Δευτέρα 20 Ιανουαρίου 2020

Ὁ Ἅγιος Μακάριος ὁ Καλογερᾶς (19 Ἰανουαρίου)

ΑΚΟΛΟΥΘΙΑ
(μητρ. Ῥόδου Κυρίλλου Κογεράκη)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Φερωνυμίᾳ ἐκλάμψας Πάτερ Μακάριε, τῶν μακαρίων πάντων, συνευφραίνῃ τοῖς δήμοις, Τριάδος ταῖς ἀκτίστοις μαρμαρυγαῖς, μυστικῶς αὐγαζόμενος, καὶ καταυγάζων χαρίτων σου ἀστραπαῖς, τοὺς ἐν ὕμνοις εὐφημοῦντάς σε.
Ἀνατεθεὶς παιδιόθεν Χριστῷ μακάριε, δι’ ἀρετῆς ἀγώνων, τῆς κατ’ ἄμφω σοφίας, θεόθεν ὑπεδέξω τὴν δωρεάν, καὶ ἐδείχθης διδάσκαλος, ἐν τῆς δουλείας τοῖς χρόνοις τῶν εὐσεβῶ, διδαχαῖς καὶ θείαις πράξεσι.
Φιλαδελφίας πλουτήσας Πάτερ τὸ χάρισμα, εὐεργετῶν ἐν βίῳ, διετέλεσας πάντας, καὶ ὤφθης τῷ πλησίον ἀναψυχή, ἐν ἡμέραις κακώσεως, χριστομιμήτῳ ἀγάπῃ κατατρωθείς, τὴν καρδίαν σου Μακάριε.
Τοὺς καταφεύγοντας πίστει τῇ ἀντιλήψει σου, καὶ κατασπαζομένους, τὴν ἁγίαν σου κάραν, Μακάριε θεόφρον ἐν πατρικῇ, συμπαθείᾳ ἐπίσκεψαι, αὐτοὺς κινδύνων καὶ νόσων καὶ συμφορῶν, τῇ πρεσβείᾳ σου ῥυόμενος.
Δόξα. Ἦχος β΄.
Ὅσιε Πάτερ Μακάριε, τῆς Πάτμου φωστήρ, ἀποσκευασάμενος τὸ βάρος τοῦ γηΐνου φρονήματος, καὶ πτερωθεὶς τὴν ψυχὴν ἀρετῶν σου ἐπιδόσει, τὴν οὐράνιον κούφως ἐποίησας ἄνοδον· ὅθεν σὺν πᾶσι τοῖς Ἁγίοις, τῷ ἐν Τριάδι Θεῷ παριστάμενος, Αὐτὸν καθικέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὅσιος ἐν παντί, τῷ βίῳ σου ἐδείχθης, Μακάριε θεόφρον, καὶ δόξης τῶν Ὁσίων, ἀξίως ἐκοινώνησας.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χάριτος θεϊκῆς, Μακάριε θεόφρον, ἐπλήσθης ἐν ὑψίστοις, τελέσας πολιτείαν, ἐπὶ τῆς γῆς φερώνυμον.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πάτμος χαρμονικῶς, παμμάκαρ ἡ πατρίς σου, τὴν μνήμην σου γεραίρει, ἣν φύλαττε ἐκ πάσης, ἐπιβουλῆς ἀλώβητον.
Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, Πάτε Υἱὲ καὶ Πνεῦμα, Τριὰς ἡ παναγία, εὐχαῖς τοῦ Μακαρίου, δὸς πᾶσι τὰ ἐλέη Σου.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα ἀγαθή, μετὰ τοῦ διδασκάλου, Ὁσίου Μακαρίου, ἡμῖν θερμῶς ἐξαίτει, παραπτωμάτων ἄφεσιν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς κατ’ ἄμφω σοφίας γεγονὼς ἐνδιαίτημα, τὴν τοῦ Παρακλήτου ἐδέξω, οὐρανόθεν ἐπίπνοιαν, καὶ πέφηνας διδάσκαλος σοφός, τοῦ γένους ἐν ἡμέραις χαλεπαῖς· διὰ τοῦτό σε τιμῶμεν οἱ εὐσεβεῖς, Μακάριε ἐκβοῶντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν χάριν σωτήριον.
Δόξα. Ἦχος πλ. δ΄. Ταῖς τῶν δακρύων σου.
Ἀσκητικαῖς σου ἀγωγαῖς, τῶν παθῶν τὰς ἐφόδους, πάσας ἀπέκρουσας, ταῖς τῆς σοφίας σου αὐγαῖς, τοῖς Ὀρθοδόξοις ἥλιος ἐξανέτειλας, καὶ ὤφθης ἱερός, ἐν τῷ καιρῷ τῆς δουλείας διδάσκαλος, Μακάριε τῆς Πάτμου ἀγλάϊσμα. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ἐν καιρῷ τῆς σκληρᾶς, τοῦ γένους χειρώσεως, ἀνέτειλας ὡς φωστήρ, νεύσει τῇ ἄνωθεν, καὶ ηὔγασας τηλαυγῶς, ταῖς ἀστραπαῖς τῆς κατ’ ἄμφω σοφίας σου, τοὺς πρότερον χαλεπῶς, ἐν ἀμαθείας τῷ σκότει καθεύδοντας· ὅθεν κατὰ χρέος πάντες, οἱ πιστοὶ Μακάριε, ὡς διδάσκαλον ἔνθεον, ἐν Ὁσίοις εὐφημοῦμέν σε.
Ὢ τοῦ παραδόξου θαύματος! ἡ τῶν πάντων Θεοῦ, διήκουσα πρόνοια, δουλείας βαρβαρικής, ἐν τῷ χειμῶνί σε, ἀνέδειξεν θερμουργόν, τῆς θεϊκῆς παρακλήσεως ἥλιον, θερμαίνοντα ἀληθῶς, τοὺς θλιβομένους τῷ ψύχει τῶν θλίψεων· ὅθεν ἐν εὐγνωμοσύνῃ, ἔνδοξε Μακάριε, ὡς φιλόθεον ὄντως, καὶ φιλάδελφον τιμῶμέν σε.
Ὢ τοῦ παραδόξου θαύματος! Παιδιόθεν Θεῷ, ὅλος ἀνακείμενος, σοφίας τὰς δωρεάς, ἐκαρποφόρησας, καὶ ὤφθης τῶν εὐσεβῶν, χειραγωγὸς ἀρετῶν πρὸς ἀνάβασιν, καὶ νέων παιδαγωγός, πρὸς βιοτῆς ὀρθοδόξου ἐπίδοσιν· ὅθεν ἐν ἀγαλλιάσει, Ὅσιε Μακάριε, ὡς σοφὸν ὑποφήτην, εὐσεβείας σε γεραίρομεν.
Ἕτερα. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοις, εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν θεοφόρον; Τὸν ἡγιασμένον Μακάριον, τὸν Ὀρθοδοξίας ἐκλάμψαντα, τῇ ἀκαταλύτῳ φωταυγείᾳ· σοφίας, μαρμαρυγὴν τὴν ὑπερκόσμιον· ἁγνείας, ὑπογραμμὸν τὸν ἀκριβέστατον· τῶν διδασκάλων τὸ κῦδος, τὸν χοροβατοῦντα, Παραδείσου ἐν ταῖς αὐλαῖς, καὶ χάριν σωτήριον, ἐκεῖθεν ἡμῖν πηγάζοντα.
Ποίοις, μελῳδικοῖς ἕπεσι, ἐπαινέσωμεν τὸν θεοφόρον; Τὸν δεδοξασμένον Μακάριον, τοῦ Εὐαγγελίου τὸν κήρυκα, καὶ τῆς εὐσεβείας μυστολέκτην· τὸ κλέος, τῆς Πατμιάδος τὸ ἐξαίσιον· τὸ αὖχος, τῶν μοναζόντων τὸ περίφημον· τὸν θαυμαστὸν ἐν Ὁσίοις, τὸν μεγαλυνθέντα, ἐν ὑψίστοις παρὰ Θεοῦ, καὶ πᾶσιν αἰτούμενον, εἰρήνην ἡμῖν καὶ ἔλεος.
Ποίοις, οἱ εὐσεβεῖς ᾄσμασιν, εὐφημήσωμεν τὸν θεοφόρον; Τὸν ἐν μακαρίοις Μακάριον, τὸν χριστομιμήτῳ ἐμπρέψαντα, βιοτῇ ἐν κόσμῳ φερωνύμως· παιδείας, τῆς ἐν Χριστῷ μύστην τὸν ἄριστον· σοφίας, τῆς ἀληθοῦς στόμα τὸ κράτιστον· τῶν εὐκλεᾶ στεφανίτην, τὸν θαυμαστωθέντα, τῶν θαυμάτων ταῖς δωρεαῖς, καὶ πᾶσι παρέχοντα, πρεσβείαις αὐτοῦ τὰ πρόσφορα.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, παμμακάριστε Μακάριε, ὡς οὐδενὸς ἄξια τὰ ἐν κόσμῳ παριδών, πρὸς ἑτέρου βίουν παρασκευὴν ἐχώρησας· ὑποτάξας δὲ ἑαυτόν, προθύμως Χριστοῦ τῷ ζυγῷ, εἰς τὸ καθ’ ὁμοίωσιν ὡς δυνατὸν ἀνελήλυθας. Τῶν Ἀγγέλων τὸν βίον ἐζήλωσας, τῆς σοφίας τὴν χάριν ἐτρύγησας, δι’ ἧς πάντας ἐπαίδευσας, τὰ τῷ Κυρίῳ εὐάρεστα φρονεῖν. Ἀλλ’ ἱκέτευε δεόμεθα ἀεί, τὸν δοξάσαντά σε Ἅγιε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Θεοτοκίον
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα ὁσιακά.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρὶῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδὲξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
Λιτή. Ἦχος α΄.
Σήμερον, ὁ καλὸς διδάσκαλος Μακάριος, τῆς Πάτμου τὸ ἱερώτατον βλάστημα, ὡς εἰκών τις ἔμψυχος, τῆς κατὰ Θεὸν πολιτείας, τῷ μνήματι τῶν ἀγαθῶν ἔργων πρόκειται. Δεῦτε οὖν φιλέορτοι, ἐν χορείᾳ μιᾷ συναθροισθέντες, δαυϊτικῶς ἀνακράξωμεν· τὰ διαβήματα ἡμῶν Κύριε, κατὰ τὸ λόγιον σου κατεύθυνον, καὶ μὴ κατακυριευσάτω ἡμᾶς ἀνομία, πρεσβείαις εὐπροσδέκτοις, τοῦ εὐκλεοῦς σου θεράποντος.
Ἦχος β΄.
Ὅσιε Πάτερ Μακάριε, τὸ δοθέν σοι θεόθεν τάλαντον, εὐαγγελικῶς ἐν γῇ οὐ κατέκρυψας, ἀλλὰ τοῦτο φιλοπόνως ἐπηύξησας, τῆς ἐν Κυρίῳ παιδείας τὰς δωρεάς, πλουσίως μεταδοὺς τοῖς φοιτηταῖς σου· ὅθεν τοῦ θείου μακαρισμοῦ ἀξιωθείς, καὶ ἔνδον τῆς αἰωνίου χαρᾶς γεγονώς, ἀκαταπαύστως μνημόνευε ἡμῶν, τῶν ἐκτελούντων ἐν ὕμνοις τὴν μνήμην σου.
