακτέα, ουδόλως εσαλεύθης εξ απειλών, και πολλών υποσχέσεων, εκ των θελόντων ελκύσαί σε δυσσεβώς, πρός Μωάμεθ την απώλειαν.
Ούτε νεότητος κάλλη, ουδέ προσπάθεια, πρός ηδονάς του βίου, νεομάρτυς Κυρίου, εξίσχυσαν πλανήσαι και εις βυθόν, ασεβείας κατάξαι σε, αλλ’ ως αφροί διελύθησαν ασεβών, αι παγίδες και τα ένεδρα.
Της παρανοίας Μωάμεθ, πλάνην εξήλεγξας, ενώπιον τυράννων, τού Σταυρού τη δυνάμει, Ζαφείριε τρισμάκαρ, και του Χριστού, ευθαρσώς την θεότητα, ομολογήσας ετμήθης την κεφαλήν, ειληφώς στέφος το άφθαρτον.
Ημισελήνου το σκότος, Μάρτυς διέφυγες, υιός φωτός υπάρχων, εξ αυτών των σπαργάνων, Ζαφείριε θεόφρον, μόνος φανείς, του Κυρίου υπέρμαχος, εξ ομηλίκων την πίστιν δυναστικώς, αρνηθέντων φεύ! σωτήριον.
Των αθλητών του Δεσπότου, χορούς κατηύφρανας, Ζαφείριε τελέσας, ανδρικώς τον αγώνα, εις ον ενέβαλέ σε, ο των ψυχών, προκαλών την απώλειαν, μεγαλοφώνως κηρύξας του Ιησού, πρό τυράννων την θεότητα.
Δόξα. Ήχος πλ.β΄.
Ορθοδοξίας τοίς δόγμασιν εκ βρέφους συντραφείς, και την ευσέβειαν εν τώ Αθωνι ευλαβώς ενδυναμώσας, ουκ εδειλίασας μεγαλοφώνως κηρύξαι Χριστού την θεότητα, προ των αθέων αγαρηνών. Όθεν του ψευδοπροφήτου την πλάνην ανδρείως απελέγξας, και των υπεσχημένων σοι απολαύσεων γενναιοφρόνως καταφρονήσας, το άφθαρτον στέφος απείληφας των μαρτύρων, Ζαφείριε θεομακάριστε. Όθεν τώ Κυρίω διά παντός παριστάμενος, μή παύση πρεσβεύων υπέρ των πίστει τελούντων, την ψυχοχαρμόσυνον μνήμην σου.
Και νύν. Θεοτοκίον ομόηχον (ή της προηγηθείσης εορτής).
Τις μή μακαρίσει σε, Παναγία Παρθένε; τις μή ανυμνήσει σου τον αλόχευτον τόκον; ο γάρ αχρόνως εκ Πατρός εκλάμψας Υιός μονογενής, ο αυτός εκ σου της Αγνής προήλθεν, αφράστως σαρκωθείς, φύσει Θεός υπάρχων, και φύσει γενόμενος άνθρωπος δι’ ημάς, ουκ εις δυάδα προσώπων τεμνόμενος, αλλ’ εν δυάδι φύσεων, ασυγχύτως γνωριζόμενος. Αυτόν ικέτευε, σεμνή Παμμακάριστε, ελεηθήναι τάς ψυχάς ημών.
Είσοδος. Φως ιλαρόν. Προκείμενον της ημέρας.
Τα μαρτυρικά αναγνώσματα
Προφητείας Ησαΐου το ανάγνωσμα.  (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τα έθνη συνήχθησαν άμα και συναχθήσονται άρχοντες εξ αυτών. Τις αναγγελεί ταύτα εν αυτοίς; ή τα εξ αρχής, τις ακουστά ποιήσει ημίν; Αγαγέτωσαν τους μάρτυρας αυτών, και δικαιωθήτωσαν, και ειπάτωσαν αληθή. Γίνεσθέ μοι μάρτυρες, και εγώ μάρτυς Κύριος ο Θεός, και ο Παίς, ον εξελεξάμην, ίνα γνώτε και πιστεύσητε, και συνήτε, ότι εγώ ειμι. Έμπροσθέν μου ουκ εγένετο άλλος Θεός, και μετ’ εμέ ουκ έσται. Εγώ ειμι ο Θεός, και ουκ έστι πάρεξ εμού ο σώζων. Εγώ ανήγγειλα και έσωσα, ωνείδισα, και ουκ ήν εν ημίν αλλότριος. Υμείς εμοί μάρτυρες, και εγώ Κύριος ο Θεός, ότι απ’ αρχής εγώ ειμι, και ουκ έστιν ο εκ των χειρών μου εξαιρούμενος. Ποιήσω, και τις αποστρέψει αυτό; Ούτω λέγει Κύριος ο Θεός, ο λυτρούμενος ημάς, ο Άγιος Ισραήλ.
