Δευτέρα 15 Αυγούστου 2011

Τα Εγκώμια της Παναγίας


ΣΤΑΣΙΣ ΠΡΩΤΗ

1. Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί, Θεὸν γαστρί σου χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.

2. Γέφυρα ὑψούται, μετάγουσα πρίν, ἐκ θανάτου πρὸς ζωὴν τὴν ἀκήρατον, τοὺς θανόντας παραβάσει τὸν Ἀδάμ.

3. Δάκρυσι καὶ θρήνοις, γοεροῖς ἐπὶ σοί, πᾶσαι αἱ σαὶ φίλαι ἐκόπτοντο, τὴν μετάστασιν μὴ φέρουσαι τὴν σήν.

4. Ἔχαιρον χορείαι, Οὐρανίων Νοῶν, ἀπὸ γῆς σὲ φερομένην δεχόμεναι, εἰς οὐράνια σκηνώματα Ἁγνή.

5. λαμπὰς θεία, τοῦ ἀρρήτου φωτός, φρικτωρούσα οὐρανόθεν τοὺς δούλους σου, μὴ ἐλλείπης ἀγαθὴ τοὺς ἐπὶ γῆς.

6. Θρόνος τοῦ ὑψίστου γενομένη ἁγνή, ἀπὸ γῆς πρὸς οὐρανὸν μεταβέβηκας, μεταστᾶσα εἰς αἰώνιον ζωήν.

7. Ἱερέων πέλεις, καύχημα εὐλαβῶν, Ἐκκλησίας τὸ ἀκράδαντον στήριγμα, καὶ Ὁσίων Ἀσκητῶν ἀρωγός.

8. Κλῖμαξ ἁγία, ἢν προεῖδε σαφῶς, Ἰακὼβ διἧς κατέβη Ὕψιστος, ἀνυψούται ἀπὸ γῆς πρὸς οὐρανόν.

9. Μαριὰμ πῶς θνῄσκεις, πῶς τῷ τάφῳ οἰκεῖς, τῆς ζωῆς τὸν χορηγὸν γεννήσσασα, τοὺς νεκροὺς ἐξαναστήσαντα φθοράς;

10. Νύμφην τοῦ Ὑψίστου, καὶ Μητέρα σαφῶς, Ἰησοῦ τοῦ Θείου Λόγου γινώσκομεν, κἄν ἐν τάφῳ σὲ ὁρῶμεν ὡς φθαρτήν.

11. Οὐρανὸς ὡς ἄλλος, ἀνεδείχθη Ἁγνή, δεξαμένη τὸ σὸν σκῆνος τὸ ἄχραντον, ἁγία καὶ σεπτὴ Γεθσημανῆ.

12. Ράβδος , τὸ ἄνθος, τὸ εὐῶδες Χριστόν, ἐξανθήσασα τῷ τάφῳ νῦν τέθαπται, ἵνα φύσῃ σωτηρίας τὸν καρπόν.

13. Τάφος μὲν καλύπτει, τὸ σὸν σκῆνος , Ἁγνή, τὴν δὲ θείαν σου ψυχὴν χειριζόμενος, Υἱός σου ἀγκαλίζεται λαμπρῶς.

14. Χώραν ἀχωρήτου, τοῦ Θεοῦ Μαριάμ, χρηματίσασαν καὶ ἅγιον τέμενος, νῦν καλύπτει σὲ ἀγρὸς Γεθσημανῆς.

15. Ψάλλοντες τὸν τόκον, σοῦ τὸν θεῖον Ἁγνή, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ γεραίρομεν, σὲ τὸν ἔμψυχον ναὸν τόν τοῦ Θεοῦ.

16. Ὢ θαυμάτων ξένων, ὢ πραγμάτων καινῶν, ἡ πνοή μου τὸν δοτῆρα κυήσασα, ἄπνους κεῖται καὶ κηδεύεται νεκρά.

Δόξα

17. Ἀνυμνοῦμεν λόγε, σὲ τὸν πάντων Θεόν, σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ σοῦ Πνεύματι, καὶ δοξάζομεν οἱ πάντες εὐσεβῶς.

Καὶ νῦν

18. Μακαρίζομέν σε, Θεοτόκε Ἁγνή, καὶ τιμῶμεν τὴν ἁγίαν σου Κοίμησιν, καὶ τὴν ὕψωσιν ἐκ γῆς, πρὸς οὐρανόν.

19. Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί, ἡ Θεὸν γαστρί σου χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.

Μικρὰ συνάπτῃ. «Ὅτι ηὐλόγηταί Σου τὸ ὄνομα καί δεδόξασταί Σου βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ …»

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ

1. Ἄξιόν ἐστι, μεγαλύνειν σὲ τὴν Θεοδόχον, τὴν τῶν ἀρετῶν ταμεῖον ὑπάρξασα, καὶ χαρίτων ἁπασῶν τῶν τοῦ Θεοῦ.

2. Βάτον ἐν Σινᾶ, ἀκατάφλεκτον εἶδε σε πάλαι, Μωυσῆς γαστρί σου τὸ θεῖον πῦρ, ὡς χωρήσασα ἀφλέκτως Μαριάμ.

3. Ἔνθα οἱ χοροί, Ἀποστόλων τε καὶ τῶν Ἀγγέλων, ἵσταντο κυκλοῦντες ἐν ᾄσμασι, παριστάμεθα Παρθένε καὶ ἡμεῖς.

4. Ζώωσον Ἁγνή, τοὺς εἰς σὲ πιστῶς καταφυγόντας, διὰ τῆς ὑπὲρ αὐτῶν μεσιτίας σου, πρὸς τὸν ἄναρχον Υἱὸν καὶ Παντουργόν.

5. Θαῦμα ἀληθῶς, πῶς ἄναδρος θηλάζει βρέφος, πῶς καὶ νεκροφόρος καθίστασαι, Μητρόθεος ἐκτὸς διαφθορᾶς.

6. Ἴθυνον ἡμᾶς, πρὸς λιμένας σωτηρίους, Κόρη, τοὺς χειμαζομένους ἐν κλύδωνι, ψυχοφθόρων παραπτώσεων δεινῷ.

7. Μέτοχοι ζωῆς, τῆς ἀφθάρτου τε καὶ ἀϊδίου, τῷ σῷ τόκῳ πάντες γεγόναμεν, δι’ ὃ ᾄδομεν τὸ χαῖρε σοι σεμνή.

8. Νόμοι ἐπὶ σοί, οἱ τῆς φύσεως Ἁγνὴ Παρθένε, σφόδρα παραδόξως καινίζονται, ὡς κυήσασα Θεὸν Ἐμμανουήλ.

9. Ῥήτορες δεινοί, οὐδὲ Ἄγγελοι Παρθενομῆτορ, σθένουσιν ἀξίως ὑμνήσαι σε, τὴν ὑπέρτιμον Μητέρα τοῦ Θεοῦ.

10. Ὕμνους καὶ ᾠδάς, ἐξοδίους ὥσπερ μύρα Κόρη, ἐπικήδεια σοι προσφέροντες, ἐξαιτούμεθα πταισμάτων ἱλασμόν.

11. Φόβῳ καὶ χαρά, καὶ ἡμεῖς ὥσπερ ἐκεῖνοι τότε, πάρεσμεν τῷ τάφῳ σου Ἄχραντε, ἐκπληττόμενοι τὴν κοίμησιν τὴν σήν.

12. Χαῖρε Μαριάμ, δι’ ἧς ἔλαμψε χαρὰ τῷ κόσμῳ, καὶ ἀρᾷ ἡ καθ’ ἡμῶν ἐξωστράκισται, τὸν Σωτῆρα κυησάσης ἐπὶ γῆς.

Δόξα

13. Δόξα τῷ Πατρί, σὺν Υἱῷ τε καὶ τῷ Παναγίῳ Πνεύματι προσάγομεν εὐσεβῶς, τῇ Τριάδι τῇ Ἁγίᾳ καὶ σεπτή.

Καὶ νῦν

14. Ἄσμασι πιστοί, ὀρθοδόξοις τε καὶ εὐπροσδέκτοις, πάντες ἀνυμνήσωμεν σήμερον, τὴν Μητέρα τοῦ Θεοῦ δουλοπρεπῶς.