Ἦχος γ΄.
Χάριν εἰλικρινῶς ὁμολογοῦμέν σοι, Μακάριε Πάτερ ἡμῶν Ὅσιε· ἐν νυκτὶ γὰρ δουλείας ζοφερᾶς, ὡς ἀστὴρ ἀνατείλας ὀρθρινός, τῆς Ἐκκλησίας τὰ πληρώματα, διδασκαλίας φωτὶ κατελάμπρυνας. Καὶ Ὀρθοδοξίας ἐκφήνας τὴν ἀκρίβειαν, μυστατωγὸς πρὸς ἀρετῶν τελειότητα, οἰκείῳ παραδείγματι ἀνεδείχθης· ὅθεν σήμερον οἱ πιστοί, ὡς ἐν Ὁσίοις διδάσκαλον, τιμῶντές σε, πρεσβεύειν αἰτούμέν σε, τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Ἄνθρωπε τοῦ Θεοῦ, Μακάριε παμμακάριστε, ὠφελείας πρόξενος τῷ γένει σου γέγονας, ἔργῳ καὶ λόγῳ μεταδούς, γνῶσιν αὐτῷ σωτήριον. Σὺ γὰρ τῆς θείας ἀγάπης δεξάμενος τὸ πῦρ, τὸν πλησίον ἠγάπησας ὥσπερ σεαυτόν, ὑπὲρ οὗ τοῖς βλεφάροις σου ὕπνον οὐκ ἔδωκας, διδάσκων, κηρύττων τε συγγράφων, καὶ τοῖς πᾶσι τὰ πάντα γενόμενος· ὅθεν σήμερον οἱ πιστοί, ἐν τῇ μνήμῃ σου συναθροισθέντες, τὸ ἀναφαίρετόν σου κλέος κηρύττομεν, καὶ αἰτοῦμέν σε πρὸς Θεόν, πρέσβυν ἀκαταίσχυντον.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε σήμερον εὐλαβῶς, οἱ ἐν τῇ Πάτμῳ ὁσίως ἀσκούμενοι, σὺν εὐσεβῶν τῷ πληρώματι, ἐπὶ τῇ μνήμῃ τοῦ διδασκάλου Μακαρίου, ὁμοψύχως συνελθόντες, αἶνον τῷ Θεῷ προσάξωμεν λέγοντες· δόξα τῇ περὶ ἡμᾶς σου φιλανθρωπίᾳ, πολυεύσπλαγχνε Κύριε, ὅτι τὸν πιστόν σου θεράποντα, ἐδωρήσω ἡμῖν ἐν ἡμέραις χαλεπαῖς, φωστῆρα ἀπλανῆ, καὶ ὁδηγὸν ἀκριβέστατον, στηριγμὸν ἀκλόνητον, καὶ ὑπερασπιστὴν ἀκατάπληκτον. Δι’ οὗ ἐδιδάχθημεν ἐν καιρῷ τῆς δουλείας, ἀνδρείως φέρειν τὰ ἐκ ταύτης δεινά, καὶ ἐχειραγωγήθημεν πρὸς γνῶσιν ἀληθῆ, τοῦ σωτηρίου σου θελήματος. Αὐτοῦ οὖν ταῖς πρεσβείαις, φιλέργους ἡμᾶς ἐργάτας, τῶν ζωηρῶν ἐντολῶν σου ἀνάδειξον, ἵνα τοῦ ἐλέους σου τύχωμεν, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου..
Ὅτε, ὑπεδέξω μυστικῶς, ἐν τῇ καθαρᾷ σου καρδίᾳ, θείας ἀγάπης τὸ πῦρ, τότε ἐπωμάδιον, Πάτερ ἀνέλαβες, τὸν Σταυρὸν τοῦ Κυρίου σου, καὶ χαίρων τὸ Χαῖρε, τοῖς ἐν κόσμῳ ἔφησας, τερπνοῖς Μακάριε· ὅθεν, δι’ ἀσκήσεως πόνων, σκεῦος σεαυτὸν ἀπειργάσω, ἀρετῶν παντοίων ἱερώτατον.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Πλοῦτον, ταμιεύσας ἀληθῶς, ταῖς ἀσκητικαῖς ἀρεταῖς σου, ἁγίας γνώσεως, ὅσιος διδάσκαλος, ἐν θείῳ Πνεύματι, ἀνεδείχθης Μακάριε, καὶ ὤφθης τῶν νέων, παιδοτρίβης ἄριστον, πρὸς τὴν εὐσέβειαν· ὅθεν, τὴν ἁγίαν σου μνήμην, ἐν ἀγαλλιάσει τελοῦντες, τὸν σὲ ἀναδείξαντα δοξάζομεν.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πάτμος, ἡ ἁγία σου πατρίς, ἡ τῶν πολλαπλῶν δωρεῶν σου, κατατρυφήσασα, σήμερον γεραίρει σε, φαιδροῖς ἐν ᾄσμασι, καὶ τὴν πάντιμον κάραν σου, ὡς ὄλβον πλουτοῦσα, ταύτην κατασπάζεται, ἀνακραυγάζουσα· δίδου μοι εἰρήνην εὐχαῖς σου, Ὅσιε Μακάριε Πάτερ, ὡς τῷ εἰρηνάρχῃ παριστάμενος.
Δόξα. Ὁ αὐτός.
Τὸν φωστῆρα τὸν ἀνέσπερον, τὸν ἐν τῆς ἀρετῆς τῷ οὐρανῷ ἐστηριγμένον, τὸν τῆς μακαρίας ζωῆς ἐν κόσμῳ, φερωνύμως ἐργάτην χρηματίσαντα, καὶ γνήσιον φανέντα τοῦ παντάνακτος δοῦλον, τὸν ὄντως μακάριον Μακάριον, τῶν φιλοσίων οἱ δῆμοι τιμήσωμεν. Οὗτος γὰρ θεαρέστῳ βιοτῇ, Θεῷ ὁσίως εὐαρεστήσας, καὶ τῶν παρ’ αὐτοῦ δωρεῶν τὰς ἀποῤῥοίας δεξάμενος, ἐν διδαχαῖς τε καὶ λόγοις περίβλεπτος ἀνεδείχθη, ἐν οἷς ἔλαμψεν ἡλίου φαεινότερον, ἐν τῷ καιρῷ τῆς καχεσπέρου δουλείας, καὶ δι’ ὧν πρὸς ἀρετὴν ἐχειραγώγησε, τῶν εὐσεβῶν τὰ πλήθη· ὅθεν αὐτῷ ἐκβοήσωμεν· ὦ λαμπτὴρ τῆς ὑπ’ οὐρανοῦ φωτεινότατε! ὦ ἀστὴρ διδασκάλων αὐγοειδέστατε! ὦ κλέος μοναστῶν πολυευκτώτατον! ὦ οὐρανὲ κατάστερε, ποικίλοις κάλλεσιν! ἱκέτευε ἀπαύστως τὸν Θεόν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς κατ’ ἄμφω σοφίας γεγονὼς ἐνδιαίτημα, τὴν τοῦ Παρακλήτου ἐδέξω, οὐρανόθεν ἐπίπνοιαν, καὶ πέφηνας διδάσκαλος σοφός, τοῦ γένους ἐν ἡμέραις χαλεπαῖς· διὰ τοῦτό σε τιμῶμεν οἱ εὐσεβεῖς, Μακάριε ἐκβοῶντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν χάριν σωτήριον.
Δόξα. Ἦχος πλ. δ΄. Ταῖς τῶν δακρύων σου.
Ἀσκητικαῖς σου ἀγωγαῖς, τῶν παθῶν τὰς ἐφόδους, πάσας ἀπέκρουσας, ταῖς τῆς σοφίας σου αὐγαῖς, τοῖς Ὀρθοδόξοις ἥλιος ἐξανέτειλας, καὶ ὤφθης ἱερός, ἐν τῷ καιρῷ τῆς δουλείας διδάσκαλος, Μακάριε τῆς Πάτμου ἀγλάϊσμα. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Χριστῷ ἀνατεθείς, τῷ Θεῷ παιδιόθεν, ἐδέξω παρ’ αὐτοῦ, τῆς σοφίας τὸ δῶρον, καὶ γέγονας διδάσκαλος, ἐν ἐσχάτοις σοφώτατος· ὅθεν πρόξενος, πολλοῖς ὀφθεὶς ὠφελείας, κατηξίωσαι, τῆς οὐρανίου εὐκλείας, θεόφρον Μακάριε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Βουλήματι ἁγνή, ὁ ποιήσας τὸν κόσμον, ἐκ Σοῦ τὸ καθ’ ἡμᾶς, πεπλαστούργηται ξένως, καὶ φύσιν ἀνεκαίνισε, τὴν βροτείαν ὡς εὔσπλαγχνος· ὅθεν Δέσποινα, εὐγνωμοσύνης Σοι ὕμνον, ἀναμέλπομεν, ἀπεκδεχόμενοι πίστει, τὴν πάνσεπτον χάριν Σου.
Μετὰ τὴν β’ Στιχολογίαν. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Νουνεχῶς καταλιπών, τὰς κοσμικὰς διατριβάς, ἠκολούθησας Χριστῷ, ἀκαταπλήκτῳ λογισμῷ, ἐν τοῖς ὑστέροις Μακάριε Πάτερ χρόνοις, καὶ ἀσκητικοῖς, προτερήμασι, θεῖος κοινωνός, ἀναδέδειξαι, τῆς δωρεᾶς τῶν πρόπαλαι Ὁσίων, μεθ’ ὧν ἀπαύστως ἱκέτευε, τῷ ἐν Τριάδι, Θεῷ πταισμάτων, ἡμῖν δοῦναι τὴν λύσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ῥάβδος μυστική, ἄνθος βλαστήσασα Χριστόν· χαῖρε κρήνη νοητή, ὕδωρ ἐκβλύσασα ζωῆς· χαῖρε ἡ πύλη Παρθένε τῆς σωτηρίας· χαῖρε τοῦ Θεοῦ, θρόνος ἔμψυχος· χαῖρε τοῦ φωτός, ἅρμα πύρινον· χαῖρε Μαρία κεχαριτωμένη, Δημιουργοῦ ἡ λοχεύτρια, ἀεὶ δυσώπει, ὑπὲρ τῶν πίστει, προσκυνούντων Σὸν τόκον.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῇ κατ’ ἀμφω παιδείᾳ ἐγγυμνασάμενος, διδασκαλίας ἐδέξω, παρὰ Θεοῦ δωρεάν, δι’ ἧς κῆρυξ ἐν καιροῖς ὑστέροις πέφηνας, Εὐαγγελίου ἀληθής, πρὸς ἐπίγνωσιν ζωῆς, ἰθύνας σοῖς λόγοις πλείστους, Μακάριε θεοφόρε· διό σε πάντες μακαρίζομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὥσπερ πύρινος θρόνος φέρεις πανάχραντε, τὸν ἐν κόλποις πατρώοις ἀναπαυόμενον, τὸν συνάναρχον Πατρὶ καὶ θείῳ Πνεύματι· Ὃν καθικέτευε ἀεί, Μαριὰμ ὑπὲρ ἡμῶν, Σὲ πίστει μακαριζόντων, ἵνα ῥυσθῶμεν γεέννης, τῆς αἰωνίου τῇ πρεσβείᾳ Σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ Μακάριε, διδασκαλίας τῷ φωτί, ἀνατείλας ὡς φωστὴρ οὐρανόφωτος, τὰς ἐν σκοτίᾳ τῆς δουλείας, ἀμαυρωθείσας ψυχὰς τῶν πιστῶν, εὐσεβείας αἶγλη κατελάμπρυνας. Σοφίας γὰρ πάσης πλήρης γενόμενος, εὐαγγελιστοῦ ἔργον ἀνεδέξω, ὡς φιλαδελφίᾳ χριστομιμήτω κοσμούμενος· ἀλλ’ ὦ ἐν Ὁσίοις διδάσκαλε, πρέσβευε ἀπαύστως τῷ Θεῷ, ἵνα ῥυσθῶμεν παντοίων συμφορῶν, καὶ τῆς πικρᾶς μανίας τοῦ ἀλάστορος.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τριὰς Ἁγία καὶ Μονὰς ἀμέριστε, ἡ τῆς σοφίας πηγή, δός μοι ἱκετεύω, λόγον ἐν τοῖς χείλεσιν, ὡς ἂν τὸν διαπρέψαντα, τῇ κατ’ ἄμφω σοφίᾳ, καὶ ἀρετῶν ἐπιδόσεσι, θεῖον εὐφημήσω Μακάριον.
