Παρασκευή 4 Μαΐου 2012

Χαιρετισμοί εις τον οσιομάρτυρα Εφραίμ



ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ
ΕΙΣ ΤΟΝ ΟΣΙΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΑΓΙΟΝ ΕΦΡΑΙΜ

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.
Κοντάκιον. Ἦχος πλ, δ'. Τῇ ὑπερμάχῳ.
Ὥσπερ ἀστὴρ νεοφανὴς ἡμῖν ἀνέτειλας, τῇ φανερώσει τῶν σεπτῶν Πάτερ Λειψάνων σου, καὶ θαυμάτων ταῖς ἀκτῖσι πᾶσιν ἐκλάμπεις. Ἀλλὰ πλήρου τὰ αἰτήματα ἑκάστοτε, τῶν πιστῶς σοι προσιόντων Ἐφραὶμ Ἅγιε, καὶ βοώντων σοι· χαίροις Πάτερ μακάριε.

Ἄγγελος ὥσπερ ἄλλος, οὐρανόθεν ἐπέστης, καὶ ἔδειξας ἡμῖν τὴν χάριν (ἐκ γ'), δι’ ἧς εὐφραίνεις πάντα πιστόν, Ὀσιομάρτυς Ἐφραὶμ θείου Πνεύματος· διό σε μακαρίζοντες, ἀναβοῶμέν σοι τοιαῦτα.
Χαῖρε, ὁ πάλαι καλῶς ἀθλήσας· χαῖρε, ὁ ἄρτι σεαυτὸν ἐκφήνας.
Χαῖρε, εὐφροσύνης καὶ ὁ παραίτιος· χαῖρε, οὐρανίου χαρᾶς ὁ συναίτιος.
Χαῖρε, ἄστρον τὸ νεόφωτον Ἐκκλησίας τοῦ Χριστοῦ· χαῖρε, ξίφος τὸ ἀμφίστομον τῆς μανίας τοῦ ἐχθροῦ.
Χαῖρε, ὅτι ὁσίως ἐνασκήσει ἐμπρέπεις· χαῖρε, ὅτι νομίμως ἐν ἀθλήσει ἐστέφθης.
Χαῖρε, καινὸν τῆς πίστεως ἔρεισμα· χαῖρε, ἀπίστων φθορὰ καὶ ἄλγημα.
Χαῖρε, δι’ οὗ εὐσεβεῖς κραταιοῦνται· χαῖρε, δι’οὗ δυσσεβεΐς καταργοῦνται.
Χαίροις Πάτερ μακάριε.

Βίου σου τοῦ ὁσίου καὶ τέλους σου τοῦ ἁγίου, ἄγνωστα τοῖς πᾶσι πρὶν ἐτέλουν, ἀλλ’ ἀποκαλύψει θαυμαστῇ, τῶν ἱερῶν σου Λειψάνων πανόλβιε, ἐγνώσθης ἐν τοῖς πέρασι, ἅπαντας ἐγείρεις ψάλλειν· Ἀλληλούΐα.


Γνῶσιν λαβόντες θείαν, τῆς ἐνθέου ζωῆς σου, ἐκφάνσει τῶν ἁγίων ὀστῶν σου, αἴνεσιν προσάγομεν Θεῷ τῷ ποικίλοις σὲ δοξάσαντι θαύμασιν, Ἐφραὶμ θεομακάριστε, δι’ ὧν εὐφραίνεις τοὺς βοῶντάς σοι·
Χαῖρε, Χριστοῦ ὁ θεῖος θεράπων· χαῖρε, φωτὸς ἀΰλου θεάμων.
Χαῖρε, τῶν Ὁσίων ζηλώσας τὴν ἃσκησιν, χαῖρε, τῶν Μαρτύρων ζηλώσας τὴν ἄθλησιν.
Χαῖρε, σκεῦος καθαρότατον ἐπιπνοίας θεϊκῆς· χαῖρε, ἄνθος εὐωδέστατον εὐωδίας μυστικῆς.
Χαῖρε, ὅτι τὸν κόσμον νουνεχῶς ἀπηρνήσω· χαῖρε, ὅτι τὰ ἄνω θαυμαστῶς ἐπορίσω.
Χαῖρε, κοιμίσας τὰ κύματα· χαῖρε, νοὸς ὑψώσας τὸν ἔρωτα.
Χαΐρε, Χριστοῦ γεωργῶν τὴν ἀγάπην· χαΐρε, σατὰν καταργῶν τὴν ἀπάτην.
Χαίροις Πάτερ μακάριε.