15. Ἄξιόν ἐστι, μεγαλύνειν σε τὴν Θεοδόχον, τὴν τῶν ἀρετῶν ταμεῖον ὑπάρξασα, καὶ χαρίτων ἁπασῶν τῶν τοῦ Θεοῦ.

Μικρὰ συνάπτῃ. «Ὅτι ἅγιος εἰ ὁ Θεὸς ἡμῶν, ὁ ἐπὶ Θρόνου δόξῃς τῶν Χερουβεὶμ ἐπαναπαυόμενος καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, …»

ΣΤΑΣΙΣ ΤΡΙΤΗ

1. Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσάγουσι Παρθένε.

2. Δυσώπει τὸν Υἱόν σου, οἰκτείραι ἡμᾶς πάντας, ἐν τῇ μελλούσῃ κρίσει.

3. Ἐν οὐρανῷ ἐστάναι, νομίζομεν Παρθένε, ἑστῶτες τῷ Ναῷ σου.

4. Ἡ γῆ πανηγυρίζει, ὁ οὐρανὸς χορεύει, σοῦ ἄνω αἰρομένης.

5. Ἵνα τὸ κάλλος βλέπεις, τοῦ σοῦ Υἱοῦ Παρθένε, πρὸς οὐρανοὺς μετέστης.

6. Λύτρωσιν παράσχου, Παρθένε Θεοτόκε, τοῖς σὲ ὑμνολογούσι.

7. Μόνη σύ προστάτις, πενήτων ὀρφανῶν τε, καὶ τῶν χήρων ὑπάρχεις.

8. Ῥητόρων πολυφθόγγων, σοφίαν ἐτροπώσω, τῇ σῇ κυοφορία.

9. Σκιρτώσιν αἱ καρδίαι, τῶν εὐσεβούντων πάντων, ἐπὶ τῇ σῇ κηδεύσει.

10. Τὶς ἐξειπεῖν ἰσχύει, Παρθενομῆτορ μόνη, τάς θείας ἀρετάς σου.

11. Ὕψωσον Παρθένε, τῇ σῇ κυοφορία, τὸ κέρας Ὀρθοδόξων.

12. Φυλαὶ λοιπαὶ καὶ γλῶσσαι, τὸν τάφον σου κυκλοῦσι, σὲ ἀνυμνολογοῦντες.

13. Ὢ Μῆτερ καὶ Παρθένε, ἀπάλλαξον γεένης, τοὺς σὲ ὑμνολογούντας.

14. Ἔρραναν τὸν τάφον, οἱ κηδεύσαντές σε, ἄνθεσι καὶ μύροις.

Δόξα

15. Ὢ Τριὰς Ἁγία, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, τοὺς λατρευτάς σου σῶσον.

Καὶ νῦν

16. Παναγία Μῆτερ, σκέπε καὶ φρούρει πάντας, τοὺς ἐπὶ σὲ θαρροῦντες.

17. Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσάγουσι Παρθένε.

ΕΥΛΟΓΗΤΑΡΙΑ

Εὐλογητή εἰ Δέσποινα, σκέπε, φρούρει τούς εἰς σέ ὑμνολογούντας

1. Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθεῖσαν, τῆν Σωτῆρα τῶν βροτῶν, Μαριάμ τετοκυῖαν, τόν σύν ἑαυτῷ τόν Ἀδάμ ἐγείραντα, καί ἐξ’ Ἄδου πάντας ἐλευθερώσαντα.

Εὐλογητή Πάναγνε, τήρει πάντας ἡμᾶς ἀκατακρίτους.

2. Τί θρηνεῖτε συμπαθῶς, ὠ γύναια, ἐπ’ ἐμοί θνήσκειν μελλούσῃ, ἡ Παρθένος τερπομένη ἔλεγε, πρός τάς γείτονας θρηνολογούσαις. παύσασθε ὑμεῖς τοῦ θρήνου καί ἤσθητε, καί θανοῦσα γάρ ὑμῶν οὐκ ἀφίσταμαι.

Εὐλογητή εἰ Ἄχραντε, σῶζε πάντας ἡμᾶς ἀναμαρτήτους.

3. Λίαν ταχύ, πρός σέ Κόρη ἔδραμον, οἱ Ἁπόστολοι θρηνολογοῦντες. μεταστῆναι πρός τά ἄνω μέλλουσαν καί είπον, θρήνου νῦν καιρός, τό πάθος πῶς οἴσομεν, ὀρφανίας τῆς σῆς, ὤ Παναμώμητε;

Εὐλογητή εἰ Πάνσεμνε, δίδου πᾶσιν ἡμῖν τήν σωτηρίαν.

4. Μυροφόρων Παρθένε, τάξιν ἀναλαβόντες, πρός τό μνὴμα σου ὕμνους εξοδίους προσκομίζομεν, ἀνυμνοῦντες σε Κόρη, τήν μετά νεκρῶν λογισθεῖσαν ὡς ἄνθρωπον, ὡς Θεοῦ δέ μεταστᾶσαν γεννήτριαν.

Δόξα

5. Προσκυνοῦμεν Πατέρα καί τόν τούτου Υἱόν τε, καί τό Ἅγιον Πνεῦμα, τήν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σύν τοῖς Σεραφείμ, κράζοντες τό Ἅγιος, Ἅγιος, Ἅγιος εἰ Κύριε.

Καί νῦν.

6. Ζωοδότην τεκοῦσα, ἁμαρτίας Παρθένε, τόν Ἀδάμ ἐλυτρώσω, χαρμονήν δέ τῇ Εὔᾳ, ἀντί λύπης παρέσχες, ρεύσαντα ζωῆς ἴθυνε πρός ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεός καί ἄνθρωπος.

7. Ἀλληλούια, Ἀλληλούια, Ἀλληλούια Δόξα σοι ὁ Θεός. (τρίς)

Παρακλητικός κανών εις τους Θεοπάτορας Ιωακείμ και Ανναν.

Μετά τον Ευλογητόν, το, Κύριε εισάκουσον…
Είτα τα, Θεός Κύριος∙ και το Τροπάριον. Ηχος Δ΄

Ο Υψωθείς εν τω Σταυρώ.

Ιωακείμ του θαυμαστού και της Άννης, των παραδόξως την Παρθένον τεκόντων, πίστει ημείς δεόμεθα κραυγάζοντες∙ ρύσασθε Προπάτορες , του Σωτήρος εκ νόσων, θερμαίς υμών δεήσεσι, πειρασμών και κινδύνων, και ταίς γαστρί εχούσαις γυναιξί, την ευτοκίαν ταχέως δωρήσασθε.

Δόξα Και νυν Θεοτόκιον. Ου σιωπήσωμεν…
Ωδή Α΄. Ηχός Πλ. Δ΄. Υγράν διοδεύσας.

Τους αξιωθέντας τεκείν εν γη, την υψηλοτέραν , ασυγκρίτως των Σεραφείμ, Ιωακείμ και Άνναν τους ενθέους, εκδυσωπείν υπέρ ημών ικετεύσωμεν.

Ολοτρόπω νεύσει προς τον Θεόν, προσέχοντες όντως, οι Προπάτορες του Χριστού, εκύησαν φύσεως τοίς νόμοις, την Θεότόκον, ην δυσώπειν ου παυόμεθα.

Υπερτέραν ζώντες ήδη ζωήν, εν αφθάρτω βίω, ικετεύσατε τον Θεόν, Ιωακείμ και Άννα, παρασχείν μοι, τω τεθλιμμένω χαράν υπερκόσμιον.

Θεοτοκιον.
Σαρκός μου τα πάθη τα χαλεπά, αίτησαι σον Τόκον, θανατώσαι , ω Μαριάμ, και νεκρόν με όντα αμαρτίαις, αναζωώσαι ως φύσει φιλάνθρωπος.

Ωδή Γ΄. Συ ει το στερέωμα.
Στειρεύουσα, Ένθεε, τεκείν ως Κτίστην, ικεύτευες, ούτω και νύν, δυστοκίας πάσης , τας εγκύους απάλλαξον.

Ο χάριν την ένθεον, τεκείν πλουτήσας Θεόπαιδα, Ιωακείμ, πρέσβευε Κυρίω, λυτρωθήναι κινδύνων με..