Σοφίας Σολομώντος το ανάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαί εν χειρί Θεού, και ου μή άψηται αυτών βάσανος. Έδοξαν εν οφθαλμοίς αφρόνων τεθνάναι. Και ελογίσθη κάκωσις η έξοδος αυτών, και η αφ’ ημών πορεία σύντριμμα· οι δε εισιν εν ειρήνη. Και γάρ εν όψει ανθρώπων εάν κολασθώσιν, η ελπίς αυτών αθανασίας πλήρης. Και ολίγα παιδευθέντες, μεγάλα ευεργετηθήσονται· ότι ο Θεός επείρασεν αυτούς, και εύρεν αυτούς αξίους εαυτού. Ως χρυσόν εν χωνευτηρίω εδοκίμασεν αυτούς, και ως ολοκάρπωμα θυσίας προσεδέξατο αυτούς. Και εν καιρώ επισκοπής αυτών αναλάμψουσι, και ως σπινθήρες εν καλάμη διαδραμούνται. Κρινούσιν έθνη, και κρατήσουσι λαών και βασιλεύσει αυτών Κύριος εις τους αιώνας· οι πεποιθότες επ’ αυτόν, συνήσουσιν αλήθειαν, και οι πιστοί εν αγάπη προσμενούσιν αυτώ, ότι χάρις και έλεος εν τοίς οσίοις αυτού, και επισκοπή εν τοίς εκλεκτοίς αυτού.
Σοφίας Σολομώντος το ανάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εις τον αιώνα ζώσι, και εν Κυρίω ο μισθός αυτών, και η φροντίς αυτών παρά Υψίστω. Διά τούτο λήψονται το βασίλειον της ευπρεπείας, και το διάδημα του κάλλους εκ χειρός Κυρίου, ότι τη δεξιά αυτού σκεπάσει αυτούς, και τώ βραχίονι υπερασπιεί αυτών. Λήψεται πανοπλίαν τον ζήλον αυτού, και οπλοποιήσει την κτίσιν εις άμυναν εχθρών. Ενδύσεται θώρακα, δικαιοσύνην, και περιθήσεται κόρυθα, κρίσιν ανυπόκριτον. Λήψεται ασπίδα ακαταμάχητον οσιότητα· οξυνεί δε απότομον οργήν εις ρομφαίαν. Συνεκπολεμήσει αυτώ ο κόσμος επί τους παράφρονας· πορεύσονται εύστοχοι βολίδες αστραπών και ως από ευκύκλου τόξου των νεφών επί σκοπόν αλούνται, και εκ πετροβόλου θυμού πλήρεις ριφήσονται χάλαζαι. Αγανακτήσει κατ’ αυτών ύδωρ θαλάσσης· ποταμοί δε συγκλύσουσιν αποτόμως. Αντιστήσεται αυτοίς πνεύμα δυνάμεως, και ως λαίλαψ εκλικμήσει αυτούς, και ερημώσει πάσαν την γήν ανομία, και η κακοπραγία περιτρέψει θρόνους δυναστών. Ακούσατε ούν, βασιλείς, και σύνετε· μάθετε, δικασταί περάτων γής· ενωτίσασθε οι κρατούντες πλήθους, και γεγαυρωμένοι επί όχλοις εθνών, ότι εδόθη παρά Κυρίου η κράτησις υμίν, και η δυναστεία παρά Υψίστου.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
Ψάλλομεν στιχηρά ιδιόμελα