Κατατρωθεὶς ἀπὸ παιδὸς τῷ ἔρωτι, τοῦ Ζωοδότου Χριστοῦ, ἀρετῆς τὰς τρίβους, ἀκλινῶς ἐβάδισας, τῶν πρόπαλαι μιμούμενος, μοναζόντων τὸν ζῆλον, ὡς εὐσεβείας καὶ πίστεως, πλήρης θεοφόρε Μακάριε.
Τοῦ Θεολόγου Μαθητοῦ ὡς πέλουσα, σχοίνισμα Πάτερ σοφέ, Πάτμος ἡ πατρίς σου, κῆπος ἁγιότητος, ἐγένετο Μακάριε, ἐν ᾗ εὔοσμον ἄνθος, ζωῆς ὁσίας ἐξήνθησας, τῇ γεηπονίᾳ τῆς χάριτος.
Θεοτοκίον.
Καταιγιζόμενος δεινῶς τοῖς πάθεσι, τῇ ἀντιλήψει τῇ Σῇ, Μῆτερ καταφεύγω, πίστει ὁ ταλαίπωρος· μὴ οὖν ὡς πολυεύσπλαγχνος, τὴν φωνήν μου ἀπώσῃ, ὅτι εἰς Σὲ τὴν ἐλπίδα μου, ἅπασαν ἁγνὴ ἀνατίθημι.
Ὁ β’ Κανών. ᾨδὴ α’. Ἦχος γ’. Φαραὼ τὰ ἅρματα.
Δός μοι λόγου δύναμιν, τῇ στόματι φιλάνθρωπε, ὡς ὰν ὑμνήσω σήμερον, τὴν μνήμην ὁ ἄμουσος, τοῦ θείου σου, Ὁσίου Μακαρίου.
Βιοτὴν ἰσάγγελον, ἐν κόσμῳ ἐπετέλεσας, ἀγάπῃ τοῦ Κυρίου σου, πτερούμενος Ὅσιε, Μακάριε συνέστιε Ἀγγέλων.
Κοσμικῆς συγχύσεως, ἐμφρόνως μακρυνόμενος, γαλήνῃ τῆς ἀσκήσεως, ζωῆς ἐκοινώνησας Μακάριε, τῆς ἄνω σὺν Ἁγίοις.
Θεοτοκίον.
Σαρκωθεὶς ὁ Κύριος, Παρθένε ἐξ αἱμάτων Σου, τὸν ἄνθρωπον ἐῤῥύσατο, δουλείας τοῦ δράκοντος, καὶ ἔλυσε, τὸ κράτος τοῦ θανάτου.
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Διαλάμπων συνέσει πνευματικῇ Ὅσιε, ἀρετῶν ἀνῆλθες συντόνως, τὴν θείαν κλίμακα, καὶ εἰσελήλυθας, εἰς θείας γνώσεως γνόφον, ἐν Ἁγίῳ Πνεύματι, Πάτερ Μακάριε.
Ὡς σοφίας πλουτήσας τὴν δωρεὰν Ὅσιε, πλείστοις σωτηρίας ἐγένου, σῷ λόγῳ πρόξενος, οὓς τῷ Κυρίῳ σου, ὡς προσφορὰν ἀνενέγκας, παρ’ αὐτοῦ Μακάριε, χάριν ἀπείληφας.
Καθαρθεὶς τὴν ψυχήν σου, ἀσκητικαῖς χάρισι, πλήρης τῆς κατ’ ἄμφω σοφίας, Πάτερ γεγένησαι, καὶ ῥήτωρ πέφηνας, τῆς πατρικῆς εὐσεβείας, τὴν αὐτῆς Μακάριε, κηρύξας δύναμιν.
Θεοτοκίον.
περάμωμε Κόρη, ὁ τοῦ παντὸς Κύριος, οἶκον εὑρηκώς Σε ἁγνείας, ἐν Σοὶ κατώκησε, καὶ ἀνεκαίνισε, τὴν τῶν ἀνθρώπων οὐσίαν· ὢ τῶν μεγαλείων Σου! Δι’ ὧν ἐσώθημεν.
Ἕτερος. Ὁ ἐκ μὴ ὄντων.
Ἐκβιασάμενος Πάτερ καρτερικῶς, τὴν φύσιν ἐξέλαμψας, ὡς φωστὴρ ὁσιότητος, τηλαυγῶς Μακάριε, καταφωτίζων πιστῶν χοροστασίας.
Τὸ κατ’ εἰκόνα τηρήσας ὡς εὐσθενής, ἀσκήσει ἀλώβητον, θεοφόρε Μακάριε, ἀπαθείας ἔλαμψας, τῇ εὐπρεπείᾳ λαμπρῶς ἐν τοῖς ἐσχάτοις.
Ἐπιποθήσας τὴν κτῆσιν τῶν ἀρετῶν, τελείως ἐξέκλινας, κοσμικῆς ματαιότητος, καὶ ἐν Πάτμῳ Ὅσιε, τὴν μακαρίαν μετῆλθες πολιτείαν.
Θεοτοκίον.
Σὲ Θεοτόκον κυρίως οἱ εὐσεβεῖς, Παρθένε γεραίρομεν, καὶ πιστῶς ἱκετεύομεν· κραταιὰ βοήθεια, γενοῦ Παρθένε ἡμῖν  τοῖς ἀναξίοις.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῷ φόβῳ τοῦ κρείττονος στοιχειωθεὶς ἐκ παιδός, ζωήν σοι φερώνυμον ἐπολιτεύσω σαφῶς, θεόφρον Μακάριε· ὅθεν τῶν μακαρίων, συγχορεύων τοῖς δήμοις, πρέσβευε τῷ Κυρίῳ, ἐκτενῶς ἵνα πᾶσι, τοῖς σὲ ὑμνολογοῦσι, δοθῆναι τὰ κρείττονα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία πανάναχραντε ἡ νοητὴ Βηθλεέμ, ἀπείρανδρε Δέσποινα ὁ οἶκος τοῦ Ἐφραθᾶ, ἐξ οὗ ἐξελήλυθεν, ἄρχων ἐν δυναστείᾳ, οὗ αἱ ἔξοδοι Κόρη, ἐξ ἡμερῶν αἰῶνος, ἀπ’ ἀρχῆς τε ἀνάρχου, τῶν Σὲ δοξολογούντων, Σῇ χάριτι πρόστηθι.
ᾨδὴ δ’. Σύ μου ἰσχύς
Ἀσκητικῶς, προκαθαρθεὶς τὴν καρδίαν σου, ὑπεδέξω, χάριν θείου Πνεύματος, ἧς τῇ δυνάμει ἐν τῷ καιρῷ· τῆς πικρᾶ δουλείας, τῆς εὐσεβείας ἐτράνωσας, Μακάριε τὸν λόγον, καὶ πολλοὺς τῷ Κυρίῳ, προσφορὰν ὡς εὐώδη προσήγαγες.
Δι’ ἀρετῆς, κατασκηνῶσαν Μακάριε, φῶς τὸ θεῖον, ἔνδον ἐν καρδίᾳ σου, ὅλον σε ἔπλησε φωτισμοῦ, ὃν καὶ τῷ πλησίον, ἔργῳ καὶ λόγῳ ἀνέτειλας. Σὺ γὰρ φιλαδελφίας, δι’ ὁσίων ἀγώνων, ἀνεδείχθης ἐκφάντωρ οὐράνιος.
Ὥσπερ πηγή, ἀναβλυστάνων σωτήριον, λόγον Πάτερ, ἐκ σοφῶν χειλέων σου, ψυχῶν τὰς αὔλακας μυστικῶς, ἤρδευσας πλουσίως, ἐξηραμένας τὸ πρότερον, παθῶν παντοίων ὕλῃ, καὶ φλογώδους ἀγνοίας, τῷ δεινῷ ὦ Μακάριε καύσωνι.
Θεοτοκίον.
ῦσαι ἁγνή, τῆς τῶν παθῶν ἀδοξίας με, κάθαρόν με, τῆς αὐτῶν φαυλότητος, ἀλλοτριούντων με τοῦ ἐκ τοῦ Σοῦ, ἀσπόρως τεχθέντος, δι’ ἀγαθότητα ἄῤῥητον· καὶ δός μοι μετανοίας, προμηθείᾳ Σου χάριν, ἵνα πίστει ὑμνῶ Σε σῳζόμενος.
Ἕτερος. Μὴ ἐν ποταμοῖς.
Ἔλαμψας ἐν γῇ ἀρετῶν λάμψεσιν, ἥλιος καθάπερ φωσφόρος, καὶ καταυγάζεις πιστῶν τοὺς δήμους.
Ζήλῳ θεϊκῷ τὰ ἐν γῇ ἅπαντα, Πάτερ ὡς ἐχέφρων μισήσας, τὰ ἄνω εὗρες δι’ ἐγκρατείας.
Πρέσβευε Χριστῷ τῷ Θεῷ Ὅσιε, δοῦναι τῶν πταισμάτων τὴν λύσιν, τοῖς εὐφημοῦσι τὰς ἀρετάς σου.
Θεοτοκίον.
Κόσμῳ τὴν ζωὴν ἁγνὴ ἀνέτειλας, Σῇ ἀδιαφθόρῳ λοχείᾳ· ἣν γηθοσύνως δοξάζομεν.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Χάρις ἡ τῶν σῶν, θείων φθόγγων ὦ Μακάριε, ἀνατείλασα πρὸς τρίβους τοῦ φωτός, πλείστων ἴθυνε καλῶς τὰ διαβήματα.