Υμνους νυν προσάξωμεν, προς τους Θεόπαιδα τέξαντας, Ιωακείμ, και Άνναν την θείαν, και πιστώς μακαρίσωμεν..

Θεοτόκιον
Σε πλουτούντες στήριγμα, και προστασία, Πανάχραντε, των πειρασμών, και δεινών παντοίων , εκλυτρούμεθα τάχιον.

Τετάρτη 10 Αυγούστου 2011

Απολυτίκιον Παναγίας της Ιεροσολυμιτίσσης




Ήχος α΄. Της ερήμου πολίτης.

Την σεπτήν σου εικόνα ως της δόξης σου σκήνωμα,
Ιεροσολυμίτισσα Παρθένε, προσκυνούμεν Πανάχραντε.
Εκ ταύτης γαρ πηγάζεις μυστικώς θαυμάτων ποταμούς τας δωρεάς•
και αρδεύεις τας καρδίας και τας ψυχάς των πίστει κραυγαζόντων σοι•
Δόξα τω Θείω Τόκω σου, Αγνή, δόξα τη παρθενία σου, δόξα τη προς ημάς σου ανεκφράστω προνοία, Άχραντε.

Τετάρτη 3 Αυγούστου 2011

Κανών Παρακλητικός στον Άγιο Προφήτη Ηλία τον Θεσβίτην

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου,
ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί
ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί
ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωΐ τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα
τήν ψυχήν μου• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει
μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου
καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄ Τή Θεοτόκω...

Τόν τῶν ἀρρήτων μυστηρίων ἐπόπτην, καί ζηλωτήν Θεοῦ τοῦ ζῶντος προφήτην, ἀνευφημοῦντες κράξωμεν ἐκ βάθους ψυχῆς, Ἠλία μεγαλώνυμε, ταῖς πρεσβείαις σου ρύσαι,
ἐκ τῶν ἀναγκῶν ἠμᾶς, καί παντοίων κινδύνων, μή πάσης ἄλλης βλάβης καί φθορᾶς, τούς προσφυγόντας, θεόπτα, τή σκέπη σου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μή γάρ σύ προΐστατο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν
ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἔκ σού, σούς γάρ δούλους σώζεις ἀεί ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου•ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἄν•ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν
σου μόσχους.

Καί ὁ Κανών τοῦ Κυρίου Ἰωσήφ, οὗ ἡ ἀκροστιχίς. Νέμοις μάκας μοί θείαν Ἡλιοῦ χάριν. Ἰωσήφ.

Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ἀρματηλάτην Φαραώ.
Νενεκρωμένην τήν ψυχήν μου ζώωσον, ὡς τόν τήν χήρας υἱόν, καί ἀρεταῖς θείαις, μάκαρ καταλάμπρυνον, καί πρός ζωήν ὁδήγησον, καί τῆς αἰωνιζούσης, τρυφῆς ἀναδεῖξον
μέτοχον, σού κατατρυφᾶν ἐφιέμενον.
Ἐν τῷ σέ τίκτεσθαι ὁ σός μεμύηται, γεννήτωρ μέγιστον, ὡς ἀληθῶς θαῦμα, πῦρ γάρ σιτιζόμενο, φλογί τέ σπαργανούμενον, σέ τεθέαται μάκαρ, διό ταῖς σαῖς παρακλήσεσι,
ρύσαι μέ πυρός αἰωνίζοντος.
Μεγαλυνθεῖς ταῖς πρός Θεόν σου νεύσεσι, ζηλῶν ἐζήλωσας, ὡς ἀληθῶς μάκαρ, τῷ Κυρίω πάντοτε, διό μέ ἐνδυνάμωσον, ζήλου θείου πλησθέντα, τό ἔνθεον πράττειν βούλημα,
ἴνα σέ γεραίρω σωζόμενος.

Θεοτοκίον.
Ὁ ὑπερούσιος Θεός, Πανάμωμε, ἔκ σού σεσάρκωται, καί δί’ ἠμᾶς ὤφθη, καθ’ ἠμᾶς ὡς ἄνθρωπος, ὄν ἐκτενῶς ἱκέτευε, ὑπέρ πάντας ἀνθρώπους, ἠμαρτηκότα μέ, Παναγνέ,
σῶσαι καί κολάσεως ρύσασθαι.

Ὠδή γ’. Οὐρανίας ἁψίδος...
Ἱερεῖς τῆς αἰσχύνης, ὡς δυσμενεῖς ἔκτεινας, ἔνδοξε προφήτα ζήλω, Θεοῦ πυρπολούμενος, ὅθεν κραυγάζω σοί, τῶν τῆς αἰσχύνης μέ ἔργων, καί διαιωνίζοντος πυρός ἑξάρπασον.
Σέ προβάλλομαι πρέσβυν, πρός τόν Θεόν μέγιστον, σώζειν μέ δυνάμενον, πάσης, μάκαρ, κακώσεως, προσεπικάμφθητι, τή ταπεινή μου δεήσει, καί μή ὑπερίδης μέ παρακαλοῦντα σέ.
Μεγαλύνει Θεός σέ, ὁ παντουργός ἔνδοξε, πάλαι, Ἡλιοῦ, δί’ ὀρνέου, τρέφων προφῆτα σέ, ὄν ἐκδυσώπησον, τῆς αἰωνίου τρυφῆς μέ, καί φωτός τοῦ μέλλοντος ποιῆσαι μέτοχον.

Θεοτοκίον.
Ἀδιόδευτε πύλη, ἡ πρός Θεόν φέρουσα, πύλας μετανοίας μοί, Κόρη, ἀνοιξον δέομαι, ἀποκαθαίρουσα, ἁμαρτιῶν μου τόν ρύπον, ὄμβροις τοῦ ἐλέους σου, Θεοχαρίτωτε.

Ὠδή δ΄. Σύ μου ἰσχύς, Κύριε...
Κάμπτει τόν σόν, ζῆλον Θεός πυρακτούμενον, καί πρός χήραν, πέμπει διατρέφεσθαι, τόν γυναικός, πάλαι ἀπειλῆ, Ἡλιοῦ, φυγάδα γεγενημένον, θεσπέσιε, διό σέ ἱκετεύω,
τήν ψυχήν μου πεινώσαν, διαθρέψαι ἐνθέοις χαρίσμασιν.
Ἁμαρτιῶν, νέφη δεινά συγκαλύπτει μέ, τρικυμίαι, βίου μέ χειμάζουσι, καί ἐπιπνέουσι χαλεπῶς, κατά τῆς ψυχῆς μου, τῆς πονηρίας τά πνεύματα. Προφήτα θεηγόρε, κυβερνήτης
γενού μοί, σωτηρίας πρός ὅρμον ἰθύνων μέ.
Ρῶσιν ψυχῆς, ρῶσιν παρασχου μοί σώματος, τόν τάς νόσους, πάντων ἀφαιρούμενον, ἐκδυσωπῶν, μάκαρ Ἡλιοῦ, Κύριόν της δόξης, καί ἀβλαβῶς διατρέχειν μέ, τά σκάνδαλα
τοῦ βίου, κατευόδωσον σέ γάρ, ἀγαθόν μου προστάτην προβάλλομαι.

Θεοτοκίον.
Μετά πασῶν, τῶν οὐρανίων Δυνάμεων, μετά πάντων, Δέσποινα πανάμωμε, τῶν προφητῶν καί τῶν ἀθλητῶν καί τῶν ἀποστόλων, καί τῶν ὁσίων ἱκέτευε, τυχεῖν μέ σωτηρίας,
τόν πολλά ἁμαρτώντα, καί ρυσθῆναι μελλούσης κολάσεως.