Δόξαν τὴν κεκρυμμένην, ἣν θεόθεν ἐκτήσω, Ἐφραὶμ Ὀσιομάρτυς Κυρίου, ἐμφανείαις σου ταῖς ἱεραῖς, τοῖς θεασαμένοις σε ἐφανέρωσας, καὶ θαύμασιν ἐπίστωσας, τοὺς πιστῶς Κυρὶῳ βοῶντας· Ἀλληλούΐα.

Ἔλαμψας ἐν τῷ ὄρει, πάλαι τῷ τῶν Ἀμώμων, Χριστῷ εὐαρεστήσας ὁσίως· νῦν δὲ τὴν ἁγίαν σου Μονήν, ἁγιάζεις τοῖς ἁγίοις λειψάνοις σου, Ἐφραὶμ ἐν σοὶ χορεύουσαν καὶ βοῶσάν σοι εὐφροσύνως·
Χαῖρε, ὁ λύχνος τῆς ἡσυχίας· χαῖρε, ὁ τύπος τῆς ἐγκρατείας.
Χαῖρε, ὁ εὐφράνας πιστῶν τὴν διάνοιαν· χαῖρε, ὁ αἰσχύνας ἀπίστων τὴν ἄνοιαν.
Χαῖρε, ὁ φοινίξας αἵμασι τῆς ψυχῆς σου τὴν στολήν· χαῖρε, ὁ σφραγίσας σκάμμασιν ἀθλητῶν τὴν σὴν ζωήν.
Χαῖρε, ὅτι ὑπέστης τὴν ὁρμὴν τῶν βαρβάρων· χαῖρε, ὅτὶ μετέσχες ἀϊδίων στεφάνων.
Χαῖρε, λαμπτὴρ ὁσίας ἀσκήσεως· χαῖρε, πρηστὴρ μανίας τοῦ χείρονος.
Χαῖρε, χαρὰ τῆς ἁγίας Μονῆς σου· χαῖρε, φωτὸς θησαυρὸς τρισηλίου.
Χαίροις Πάτερ μακάριε.

Ζάλην ἅπασαν λύων, καὶ χαρὰν πρυτανεύων, ἐπέστης τῇ σεμνῇ Ἡγουμένῃ καὶ ταύτῃ ἐδήλωσας σαφῶς, τίς εἶ οὗ τὰ σεπτὰ ὀστᾶ ἀνεύρατο, ἡ δὲ ἔνθους γεγονυῖα, τῇ σὴ ἐκφάνσει Θεῷ ἔφη· Ἀλληλούΐα.

Ἤκουσε τῆς φωνῆς σου, καὶ εἶδέ σε ὁμιλοῦντα, παμμάκαρ, ᾗ ὢφθης τῇ Ἡγουμένῃ σοφέ, καὶ ταύτῃ τὸ σὸν ὄνομα ἐδήλωσας, καὶ τέλος σου τὸ ἅγιον· διὸ ἐβόα σοι τοιαῦτα·
Χαῖρε, ὁ μάρτυς ἐν τοῖς Ὁσίοις· χαῖρε, ὁ ἔνδοξος ἐν Ἁγίοις.
Χαϊρε, ὁ βιώσας ζωὴν τὴν ἰσάγγελον· χαῖρε, ὁ τρυγήσας καρπὸν τὸν ἀθάνατον.
Χαῖρε, στέφος χρυσοκόλλητον τῆς ἁγίας σοῦ Μονῆς· χαῖρε, δένδρον εὐθαλέστατον εὐκαρπίας νοητῆς.
Χαῖρε, ὁ ἐν τῷ ὄρει τῶν Ἀμώμων ἀσκήσας· χαῖρε, ὁ δι’ ἀγάπην τοῦ Σωτῆρος ἀθλήσας.
Χαῖρε, ἐχθροῦ πατήσας τὴν δύναμιν· χαῖρε Χριστοῦ πλουτήσας τήν ἔλλάμψιν.
Χαῖρε, ψυχῶν ὁ καθαίρων τὸν ῥὺπον· χαῖρε, πιστῶν ὁ εὐφραίνων τὸν δῆμον.
Χαίροις Πάτερ μακάριε.