Μύστης ἀκριβής, ἀναδέδειξαι Μακάριε, τῆς ζωῆς τῆς κεκρυμμένης ἐν Χριστῷ, ἧς ἐργάτην με πρεσβείᾳ σου ἀνάδειξον.
Οἷα ποταμός, Θεοῦ ζῶντος ὦ Μακάριε, τοῖς ὁρμήμασι πανσόφων διδαχῶν, Ἐκκλησίας τὰ πληρώματα κατήρδευσας.
Θεοτοκίον.
ασαι ψυχήν, τὴν νοσοῦσαν τοῦ ἱκέτου Σου, ἁμαρτίας ἀσθενείᾳ χαλεπῇη, ἴνα μέλπω Μαριὰμ τὰ μεγαλεῖά Σου.
Ἕτερος. Ὀρθρίζοντες ἀνυμνοῦμέν σε.
Κατέλιπες τὰς προσκαίρους φροντίας, Πάτερ Μακάριε σαφῶς· ἀναλαβὼν δὲ τὸν Σταυρόν, ἠκολούθησας Χριστῷ, καὶ κατηξίωσαι, τῆς Ἐδὲμ μετὰ πότμον.
Διδάσκαλος εὐσεβείας ἐφάνης, Πάτερ Μακάριε σοφός. Τὸ σὸν γὰρ τάλαντον σοφέ, οὐ κατέκρυψας ἐν γῇ· διὸ κατηξίωσαι, τῆς φωνῆς τῆς εὐκταίαις.
Θεούμενος ἐν ὑψίστοις μεθέξει, οἷα θεράπων τοῦ Χριστοῦ, καθικετεύων ἐκτενῶς, μὴ ἐλλίπῃς θαυμαστέ, ὡς ἂν κολάσεως, αἰωνίου ῥυσθῶμεν.
Θεοτοκίον.
παύστως Σε μακαρίζομεν Κόρη, πιστῶν χορείαι εὐλαβῶς· τῷ γὰρ φρικτῷ Σου τοκετῷ, τῆς κατάρας τοῦ Ἀδάμ, πάντας ἐλύτρωσας, τοὺς ἀνθρώπους Μαρία.
ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
Ἐμπρέπων ἐν ἀληθεῖ, λόγῳ τρισμάκαρ Μακάριε, καὶ πολιτείᾳ σαφῶς, σεπτῇ καλλυνόμενος, ἠθῶν κοσμιότητος, ἐν ἐσχάτοις χρόνοις, φυτοκόμος ὤφθης ἄριστος.
Ὡς γνώμονα ἀκριβή, λόγους τοὺς σοὺς παραθέμενος, πρὸς κτῆσιν τῶν ἀρετῶν, θεόφρον Μακάριε, ὠφελείας πρόξενος, τοῖς πολλοῖς ἐγένου, ἐν καιρῷ μεγίστης θλίψεως.
Ἡ Πάτμος πνευματικῶς, ἀγάλλεται ἐν τῇ μνήμῆ σου, πλουτοῦσα ὡς θησαυρόν, τὴν πάντιμον κάραν σου, Μακάριε Ὅσιε, βλύζουσαν τοῖς πᾶσιν, ἀενάως ῥεῖθρα χάριτος.
Θεοτοκίον.
Λαός Σου πάντες ἡμεῖς, κἂν ἀναξίως ὑπάρχοντες, κινδύνοις ἐν χαλεποῖς, Παρθένε ἀπείρανδρε, πρὸς Σὲ καταφεύγομεν, τὴν ἐν προστασίαις, φοβερὰν καὶ ἀκαταίσχυντον.
Ἕτερος. Βυθός μοι τῶν παθῶν.
Νικήσας τὸν ἀρχαῖον δυνάστην, ἀσκήσεως ἀτρύτοις ἀγῶσιν, ἐδέξω παρὰ Χριστοῦ, θείας ζωῆς Μακάριε, ἀμαράντινον στέφος.
Νεκρώσας τῆς σαρκὸς τὰς κινήσεις, συντόνου ἐγκρατείας ῥομφαία, τῆς τῶν Ἀγγέλων χαρᾶς, ἄνερ Θεοῦ Μακάριε, μετὰ δόξης μετέσχες.
Ἐν βίου τῷ σταδίῳ ἀθλήσας, ὡς πλήρης οὐρανίου ἀνδρείας, τῇ συνειδήσει Χριστοῦ, Μάρτυς σοφὲ Μακάριε, ἐν ἐσχάτοις ἀνεδείχθης.
Θεοτοκίον.
Τὸν Λόγον τοῦ Πατρὸς ὑπὲρ λόγον, ἐγέννησας Παρθένε Μαρία, ἡμᾶς πανώλους ἐχθροῦ, τῆς κακουργίας σώζοντα, ὡς Θεὸς ἐλεήμων.
               Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὡς ἐναρέτου βιοτῆς μύστης θεόσοφον, καὶ εὐσεβείας θεοδίδακτον διδάσκαλον, εὐφημοῦμέν σε ἐν ᾄσμασι γηθοσύνως· ἀλλ’ ὡς ἔχων θεοδώρητον συμπάθειαν, πρὸς ὁδὸν ἡμᾶς ἀρίστην καθοδήγησον, τοὺς βοῶντάς σοι· Χαίροις Πάτερ Μακάριε.
Ὁ Οἶκος.
Ὅσιος ἐν τῷ βίῳ, καὶ πολὺς ἐν σοφίᾳ, καὶ μέγιστος ἐν γνώσει θεόφρον, Μακάριε ἀναδειχθείς, πρὸς ἀρετῆς τὴν ἁγίαν ἐπίδοσιν, ἰθύνεις τοὺς βοῶντάς σοι, ἐν κατανύξει ψυχῆς ταῦτα·
Χαῖρε, τὸ ἄστρον τῆς εὐσεβείας·
χαῖρε, τὸ ἄνθος τῆς βασιλείας.
Χαῖρε, βιοτῆς ἰσαγγέλου εἰκόνισμα·
χαῖρε, πολιτείας ἀρίστης παράδειγμα.
Χαῖρε, σκεῦος πολυτίμητον, τῶν ἐνθέων δωρεῶν·
χαῖρε, μῦρον εὐωδέστατον, τῶν ἁγίων ἀρετῶν.
Χαῖρε, ὅτι ἐδείχθης τῶν πιστῶν ποδηγέτης·
χαῖρε, ὅτι ὑπάρχεις τοῖς ἐν Πάτμῳ εὐχέτης.
Χαῖρε, ἠθῶν ὁσίων διδάσκαλος·
χαῖρε, ἡμῶν μεσίτης πρὸς Κύριον.
Χαῖρε, λαμπρὸς Πατμιάδος κοσμήτωρ·
χαῖρε, ταχὺς εὐσεβῶν παρακλήτωρ.
Χαίροις, Πάτερ Μακάριε.
Συναξάριον.
Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Μακαρίου τοῦ Καλογερᾶ.
Ζωῆς μετέσχες φερωνύμου σοι Πάτερ,
ἐν εὐσεβείᾳ ἐκτελέσας τὸν βίον.
Δεκάτῃ ἑβδομάτῃ Μακάριος εἰς πόλον ἔβη.
Οὗτος, ἐγεννήθη φθίνοντος τοῦ 17ου αἰῶνος, περὶ τὸ 1668 ἔτος, ἐν τῇ νήσῳ Πάτμῳ. Πορισάμενος δὲ τὰς πρώτας ἀρχὰς τῆς ἐγκυκλίου γνώσεως ἐν τῇ οἰκείᾳ πατρίδι καὶ ἐπιποθῶν σφόδρα πολλῷ πλείονος παιδείας γενέσθαι κάτοχος, ἦλθεν ἐν Κωνσταντινουπόλει, ἔνθα ἐσπούδασε θεολογίαν καὶ φιλοσοφίαν. Ἔμπλεως οὖν τυγχάνων δαψιλοῦς παιδείας καὶ γνώσεως, μᾶλλον δὲ πίστεως καὶ εὐαγγελικῆς σοφίας, ἐχειροτονήθη Διάκονος. Ἐν ἔτει 1713ῳ ἐπανελθὼν εἰς Πάτμον συνηρίθμησεν ἑαυτὸν τῇ Ἀδελφότητι τῆς αὐτόθι τοῦ Εὐαγγελιστοῦ Ἰωάννου Μονῆς. Ἵδρυσε δὲ ἐνταῦθα, παρὰ τὸ ἱερὸν Σπήλαιον τῆς Ἀποκαλύψεως, τὴν Πατμιάδα Σχολήν, ἐν ᾗ καὶ τὸν Δίκαιον πρέποντα ὕπνον κεκοίμηται, τὴν 17ην Ἰανουαρίου τοῦ 1737 ἔτους, πλεῖστα συγγράμματα συντεταχὼς καὶ τῇ Ἐκκλησίᾳ καταλελοιπώς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Αἰγυπτίου καὶ ἀναχωρητοῦ· καὶ τοῦ Ὁσίου Μακαρίου τοῦ Ἀλεξανδρέως.
Θανοῦσα θείων ἡ δυὰς Μακαρίων,
Ζωῆς μετέσχε τῆς μακαριωτάτης.
Τούτων, ὁ μὲν Αἰγύπτιος γέγονε τῆς ἐρήμου θρέμμα καὶ γέννημα. Καὶ ἐξ ἁπαλῶν ὀνύχων τὴν ἀρετὴν μετελθών, καὶ ταύτην ἀγαπήσας, καὶ περιλαβών, θεῖον τοῦ Πνεύματος καταγώγιον ἐγένετο. Τοσαύτην γὰρ καρτερίαν ἐν τοῖς τῆς ἀρετῆς ἱδρῶσιν ἐκτήσατο, ὡς κατὰ πνευμάτων ἀκαθάρτων λαβεῖν ἐξουσίαν. Ἐπήνθει δὲ αὐτῷ καὶ τὸ διακρίσεως χάρισμα, καὶ τὰ μέλλοντα προὔλεγε, καὶ θαυμάτων ἄλλων αὐτουργὸς γέγονε. Τούτων οὖν ἕνεκεν, πολλῇ παρακλήσει τοῦ τότε ἀρχιερέως, τὴν ἱερωσύνην καταδέχεται, μὴ ἀνασχομένου τὸν λύχνον ὑπὸ τὸν μόδιον κρύπτεσθαι. Οὗ γενομένου, εἰς σκληροτέραν ἀγωγὴν ἑαυτὸν ὁ Μακάριος δέδωκε. Σύριγγα, γὰρ ποιήσας ὑπόγειον, ἀπὸ τῆς κέλλης αὐτοῦ ὡς ἥμισυ σταδίου διηκούσαν, καὶ σπήλαιον αὐτοχείρως πρὸς τὸ ἄκρον ὀρύξας, εἴποτε πλείονες αὐτῷ παρενέβαλλον, καὶ διηνώχλουν, λάθρα τὴν σύριγγα ὑπερχόμενος, τῷ σπηλαίῳ προσέβαλλε, καὶ οὐδεὶς αὐτὸν εὕρισκε. Περὶ δὲ βρώσεως καὶ πόσεως, περιττόν ἐστι γράφειν καὶ λέγειν, τοῦ σώματος αὐτοῦ καὶ τῆς θέας τὴν ἄκραν ἐγκράτειαν μαρτυρούντων.