Ὠδή ἐ΄. Ἴνα τί μέ ἀπώσω...
Ὀμβροτόκους νεφέλας, εἴργεις πυρακτούμενος ζήλω τῆς πίστεως, ἀλλά δέομαί σου, Ἡλιοῦ, ἱεραῖς μεσιτείαις σου, τήν φλογμῶ τακείσαν, τῶν ἡδονῶν ψυχήν μου, θείαις ἐπομβρίαις,
ἄρδευσαι καί σῶσαι μέ.
Ἱερεύς δεδειγμένος, τέθυκας ἀθώοις σου χερσί, πανόλβιε, τῶν προσοχθισμάτων, ἱερεῖς ἐνεργοῦντας τά ἄτοπα, ἀλλά δέομαί σου, πάσης ἀτόπου ἁμαρτίας, ἀβλαβῆ μέ, προφήτα,
συντήρησον.
Θαυμαστοῦσαι, προφήτα, θείαις ἐπικλήσεσι φλέγων τά θύματα, ἐκτελέσας πίστει, διά τοῦτο ἀπαύστως σου δέομαι, τή ἐμή καρδία, τόν ἱερόν ἀνάψαι πόθον, τά ὑλώδη μου πάθη
συμφλέγοντα.

Θεοτοκίον.
Ἐπί σέ ὥσπερ ὄμβρος, Λόγος καταβέβηκεν ὁ ὑπερούσιος, ὄν δυσώπει, Κόρη, ἐπομβρίσαι μοί νῦν κατανύξεων, καθαρᾶς σταγόνας, ἀποπλυνούσας πάντα ρύπον, τῶν ἀμέτρων
κακῶν μου, πανάμωμε.

Ὠδή στ΄. Ἰλάσθητι μοί...
Ἰλάσθητι μοί, Σωτήρ, πολλά σοί ἀφρόνως πταίσαντι, καί τῆς μενούσης ἐκεῖ, κολάσεως λύτρωσαι, ἔχων δυσωπούντα σέ, Ἡλιοῦ τόν μέγαν, καί τήν ἄχραντον Μητέρα σου.
Ἁγνείας ὡς φυτουργός, ἁγνόν ψυχή μέ συντήρησον, ὡς ζηλωτής, Ἡλιοῦ, ζήλου θείου πλήρωσον, τήν ἐμήν διάνοιαν, ὅπως τῆς κακίας, τάς ἑφόδους ἀποκρούσωμαι.
Νηστεύεις βρώσει μία, ὁδόν τεσσαρακονθήμερον, ἀνύων θεία ροπή, διό ἱκετεύω σέ, πάσης παραβάσεως, ἐγκρατεύεσθαι μέ, θεοφόρε, ἐνδυνάμωσον.

Θεοτοκίον.
Ἡ πύλη ἡ τοῦ Θεοῦ, εἰσόδους θείας ὑπάνοιξον, τή ταπεινή μου ψυχή, ἐν αἶς εἰσελεύσομαι, ἐξομολογούμενος, καί κακῶν τήν λύσιν, Θεοτόκε ἀπολήψομαι.
Κατασβεσον, προφήτα ἔνδοξε Ἡλιοῦ Θεσβίτα, τῶν παθῶν ἠμῶν τούς φλογώδεις ἄνθρακας, ἰσχύϊ σής πρεσβείας, θεοφρον.

Καί τό Θεοτοκίον.
Ἐπιβλεψον, ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Ὁ Ἱερεύς μνημονεύει. Εἴτα τό Κοντάκιον. Ἦχος β΄.
Προφήτα Θεοῦ Ἡλιοῦ μεγαλώνυμε, τούς ποθῶ σέ ἀεί ἀνυμνοῦντας καί γεραίροντας, κινδύνων τῶν ἐν βίω πολυειδῶν, νόσων παντοδαπῶν, καί πάσης της ἐξ ἐχθρῶν,
προερχομένης θλίψεως, ρύσαι ταῖς ἐνθέρμοις πρεσβείαις σου, καί ταῖς θείαις μαρμαρυγαῖς, τάς ψυχᾶς ἠμῶν καταύγασον.

Καί εὐθύς τό Προκείμενον. Ἦχος δ΄.
Σύ ἱερεύς εἰς τόν αἰώνα κατά τήν τάξιν Μελχισεδέκ.

Στίχος. Εἶπεν ὁ Κύριος τῷ Κυρίω μου. Κάθου ἐκ δεξιῶν μου, ἕως ἄν θῶ τούς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν (δ΄ 22-30)
Τῷ καιρῶ ἐκείνω ἐθαύμαζον οἱ ὄχλοι ἐπί τοῖς λόγοις τῆς χάριτος, τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος τοῦ Ἰησοῦ, καί ἔλεγον. Οὔχ αὐτός ἐστιν ὁ υἱός Ἰωσήφ; Καί εἶπε πρός
αὐτούς, Πάντως ἐρεῖτε μοί τήν παραβολήν ταύτην Ἰατρέ, θεράπευσον σεαυτόν, ὅσα ἠκούσαμεν γενόμενα ἐν τή Καπερναούμ, ποίησον καί ὧδε ἐν τή πατρίδι σου. Εἶπε δέ,
Ἀμήν λέγω ὑμίν, ὄτε οὐδείς προφήτης δεκτός ἐστιν ἐν τή πατρίδι αὐτοῦ. Ἐπ’ ἀληθείας δέ λέγω ὑμίν. Πολλαί χῆραι ἤσαν ἐν ταῖς ἡμέραις Ἡλιοῦ ἐν τῷ Ἰσραήλ, ὄτε ἐκλείσθη
ὁ οὐρανός ἐπί ἔτη τρία καί μήνας ἐξ, ὡς ἐγένετο λιμός μέγας ἐπί πάσαν τήν γῆν, καί πρός οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας, εἰμή εἰς Σάρεπτα τῆς Σιδῶνος πρός γυναίκα χήραν.
Καί πολλοί λεπροί ἤσαν ἐπί Ἐλισαίου τοῦ προφήτου ἐν τῷ Ἰσραήλ, καί οὐδείς αὐτῶν ἐκαθαρίσθη, εἰμή Νεεμᾶν ὁ Σύρος. Καί ἐπλήσθησαν πάντες θυμοῦ ἐν τή συναγωγή,
ἀκούοντες ταῦτα. Καί ἀναστάντες ἐξέβαλον αὐτόν ἔξω της πόλεως, καί ἤγαγον αὐτόν ἕως τῆς ὀφρύος τοῦ ὅρους, ἔφ οὗ ἡ πόλις αὐτῶν ὠκοδόμητο, εἰς τό κατακρημνίσαι αὐτόν.
Αὐτός δέ, διελθῶν διά μέσου αὐτῶν, ἐπορεύετο.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τού σου προφήτου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τάίς της Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Ἐλεῆμον, ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι...
Προφήτα θεοσοφέ, ὁ τῶν παθῶν αὐτοκράτωρ, ἐπίγειε ἄγγελε, καί βροτέ οὐράνιε, σού δεόμεθα. Ζηλωτά προφθασον, καί ρύσαι σκανδάλων, καί κινδύνων τήν ζωήν ἠμῶν,
καί πάσης θλίψεως, ἐχθρῶν ἀνομούντων πρεσβείας σου, καί πάσαν νόσον δίωξον, καί πταισμάτων ἄφεσιν αἴτησαι, Ἡλιοῦ θεόπτα, προστάτα τῶν πιστῶν καί ἰατρέ, καί τῆς
τοῦ ἅδου διασωσον, δεινῆς κατακρίσεων.

Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου. Ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια. Πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας. Δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ. Προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων. Ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου. Τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων.
Τῶν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου
καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν. Τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόιρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν
ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου Ἡλιοῦ τοῦ Θεσβίτα,
καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄. Θεοῦ συγκατάβασιν...
Λαόν ἀπολλύμενον, κατοικτειρήσας, ζήλω τῆς πίστεως, ἐπικλήσεσι θείοις, πῦρ κατηγάγου φλογίζον, ἔνδοξε, ὅσιον θύμα, διό ἱκετεύω σέ, τῆς αἰωνίου φλογός, ρύσαι καί σῶσον μέ.
Ἰδεῖν κατηξίωσαι, Θαβώρ ἐν ὄρει, Θεοῦ τό πρόσωπον, ὄν δυσώπει, προφήτα, τοῦ παραβλέψαι τάς ἁμαρτίας μου, καί ἐν ἡμέρα τῆς δίκης, θεάσασθαι, ἀκαταγνώστω ψυχή,
αὐτοῦ τό πρόσωπον.
Ὁδόν πορευόμενος, τοῦ βίου πλάνας, πολλᾶς ὑφίσταμαι, ἀγαθέ μου προστάτα, κυβέρνησον μέ τή προστασία σου, ἐπιστηρίζων γνώμη, σαλευόμενον, καί πρός σαρκός ἠδονᾶς,
Ἡλιοῦ νεύοντα.