Θαύμασι παραδόξοις, καὶ πολλαΐς ἐμφανείαις, κατ’ ὄναρ καὶ καθ’ ὕπαρ ποικίλως, τὴν σὴν δόξαν πᾶσι φανεροΐς, ἢν ἐκ Θεοῦ πάλαι ἐκτήσω Ἅγιε· διὸ τὴν σὴν λαμπρότητα, θαυμάζοντες Θεῷ βοῶμεν· Ἀλληλούΐα.

Ἴασιν ἀναβλύζει, καὶ χαρὰν καὶ ὑγείαν, ἡ θήκη τῶν ἁγίων ὀστῶν σου, τοῖς προσιοῦσι τῇ σῇ Μονῇ, καὶ ζητοῦσιν Ἐφραὶμ τὴν σὴν βοήθειαν· ἔνθεν οἱ τῆς σῆς χάριτος, τρυφῶντες πιστῶς βοῶσι·
Χαῖρε, ἡ βρύσις τῶν ἰαμάτων· χαΐρε, ἡ λύσις τῶν νοσημάτων.
Χαῖρε, ὁ κατ’ ὄναρ καὶ ὕπαρ φαινόμενος· χαῖρε, ὁ κινδύνων παντοίων ῥυόμενος.
Χαῖρε, ὅτι τοὺς καλοῦντάς σε ἁγιάζεις μυστικῶς· χαῖρε, ὅτι τοὺς ὁρῶντάς σε ἐπευφραίνεις θαυμαστῶς.
Χαῖρε, ὁ θεραπεύων τὰ ἀνίατα πάθη· χαῖρε, ὁ ἀπελαύνων τῶν δαιμόνων τὰ ἄχθη.
Χαῖρε, ὁ ὀφθεὶς πολλοῖς ὡς ἠθέλησας· χαῖρε, ὁ διδοὺς χαρὰν οὕς ἐπέλεξας.
Χαῖρε, σκηνῆς οὐρανίου οἰκήτωρ· χαῖρε, ἡμῶν θερμὸς ἀντιλήπτωρ.
Χαίροις Πάτερ μακάριε.

Κήρυκες γεγονότες, τῶν πολλῶν σου θαυμάτων, οἱ τῆς σῆς τυχόντες εὐποιΐας, πιστῶν ἐπτέρωσαν τάς ψυχὰς· ἔνθεν πλεῖστοι τῇ Μονῇ σου προστρέχουσι, καὶ δρέπονται τὴν χάριν σου, ἐκ τῶν Λειψάνων σου βοῶντες· Ἀλληλούΐα.

Λάμπων ὡς ἄλλος λύχνος, οὐρανόφωνος ὤφθης, ἐν ὄρει τῶν Ἀμώμων ἀρτίως γνωσθεὶς τῇ Ἐκκλησίᾳ Χριστοῦ, τῇ ἐκκαλύψει τῶν θείων Λειψάνων σου, ὁ πρῴην τελῶν ἄγνωστος, καὶ πάντας συγκινεῖς βοᾶν σοι·
Χαῖρε, ἡ στήλη ὁσίων πόνων χαῖρε, τὸ κλῆμα ἐνθέων νόμων.
Χαῖρε, ἑωσφόρος Χριστοῦ ὁ νεόφωτος· χαῖρε, Ἐκκλησίας κρηπὶς ἡ νεότευκτος.
Χαῖρε, τύπος ἐνθεότατος ἀρετῶν ἀσκητικῶν· χαῖρε, πέτρα ἡ στερέμνιος ἄθλων τῶν μαρτυρικῶν.
Χαῖρε, ὅτι νομίμως τοῖς τυράννοις ἀντέστης· χαῖρε, ὅτι ἐνδόξως τῷ Κυῥίῳ μετέστης.
Χαῖρε, Χριστοῦ ὁρῶν τὴν λαμπρότητα· χαῖρε, αὐτοῦ ὑμνῶν τὴν χρηστότητα.
Χαῖρε, ψυχῆς τὴν ἀνδρείαν ἐκφαίνων· χαῖρε, ἐχθρῶν τὴν μανίαν ἐκτρέπων.
Χαίροις Πάτερ μακάριε.