Οὗτος, ἐπεὶ αἱρετικὸς εἰς ὁμιλίαν αὐτῷ προσῆλθεν, ἀρχικὸν δαίμονα ἔχων, καὶ λέγων, μὴ εἶναι ἀνάστασιν νεκρῶν, νεκρὸν ἀνέστησεν, ἵνα πείσῃ αὐτόν. Ἔλεγε δὲ ὁ Ἅγιος, ὅτι τάγματα δαιμόνων εἰσὶ δύω· τὸ μέν, πολεμοῦν τοῖς ἀνθρώποις εἰς πάθη ἀλλόκοτα· τὸ δέ, ἀρχικὸν καλούμενον, καὶ πλάνην ἐμποιοῦν τοῖς ἀνθρώποις· τοὺς δὲ τοιούτους δαίμονας ἀφορίζει ὁ σατανᾶς τοῖς γόησι καὶ τοῖς αἱρεσιάρχαις.
Οὗτος ὁ Ἅγιος, νοσφιζομένῳ τῷ ἰδίῳ μαθητῇ τὰ τῶν πενήτων, καὶ μὴ διορθουμένῳ, ὀργὴν Κυρίου προεῖπεν, ὃ καὶ γέγονεν, ἐλεφαντιάσαντι. Καὶ τὸν ἐπηρείᾳ δαίμονος καθ’ ἑκάστην ἐσθίοντα τρεῖς μοδίους ἄρτων, καὶ κυλικίσιον οἴνου πίνοντα, τρεῖς λίτρας ἄρτου ἐσθίειν ἀποκατέστησε. Καὶ τὸν διάβολον ἑώρακε, καὶ τὰς αὐτοῦ μηχανὰς ἐν ληκυθίοις ἐπιφερόμενον. Καὶ τὸν ἀπατώμενον ὑπ’ αὐτοῦ μοναχόν, Θεόπεμπτον καλούμενον, διωρθώσατο. Καὶ παρὰ κρανίου ἐν τῇ ἐρήμῳ κειμένου, ἱερέως τῶν εἰδώλων γεγονότος, τοῦτο ἀκήκοε. Ταῖς προσευχαῖς αὐτοῦ μικρὸν τοὺς ἐν τῇ κολάσει αὐτῆς ἀνίεσθαι τῆς βασάνου, ὅταν τύχῃ ταύτας, ποιεῖσθαι ὑπὸ αὐτῶν. Προεῖπε δὲ καὶ τὴν ἐρήμωσιν τῆς Σκήτεως. Καὶ ἕτερον νεκρὸν ἀνέστησεν, ὡς ἂν εἴπῃ ποῦ τὴν παρακαταθήκην τῶν ταύτην ζητούντων ἐνέκρυψε, καὶ πάλιν προσέταξε κοιμηθῆναι. Τοιούτοις οὖν θεαρέστοις ἔργοις κοσμούμενος, ἐν γήρᾳ καλῷ καταλύει τὸν βίον.
Ὁ δὲ Ἄγιος Μακάριος ὀ Ἀλεξανδρεύς, πρεσβύτερος ἐχρημάτισε τῶν λεγομένων Κελλίων, ἡσυχίαν ἄκραν καὶ καρτερίαν ἐνδειξάμενος, καὶ ἔργα καὶ σημεῖα πεποιηκώς. Τούτου τὰς ἀρετὰς ὑπεραγασθεὶς ὁ Μέγας Ἀντώνιος, ἔφη· Ἰδοὺ ἐπανεπαύσατο τὸ Πνεύμα τὸ Ἅγιον ἐπὶ σοί, καὶ ἔσῃ τοῦ λοιποῦ τῶν ἐμῶν ἀρετῶν κληρονόμος. Οὗτος ὀ Μακάριος, εἴποτε ἤκουσέ τινα πεποιηκότα ἔργον ἀσκήσεως, αὐτὸν παραζηλώσας, ἐν τῷ ἔργῳ ἐπλήρου, ὅθεν ἀκούσας, ὅτι οἱ Ταβεννησιῶται διὰ πάσης τῆς τεσσαρακοστῆς ἐσθίουσιν ἄπυρον ἔκρινεν, ἐπὶ ἔτη ἑπτά, πᾶν τὸ διὰ πυρὸς γινόμενον μὴ φαγεῖν, πλὴν λαχάνων ὠμῶν, καὶ ὀσπρίων βρεκτῶν. Ἔτι δὲ καὶ τοῦ ὕπνου περιγενέσθαι ἠγωνίσατο, καὶ οὐκ εἰσῆλθεν ὑπὸ στέγην, ἐν ὅλοις εἴκοσι νυχθημέροις, τῷ καύματι τῆς ἡμέρας φλεγόμενος, καὶ τῇ τῆς νυκτὸς ψυχρότητι πηγνύμενος. Ὀχληθεὶς δὲ ὑπὸ δαίμονος τῆς πορνείας, ἀπελθὼν ἐν τῇ πανερήμῳ, κατέμεινε μῆνας ἕξ· ἔνθα οἱ κώνωπες μέγιστοι ὄντες, ὡς σφῆκες, αὐτὸν σφοδρῶς κατετίτρωσκον, ὡς καὶ σπονδύλους καθ’ ὅλου τοῦ σώματος ἐξενεγκεῖν. Μετὰ γοῦν τοὺς ἓξ μῆνας, εἰς τὸ κελλίον αὐτοῦ ὑποστρέψας, ἀπὸ μόνης τῆς φωνῆς ἐγνωρίζετο, διὰ τὸ ἠλλοιῶσθαι τὸ σῶμα αὐτοῦ, καὶ ἐλεφαντιῶσι παρεικάζεσθαι.
Τούτου ποτε φρέαρ διορύσσοντος, ἀσπὶς εὑρεθεῖσα, ἤψατο τῆς χειρὸς αὐτοῦ, ἀναιρετικὸν δέ ἐστι τοῦτο τὸ θηρίον. Ὁ δέ, ταῖς χερσὶν ἀμφοτέραις δραξάμενος τῶν χελύων αὐτῆς, διέσχισεν εἰπών· Μὴ ἀποστείλαντός σε τοῦ Θεοῦ, πῶς ἐτόλμησας ἄψασθαί μου; Εἰσῆλθε ποτὲ ἐν τῷ Μοναστηρίῳ τῶν Ταβεννησιωτῶν, θέλων μαθεῖν ἑκάστου τὴν αὐτῶν ἐργασίαν. Καὶ ὡς ἐπέστη ἡ Τεσσαρακοστή, οἶδε διαφόρους ἐν αὐτοῖς πολιτείας. Ὁ μὲν γὰρ ἤσθιεν ἐν ἑκάστῃ ἑσπέρᾳ, ὁ δὲ διὰ δύω, ἄλλος διὰ τριῶν, ἕτερος διὰ πέντε, ἄλλοι διὰ πάσης νυκτὸς ἑστῶτες, τῇ ἠμέρᾳ εἰς τὸ ἔργον ἐκάθηντο. Ὁ δὲ Μακάριος, βρέξας ἑαυτῷ θαλλοὺς ἐκ φοινίκων, ἔστη ἐν μιᾷ γωνίᾳ, μέχρις αἱ τεσσαράκοντα ἡμέραι ἐπληρώθησαν, καὶ τὸ Πάσχα ἔφθασεν, ἐν αἷς οὐκ ἄρτου μετελάμβανεν, οὐχ ὕδατος, οὐ γόνυ ἔκαμψεν, οὐκ ἐκαθέσθη, οὐκ ἀνέπεσεν, οὐ τροφῆς ἑτέρας ἐγεύσατο, ἐκτὸς κράμβης ὠμῆς, καὶ ταύτης κατὰ μόνην Κυριακήν.
Τούτου ποτε καθεζομένου ἐν τῇ αὐλῇ, καὶ τὰ πρὸς ὠφέλειαν ὁμιλοῦντος, ὕαινα συμπαραλαβοῦσα τὸν ἑαυτῆς σκύμνον ὄντα τυφλόν, ἔῤῥιψεν εἰσελθοῦσα εἰς τοὺς πόδας αὐτοῦ. Ὁ δέ, ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοὺς πτύσας, ἐποίησεν αὐτὸ ἀναβλέψαι. Ἡ δέ, λαβοῦσα τὸ ἑαυτῆς γέννημα, ἐξῆλθε. Καὶ τὴν ἕωθεν σπεύσασα, κώδιον μέγα προβάτου ἤνεγκε τῷ Μακαρίῳ. Ὁ δὲ ἔφη πρὸς αὐτήν· Τὰ ἐξ ἀδικίας ἐγὼ οὐ δέχομαι. Ἠ δὲ ὕαινα, κλίνασα τὴν κεφαλήν, ἐξῆλθε τῆς αὐλῆς, Εἶδε καὶ οὗτος τὸν διάβολον, τὰ εἶδη τῆς ἀπάτης ἐπιφερόμενον, διά τινος ἐσθήματος τρωγλωτοῦ καὶ κολοκυνθίων αἰνιττόμενον ταῦτα.
Ἦν δὲ ὁ Ἅγιος τὴν ἡλικίαν ἔχων ὑποκόλοβον, σπανός, ἐπὶ τοῦ χείλους μόνον ἔχων τρίχας, καὶ εἰς τὸ ἄκρον τοῦ πώγωνος. Τῇ ὑπερβολῇ γὰρ τῶν ἀσκητικῶν πόνων οὐδὲ τρίχες αὐτῷ ἐξεφύησαν. Ὅθεν οὕτως ἀσκήσας, καὶ ἐν βαθεῖ γήρᾳ καταντήσας, πρὸς Κύριον ἐξεδήμησε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τῶν νεαρῶν Αὐταδέλφων Ὁσίων, τῶν διὰ τῆς εὐχῆς ἁγιασθέντων.
Δι᾿ εὐχῆς ἤρθη εἰς εὔκλειαν μαρτύρων,
ἡ δυὰς νεαρῶν αὐταδέλφων ξένων.