Θεοτοκίον.
Ὑμνῶ σέ Πανύμνητε καί μεγαλύνω Θεοχαρίτωτε, τήν ἁγνήν σου λοχείαν, βοήθησον μοί βίου τοῖς κύμασι, χειμαζομένω, καί δίδου κατάνυξιν, τή ταπεινή μου ψυχή,
καθαρτικήν μολυσμῶν.

Ὠδή ἡ΄. Ἑπταπλασίως κάμινον...
Χωρητικόν δοχεῖον σέ, θείου Πνεύματος ἔγνωμεν, ἄγγελον ἐν γῆ, πῦρ ζήλου θείου πνέοντα, δυσσέβειαν τρέποντα, καί βασιλεῖς ἐλέγχοντα, χρίοντα προφήτας Ἡλιοῦ, καί αἰσχύνης
συγκόπτοντα μαχαίρα, ἱερεῖ, διά τοῦτο βοῶμεν σοῖ, μελλούσης ἠμᾶς αἰσχύνης ρύσαι.
Ἅρμα πυρός σέ ἔλαβεν, ἀπό γής πυρακτούμενον, ζήλω, Ἡλιοῦ, τῷ θεϊκῶ, θεόπνευστε, διό ἱκετεύω σέ, τῶν ἐν τή γῆ ἁπάντων κακῶν, τῶν σῶν ἀρετῶν, ἀπικουφίζειν τόν νοῦν μου,
τεθρίππω, καί πρός νύσσαν, οὐρανίαν μέ φθάσει, τόν πάντων ἐκδυσώπει, Θεόν καί Βασιλέα.
Ρήματι ζώντι ἔκλεισας οὐρανόν ὑετίζοντα, ρήματί σου νῦν, πνευματικῶ διανοιξον, τάς πύλας μοί δέομαι, τῆς μετανοίας, ἅγιε, πέμπων τή ψυχή μου κατανύξεως ὄμβρους, καί σῶσον
μέ βοώντα, Ἱερεῖς εὐλογεῖτε, λαός ὑπερυψοῦτε, Χριστόν εἰς τούς αἰώνας.

Τριαδικόν.
Ἰσοσθενή ὁμότιμον, ὁμοούσιον συνθρόνον, σέβοντες Τριάδα, ἐν μία θεοτητι, Πατέρα δοξάζομεν, Υἱόν καί Πνεῦμα Ἅγιον, ἄδυτον αὐγήν ὁμοβασίλειον κράτος, καί μέλπομεν
συμφώνως, Ἱερεῖς εὐλογεῖτε, λαός ὑπερυψοῦτε, εἰς πάντας τούς αἰώνας.

Θεοτοκίον.
Νομοθετῶν εὐσέβειαν, καί διδάσκων μετάνοιαν, ὁ Ἐμμανουήλ, ἔκ σού τεχθεῖς ἐπέφανενο νῦν ἐκδυσώπησον, ὑπεραγία Δέσποινα, τῆς δικαιοσύνης ὑπανοῖξαι μοί πύλας, καί
σῶσαι μέ βοώντα, Ἱερεΐς εὐλογεῖτε, λαός ὑπερυψοῦτε, Χριστόν εἰς τούς αἰώνας.

Ὠδή θ΄. Ἐξέστη ἐπί τούτω...
Ἰδεῖν ἐν λεπτοτάτη αὔρα Θεόν, ἰδεῖν δυνατόν κατηξίωσαι, ἀσκητικαῖς, πρότερον τό σῶμα διαγωγαῖς, καταλεπτύνας, ἔνδοξε, ὅθεν δυσωπῶ σέ σαῖς προσευχαῖς, τό πάχος τοῦ νοός
μου, λεπτύνας μετανοίας, μαρμαρυγαῖς θείαις καταύγασον.
Ὡς πάλαι Ἰορδάνην τή μηλωτή, διαρρήξας διέβης, πανόλβιε, οὕτω καμού, τῶν ἁμαρτημάτων τῶν χαλεπῶν, τάς διεκχύσεις ξήρανον, ὄμβρους ἐπιπέμπων μου τή ψυχή, δακρύων
καθ’ ἑκάστην, προφήτα θεηγόρε, τρυφῆς χειμάρρουν προξενοῦντας μοί.
Σκανδάλων τῶν ἐν βίω πολυειδῶν, ἀνομούντων ἐχθρῶν πάσης θλίψεως, σωματικῆς, νόσου ψυχικῆς τέ παρεκτροπῆς, ταῖς προσευχαίς σου ρύσαι μέ, ἔνδοξε προφήτα ὡς ἀγαθός,
προστάτης μου βοῶ σοί, καί τῆς ἐν τή γεένη, αἰωνιζούσης κατακρίσεως.
Ἠρπάγης πρός τό ὕψος, Ἐλισαιέ, δισσουμένην τήν χάριν τοῦ Πνεύματος, καταλιπῶν, ἔνδοξε αἰτήσαντι Ἡλιοῦ, μεθ’ οὗ ἀπαύστως αἴτησαι, νίκην οὐρανόθεν κατά παθῶν, τοῖς σέ
ἀνευφημούσι, καί πόθω τήν σήν μνήμην, περιχαρῶς πανηγυρίζουσι.

Θεοτοκίον.
Φωνᾶς τῶν οἰκετῶν σου ὡς ἀγαθή, μή παρίδης, πανάμωμε Δέσποινα, ἀλλ’ ἐκτενῶς, αἴτησαι τόν πάντων Δημιουργόν, τοῖς εὐσεβέσιν ἄφεσιν, καί τήν εὐρωστίαν τήν ψυχικήν,
δωρήσασθαι Παρθένε, καί θείας βασιλείας, τήν μετουσίαν καί λαμπρότητα.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἠμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.
Χαίροις Ὀρθοδόξων ἡ καλλονή, χαίροις διωχθέντων, καταφύγιον ἰσχυρόν, χαίροις τῶν ἐν θλίψει, καί τῶν ἐν ἐξορία, Προκόπιε Θεοφρον, τό παραμύθιον.

Καί τά παρόντα Μεγαλυνάρια.
Δεῦτε τόν πυρίπνουν καί ζηλωτήν, τόν διά τεθρίππου ἁρπαγέντα ἀπό τῆς γής, τῆς Χριστοῦ δευτέρας Πρόδρομον παρουσίας, Ἠλίαν τόν Θεσβίτην ὕμνοις τιμήσωμεν.
Χάριν ἰαμάτων παρά Θεοῦ, εἰληφῶς Ἠλία, θεραπεύεις πάθη δεινά, διό τοῖς ἐν πίστει σέ ἐπικαλουμένοις, θεράπευσον τά πάθη ψυχῆς καί σώματος.

Καί τό Θεοτοκίον.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγίοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.

Τρισάγιον, εἴτα τό Τροπάριον. Ἦχος β΄
Ὁ ἔνσαρκος ἄγγελος, τῶν προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίω τήν χάριν, νόσους ἀποδιώκει
καί λεπρούς καθαρίζει διό καί τοῖς τιμῶσιν αὐτόν βρύει ἰάματα.

Εἴτα μνημονεύει ὁ Ἱερεύς.
Ἐν τή ἀπολύσει ψάλλεται τό παρόν
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου σέ νεκρόν...

Δεῦτε Ὀρθοδόξων ἡ πληθύς, μέλος ἐναρμόνιον ὄντως, ψαλμικῶς ἄσωμεν, καί τόν χριστοκήρυκα ἀνευφημήσωμεν, τόν οὐράνιον ἄνθρωπον, Ἠλίαν τόν θεῖον, καί ἀναβοήσωμεν,
πρός αὐτόν λέγοντες πάντας τούς πιστῶς σου τελοῦντας, μνήμην τήν ἁγίαν λιταίς σου, ρύσαι ἐκ παντοίων περιστάσεων.
http://www.xristianos.gr/forum/viewtopic.php?f=23&t=2169

Σάββατο 16 Ιουλίου 2011

Παραλητικός κανών εις την αγίαν μεγαλομάρτυρα Μαρίναν


Μετά τον ευλογητόν, το Κύριε εισάκουσον.