Μένων ἐγκεκρυμμένος, ἐν ἐτῶν περιόδοις, πολλῶν ὑπὸ τὴν γῆν θεοφόρε, ἀρτίως εὐδοκίᾳ Θεοῦ, ἐγνώσθης ἡμῖν ὡς θησαυρὸς ἅγιος, Ἐφραὶμ καὶ τῇ σῇ χάριτι, πλουτίζεις τοὺς Χριστῷ βοῶντας· Ἀλληλούΐα.

Νέος ἥλιος ὤφθης, τῇ Χριστοῦ Ἐκκλησία, ἐκλάμπων τῶν θαυμάτων ἀκτῖσι, καὶ λύεις τὴν νύκτα τῶν παθῶν, τῶν προσιόντων θερμῶς τῇ πρεσβείᾳ σου. Ἀλλὰ καὶ ἡμῖν Ὅσιε ἀεὶ βοῶσι·
Χαῖρε, βότρυς τῆς εὐφροσύνης· χαῖρε, λύτης τῆς ἀφροσύνης.
Χαῖρε, τῶν νοσούντων θεόσδοτος ἴασις· χαῖρε, τῶν ποικίλως πασχόντων λύτρωσις.
Χαῖρε, ἄνερ θεοφόρητε τῶν Ὁσίων μιμητὰ· χαῖρε, Μάρτυς τοῦ Παντάνακτος καὶ θέοφρον ἀθλητά.
Χαῖρε, τῇ ἀσκήσει τὴν ἄθλησιν συνάψας· χαῖρε, ἐν τῇ δόξῃ τῇ ἄνωθεν ἐκλάμψας.
Χαϊρε, παθῶν λύων τὴν ζόφωσιν· χαῖρε, καλῶν φαίνων τὴν ὄνησιν.
Χαϊρε, ὀφρὺν τῶν βαρβάρων πατήσας· χαῖρε, στερρῶς τὸν ἀγῶνα ἀνύσας.
Χαίροις Πάτερ μακάριε.

Ξένη πέλει χάρις, ἣν παρέχεις παμμάκαρ τοῖς ἐπικαλουμένοις σε πᾶσιν· ἔνθεν εἰς πᾶσαν τὴν Ἀττικήν, τῶν θαυμάτων σου φθόγγος ἑξέδραμε, καὶ πάντες τοῖς Λειψάνοις σου, προστρέχουσι Θεῷ βοῶντες· Ἀλληλούΐα.

Ὅλος λελαμπρυσμένος, θεϊκαῖς ἀγλαΐαις, ἐφίστασαι τῇ θείᾳ Μονῇ σου, καὶ φαίνῃ διαφὸρῳ μορφῇ τοῖς καθαροῖς τῇ καρδίᾳ ἐν Πνεύματι καὶ νέμεις χάριν ἄφθονον, τοῖς πόθῳ σοι βοῶσι·
Χαῖρε, τὸ κλέος τῶν μοναζόντων· χαῖρε, στόλος τῶν ὀρθοδόξων.
Χαῖρε, τῆς ἀῦλου εὐκλείας θησαύρισμα· χαῖρε, τῆς ἐξ ὕψους σοφίας ἐναύλισμα.
Χαῖρε, ἄρωμα οὐράνιον χάριτος τῆς θεϊκῆς· χαῖρε, μύρον πολυσύνθετον ἀγωγῆς ἀσκητικῆς.
Χαῖρε, ἅγιον θῦμα δι’ ἀθλήσεως θείας· χαῖρε, σφάγιον θεῖον τῆς βαρβάρων μανίας.
Χαϊρε, ζωῆς ὁσίας ὀσφράδιον· χαῖρε, ἠθῶν ἀμέμπτων κινάμωμον.
Χαῖρε, ἀστὴρ ἐν τῷ ὄρει Ἀμώμων· χαῖρε, κανὼν πρακτικὸς μονοτρόπων.
Χαίροις Πάτερ μακάριε.

Παραλύτους συσφίγγεις, δαιμονῶντας ἰᾶσαι, καὶ πάθη τὰ δυσίατα παύεις· ἐντεῦθεν Ἀθηναίων πληθύς, καὶ Πειραιεῖς καὶ περιχώρων ὅμιλοι, τῇ σῇ Μονῇ Πάτερ σπεύδουσιν, ὑμνοῦντές σε καὶ βοῶντες· Ἀλληλούΐα.