Οἱ ὅσιοι τοῦ Χριστοῦ, νεαροὶ αὐτάδελφοι, ὧν Κύριος μόνον οἷδε τὰ ὀνόματα, ἐξ εὐγενοῦς οἰκογενείας ἕλκοντες τὴν καταγωγὴν ἐγκατέλιπον τὴν τύρβην τοῦ κόσμου καὶ τὰς ἐν αὐτῷ προσκαίρους ἀπολαύσεις, ποθήσαντες ἀνῦσαι βίον ἀσκητικὸν ἐν τῇ ἐρήμῳ. Παριδόντες οὖν τὸ νεαρὸν τῆς ἡλικίας προσῆλθον τῷ Μεγάλῳ Μακαρίῳ καὶ ἀπῄτησαν σὺν αὐτῷ μεῖναι καὶ ἀσκήσασθαι. Οὗτος ἰδὼν τὴν τρυφηλὴν αὐτῶν ὄψιν καὶ γιγνώσκων καλῶς τὸ τραχὺ τῆς ἐρήμου οὐκ ἤθελεν αὐτοὺς δέξασθαι. Καμφθεὶς ὅμως πρὸ τῆς ἐπιμονῆς αὐτῶν ὑπέδειξεν αὐτοῖς τόπον ἀσκήσεως καὶ ἐφοδιάσας αὐτοὺς διὰ πελέκεως πρὸς λατόμησιν πέτρας καὶ πῆξιν καλύβης καὶ νουθετήσας αὐτοὺς καταλλήλως πρὸς οἰκοδομὴν πνευματικὴν καὶ ἐξοικονόμησιν τοῦ ἐπιουσίου ἄρτου ἀφῆκεν αὐτοὺς ἠσύχως ἀσκῆσαι. Μετὰ παρέλευσιν τριῶν ἐνιαυτῶν ἀπεφάσισεν ὁ θεῖος οὖτος πατὴρ ἐπισκέψασθαι αὐτούς, ἵνα θεωρήσῃ τὴν πνευματικὴν αὐτῶν πρόοδον, θαυμάζων ὅτι τὸ ἐν τῷ μεταξὺ διαῤῬεῦσαν διάστημα ἀφανῶς οὗτοι ἐβίων. Μετ᾿ ἐκπλήξεως δὲ διεπίστωσε τὸ μέτρον τῆς αὐτῶν ἀρετῆς πολιτευομένων ἐν ἄκρᾳ σιωπῇ καὶ ἀδιαλείπτῳ εὐχῇ. Ἠξιώθη μάλιστα, παραχωρήσει θείᾳ, ἰδεῖν τὴν κατ᾿ αὐτῶν ἕφοδον τῶν ὡς μυϊῶν δαιμόνων ἐν ὥρᾳ προσευχῆς καὶ τὴν περιχαράκωσιν τῶν ὁσίων αὐταδέλφων ὑπὸ ἀγγέλου τοῦ Θεοῦ. Ἔτι δὲ πλέον τὴν ἐν εἴδῃ πυρίνου σχοινίου ἄνοδον τῆς προσευχῆς αὐτῶν πρὸς τὸν οὐράνιον θρόνον. Νεαροὶ ἔτι ὄντες οἱ θεῖοι οὗτοι αὐτάδελφοι ὅσιοι, ὀλίγον μετὰ τὴν ἀναχώρησιν τοῦ ὁσίου Μακαρίου ἐκ τῆς καλύβης αὐτῶν ἀπῆλθον πρὸς Ὃν ἠγάπησαν Κύριον, ἵνα εὐφραίνωνται καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἠμῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρκου Ἐφέσου τοῦ Εὐγενικοῦ, τοῦ τῆς Ὀρθοδοξίας τῶν Ἀνατολικῶν Γραικῶν μονομάχου καὶ ὑπερμάχου καὶ φύλακος.
Κρατεῖ μὲν Ἄτλας μυθικῶς ὤμοις πόλον,
Κρατεῖ δ’ ἀληθῶς Μάρκος ὀρθοδοξίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀρσενίου, ἀρχιεπισκόπου Κερκύρας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εὐφρασίας.
Ψεύδει σοφῷ φυγοῦσα σαρκὸς τὴν ὕβριν,
Ἀθλεῖς ἀληθῶς ἐκ ξίφους Εὐφρασία.
Αὕτη ἦν ἐκ πόλεως Νικομηδείας, ἐπὶ Μαξιμιανοῦ τοῦ βασιλέως, γένους ἐπισήμου, τρόπου σώφρονος καὶ χρηστοῦ. Μὴ πεισθεῖσα δὲ θυσίαν τοῖς δαίμοσι προσενεγκεῖν, τύπτεται σφοδρῶς. Καὶ ἐπιμένουσα τῷ ἐνστάσει, πρὸς ὕβριν ἀνδρὶ βαρβάρῳ ἐκδίδοται, ὑφ’ οὗ τὴν κεφαλὴν ἀπετμήθη ἀπατηθέντος παρ’ αὐτῆς, ὅτι εἰ ταύτης ἀπόσχοιτο, παρασχεῖν αὐτῷ φαρμάκων, ᾧ χρησάμενος, ταῖς ἐπιφοραῖς τῶν ξιφῶν, καὶ ταῖς διακοντίσεσι τῶν πολεμίων, ἄτρωτος ἔσται. Καὶ πεῖραν λαβεῖν ἔλεγε, τὸν ἑαυτῆς αὐχένα προτείνασα. Ὁ δὲ ἀληθεύειν ταύτην οἰηθείς, ἐνεγκὼν κραταιότερον, τὴν αὐτῆς ἀπέτεμε κεφαλήν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μελετίου τοῦ Γαλλησιώτου καὶ ὁμολογητοῦ, ὅστις ἐχρημάτισεν ἐν ἔτει 1250
Κτείνει Δαβὶδ μὲν ἀλλόφυλον σφενδόνη,
Κτείνει δὲ Μελέτιος Αὐσόνων πλάνην.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κοσμᾶ τοῦ Χρυσοστομάτου, τοῦ ἀσκήσαντος ἐν τῇ Ἱερᾷ Μονῇ Ἁγίου Ἰωάννου Χρυσοστόμου Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μακαρίου, ἐπισκόπου Ἱερισσοῦ.
Ἱερισσὸς γάνυται σῇ ποιμανσίᾳ,
Μακάριε, ἀγλαῶν ποιμένων γέρας.
Οὗτος, ἤκμασε κατὰ τοὺς χρόνους τοῦ Μεγάλου Κωνσταντίνου καὶ τοῦ Θεοδοσίου. Ἐκοιμήθη ἐν ὁσιότητι ἐπὶ τῆς βασιλείας τοῦ Ἀρκαδίου. Ἐχρημάτισε, κατὰ πᾶσαν πιθανότητα ὁ πρῶτος, ἐπίσκοπος Ἱερισσοῦ τῆς Χαλκιδικῆς καὶ θεωρεῖται ὁ κτήτωρ τοῦ Ἱεροῦ Ναοῦ τοῦ Ἁγ. Στεφάνου τῆς Ἱερᾶς Μονῆς Κωνσταμονίτου τοῦ Ἁγίου Ὄρους.
Κατὰ τὰ πρῶτα ἔτη τῆς ἐπισκοπικῆς αὐτοῦ διακονίας συνηντήθη μετὰ τοῦ Μεγάλου Κωνσταντίνου, ἐπιζητοῦντος ἐκείνου κρῖσαι τὴν Νέαν Ῥώμην παρὰ τὸν Ἀκάνθιον ἰσθμόν, τὸν πλησίον τῆς Ἱερισσοῦ καὶ τοῦ Ἁγιωνύμου Ὄρους κείμενον. Οὗτος διὰ τῆς σοφίας τῶν αὐτοῦ λόγων κατέπιθε τὸν θεόστεπτον ἄνακτα ἀπομακρυνθῆναι τῶν αὐτοῦ σχεδίων καὶ διασῶσαι τὸ φιλήσυχον τῆς περιοχῆς καὶ δὴ τὸν μοναχοτρόφον Ἄθωνα.
Ἐπὶ Ἰουλιανοῦ τοῦ Παραβάτου, ὁ Μακάριος κατεδιώχθη καὶ ἠναγκάσθη ἐλθεῖν εἰς Ἄθωνα, ἔνθα ἐνεδόμησε τὸν ὑπ’ ἐκείνου ἐρημωθέντα ναὸν τοῦ Πρωτομάρτυρος Στεφάνου, τῆς Ἱερᾶς τοῦ Κωνσταμονίτου Μονῆς. Ἐν αὐτῇ καλῶς ἀγωνισάμενος ὁ ἀοίδιμος ἐκοιμήθη ἐν Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἐπαναφορᾶς τοῦ Σταυροῦ τοῦ μαρτυρίου τοῦ Ἀποστόλου Ἀνδρέου ἐν Πάτραις, ἐν ἔτει 1980 μ. Χ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Νηστευτοῦ, τῆς Μονῆς τοῦ Ἁγίου Ἀντωνίου τῆς Μεγάλης Λαύρας τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ διακόνου, τῆς Μονῆς τοῦ Ἁγίου Θεοδόσιου τῶν Σπηλαίων τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδώρου Νόβγκοροντ, τοῦ διὰ Χριστοῦ σαλλοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Ῥωμαίου, Νόβγκοροντ Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Στυλίτου τοῦ Γεωργιανοῦ
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Νικοδήμου τοῦ Μπέλγκοροντ
Τῇ αὐτῇ ἡμέρᾳ, τελεῖται ἡ ἀνάμνησις τοῦ ἐν Νικαίᾳ μεγίστου θαύματος, ὅτε ὀ Μέγας Βασίλειος διὰ προσευχῆς ἀνέῳξε τὰς πύλας τῆς Καθολικῆς Ἐκκλησίας, καὶ παρέθετο αὐτὴν τοῖς Ὀρθοδόξοις.
Πῶς οὐκ ἂν ἦρε Βασίλειε τὰς πύλας,
Μέγας ναός σοι τῷ νῷ τῷ ἐμψύχῳ;
Οὐάλεντος (364-378) τὰ σκῆπτρα τῆς τῶν Ῥωμαίων βασιλείας κρατοῦντος, ἀρχιερεῖς τινες τὰ τοῦ Ἀρείου βλάσφημα ῥήματα πρεσβεύοντες μετὰ καὶ ἱερέων κακογνώμονων, ἐκ Νικαίας τῆς Κωνσταντίνου καταλαμβάνουσι καὶ πρὸς τὸν βασιλέαν γενόμενοι τὴν κυριείαν τοῦ ἐν τῇ Νικαίᾳ μεγίστου μητροπολιτικοῦ ναοῦ αἰτοῦνται. Ὁ δὲ Οὐάλης τὴν αὐτὴν δεινὴν κακοδοξίαν πάσχων, ἐκέλευσε δοθῆναι τὸν ναὸν αὐτοῖς, στρατιώτας πέμψας ἅμα μετ’ αὐτῶν τοῦ ἐκδιώξαι τὸν εὐσεβῆ καὶ ὀρθῶς δοξάζοντα καὶ θεραπεύοντα Θεὸν ἐκεῖσε ἀρχιερέα. Τοῦτο οὖν μαθόντες οἱ τῶν Ὀρθοδόξων ἐν Νικαίᾳ ἀντεχόμενοι παραδόσεων, εὐθὺς τὸν τῆς Καισαρείας πρόεδρον, τὸν Μέγαν δηλονότι Βασίλειον εἰς ἀντίληψιν ἐπικαλοῦνται, ἐκδυσωποῦντες αὐτὸν ἵνα τῷ βασιλεῖ μεσιτεύσῃ, τῆς τοιαύτης ἀποφάσεως αὐτὸν ἀποτρέψῃ, καὶ ὑπὲρ αὐτῶν ἱκετεύσῃ.