Είτα το, Θεός Κύριος και το τροπάριον. Ηχος Δ'

Ο υψωθείς εν τω Σταυρώ....

Την Αθληφόρον και Παρθένον Μαρίναν, την δι' αγνείας την ψυχήν ωραΐσασαν, ανευφημούντες κράξωμεν εκ μέσης ψυχής. Μάρτυς αξιάγαστε, ταις πρεσβείαις σου ρύσαι, πάντας τους τιμώντας σε, του λιμού και λοιμού τε, και πάσης άλλης βλάβης του εχθρού, όπως υμνώμεν ενθέως την Μνήμην σου.

Δόξα και νυν Θεοτόκιον. Τη Θεοτόκω...

Ο Ν'. Και ο Κανών.

Ωδή Α'. Ηχος Πλ. Δ'. Υγράν διοδεύσας

Σκιρτώσα, Μαρίνα, εν ουρανώ και των του υψίστου πληρουμένη μαρμαρυγών, φώτισον τον νουν μου σαις πρεσβείαις, και σκοτασμού των παθών με απάλλαξον.

Θερμώς ικετεύω σε ο οικτρός ταις σαις ικεσίαις, ώ Μαρίνα Μάρτυς Χριστού, δυσχερών του βίου λύτρωσαί με, των παθών μου τον τάραχον κόπασον.

Μέγα το κατόρθωμά σου, Σεμνή δράκοντα γαρ μέγαν, εταπείνωσας ευθαρσώς καμαί όθεν δώρησαι, Μαρίνα, περιφρονήσαι αυτού τα σοφίσματα.

Θεοτόκιον.

Συ ει, Παρθένε άσπιλε, της εμής διανοίας θάρρος, και ελπίς μου της ταπεινής, ψυχής και καρδίας ταλαιπώρου, συ ει το φως, η ζωή και ανάστασις.

Ωδή Γ'. Συ ει το στερέωμα...

Χαίρουσα, Πανόλβιε, εν Ουρανοίς συν τοις Μάρτυσι, πάντας ημάς φρούρησον, ευχαίς σου, και παθών ελευθέρωσον.

Σκέπην την Εικόνα σου, Σοφή Μαρίνα, οιόμενοι, δαιμονικάς φεύγομεν παγίδας, και δεινών εκλυτρούμεθα.

Υμνον χαριστήριον, ο σος οικέτης προσφέρω σοι, διασωθείς δεινής ασθενείας, ω Μαρίνα, πρεσβείαις σου.

Θεοτόκιον.

Εχω σε Πανάσπιλε, βίου προστάτιν και τείχος άρρηκτον διο δεινών, του ματαίου βίου, ου πτοούμαι την έφοδον.

Ωδή Δ'. Εισακήκοα Κύριε.

Εντρυφώσα, Πανένδοξε, και ενηδομένη θείαις λαμπρότησι, των τιμώντων σε μνημόνευε, και εκ νόσων ρύου, ταις πρεσβείαις σου.

Των αγίων αιμάτων σου, οι κρουνοί Μαρίνα, κατέσβεσαν, την δεινήν παθών μου φλόγωσιν και εις υγιείαν με ωδήγησαν.

Σταλαγμοίς των αιμάτων σου, πάσαν αθεΐας πυράν κατέσβεσας, και των σε τιμώντων, ήδρευσας, τας ψυχάς, Μαρίνα, Θεοδόξαστε.

Θεοτόκιον.

Ρόδον συ το αμάραντον, ω Παρθένε μόνη βλαστήσασα, ταις πρεσβείαις σου περίσωζε, τους προστρέχοντάς σοι, Μητροπάρθενε.

Ωδή Ε'. Φώτισον ημάς.

Φώτισον ημάς, τους τιμώντας σε, Θεόπνευστε, φωτί τω μεγάλω νυν προσεγγίζουσα, και φωτοφόρους τας ψυχάς ημών απέργασαι.

Ρεύμασι σεπτοίς, των αιμάτων σου κατάσβεσον, πυρ το της απάτης και ξήρανον ρουν, της δυσσεβών τυραννίας, Μαρίνα Πάνσεμνε.

Θείαις καλλοναίς, του Νυμφίου σου, αοίδιμε, ενηδομένη των υμνούντων σε, φωτός του θείου τας ψυχάς ευχαίς σου έμπλησον.

Θεοτόκιον.

Αχραντε Σεμνή, θείω υδατί με ράντισον, και ταις λιβάσι του ελέους σου, σταγόνας δίδου των δακρύων υετίζειν με.

Ωδή ΣΤ'. Ιλάσθητί μοι Σωτήρ.

Ελήλυθε φωταυγής Σεμνή η Μνήμη σου σήμερον, φωτίζουσα τους πιστώς εν ταύτη τιμώντας σε, και σκότος διώκουσα, παθών ανιάτων, και δαιμόνων ταις πρεσβείαις σου. Στεφάνω παρθενικώ, Χριστός, Μαρίνα, σε έστεψεν, ως καθαράν και αγνήν, και χορώ Παρθένων σε δεόντως εσκήνωσε διό υπέρ πάντων, ημών τούτον καθικέτευε.

Υμνούσα συ τον Θεόν, φωναίς απαύστοις , μνημόνευε, ημών των αμαρτωλών, Μαρίνα Πανένδοξε, ρυσθήναι εκ θλίψεως, λοιμικής τε νόσου, και δεινών του πολεμήτος.

Θεοτόκιον.

Φωνή Αρχαγγελική Θεόν, Μαρίνα, εγέννησας, όν εξιλέωσαι νυν, ημίν ως ισχύουσα, τοις πίστει κραυγάζουσι, δωρηθήναι λύσιν, των πταισμάτων, Παναμώνητε.

Διάσωσον από κινδύνων, Μαρίνα, ταις σαις πρεσβείαις, τους εν πίστει ειλικρινεί προς σε καταφεύγοντας , και ίασαι τα πολλά ημών πάθη.

Και Θεοτόκιον. Αχραντε.

Ο Ιερεύς μνημονεύει είτα το κοντάκιον Ηχος Β'.

Νύμφη εκλεκτή του Σωτήρος, Μαρίνα ένδοξε, τας σειράς των πολλών μου πταισμάτων διάρρηξον, παθών φθοράς και κινδύνων ρύσαι, και την αχλύν των νόσων μου διάσκέδασον, ταις προς τον Θεόν λιταίς σου, Παναοίδιμε.

Και ευθύς το Προκείμενον Ηχος Δ'

Υπομένων υπέμεινα τον Κύριον και προσέσχε μοι, και εισήκουσε της δεήσεώς μου.

Στίχος. Και έστησεν επί πέτραν τους πόδας μου, και κατεύθυνε τα διαβήματά μου.

Ευαγγέλιον. Εκ του κατά Λουκάν (Θ' 1-16)

Τω καιρώ εκείνω, συγκαλεσάμενος ο Ιησούς τους δώδεκα Μαθητάς αυτού, έδωκεν αυτοίς δύναμιν και εξουσίαν επί πάντα τα δαιμόνια, και νόσους θεραπεύειν και απέστειλεν αυτούς κηρύσσειν την βασιλείαν του Θεού, και ιάσθαι τους ασθενούντας. Και είπε προς αυτούς. Μηδέν αίρετε εις την οδόν, μήτε ράβδους, μήτε πήραν, μήτε άρτον, μήτε αργύριον, μήτε ανά δύο χιτώνας έχειν. Και εις ήν αν οικίαν εισέλθητε, εκεί μένετε , και εκείθεν εξέρχεσθε. Και όσοι αν μη δέξωνται υμάς, εξερχόμενοι από της πόλεως εκείνης, και τον κονιορτόν απο των ποδών υμών αποτινάξατε εις μαρτύριον επ' αυτούς. Εξερχόμενοι δε, διήρχοντο κατά τας κώμας ευαγγελιζόμενοι και θεραπεύοντες πανταχού.

Δόξα. Ταις της Αθληφόρου....

Και νυν. Ταις της Θεοτόκου...

Στίχος. Ελεήμον, ελέησόν με ο Θεός. Και το παρόν Προσόμοιον. Ηχος Πλ. Β'. Ολην αποθέμενοι...