Παρασκευή 8 Ιουνίου 2018

Παρακλητικός Κανών εις Άγιον Λουκάν τον ιατρόν επίσκοπον Συμφερουπόλεως Κρυμαίας



Μετά το ευλογητόν, το Κύριε εισάκουσον. Είτα το, Θεός Κύριος, και το τροπάριον.

Ήχος δ. Ο Υψωθείς εν τω Σταυρώ.

Ως Ιεράρχης του Χριστού αιγληφόρος, και ιατρός των ασθενούντων μερόπων και πρεσβευτής Λουκά προς τον Φιλάνθρωπον, τους επιζητούντας σου την θεόσδοτον χάριν, μη ελλείπεις άγιε από πάσης ανάγκης και χαλεπών του βίου αναγκών διαφυλάττων ταις θείαις πρεσβείαις σου.

Δόξα. Και νυν. Θεοτόκιον. Ου σιωπήσομεν ποτέ Θεοτόκε

Ο Ν ψαλμός και ο Κανών

ΩΔΗ Α  Ήχος πλ. δ'. Υγράν διοδεύσας.

Αγιε του Θεού..
Λουκα αρχιθύτα τον Ιησούν, πάντοτε δυσώπει υπέρ πάντων υμών λιταίς ,νόσων λυτρωθήναι δυσιάτων, και δυσπραγίας του βίου πανόβλιε .

Aγιε του Θεού
Ορμάς τας άτακτους των ηδονών, Λουκά και εννοίας, ψυχοφθόρους των γεηρών, τη ση προστασία Ιεράρχα, εκ της ψυχής μου ανάσπασον πρόρριζον.

Δόξα Πατρί
Υφερπων δολίως ο πονηρός, προσβάλλει με όντως αρρωστήμασι τοις δεινοίς ,αλλ  ως θεοκίνητος ακέστωρ, την ιατρείαν Λουκά δος μοι τάχιστα.

Και νύν
Καμάτου του σώματος και ψυχής, τους δούλους σου μήτε, ελευθέρωσον σαις λιταίς και χάρισε πάσιν την ελπίδα του πλατυσμού και ανέσεως δέσποινα.

ΩΔΗ Γ  Ουρανίας αψίδος.

Aγιε του Θεού
Απορρήτως την χάριν, τα σα οστά δίδωσι, τοις προσερχομένοις εν πίστει, ταύτα ασπασασθαι εν Σαγματα τη μονή, και εν τη χώρα Ρωσίας, ως πηγή ζωής, Λουκά αοίδιμε.

Aγιε του Θεού
Ιαθήναι λιταις σου ,παρακαλώ άγιε , εκ της ταραχής του νοός μου και της δειλίας μου, συ γαρ ως εύτολμος εν τοις καιροις τοις εσχατοις, Χριστού την αλήθεια, Λουκά εκήρυξας.

Δόξα Πατρί
Αρχιθύτης υπάρχων, εν ουρανώ έπαρον, τας σεπτάς σου χείρας θεόφρον, προς τον Φιλάνθρωπο, απαλλαγήναι με, αμπλακημάτων παντοίων, ως αν την σωτήριον, τρίβον πορεύσομαι.
Και νύν

Tας συμβάσεις του βίου και δυσμενή σκάνδαλα, τας επιφοράς του βελίαρ και μηχανήματα γήινων θέλγητρα και των ματαίων ορέξεις αφ  ημών αποστησον Παντοβασίλισσα.

Διάσωσον ω Ιεράρχα Λουκά τους σε ανυμνούντας εκ κνδύνων και πονηρών καταστάσεων και εκ των νόσων κατ αμφω σημειοφόρε.

Επίβλεψον εν ευμενεία Πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Αίτησις και το κάθισμα.
Πρεσβεία θερμή