Βασίλειος δὲ εἰς τὴν τῶν πόλεων βασιλίδα ἀπελθών, καὶ στὰς κατενώπιον τοῦ βασιλέως, παῤῥησίᾳ ἔφη αὐτῷ: «Ὁ προφήτης Δαυΐδ, λέγει· Τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ, ὁ δὲ σοφὸς Σολομών· Κρίσις βασιλέως, δικαιοσύνη. Ὅθεν ἵνα τί, ὦ βασιλεῦ, ἄνευ κρίσεως δικαίας, τοῖς μὲν Ὀρθοδόξοις τὴν εἴσοδον ἐν τῷ πατρώῳ ναῷ κωλύεις, τοῖς δὲ κακοδόξοις ἀρειανοῖς εἰς λατρείαν αὐτὸν παραδιδώς;» Ὑπολαβὼν δὲ καὶ λοξῷ πρὸς αὐτὸν τῷ ὄμματι ἀπιδὼν ἀπεκρίθη ὁ βασιλεύς: «Καὶ πάλιν ὁρῶ σε, ὡς οὐκ εἰκός, εἰς ὕβρεις τραπέντα, ὦ Βασίλειε, ἀλλὰ τὰ νῦν οὐκ ὀρθῶς ἐλέγχεις με». Καὶ ὁ Ἅγιος: «Ὑπὲρ τῆς ἀληθείας προθύμως ἀποθανεῖν βούλομαι». Ἔφη οὖν αὐτῷ ὁ βασιλεύς: «Οὐκοῦν, ὅθεν ἐλήλυθας ἀνέστρεφε καὶ μόνος ὡς ἐπίστασαι κρπινε, πλὴν οὐ πρὸς τὸ τοῦ λαοῦ σου συμφέρον». Ἀντέλεξε δὲ αὐτῷ Βασίλειος πραείᾳ τῇ φωνῇ: «Δός μοι, ὦ βασιλεῦ, τὴν ἐξουσίαν ταύτην καὶ εἰ γνωσθείη σοι, ὅτι καταβράβευσά τινα, μαχαίρας ἔργον με ποίησον».
Χρόνος οὐ μεταξὺ πολὺς μετὰ ταῦτα, καὶ εἰς Νίκαιαν ὁ Μέγας Βασίλειος ἔρχεται. Συναθροίσας οὖν τούς τε τῆς εὐσεβείας λατρευτάς, καὶ τοὺς τὴν δυσσέβειαν νοσοῦντας, πρὸς ἅπαν τὸ πλῆθος τὸν όγον ἀνενεγκὼν εἶπε: «Ἰδοὺ ἐκ Βασιλεούσης πάρειμι καὶ ἔχω ὑμῖν τι εἰπεῖν· δεῦτε καὶ κατασφραγίσαντες τὰς τοῦ ναοῦ θύρας, τοῦ Κυρίου δεηθῶμεν, ὅπως αὐτὸς ἡμῖν τὸ ζητούμενον φανερώσῃ. Προσεύξασθε, ὅθεν, ὑμεῖς οἱ τὰ τοῦ Ἀρείου φρονοῦντες πρῶτον καὶ ἐὰν θεόθεν αἱ θύραι ἀνοιχθήσωνται, λάβετε αὐτόν. Ἐὰν δὲ μή, καὶ ἡμεῖς αὐτοὶ προσευξώμεθα, καὶ εἰ μὲν ταῖς ἡμετέραις ἐπικαμπτόμενος δεήσεσιν ὁ Κύριος τὰς τοῦ ναοῦ πύλας διανοίξῃ, ἡμῖν ἔσται ἡ τοῦ ναοῦ εἰς τοὺς αἰῶνας κυριότης, εἰ δὲ πάλιν οὐδὲν ἐπισυμβῇ, ὑμεῖς ἔσεσθε οἱ τοῦ ναοῦ κύριοι».
Ἤρεσαν οἱ λόγοι οὗτοι ἐνώπιον παντὸς τοῦ πλήθους, καὶ ἀπελθόντες καθὰ συνεφώνησαν κατησφαλίσαντο τὴν ἐκκλησίαν. Ἐπὶ τρισὶν οὖν ἡμέραις εὐχαὶ ἀνεπέμποντο ὑπὸ τῶν ἀρειανοφρόνων πυκναί, ἀλλ’ οὐκ εἰσήκουσεν αὐτοὺς ὁ ὑπ’ αὐτῶν ὑβριζόμενος Χριστός.
Βασίλειος δὲ τότε ἡγούμενος τοῦ τῶν Ὀρθοδόξων δήμου, ἐν τῷ τοῦ Ἁγίου Μεγαλομάρτυρος Διομήδους ἱερῷ τεμένει μεταβάς, ἀγχοῦ που του μητροπολιτικοῦ ναοῦ κειμένῳ, καὶ δέησιν μετὰ παντὸς τοῦ λαοῦ ὁλονύκτιον ποιήσας, περὶ ὄρθρον αὐγάζοντα ἀπῆλθε μετὰ φώτων καὶ ὕμνων καὶ θυμιαμάτων, τῶν αἱρετικῶν συνακολουθούντων, ἄχρι τῶν κεκλεισμένων τοῦ ναοῦ θυρῶν. Ὡς δὲ τὰς χεῖρας διεπέτασεν καὶ τὸ χριστοφόρον σημεῖον ταῖς τοῦ ναοῦ θύραις τριττῶς διεπέτασεν καὶ τὸ χριστοφόρον σημεῖον ταῖς τοῦ ναοῦ θύραις τριττῶς διεχάραξεν, καὶ ἔκραξεν λεοντιαίᾳ τῇ φωνῇ: «Εὐλογητὸς ὁ Θεὸς τῶν Χριστιανῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων», τότε -ὢ τοῦ θαύματος!- οἱ μοχλοὶ παραχρῆμα ἐθραύσθησαν, τὰ σήμαντρα κατέπεσον καὶ αὐτομάτως αἱ πύλαι ἠνεώχθησαν. Ἅπαντες δὲ χαρᾶς ἀνεκλαλήτου πλησθέντες, ἐνηγκαλισάμενοι καὶ καταφιλήσαντες ἀλλήλους, παραυτίκα ἀκωλύτως εἰσελθόντες ἐν τῷ ναῷ τὴν Θείαν Λειτουργίαν ὑπερβαλλόντως ἐπεπληγμένοι ἐπετέλεσαν μετὰ πάσης εὐλαβείας καὶ σεμνότητος, ᾄδοντες καὶ ψάλλοντες, τῷ ἐν Ἁγίοις θαυμαστῷ Κυρίῳ καὶ Θεῷ ἡμῶν.
Τῇ αὐτῇ ἡμέρα, Μνήμην τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου, Πατριάρχου Κωνσταντινουπόλεως, μετατεθέντος καὶ κατατεθέντος εὐλαβῶς ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων τῆς Βασιλευούσης.
Ἔχει νεκρὸν σὸν ἡ καλὴ μετοικία,
Καλῶ γάρ, ὡς σύ, τοὺς Ἀποστόλους Πάτερ.
Ἡ ἀνακομιδὴ τοῦ λειψάνου τοῦ Ἁγίου Γρηγορίου, τελευτήσαντος καὶ ταφέντος ἐν τῇ πατρίδι αὐτοῦ Ναζιανζῷ, ἐγένετο ἐπὶ αὐτοκράτορος Κωνσταντινουπόλεως Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, τὸ ἔτος 912 μ.Χ., τὸ δὲ ἅγιον λείψανον μετεκομίσθη εἰς τὴν Βασιλεύουσαν, καὶ κατετέθη ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων. Ἡ τιμία κάρα τοῦ Ἱεράρχου εὑρίσκεται ὡς πολύτιμος ὄλβος εἰς τὴν Μονὴν τοῦ Βατοπεδίου τοῦ Ἁγίου Ὄρους, μέρος δὲ τῶν λειψάνων ἐν τῇ Νέᾳ Καρβάλῃ Καβάλας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Τῆς Θεοτόκου. Οἱ ἐκ τῆς Ἰουδαίας.
Φωτισμοῦ οὐρανίου ὡς καθάρας τὸν νοῦν σου ἀσκητικαῖς ἀγωγαῖς, Μακάριε ἐπλήσθης, καὶ πᾶσιν εὐσεβείας, φῶς τὸ θεῖον ἀνέτειλας· διὸ παρέστης Φωτί, ἐν πόλῳ τῷ μεγάλῳ.
Πληρωθεὶς χαρισμάτων τῆς κατ’ ἄμφω σοφίας ἐπιμελείᾳ πολλῇ, ῥημάτων οὐρανίων, Μακάριε τὸν πλοῦτον, ἐξηρέυξω καὶ πέφηνας, τῶν εὐσεβῶν πρὸς ζωήν, ἁγίαν ποδηγέτης.
Ἀληθὴς τροφοδότης τῷ τῆς χάριτος λόγῳ ἐν τῷ καιρῷ τῆς πικρᾶς, Μακάριε δουλείας, ἐδείχθης τοῦ Κυρίου, τῷ λαῷ ὡς φιλάδελφος· διὸ τιμῶμεν φαιδρῶς, τὴν μνήμην σου ἐν ὕμνοις.
Θεοτοκίον.
Λυτρωτὴν ἡ τῷ γένει τῶν ἀνθρώπων Μαρία φρικτῶς κυήσασα, παθῶν τῶν τυραννούντων, ἀθλίως τὴν ψυχήν μου, λύτρωσαί με Σῇ χάριτι, ἵνα τὸ χαῖρε ἀεί, πιστῶς Σοι ἀνακράζω.
Ἕτερος. Τὴν φλόγα.
Τῶν δαιμόνων φαρέτρας κατασβέσας, σῶν δακρύων Μακάριε τοῖς ὄμβροις, Εὐλογητὸς εἶ πόθῳ ἐβόας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Παρακλήτου δοχεῖον ἀνεδείχθης, ἀνακράζων Μακάριε ἀπαύστως· εὐλογηττὸς εἶ, εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θησαυρίσας τὸν πλοῦτον τῆς σοφίας, πενομένας ἐπλούτησας καρδίας, καὶ ἀνεβόας· εὐλογητὸς εἶ Κύριε, ὁ πασῶν δωρεῶν χορηγός.
Θεοτοκίον.
Θεοτόκε τὸ ὄμμα τῆς ψυχῆς μου, Σῇ προνοίᾳ ἀκοίμητον συντήρει, ἵνα βοῶ Σοι, πιστῶς τὸ Χαῖρε πάντοτε, τῇ Μητρὶ τοῦ Κυρίου ἡμῶν.
ᾨδὴ η’. Τὸν Βασιλέα.
Διδασκαλίας, ὡς γεωργήσας τὸν λόγον, ὦ Μακάριε καρποὺς ζωῆς ἁγίας, ἐξήνεγκας πάντας, τοὺς εὐσεβεῖς ἐκτρέφων.