Μαρίνα Πανένδοξε, των Αθληφόρων το κλέος συν Παρθένων τάγμασι και χοροίς Μαρτύρων, τους εκτελούντας σου πίστει την Κοίμησιν και την θείαν Μνήμην, και τη σκέπη προσπελάζοντας τη ση. Πανεύφημε, σώζε τω Κυρίω πρεσβεύουσα, και πάσαν νόσον ίασαι, και των ψυχικών ελευθέρωσον δεινών αλγηδόνων, και ρύσαι εκ κινδύνων του εχθρού, ως παρρησίαν προς Κύριον έχουσα, Θεόσοφε.

Το Σώσον ο Θεός των Λαόν σου κλπ

Ωδή Ζ'. Παίδες Εβραίων...

Ομβροις των σων αιμάτων ρείθρα, απεξήρανας ειδώλων φλυαρίας επομβρίζεις δε νυν ιάματα παντοία, Μάρτυς Μαρίνα, παύουσα, πυρ δεινών νόσων παντοίων.

Μάρτυς Μαρίνα, τω Υψίστω, στεφηφόρος αεί παρισταμένη, υπέρ πάντων ημών των σε υμνολογούντων, διηνεκώς ικέτευε, του ρυσθήναι εκ κινδύνων.

Πάσι πηγάζει, ώ Μαρίνα, ποταμούς ιαμάτων η Εικών σου, τας οδύνας αεί εξαίροντας σωμάτων, και τας ψυχάς δροσίζοντας, και πληρούντας θυμηδίας.

Θεοτόκιον.

Επαινον γλώσσης εξ ανάγνου, τη Πανάγνω σοι προσφέρω, Θεοτόκε, εναγών λογισμών ρυσθήναι δυσωπών σε, και μολυσμών του σώματος, ώ Αμόλυντε Παρθένε.

Ωδή Η'. Τον Βασιλέα.

Τους την σην Μνήμην, την φωτοφόρον τιμώντας, από πάσης ρύσαι σαις πρεσβείαις, νόσου, ώ Μαρίνα, ίνα σε μακαρίζω.

Των ιαμάτων, χάριν λαβούσα, Μαρίνα, απελαύνεις νόσους ανιάτους, εκ των σε τιμώντων και πόθω γεγαιρόντων.

Αποκαθαίρει μολυσμούς παθημάτων, η Εικών σου των πόθω γεραιρόντων, Μνήμην σου την θείαν . Μαρίνα Αθληφόρε.

Θεοτόκιον.

Ιωθεισάν μου την ψυχήν αμαρτίας, δραστικώ φαρμάκω σης πρεσβείας, ίασαι, Παρθένε, ελπίς των σε υμνούντων.

Ωδή Θ'. Κυρίως Θεοτόκον.

Θεώσεως τυχούσα, και φωτί τρυφώσα τω Ουρανίω, Μαρίνα Θεόληπτε, τους σε υμνούντας λιταίς σου, δεινών απάλλαξον.

Μαρίνα δωρηθήναι πάσιν Ορθοδόξοις, απαλλαγήν δεινών νόσων και θλίψεων, Χριστόν δυσώπει, και ρώσιν ψυχής και σώματος.

Μαρίνα Θεού δόξαν, ενοπτριζομένη, υπέρ των σε ευφημούντων αυτόν δυσώπησον, του μετασχείν θείας δόξης τε και λαμπρότητος.

Θεοτόκιον.

Μαρία Θεοτόκε, σε υμνολογούμεν, ότι κινδύνων και νόσων λυτρούσαι ημάς, διηνεκώς τον σον Τόκον καθικετεύουσα.

Αξιον εστίν, Και τα παρόντα Μεγαλυνάρια.

Την άμωμον Νύμφην του Ιησού, Μαρίναν την θείαν, ικετεύσωμεν οι Πιστοί, βοώντες ρύσαι νόσων και δεινών, σαις πρεσβείαις, ημάς τους εκτελούντας την θεία Μνήμην σου. Μη παύση, Μαρίνα, του Ποιητού, θερμώς δεομένη, υπέρ πάντων των ευσεβώς, σε μακαριζόντων ως Μάρτυρα Κυρίου, και πόθω γεραιρόντων την θείαν Μνήμην σου.

Και το, Πάσαι των Αγγέλων.

Τρισάγιον και το τροπάριον Ηχος Πλ. Α'.

Τον Συνάναρχον Λόγον...

Του εχθρού τας ενέδρας ρύμη διέφυγες, και αυτώ προσπλακείσα υπερηκόντισας και εκ Θεού την δαψιλή χάριν απείληφας, αποσοβείν εκ των Πιστών, τας νόσους τας λυμαινώδεις διο πρέσβευε τω Κυρίω, υπέρ ημών, Μαρίνα ένδοξε.

Ή το παρόν απολυτίκιον Ηχος Α,.

Του πατρός εκ βρέφους απεστράφης τα είδωλα, και του Ολυβρίου τυράννου την οφρύν κατεπατήσας, Μαρίνα πανεύφημε σεμνή, ρωσθείσα δε ισχύϊ Σταυρού αισθητού την του φανέντος κεφαλήν συντρίβεις πολεμήτορος. Δόξα τω σε δοξάσαντι Χριστώ, δόξα τω σε στεφανώσαντι, δόξα τω ενεργούντι δια σου πάσιν ιάματα.

Ο Ιερεύς μνημονεύει. Είτα εκτενής, και απόλυσις καθ' ήν ψάλλομεν το παρόν Προσόμοιον.

Ηχος Β'. Οτε εκ του ξύλου Σε νεκρόν...

Σήμερον υμνούμεν ευσεβώς, Μάρτυς Αθληφόρε Μαρίνα, σου το εκνίκημα και την θείαν Μνήμη σου και ευκλεή εορτήν, οι ορθώς δογματίζοντες Τριάδα αγίαν, και σε ικετεύομεν ρύσαι τους δούλους δεινών, νόσων και παντοίων κινδύνων, και της του εχθρού τυραννίδος, τους σοι προσπελάζοντας, αοίδιμε.

Απολυτίκιον αγίας Μαρίνης

Μάρτυς πάνσεμνε ηγλαϊσμένη, καλλιπάρθενε ωραία νύμφη, Χριστού του Λόγου Μαρίνα, πανεύφημε, της παρθενίας τω κάλλει λελάμπρυνσαι και μαρτυρίου στεφάνω κεκόσμησαι, όν εκήρυξας Χριστόν τον Θεόν, ικέτευσε δωρήσασθαι ημίν το μέγα έλεος.

Έτερο Απολυτίκιο

Ήχος δ'

Η αμνάς σου Ιησού, κράζει μεγάλη τη φωνή. Σε Νυμφίε μου ποθώ, και σε ζητούσα αθλώ, και συσταυρούμαι και συνθάπτομαι τω βαπτισμώ σου· και πάσχω δια σε, ως βασιλεύσω συν σοι, και θνήσκω υπέρ σου, ίνα και ζήσω εν σοι· αλλ' ως θυσίαν άμωμον προσδέχου την μετά πόθου τυθείσάν σοι. Αυτής πρεσβείαις, ως ελεήμων, σώσον τας ψυχάς ημών.

Κοντάκιο

Ήχος γ' . Η Παρθένος σήμερον

Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε, ακηράτοις στέμμασιν, εστεφανώθης Mαρίνα, αίμασι, του μαρτυρίου δε φοινιχθείσα, θαύμασι καταλαμπρύνθης των ιαμάτων, και της νίκης τα βραβεία, εδέξω Μάρτυς χειρί του Κτίστου σου.

Μεγαλυνάριο

Την Λαμπάδα πάντες Τη φαεινήν, και της παρθενίας, τον ασύλλητον θυσαυρόν, τη νύμφη Κυρίου, και ’σπιλον Αμνάδα, Μαρίναν την αγίαν, ύμνοις τιμήσωμεν.

Παρασκευή 15 Ιουλίου 2011

The Prayers of Thanksgiving


The Prayers of Thanksgiving are from the ORTHODOX LITURGY by the Holy Stavropegic Monastery of St. John the Baptist, Essex.

When thou hast partaken of the life-giving and mystical gifts praise God straightway. Give much thanks and say with a fervent soul:

Glory be to Thee, O God. Glory be to Thee, O God. Glory be to Thee, O God.