Ῥημάτων σου τῶν θείων, ὡς σὲ εἶδεν, ἐκλάμποντα ἐν δόξῃ ἀΰλῳ ἡ εὐσεβὴς νεάνις σοφέ, καὶ τὴν σὴν προστασίαν ὡμολόγησεν, ἢν παρέχεις τῇ σῇ Μονῇ βοῶσί σοι τοιαῦτα·
Χαῖρε, Ὁσίων καύχημα νέων· χαῖρε, Μαρτύρων εὔκλειαν φέρων.
Χαῖρε, τῆς Μονῆς σου προστάτης ἀκοίμητος· χαῖρε, τῶν ἁγίων Ἀγγέλων ὁ σύσκηνος.
Χαῖρε, ὅτι ἐθεράπευσας ἀσθενοῦντας χαλεπῶς· χαῖρε, ὅτι τὸν παράλυτον ἠνώρθωσας θαυμαστῶς.
Χαῖρε, κεφαλαλγίας διαλύσας τὸ βάρος· χαῖρε, τοῦ διαβήτου καταπαύσας τὸ πάθος.
Χαῖρε, Θεοῦ χαρίτων κειμήλιον· χαῖρε, πιστῶν διάδημα τίμιον.
Χαῖρε, Ἐφραὶμ ἀσκητῶν ὡραιότης· χαῖρε, εἰκὼν μοναστῶν καὶ λαμπρότης.
Χαίροις Πάτερ μακάριε.

Σέ, ὁράσει ἁγίᾳ, καὶ κατ’ ὄναρ καὶ ὕπαρ, ἐν τῇ σῇ μάνδρᾳ περιπολοῦντα, κατεῖδον μονάστριαι σεμναί, καὶ εὐφροσύνης πολλῆς ἐπληρώθησαν, προστάτην σε κηρύττουσαι, καὶ τῷ Θεῷ ὁμοῦ βοῶσαι. Ἀλληλούΐα.

Τὸ οὐράνιον μύρον, τῇ ψυχῇ θησαυρίσας, εὐφραίνεις τῶν πιστῶν τάς καρδίας, καὶ εὐωδίᾳ μυρεψικῇ, τῶν σεπτῶν σου λειψάνων ποιεῖς λάρνακα, ἀρωματίζειν Ἅγιε, τοὺς εὐλαβῶς σοι ἐκβοῶντας· Χαῖρε, τῆς χάριτος μυροθήκη· χαῖρε, τῆς μάνδρας σου ἔνθεος σκέπη.
Χαῖρε, ἀφθαρσίας εὐώδης παράδεισος· χαῖρε, ἀπαθείας ἁγίας κυπάρισσος.
Χαῖρε, ὅτι καταβέβληκας τὸν ἀντίπαλον ἐχθρόν· χαῖρε, ὅτι ἐμεγάλυνας τοῖς σοῖς πόνοις τὸν Χριστόν.
Χαῖρε, ὁ ὑπὸ χθόνα πλεῖστα ἔτη τελέσας· χαῖρε, ὁ θείᾳ νεύσει ἐκ τῆς γῆς ἀναλάμψας.
Χαῖρε, ψυχῶν καθαίρων τοὺς μώλωπας· χαῖρε, δεινῶν ἐκκαίων τοὺς σκόλοπας.
Χαῖρε, ἀεὶ τάς ἰάσεις παρέχων· χαῖρε, ἡμῶν ἀεὶ προστατεύων.
Χαίροις Πάτερ μακάριε.

Ὕμνησαν τὸν Σωτῆρα, τῇ εὑρέσει θεόφρον, τῶν θείων καὶ πανσέπτων ὀστῶν σου, εὐσεβῶν οἱ δῆμοι πανδημεί, ὅτι ταῦτα ἀσινῆ διετήρησεν, ὑπὸ τὴν γῆν χρόνοις πλείοσιν, ἃ τιμῶντες Ἐφραὶμ βοῶμεν· Ἀλληλούΐα.