Παρὰ Κυρίου, ἐν ἔργῳ Πάτερ καὶ λόγῳ, θεῖος δέδοσαι ἀλείπτης πρὸς τὰ κρείττω, τοῖς δεδουλωμένοις, δυνάστῃ ἀλλοθρήσκῳ,
Ἐλευθερίας, ὁμογενῶν σου τὸ ἔαρ, διεμήνυσας ἐν μέσῳ τοῦ χειμῶνος, τῆς πικρᾶς δουλείας, Μακάριε θεόφρον.
Θεοτοκίον.
μολογοῦντες, Σὲ Θεοτόκον κυρίως, ἡ τῇ θείᾳ Σου λοχείᾳ σεσωσμένοι, τὴν Σὴν προστασίαν, αἰτούμεθα Μαρία.
Ἕτερος. Τὸν ἐν φλογί.
Σὲ τὸν  λαμπρὸν τῆς σοφίας φωστῆρα, δι’ οὗ σκοτία χαλεπὴ ἀπηλάθη, θαυμαστὲ Μακάριε, εὐσεβῶν αἱ χορεῖαι, ᾀσμάτων μελῳδίαις, τιμῶμεν κατὰ χρέος.
Μετατεθεὶς ἐν εἰρήνῃ τῶν κάτω, Χριστῷ παρέστης Βασιλεῖ τῷ μεγάλῳ, καὶ συνήφθης τάξεσι, εὐκλεῶς τῶν Ὁσίων, Μακάριε τρισμάκαρ, ὑπὲρ ἡμῶν πρεσβεύων.
Ἠγαπημένου ἡ νῆσος πλουτοῦσα, τὴν ἱεράν σου ὦ Μακάριε κάραν, ἐξ αὐτῆς σῆς χάριτος, ἀπαντλεῖ ἀενάως, τὰ νάματα ὑμνοῦσα, Θεὸν τὸν ἐν Τριάδι.
Θεοτοκίον.
Τὸν ἐκ Παρθένου ἁγνῆς γεννηθέντα, καὶ καταλύσαντα τοῦ θανάτου τὸ κράτος, Ζωοδότην Κύριον, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ
Ἐπέστη νῦν ἡμέρα πανευπρεπής, Μακαρίου ἡ μνήμη τοῦ μάκαρος, μαρμαρυγαῖς, χάριτος ἁγίας τῶν εὐσεβῶν, ψυχὰς καταλαμπρύνουσα, καὶ ποδηγετοῦσα πρὸς ἀρετῆς, τὴν κτῆσιν τοὺς τελοῦντας, αὐτὴν καὶ τῷ Κυρίῳ, ἐν ταύτῃ ὕμνον ἀναμέλποντας.
Συλλήβδην κατορθώσας τὰς ἐν Χριστῷ, ἀρετὰς τοῖς τιμίοις ἀγῶσί σου, τῶν μοναστῶν, τύπος ἀναδέδειξαι ἀκριβής, καὶ τῶν πιστῶν διδάσκαλος, ἐν καιρῷ δουλείας τῆς χαλεπῆς· διὸ τὴν ἑορτήν σου, τελοῦμεν κατὰ χρέος, θεομακάριστε Μακάριε.
Σοφίας ὑποφήτην τὸν θαυμαστόν, Πατμιάδος Σχολῆς τὸν δομήτορα, τὸν ποταμόν, τῆς διδασκαλίας τὸν νοητόν, τὸν τὰς ψυχὰς ποτίσαντα, ἐν ἡμέραις καύσωνος τῶν πιστῶν, Μακάριον τὸν θεῖον, ἐν ᾄσμασιν ἀξίως, οἱ εὐσεβεῖς πόθῳ τιμήσωμεν
Θεοτοκίον.
μνοῦντά Σε πανάχραντε εὐλαβῶς, μὴ ἐάσῃς με μόνον τὸν δοῦλόν Σου, ἀλλὰ πιστός, πρόστηθί μοι πάντοτε βοηθός, κινδύνων με ἐξαίρουσα, νόσων τε παντοίων καὶ συμφορῶν. Σὺ γὰρ ἐλέους θείου, τὴν χάριν Μῆτερ ἔχεις, τὸν ἐλεήμονα κυήσασα.
Ἕτερος. Καινὸν τὸ θαῦμα.
Χριστὸν ποθήσας, ἔρωτι σφοδρῷ, ἠκολούθησας Αὐτῷ ἀκατασχέντως, καὶ σάρκα σταυρώσας Ὅσιε, ἀσκήσει τελείᾳ, τῆς Βασιλείας ὤφθης τοῦ Θεοῦ κοινωνός, ἐν ᾗ εὐφραινόμενος, λύσιν πταισμάτων, τοῖς ὑμνηταῖς σου αἴτει Μακάριε.
Ἀσκητικαῖς σου θείαις ἀρεταῖς, ἐθησαύρισας τὴν χάριν τῆς σοφίας, σεπταῖς διδαχαῖς Μακάριε, διδάσκων στηρίζων, τῆς Ἐκκλησίας Πάτερ τοῦ Χριστοῦ τὸν λαόν, δεινῶς ἐν ταῖς θλίψεσι, πικρᾶς δουλείας, τῶν δυσμενῶν ἐχθρῶν κακουχούμενον.
Ὡς ἐν ὑψίστοις ἔχων ἀληθῶς, τὸ πολίτευμα ἀγγελοτρόπῳ βίῳ, ἐν κόσμῳ Θεὸν ἐδόαξσας, καὶ ἐν οὐρανίαις, ἀντεδοξάσθης Πάτερ φερωνύμοις σκηναῖς· διὸ ἀδοξίας παθῶν ῥῦσαι, σαῖς ἱκεσίαις, τοὺς ἐγκωμίοις σε μακαρίζοντας.
Θεοτοκίον.
Θεοκυῆτορ Μῆτερ τοῦ Θεοῦ, παντευλόγητε ἡγιασμένη Κόρη, Παρθένε Μαρία ἔνδοξε, ἀνύμφευτε νύμφη, τῆς παρθενίας ὄντως ἡ ἁγία σκηνή, δυσώπει ἀπαύστως τὸν Υἱόν Σου, ἵνα ῥυσθῶμεν, νόσων καὶ θλίψεων οἱ ἱκέται Σου.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὁ πολλοστὸς ἐν σοφίᾳ, Μακάριος εὐφημείσθω, ὅτι τῶν νέων ἐφάνη, παιδαγωγὸς ἐν Κυρίῳ, αὐτοὺς παιδεύσας τῷ νόμῳ, τῆς πατρικῆς εὐσεβείας.
Θεοτοκίον.
Ἡ τὸν Θεὸν συλλαβοῦσα, ἀσπόρως ἐν τῇ γαστρί Σου, τὰς τῶν παθῶν μου ἀτάκτους, Παρθένε στῆσον κινήσεις, καὶ δός μοι ἐν σωφροσύνῃ, διάγειν πάντα τὸν βίον.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὅσιε Πάτερ Μακάριε, ἐν τοῖς ἐσχάτοις καιροῖς, τῇ φωνῇ τοῦ Κυρίου σου, εὐπειθὴς γενόμενος, τὰ ἐν κόσμῳ κατέλιπες, καὶ δι’ ἀσκήσεως ἀνατέταλκας, τῇ Ἐκκλησίᾳ καθάπερ ἥλιος· ὅθεν ἀκτῖσί σου, μυστικῶς λαμπόμενοι ταῖς νοηταῖς, τὴν σεπτὴν τελοῦμέν σου, μνήμην γηθόμενοι.
Ὅσιε Πάτερ Μακάριε, τῶν ἀγαθῶν τῆς ζωῆς, τῇ ὀρέξει πτερούμενος, βίου τὰ ἐπίκηρα, θεοφρόνως παρώδευσας, καὶ συνεσταύρωσαι δι’ ἀσκήσεως, Χριστῷ ψυχῆς σου τῷ θείῳ ἔρωτι. Οὗ παμμακάριστε, μετασχὼν τῆς κρείττονος ἐν οὐρανοῖς, δόξης τῶν τιμώντων σε, ἀεὶ μνημόνευε.
Ὅσιε Πάτερ Μακάριε, τὴν σὴν ζωὴν ἐκ παιδός, ὡς εὐῶδες θυμίαμα, καὶ θυσίαν ἄμωμον, τῷ Κυρίῳ προσήγαγες, ἀκολουθήσας Αὐτοῦ τοῖς ἴχνεσι, πᾶσιν ἀγάπην ἐπιδεικνύμενος· ὅθεν τῆς ἄνωθεν, γνώσεως τὸ χάρισμα πεπλουτηκώς, θεῖος ἐχρημάτισας, πιστῶν διδάσκαλος.
Ὅσιε Πάτερ Μακάριε, καταυγασθεὶς μυστικῶς, τῇ ἐλλάμψει τοῦ Πνεύματος, θαυμαστῶς διήθλησας, ἐγκρατείας τὸ στάδιον, καὶ τοῖς διψῶσιν ἀφθόνῳ λόγῳ σου, τῆς εὐσεβείας ὕδωρ μετέδωκας. Σὺ ἐξελήλυθας, ὡς πηγὴ γὰρ ἔνδοξε δαυϊτικῶς, προμηθείᾳ κρείττονι, ἐξ οἴκου ζῶντος Θεοῦ.
Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, ἐπιφανεῖσα γὰρ τοῦ Ὁσίου ἡ μνήμη, ἐν Ἐκκλησίας τῷ νοητῷ οὐρανῷ, τῶν χαρίτων ταῖς αὐγαῖς καταπυρσεύσει, τῶν φιλοσίων λαμπρῶς τὰ συστήματα. Εὐσεβῶν αἱ χορείαι συντρεχέτωσαν, καὶ τὸν θεοφόρον τιμάτωσαν ἀξίως, ὡς εὐσεβείας ὑπάρχοντα, ὑπογραμμὸν καὶ μύστην ἄριστον, ἱερεῖς καὶ μονάζοντες, τὸν τῆς τελείας ζωῆς ὑποφήτην ὄντα, χρεωστικῶς ἀνυμνήσωμεν. Τὸν ἐν σοφίᾳ περιφανῆ, καὶ ἐν διδασκαλίαις ἀληθέστατον, τὸν ἐν πράξει χριστομίμητον, ἐν θεωρίαις τε οὐράνιον, καὶ ἐν παραδείγματι ἀξιομίμητον, τὸν θησαυρὸν τὸν ἀσύλητον, τὸν πάντας τοὺς εὐσεβεῖς ἀεὶ πλουτίζοντα, τῶν ἐν τῇ Πάτμῳ τὴν θείαν εὐκοσμίαν, εὐφημοῦντες οὕτως κράξομεν· Μακάριε Πάτερ πολυσέβαστε, τῇ παναλκίμῳ δυνάμει τῆς πρεσβείας σου, ἐξελοῦ ἡμᾶς τῶν ἐνεστώτων κινδύνων, καὶ μὴ ἐγκαταλίπῃς, τοὺς πιστῶς ἐλπίζοντας τῇ προστασίᾳ σου.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις τῆς σοφίας σκεῦος λαμπρόν, καὶ τῆς ἐν Κυρίῳ, θείας γνώσεως θησαυρός· χαίροις διδασκάλων, ὑπόδειγμα καὶ τύπος, Μακάριε θεόφρον, τῆς Πάτμου καύχημα.