And then these prayers of thanksgiving

I thank Thee, O Lord my God, for that Thou hast not rejected me, a sinner, but hast suffered me to be a partaker of Thy holy things. I thank Thee that unworthy as I am Thou hast enabled me to receive of Thy most pure and heavenly gifts. And yet more over I beseech Thee, O Lord and lover of mankind, who for our sakes didst die and rise again, and hast provided us these dread and life-giving mysteries unto the benefit and hallowing of our souls and bodies: Grant that these Thy gifts may be even unto me for the healing of soul and body, and the driving out of every adversary; for the enlightening of the eyes of my understanding, and peace for the powers of my soul; for faith unashamed, and love without dissimulation; for the fullness of wisdom, and the keeping of Thy commandments; for the increase of Thy divine grace, and an inheritance in the kingdom. That preserved by them in Thy holiness I may be ever mindful of Thy grace, and not henceforth live unto myself but unto Thee, our bountiful Lord.

And when I have departed this life in the hope of life everlasting, vouchsafe that I may enter unto eternal rest, where the voice of them that flourish is unceasing, and the delight of them that behold the unsearchable beauty of Thy countenance knoweth no bound: for Thou art the true desire and the ineffable joy of them that love Thee, O Christ our God, and all creation doth sing Thy praise, for ever and ever. Amen.

2. A PRAYER OF S. BASIL THE GREAT

Lord Christ our God, King of the ages and Maker of all things: I thank Thee for the blessings that Thou hast bestowed on me, and for the communion of Thy pure and life-giving mysteries. Wherefore I beseech Thee, gracious Lord and lover of mankind. Protect and hide me under the shadow of Thy wings; and grant me even unto my last breath to partake of Thy sacred gifts, worthily and with a clean conscience, foe the remission of sins and unto life everlasting. For Thou art the bread of life, the wellspring of holiness, the giver of all good; and unto Thee we ascribe glory, together with the Father and the Holy Ghost; now and for ever: world without end. Amen.

3. A PRAYER OF S. SYMEON METAPHRATES

O Thou who didst gladly give me Thy flesh for nourishment; who art fire to consume the unworthy: Burn me not, O my Creator, but search out my members. Quicken my reins and my heart. Let Thy flames devour the thorns of all my transgressions. Purify my soul. Sanctify my thoughts. Knit firm my bones. Enlighten my senses. Piece me with Thy fear. Be Thou my continual shield. Watch over and preserve me from every word and deed that corrupt the soul. Purge me and wash me clean and adorn me. Order my ways, give me understanding and enlighten me. Make me the temple of Thy Holy Ghost, and no more the habitation of sin, that as from fire all evil, every passion, may flee from me, who through Holy Communion am become a place for Thy dwelling. I bring unto Thee all the saints to make intercession: The ranks of the heavenly hosts; Thy forerunner; the wise Apostles; and withal Thy pure and holy Mother. Their prayers receive, O merciful Christ, and make Thy servant a child of light. For Thou art our hallowing, Thou only art the brightness of our souls, O gracious Lord: And we rightly give glory to Thee, our Lord and our God, All the days of our life.

4. ANOTHER PRAYER

Lord Jesus Christ our God, may Thy sacred body be for me unto life everlasting, and Thy precious blood unto remission of sins. May this Eucharist be for me unto joy, health and gladness. And at Thy dread second coming, account me, a sinner, worthy to stand on the right hand of Thy glory: By the prayers of thy most holy Mother, and of all Thy saints.

5. PRAYER TO THE MOTHER OF GOD

Most holy Mother of God, who art the light of my darkened soul; my hope, my refuge and shelter; my comfort and my joy: I give thee thanks for that thou hast suffered me, unworthy as I am, to be a partaker of the pure body and precious blood of thy Son. Do thou who didst bring forth the true light, enlighten the eyes of my understanding. Thou that gavest birth to the fountain of immortality, quicken me who am slain by sin. Thou who art all compassion, O Mother of the merciful God, have mercy upon me, and bestow on me the spirit of remorse and a contrite heart. Give me lowliness of mind. Loose my captive thoughts. And vouchsafe that even unto my last breath I may without condemnation receive the hallowing of the most pure sacrament unto the healing of soul and body. And grant me the grace of repentance and confession that I may praise and glorify thee all the days of my life.

For blessed art thou and all glorious for ever and ever. Amen. [3]

SONG OF SYMEON

PRIEST

Lord, now lettest Thou Thy servant depart in peace, according to Thy word: for mine eyes have seen Thy salvation, which Thou hast prepared before the face of all people; a light to lighten the Gentiles, and the glory of Thy people Israel.

O Holy God, Holy and Strong, Holy and Immortal, have mercy upon us. (3)

Glory be to the Father, and to the Son, and to the Holy Spirit, now and for ever, world without end. Amen.

Most Holy Trinity, have mercy upon us; O Lord, cleanse us from our sins; O Master, pardon our transgressions; O Holy One, visit and heal our infirmities, for Thy Name’s sake.

Kyrie eleison. [3]

Glory be to the Father, and to the Son, and to the Holy Spirit, now and for ever: world without end. Amen.

Our Father, which art in heaven, hallowed be Thy Name, Thy kingdom come, Thy will be done, in earth as it is in heaven. Give us this day our daily bread, and forgive us our trespasses, as we forgive them that trespass against us. And lead us not into temptation, but deliver us from evil.

PRIEST

For Thine is the kingdom, the power and the glory, of the Father, and of the Son, and of the Holy Spirit, now and for ever: world without end.

Then after the Liturgy of St. John Chrysostom

Troparion to St. John Chrysostom.

Grace shone forth from thy lips like a flame of fire to illumine the universe. Thou didst teach us to neglect the treasures of this world. Thou hast shewn unto us the height of divine humility. Thou whose words are for our admonition, O Father John Chrysostom, pray unto Christ the Word that our souls be saved.

Glory be to the Father, and to the Son, and to the Holy Spirit.

And the Kontakion

From on high didst thou receive grace divine, and the words of thy lips instruct all men to worship one God in the Holy Trinity. O blessed Saint John Chrysostom, we rightly praise thee, for thou art our guide who dost manifest things divine.

After the Liturgy of St. Basil the Great.

Troparion to St. Basil the Great

Thy voice is gone out into all the earth, all peoples have received thy word, wherewith thou didst teach fitly of God; wherewith thou didst expound the nature of all things; and didst adorn the manners of men. O holy father, royal priesthood, pray to Christ our God that our souls be saved.

Glory be to the Father, and to the Son, and to the Holy Spirit.

And the Kontakion

Rock-like foundation of the Church hast thou shewn thyself, dispensing unto all men dominion inviolate, sealed by thy testimony, O Basil proven by heaven most holy.

After the Liturgy of the Presanctified Gifts.

Troparion of St. Gregory Dialogos, Pope of Rome.

O blessed and glorious Gregory, endowed with divine grace from God on high, and strengthened by His might, thou didst choose to walk in the way of the Gospel. Wherefore hast thou received in Christ the reward of thy labours. Do thou intreat Him to save our souls.

Glory be to the Father, and to the Son, and to the Holy Spirit.

And the Kontakion

O Gregory out father, thou hast shewn thyself a shepherd like unto Christ the shepherd, leading companies of monks to the heavenly fold, and from there hast taught to his sheep the commandments of Christ. And now thou dost rejoice with exceeding great joy with them in the height of heaven.

Now and for ever: world without end. Amen.

O Lord, by the intercessions of the Mother of God and of all Thy saints, do Thou grant unto us Thy peace and have mercy upon us, for Thou alone art loving-kind.

Kyrie eleison [12], Glory… Now… More honourable than the cherubim…

Holy Father, give the blessing.

PRIEST

May [He who is risen from the dead], Christ our true God, by the prayers of His most holy Mother; of the holy and all-glorious Apostles; of [Name of the saint to whom the Church is dedicated]; of our father among the saints, John Chrysostom, Archbishop of Constantinople [or if the Liturgy of St. Basil was celebrated then Basil the Great, Archbishop of Caesarea in Cappadocia]; and of all the saints, have mercy upon us, and save us, for He is good and loving-kind.

By the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy upon us and save us.

CHOIR: Amen.