Φύλαττε τὴν Μονήν σου ἀπὸ πάσης ἀνάγκης, τῇ σῇ πρὸς τὸν Σωτῆρα πρεσβείᾳ, καὶ δίδου ταύτῃ πάτερ Ἐφραὶμ , τὰ τῆς εὐλογίας τῆς σῆς δωρήματα· ἰδοὺ γὰρ τῇ σῇ χάριτι, προστρέχει ἀεὶ ἐκβοῶσα.
Χαῖρε, ἡμῶν τὸ ἄρρηκτον τεῖχος· χαῖρε, πιστῶν ἀτίνακτος πύργος.
Χαῖρε, τῆς Μονῆς σου φρουρὸς ἀσφαλέστατος· χαῖρε, τῶν τεκνίων σου φύλαξ καὶ ἔφόρος.
Χαῖρε, στήριγμα θεόσδοτον εὐλαβῶν μοναζουσῶν· χαῖρε, καύχημα οὐράνιον τῶν πιστῶν ἀσκητριῶν.
Χαῖρε, ὅτι βραβεύεις τοῖς πιστοῖς τὰς αἰτήσεις· χαῖρε, ὅτι προσδέχῃ σῶν υἱῶν τάς δεήσεις.
Χαῖρε, ἡμῖν ἐκφαίνων τὰ κρείττονα· χαῖρε, ἀεὶ ἐκτρέπων τὰ χείρονα.
Χαῖρε, Χριστῷ ὑπὲρ πάντων πρεσβεύων· χαῖρε, παθῶν τὴν ἐνέργειαν φλέγων.
Χαίροις Πάτερ μακάριε.

Χάριτας ἀναβλύζει, καὶ πολλὴν εὐφροσύνην, καὶ θείαν ἀγαλλίασιν Πάτερ, καὶ εὐφραίνει ἡμῶν τάς ψυχάς, καὶ καθαγιάζει ὁμοῦ τὰ σώματα, ἡ θήκη τῶν λειψάνων σου, τῶν ἐκβοώντων τῇ Τριάδι· Ἀλληλούΐα.

Ψάλλοντες ἐν αἰνέσει, τοὺς ἀγῶνάς σου Πάτερ, ὑμνοῦμεν τὴν δοθεΐσάν σοι χάριν καὶ παρεστῶτες τῇ σῇ σορῷ, τὴν προστασίαν σου ἐπιβοώμεθα, ἣν δίδου ἡμῖν Ἅγιε, ὡς ἂν ἀεί σοι ἐκβοῶμεν·
Χαῖρε, ἰσότιμος τῶν Ὁσίων· χαῖρε, συνόμιλος τῶν Μαρτύρων.
Χαῖρε, ἀϊδίων στεφάνων ὁ μέτοχος· χαῖρε, τρισηλίου ἐλλάμψεως ἔμπλεως.
Χαῖρε, γέρας πολυτίμητον τῆς ἁγίας σου Μονῆς· χαῖρε, θέμεθλος νεόδμητος Ἐκκλησίας τῆς σεπτῆς.
Χαῖρε, ὁ κατευφράνας τῶν πιστῶν τάς χορείας· χαῖρε, ὁ ἀναφήνας ἀναβάσεις ἁγίας.
Χαῖρε, δι’ οὗ ἀνίας ῥυσθήσομαι· χαῖρε, δι’ οὗ παθῶν ἰαθήσομαι.
Χαῖρε, πιστῶν πρὸς Χριστὸν ὁ μεσίτης· χαῖρε, κἀμοῦ ἐν ταῖς θλίψεσι ῥύστης.
Χαίροις Πάτερ μακάριε.

Ὦ τρισόλβιε πάτερ, Ἐφραὶμ ὁσιομάρτυς, τῶν πάλαι Ἁγίων συμπολίτα (ἐκ γ'), σὺν αὐτοῖς δυσώπει τὸν Χριστόν, ὡς ἂν ποικίλων ῥυόμεθα θλίψεων, καὶ ζωῆς τῆς μελλούσης τύχωμεν οἱ τῷ Θεῷ βοῶντες· Ἀλληλούΐα.

Καὶ αὖθις τὸ Κοντάκιον.
Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ.
Ὥσπερ ἀστὴρ νεοφανὴς ἡμῖν ἀνέτειλας, τῇ φανερώσει τῶν σεπτῶν Πάτερ Λειψάνων σου, καὶ θαυμάτων ταῖς ἀκτῖσι πᾶσιν ἐκλάμπεις. Ἀλλὰ πλήρου τὰ αἰτήματα ἑκάστοτε, τῶν πιστῶς σοι προσιόντων Ἐφραὶμ Ἅγιε, καὶ βοώντων σοι· χαὶροις Πάτερ μακάριε.

Δίστιχον. Ἐφραὶμ χαρὰν δίδου μοι τὴν οὐρανίαν
 Γερασίμῳ χαῖρέ σοι ἀναβοῶντι.
analogion.gr 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου