Τρίτη 26 Νοεμβρίου 2019

Ακολουθία Αγίου Λογγίνου του Εκατόνταρχου


 15 Οκτωβρίου
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Πάλιν ἡ ἐτήσιος, μνήμη ἡμῖν ἐξανέτειλεν, ὦ φιλέορτοι σήμερον, Λογγίνου τοῦ Μάρτυρος, βλύζουσα τῷ κόσμῳ, χάριτος τὰ ῥεῖθρα· δεῦτε οὖν πόθῳ ἀδελφοί, αὐτὴν τελέσωμεν ἀνακράζοντες· ἱκέτευε τὸν Κύριον, ὑπὲρ ἡμῶν Ἑκατόνταρχε, ἵνα εὕρωμεν ἔλεος, ἐν ἡμέρᾳ τῆς κρίσεως.

Πάθος ὑπηρέτησας, τοῦ ζωοδότου τὸ τίμιον, Ἑκατόνταρχε δίκαιε, καὶ θείῳ σου στόματι, τὸν ἐν τῷ Κρανίῳ, παθόντα Δεσπότην, Υἱὸν ἐκήρυξας Θεοῦ, τοῖς θεοκτόνοις πανυπεράγαθον· διό σε μακαρίζομεν, τῶν εὐσεβῶν τὰ συστήματα, ἐκτελοῦντες τὴν μνήμην σου, ὦ Λογγῖνε γηθόμενοι.

Ὅλος εἰσδεξάμενος, τὰς ἐκ Σταυροῦ ἐν καρδίᾳ σου, λαμπηδόνας μακάριε, τὸ σκότος κατέλιπες, τῆς πολυθεΐας, καὶ τοῦ ἐπὶ ξύλου, σαρκὶ παθόντος δι’ ἡμᾶς, κῆρυξ βροντόφωνος ἐχρημάτισας· διὸ ἀνευφημοῦμέν σε, τῶν Ὀρθοδόξων οἱ σύλλογοι, ὦ Λογγῖνε τὴν μνήμην σου, ἐκτελοῦντες τὴν πάντιμον.

Ξίφει τὸν αὐχένα σου, ἀποτμηθεὶς διὰ πίστεως, κεφαλὴν τοῦ ἀλάστορος, Λογγῖνε διέκοψας, καὶ τοῦ θείου πάθους, τοῦ ἐν τῷ Κρανίῳ, παθόντος ὤφθης κοινωνός· ᾧ ἱκετεύοεμν Μάρτυς πρέσβευε, ὑπὲρ τῶν ἐκτελούντων σου, τὴν φωτοφόρον πανήγυριν, καὶ ὑμνούντων ἐν ᾄσμασι, τὴν ἁγίαν σου ἄθλησιν.

Δόξα. Ἦχος α΄.
Σταυρωθέντος σου Χριστέ, διεδονεῖτο τὰ θεμέλια τῆς γῆς, ὁ ἥλιος ἀπέκρυπτε τὸ φῶς, αἱ πέτραι ἐσχίζοντο, καὶ τάφοι ἐκενοῦντο· ὁ δὲ Ἑκατόνταρχος, ἰδὼν τὰ γενόμενα, μεγάλῃ τῇ φωνῇ, Υἱόν σε ὡμολόγει τοῦ Θεοῦ· οὖτός ἐστιν ὁ μακάριος Λογγῖνος, οὗ σήμερον τὴν μνήμην ἐπιτελοῦντες, τὴν σὴν μακροθυμίαν δοξάζομεν κραυγάζοντες· ἀνεξίκακε κα φιλάνθρωπε, Κύριε δόξα Σοι.

Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων Σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε τὸν ὑπουργόν, τοῦ πάθους τοῦ Κυρίου, Λογγῖνον τὸν γενάδα, ἐν ὕμνοις ἐγκωμίων, φαιδρῶς ἀνευφημήσωμεν.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἤθλησας καρτερῶς, τοῦ Λυτρωτοῦ τὸ πάθος, μιμούμενος Λογγῖνε, καὶ μέτοχος τῆς ἄνω, εὐκλείας ἀναδέδειξαι.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Πάθους τοῦ ἀπαθοῦς, ὁ θεατὴς Λογγῖνε, παθῶν τῶν ἀκαθάρτων, καθάρισόν με ὄλον, σῆς χάριτος τῷ ὕδατι.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὦ Τριάς, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ἡ μία Βασιλεία, παθῶν με βασιλέα, τῷ κράτει Σου ἀνάδειξον.

Καὶ νῦν. Θεοτοκίον.
Φεῖσαί μου ὁ Θεός, φεῖσαι τοῦ πλάσματός Σου, ὁ ἄρχων τοῦ ἐλέους, πρεσβείαις εὐπροσδέκτοις, τῆς μόνης Θεομήτορος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τὸν Ἥλιον τῆς δόξης Σταυρῷ προσηλωθέντα, καὶ τοῖς ἐν σκιᾷ τοῦ θανάτου ἐκλάμποντα ὡς εἶδες, ηὐγάσθης αὐτοῦ ταῖς ἀστραπαῖς, καὶ ἤθλησας Λογγίνε εὐσεβῶς, διὰ τοῦτο νοσημάτων παντοδαπῶν, λυτροῦσαι τοὺς ἐκβοώντας· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σου, πάσιν ἰάματα.
Δόξα. Ἦχος β΄. Ὅτε κατῆλθες πρὸς τὸν θάνατον.
Ὅτε κατεῖδες σαρκὶ πάσχοντα, ἐπὶ ξύλου τὸν Κύριον, τότε Αὐτὸν ὡμολόγησας, Υἱὸν Θεοῦ θείῳ στόματι· ὅτε δὲ καὶ τοῦ μαρτυρίου, τὸν δίαυλον Λογγῖνε ἐτέλεσας, ᾔσχυνας τελείως, εἰδωλομανίας τὴν ἔπαρσιν, καὶ μετέστης λαμπρῶς, πρὸς ζωὴν τὴν αἰώνιον.
Καὶ νῦν. Θεοτοκίον
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.



ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὸν βροτὸν χρηματίσαντα, καὶ Σταυρῷ ὁμιλήσαντα, καὶ ἡλίου ἔλλαμψιν ἀμαυρώσαντα, καὶ ἐκ πλευρᾶς ἀναβλύσαντα, σωτήριον ἄφεσιν, κατιδὼν μετὰ λῃστοῦ, τοῦ εὐγνώμονος Ἔνδοξε, ὡμολόγησας, καὶ Θεὸν καὶ Δεσπότην ἑκουσίως, ὑπομείναντα τὰ πάθη, δι' εὐσπλαγχνίαν ἀμέτρητον. 
Τὴν κατάκαρπον ἄμπελον, ἐπὶ ξύλου θεώμενος, ἠρτημένην Ἔνδοξε καὶ πηγάζουσαν, οἶνον ζωῆς καὶ ἀφέσεως, τὰ χείλη ὑπέθηκας, τῆς καρδίας καὶ πιών, εὐφροσύνης πεπλήρωσαι, τὴν κατάπικρον, ἀπιστίαν ἐμέσας ὡς ἐχέφρων, ὡς τοῦ χείρονος τὸ κρεῖττον, περιφανῶς προελόμενος. 
Θανατώσας τὸν τύραννον, εὐτολμίᾳ τῶν λόγων σου, πρὸς σφαγὴν ἑκούσιον ηὐτομόλησας, οὐ δειλιάσας πανεύφημε, Λογγῖνε τὸν θάνατον, τὴν ἀθάνατον ζωήν, προξενοῦντά σοι χάριτι· ὅθεν πίστει σου, τὴν πανέορτον μνήμην ἐκτελοῦμεν, δυσωποῦντές σε πρεσβεύειν, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον. 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Λογγῖνε μακάριε Χριστόν, τὸν Θεὸν θεώμενος, ἐπὶ Σταυροῦ σαρκὶ πάσχοντα, δι’ ἀγαθότητα, μακαρίᾳ γλώσσῃ, αὐτὸν ἀνεκήρυξας, Σωτῆρα τῶν ἀνθρώπων καὶ Κύριον· Ὃν καθικέτευε, ταῖς ψυχαῖς ἡμῶν δωρήσασθαι, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Λογγῖνε πανεύφημε Χριστόν, τὸν τῆς δόξης Ἥλιον, ἐν τῷ Σταυρῷ θεασάμενος, ἀδίκως θνήσκοντα, μυστικῶς ηὐγάσθης, τῆς ψυχῆς τὰ ὄμματα, καὶ τοῦτον τοῦ Θεοῦ ἀνεκήρυξας, Υἱὸν προάναρχον· Ὃν ἱκέτευε δωρήσασθαι, τῶν πταισμάτων ἡμῖν τὴν συγχώρησιν.

Λογγῖνε πανένδοξε Χριστῷ, τῷ Θεῷ λαιμότμητος, ἐν οὐρανοῖς παριστάμενος, καὶ ἐνηδόμενος, τῇ φωτοχυσίᾳ, τοῦ ὑπὲρ κατάληψιν, φωτὸς σὺν τῶν Μαρτύρων τοῖς τάγμασιν, Αὐτὸν ἱκέτευε, ταῖς ψυχαῖς ἡμῶν δωρήσασθαι, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.




Δόξα. Ἦχος πλ. β'. Ἰωάννου Μοναχοῦ
Ἐν τῷ πάθει σου, Χριστέ, τὸν ναὸν θεωρήσας διαρραγέντα Λογγῖνος ὁ Ἑκατόνταρχος, Υἱὸν Θεοῦ σε εἶναι τοῖς Ἰουδαίοις ἐκήρυττεν. Ὅθεν οἱ δεινοί, τὴν θείαν κάραν αὐτοῦ τεμόντες τῷ ξίφει, ἐν κοπρίᾳ ἔρριψαν· γυνὴ δὲ ταύτην εὑροῦσα, τὰς κεκλεισμένας κόρας αὐτῆς τῶν ὀμμάτων ἀνέῳξε· μεθ' ἧς καὶ ἡμεῖς βοῶμέν σοι· Ὁ τοῦτον στεφανώσας, ὑπὲρ σοῦ ἀθλήσαντα, ταῖς αὐτοῦ ἱκεσίαις, καὶ ἡμῶν τὰ ὄμματα τῆς καρδίας φώτισον, τοῦ δοξάζειν σε Θεόν, τὸν ἐν Σταυρῷ προσηλωθέντα, εἰς τὸ σῶσαι ἡμᾶς. 
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς Ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Δεῦτε πάντες οἱ πιστοί, Λογγῖνον τὸν Ἑκατόνταρχον, καὶ στερέμνιον Μάρτυρα, γηθοσύνως εὐφημήσωμεν. Οὗτος γὰρ ὁ μακάριος, ἐν τῷ Σταυρῷ τοῦ Κυρίου, παρεστώς, τὸν ἥλιον σκοτούμενον ἐθεάσατο, τὴν γῆν τε κυμαινομένην, τὸ καταπέτασμα τοῦ ναοῦ διαῤῥαγέν, καὶ κενωθέντα τὰ μνημεῖα· καὶ γνωρίσας τὸν κρεμάμενον, Υἱὸν Θεοῦ παντοδύναμον, φωνὴν μεγάλη ἀφῆκε βοῶν· Οὗτός ἐστὶν Υἱὸς Θεοῦ ἀληθῶς· Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ Σου. Αὐτοῦ ταῖς ἱκεσίαις, φιλάνθρωπε Κύριε, τῷ κόσμῳ τὰ ἐλέη Σου κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος β΄.
Κρεμαμένην τὴν ζωήν, ἀπέναντι τῶν ὀφθαλμῶν σου, Λογγῖνε πανεύφημε κατιδών, μακρὰν φωνὴν ἀφήκας· Οὗτος λέγων τοῦ Θεοῦ, ὑπάρχει Υἱὸς ἀληθινός, ξύλῳ τὴν τοῦ ξύλου κατάραν ἰώμενος, δι’ ἔλεος ἀμέτρητον. Αὐτῷ οὖν μακάριε, πρέσβευε ἐκτενῶς, τὴν εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος γ΄.
Ὧν πρώην ὑπηρέτης γέγονας, ζωοποιῶν τοῦ Δεσπότου παθῶν, καὶ κοινωνὸς ἀληθὴς ἀναδέδειξαι, ὡς ἀμνὸς τῷ ξίφει σφαγιασθεὶς ἀπηνέστατα· ὁθεν τῇ ὡραιότητι τῶν ἄθλων σου, κεκαλλωπισμένη ἡ Ἐκκλησία τοῦ Χριστοῦ, γηθοσύνως βοᾷ σοι· Χριστομάρτυς ἀοίδιμε, ἱκέτευε Αὐτὸν διαπαντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ΄.
Ἡ πανσεβάσμιος κάρα σου, ἡ τῷ ξίφει ἀποτμηθεῖσα ποτέ, ἐκ κοπρίας ἀναδοθεῖσα θαυμαστῶς, ὡς χρυσίον πολύτιμον, τῶν εὐσεβῶν τὰς καρδίας, Λογγῖνε Ἑκατόνταρχε ἐπλούτησε· καὶ ἀναβλύζουσα θαυμάτων ποταμούς, φιλομαρτύρων τὰ τάγματα, ἐκίνησε κραυγάζειν· ὁ τοῦ πάθους σου τὸν αὐτόπτην, καὶ ὑπερθαύμαστον κοινωνόν, ὑπερφυῶς θαυμαστώσας, Κύριε δόξα Σοι.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον μυστικῷ, ἐν τῷ τῆς Ἐκκλησίας νοητῷ στερεώματι, ἡ ἀγλαοφεγγὴ τοῦ Ἀθλοφόρου μνήμη ἐξανέτειλεν, ὡς ἀστὴρ ἀληθῶς οὐρανόφωτος, καταπυρσεύουσα τῶν φιλεόρτων τὰς ψυχάς, καὶ ἀπελαύνουσα παθῶν, τὴν χαλεπὴν σκοτομῆνιν. Δεῦτε οὖν ἀδελφοί, τὸν ἐν Τριάδι Θεὸν μεγαλύνομεν, καὶ τῷ ἱερονίκῳ Αὐτοῦ Ἀθλητῇ, ἐν κατανύξει ψυχῆς ἐκβοήσωμεν· χαίροις πανεύφημε, ὁ τῶν παθῶν τοῦ ἀπαθοῦς ὑπηρέτης, καὶ τῆς ἐνδόξου Ἀναστάσεως Αὐτοῦ, Μάρτυς καὶ κῆρυξ διαπρύσιος· χαίροις τρισόλβιε, ὁ τῶν θεοκτόνων ἐλέγξας τὴν παράνοιαν, καὶ τὰ διδόμενά σοι ἀργύρια, ἐπὶ διαβολῇ τῆς Ἀναστάσεως ἀποσεισάμενος· χαίροις Μάρτυς αὐχενότμητε, ὁ ἀνδρικῶς τὰς κεφαλάς, τῶν νοητῶν δρακόντων διακόψας. Ἀλλ’ ὦ Λογγῖνε μακάριε, ὡς τοῦ Κυρίου τῷ θρόνῳ παριστάμενος, ὑπὲρ ἡμῶν Αὐτὸν ἐκτενῶς καθικέτευε, τῶν εὐλαβῶς εὐφημούντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀθλοφόρου καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐφωτίσθης τὴν ψυχήν, τοῦ ἐπὶ τοῦ ξύλου παθόντος, τῷ ἀνεσπέρῳ φωτί, τότε τὴν πολύθεον, ἀπάτην ἔλιπες, καὶ λαμπρῶς ἀνεκήρυξας, τῷ κόσμῳ Λογγῖνε, Ὃν κατεῖδες πάσχοντα, Θεὸν παντέλειον· ὅθεν, ἀπηνῶς ἀπετμήθης, τῇ τῶν Ἰουδαίων μανίᾳ, ξίφει κεφαλήν σου τὴν αἰδέσιμον.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ὅτε, τὴν Ἀνάστασιν Χριστοῦ, Μάρτυς διαβάλλειν ἠρνήσω, ὁ εὐσθενὴς τῇ ψυχῇ, τότε τὴν κακότητα, στεῤῥῶς ὑπήνεγκας, τῶν Ἑβραίων μακάριε, Λογγῖνε καὶ χαίρων, ἤνυσας ἀθλήσεως, τὸν θεῖον δίαυλον· ὅθεν, παῤῥησίαν πλουτήσας, λύτρωσαι ἐχθροῦ τῆς κακίας, τοὺς ἀνευφημοῦντάς σου τὴν ἄθλησιν.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ὅτε, ἀπετμήθης ἀπηνῶς, φθόνῳ τῶν ἀνόμων Ἑβραίων, σὴν ἱερὰν κεφαλήν, τότε ἐξεδήμησας, πρὸς τὰ οὐράνια, καὶ μετέσχες τῆς κρείττονος, ζωῆς ὦ Λογγῖνε, σὺν Μαρτύρων ἔνδοξε, ταῖς ὁμηγύρεσιν· ὅθεν, μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν πιστῶς ἐκτελούντων, τὴν παμφαεστάτην σου πανήγυριν.

Δόξα. Ἦχος πλ. β'. Ἰωάννου Μοναχοῦ
Ἐν τῷ Σταυρῷ παρεστηκώς, καὶ τὰ γενόμενα σκοπῶν, τὸν σταυρωθέντα ἐπὶ ξύλου, Θεὸν καὶ ἄνθρωπον ἑωρακώς, ἐβόας πρὸς αὐτόν· Ἐν τῇ βασιλείᾳ σου μνήσθητί μου Κύριε. Διὸ καὶ ὁ Σωτὴρ ἐφώνει σοι· Μακάριος εἶ Λογγῖνε, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. 

Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τὸν Ἥλιον τῆς δόξης Σταυρῷ προσηλωθέντα, καὶ τοῖς ἐν σκιᾷ τοῦ θανάτου ἐκλάμποντα ὡς εἶδες, ηὐγάσθης αὐτοῦ ταῖς ἀστραπαῖς, καὶ ἤθλησας Λογγίνε εὐσεβῶς, διὰ τοῦτο νοσημάτων παντοδαπῶν, λυτροῦσαι τοὺς ἐκβοώντας· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σου, πάσιν ἰάματα.
Δόξα. Ἦχος β΄. Ὅτε κατῆλθες πρὸς τὸν θάνατον.
Ὅτε κατεῖδες σαρκὶ πάσχοντα, ἐπὶ ξύλου τὸν Κύριον, τότε Αὐτὸν ὡμολόγησας, Υἱὸν Θεοῦ θείῳ στόματι· ὅτε δὲ καὶ τοῦ μαρτυρίου, τὸν δίαυλον Λογγῖνε ἐτέλεσας, ᾔσχυνας τελείως, εἰδωλομανίας τὴν ἔπαρσιν, καὶ μετέστης λαμπρῶς, πρὸς ζωὴν τὴν αἰώνιον.
Καὶ νῦν. Θεοτοκίον
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.


ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Χριστοῦ τοῦ δι’ ἡμᾶς, ἑκουσίως παθόντος, τοῦ πάθους κοινωνός, ἀληθὴς ἀνεδείχθης, ἀθλήσας μέχρις αἵματος, ὦ Λογγῖνε μακάριε· ὅθεν ἔλαβες, παρὰ Θεοῦ τὰ βραβεῖα, καὶ ἐπλούτησας, τῶν ἰαμάτων τὴν χάριν, ὡς Μάρτυς ἀήττητος.
Δόξα.
Ὡς εἶδες τὴν ζωήν, ἐν Σταυρῷ κρεμαμένην, ηὐγάσθης μυστικῶς, τῆς ψυχῆς σου τὰς κόρας, καὶ πάσης κατεφρόνησας, ἀνθρωπίνης αἰνέσεως· ὅθεν ἤθλησας, καρτερικῶς διὰ ξίφους, καὶ διέκοψας, τὰς κεφαλὰς τῶν δρακόντων, Λογγῖνε μακάριε.
Καὶ νῦν. Θεοτοκίον.
Μαρία τοῦ Θεοῦ, ἡ ἀμόλυντος νύμφη, καὶ μόνη τῶν πιστῶν, πρὸς Θεὸν μεσιτείᾳ, παθῶν μου τὸν κλύδωνα, χάριτί Σου κατεύνασον, καὶ ὁδήγησον, πρὸς σωτηρίας με ὅρμον, ἵνα πάντοτε, ὑμνολογῶ γηθοσύνως, τὸν ἄφραστον τόκον Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς θεῖον αὐτόπτην σε τῶν τοῦ Κυρίου παθῶν, καὶ Μάρτυρα πρώτιστον τῆς πανενδόξου Αὐτοῦ, ἐκ τάφου Ἐγέρσεως, πίστει σε εὐφημοῦμεν, εὐσεβῶν αἱ χορεῖαι, κράζοντες γηθοσύνως· Χριστομάρτυς Λογγῖνε, ἱκέτευε ἀπαύστως, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα.
Γνωρίσας τὸν Κύριον ἐπὶ Σταυροῦ ἀληθῆ, Υἱὸν Θεοῦ ἔνδοξε τούτῳ ζεούσῃ ψυχῇ, Λογγῖνε ἐπίστευσας· ὅθεν ἀσυμφωνήσας, Ἰουδαίοις ἀνόμοις, ξίφει σὴν παναγίαν, κεφαλὴν ἀπετμήθης· διό σε γηθοσύνως, ἀεὶ μακαρίζομεν.
Καὶ νῦν. Θεοτοκίον.
Χριστὸν ἡ κυήσασα τὸν τοῦ παντὸς Ποιητήν, παγίδων με λύτρωσαι τοῦ ἀρχεκάκου ἐχθροῦ, τῇ θείᾳ Σου χάριτι, ἵνα ἐν κατανύξει, Θεοτόκε Μαρία, κράζω Σοι εὐχαρίστως, τοῦ Ἀγγέλου τὸ Χαῖρε· Χαῖρε κεχαριτωμένη, χαῖρε Θεόνυμφε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἡ πανσεβάσμιος, καὶ θεία κάρα σου, θαυμάτων βρύουσα, ῥεῖθρα ἀέναα, Μάρτυς Λογγῖνε θαυμαστῶς, ἀνέθορεν ἐκ κοπρίας, ἣν κατασπαζόμενοι, νοητῶς οἱ φιλέορτοι, σήμερον γεραίρομεν, τοὺς ἀγῶνάς σου κράοζντες· ὁ Μάρτυς τοῦ Χριστοῦ καὶ αὐτόπτης, χαῖρε καὶ πάλιν μάκαρ χαῖρε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐπαναστάσεσι, κλυδωνιζόμενον, παθῶν τοῦ σώματος, τὸν ἀθλιώτατον, καὶ χειμαζόμενον δεινῶς, τῶν θλίψεων τρικυμίᾳ, σῶσόν με πανάχραντε, ὡς συμπάθειαν ἔχουσα, ἵνα ἀνακράζω Σοι, ἐν καρδίᾳ εὐγνώμονι, τῇ νύμφῃ καὶ Μητρὶ τοῦ Θεοῦ μου· χαῖρε ἡ κεχαριτωμένη.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, τὸ Η’ τῶν Ἁγίων Παθῶν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Λογγῖνε μακάριε Ἀθλητά, ἐν τῷ Σταυρῷ τοῦ Χριστοῦ παρεστηκώς, καὶ τὴν κτίσιν ἀλλοιουμένην κατιδών, Υἱὸν Θεοῦ ἐγνώρισας ἀληθινόν, τὸν ἐπὶ ξύλου ἀδίκως, κρεμάμενον, σαρκὶ μὲν δι’ εὐσπλαγχνίαν πάσχοντα, ἀπαθῆ δὲ ὄντα τῇ Θεότητι· ὅθεν αὐτῷ ὁλοψύχῳ ψυχῇ πιστεύσας, τὴν σφαλλομένην στρατείαν ἀπεβδδελύξω, καὶ διὰ ξίφους ἀπηνῶς σφαγιασθείς, πρὸς τὴν ἀγήρω ἐξεδήμησας ζωήν· διὸ τοὺς τελοῦντας τὴν μνήμην σου πιστῶς, διάσωσον ἀπὸ παντοίων συμφόρων, καὶ ῥῦσαι πρεσβείαις σου τοῦ πυρὸς τῆς κολάσεως.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Τὸ Λογγίνου μέγιστον ὑμνήσω κλέος. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσῃς τὸ ἐρυθραῖον.
Ταῖς θείαις, φωτοχυσίαις Ἔνδοξε, περιλαμπόμενος, καὶ σὺν Ἀγγέλων τάξεσι Χριστῷ, τῷ Θεῷ παριστάμενος, τὴν φωτοφόρον μνήμην σου, τοὺς ἐκτελοῦντας καταφαίδρυνον.
Οὐδέν σε, τῆς πρὸς Θεὸν ἑνώσεως, Μάρτυς ἐχώρισε, κεχωρισμένον πάσης σαρκικῆς, ἡδονῆς διὰ πίστεως, καὶ καθαρῶς τῷ ἔρωτι, τῷ ἀκροτάτῳ ἐνηδόμενον.
Λατρεύων, Θεῷ τῷ ζῶντι ἔνδοξε, Λογγῖνε πάνσοφε, νεκροῖς ξοάνοις μάκαρ οὐδαμῶς, σὺ λατρείαν προσένειμας· διὸ πρὸς ἀτελεύτητον, θανατωθεὶς ζωὴν κατήντησας.
Θεοτοκίον
Ὁ Λόγος, ὁ τοῦ Θεοῦ ἐν μήτρᾳ σου, λόγῳ συνείληπται, τῆς ἀλογίας ῥύσασθαι βροτούς, βουληθεὶς ἀγαθότητι, Παρθενομῆτορ ἄχραντε, εὐλογημένη παναμώμητε. 

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Χρισ(τοῦ) παθῶν σε Μάρτυς, ηὔγασεν θέα. Γεωργίου Νικομηδείας.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χριστός σε ἀκτῖσι ταῖς νοηταῖς, ἐφώτισε Μάρτυς, ἐννοοῦντα τὴν θεϊκήν, τούτου ἐξουσίαν δι’ ἧς πάσχων, σαρκὶ τὴν κτίσιν διεδόνησε.
Ῥημάτων τὸ σκότος τῶν ἀπειθῶν, ὑπερβὰς τῷ φέγγει, τῶν θαυμάτων τῶν θεϊκῶν, προσήγγισας Μάρτυς καὶ ἀθλήσει, εἰς φῶς τὸ ἅγιον ἀνέδραμες.
Ἰσχύν σε καὶ κράτος τὰ τοῦ Χριστοῦ, πάθη Ἀθλοφόρε, περιζώσαντα δυνατόν, ὁπλίτην ἀνέδειξε πορθοῦντα, τῶν θεοκτόνων τὴν παράταξιν.
Σαλεύσας τὴν κτίσιν ὁ Ποιητής, ἥδρασέ σε Μάρτυς, ἐν ἀγάπῃ τῇ ἑαυτοῦ, καὶ ἀπεριδόνητον ἀνδρείᾳ, ἐν τοῖς παλαίσμασιν ἀνέδειξε.
Θεοτοκίον
Γεγόναμεν φύσεως κοινωνοί, τῆς θείας Παρθένε, τῷ ἀχράντῳ Σου τοκετῷ, Θεὸς γὰρ τὴν φύσιν τῶν ἀνθρώπων, ἐκ Σοῦ ἀτρέπτως ἀνελάβετο.

ᾨδὴ γ'. Εὐφραίνεται ἐπὶ σοί.
Γνωρίσας ἐπὶ Σταυροῦ, Υἱὸν Θεοῦ τὸν ἀληθῆ Κύριον, ὑπὲρ ἡμῶν πάσχοντα, τούτῳ ὁλοψύχως ἐπίστευσας.
Γῆ ὥσπερ πίων ἡ σή, ψυχὴ λαβοῦσα λογικὰ σπέρματα, στάχυν Σοφὲ ὥριμον, θείας εὐσεβείας ἐβλάστησεν.
Ἱστίῳ τῷ τοῦ Σταυροῦ, τὸ τῶν βασάνων διελθὼν πέλαγος, τοὺς γαληνοὺς ἔφθασας, ἔνδοξε λιμένας γηθόμενος.
Θεοτοκίον
Νοσοῦσάν μου τὴν ψυχήν, ταῖς τῶν παθῶν ἐπαγωγαῖς ἴασαι, Μήτηρ Θεοῦ Πάναγνε, καὶ πρὸς σωτηρίαν κατεύθυνον.

Ἕτερος. Σὺ εἶ τὸ στερέωμα.
Πλοῦτον ἀναβλύσαντα, ἐκ τῆς πλευρᾶς Χριστοῦ ἔνδοξε, τὸν ζωηρὸν εἶδες καὶ τὰ τούτου, θεῖα νάματα ἤντλησας.
Ἄλυτος ἀγάπη σε, τοῦ ποιητοῦ Χριστοῦ ἔδησε, τῇ ἀληθεῖ γνώσει τούτου Μάρτυς, καὶ ἐνθέως συνήρμοσε.
Θῦμα ὡς ὁλόκληρον, καὶ ὁλοκαύτωμα τέλειον, τῷ ὑπὲρ σοῦ καὶ πάντων τυθέντι, σαὐτὸν Μάρτυς ἀνήνεγκας.
Θεοτοκίον
Ὤφθης ὑπερθαύμαστον, ἐν οὐρανῷ καὶ γῇ ἄκουσμα, τὸν Ποιητὴν πάντων καὶ Δεσπότην, Θεοτόκε κυήσασα.
Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Σταυρωθέντα κατεῖδες τὸν Λυτρωτήν, καὶ αὐτοῦ ταῖς ἀκτῖσι καταυγασθείς, σκότος τὸ βαθύτατον, τῆς ἀγνοίας ἀπέφυγες, καὶ πρὸς θείαν γνῶσιν, σαυτὸν μετερρύθμισας, πιστωθεὶς ὡς ἔστι, Θεὸς ὁ ὁρώμενος· ὅθεν καὶ ἀθλήσας, τοῖς χοροῖς ἠριθμήθης, Λογγῖνε μακάριε, τῶν Μαρτύρων γηθόμενος, μεθ' ὧν πάντοτε ἔνδοξε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην Πανάμωμε, ἁμαρτιῶν τῷ φόρτῳ, φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾍδου, πεσεῖν κινδυνεύουσαν· φθάσον Θεοτόκε, τῇ θερμῇ σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, σὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ δοῦλός σου Δέσποινα.

ᾨδὴ δ'. Ἐπαρθέντα σε ἰδοῦσα.
Ὀχυρώτατον κτησάμενος ἐν τῇ πίστει, τὸν λογισμὸν μακάριε, ἀνίσχυρον πλάνης, ἔλυσας ὀχύρωμα, Λογγῖνε καὶ ἔκραζες· Δόξα τῇ δυνάμει σου Κύριε.
Ὑψωθέντα καὶ τῷ ξύλῳ προσηλωθέντα, τὸν ἀπαθῆ θεώμενος, Κύριον τῆς δόξης, τοῦτον ὡμολόγησας, Υἱὸν Θεοῦ ἔνδοξε, πάσχοντα οἰκείῳ θελὴματι.
Μαραινόμενον τὸν θάνατον τῷ θανάτῳ, τοῦ ἀπαθοῦς θεώμενος, ἔσπευσας Λογγῖνε, δι' αὐτὸν τεθνήξεσθαι, καὶ ζῆν μετὰ θάνατον, σὺν τοῖς εὐκλεῶς ἐναθλήσασιν.
Θεοτοκίον
Ἑνωθέντα καθ' ὑπόστασιν ἐν γαστρί σου, καὶ γεγονότα ἄνθρωπον, Ἄχραντε τὸν Λόγον, ὑπὲρ λόγον τέτοκας, διπλοῦν ταῖς θελήσεσι, καὶ ταῖς ἐνεργείαις δεικνύμενον. 

Ἕτερος. Εἰσακήκοα Κύριε.
Ὡς ἀκτῖνες ἐκλάμψασαι, αἱ τοῦ Παναγίου Πνεύματος χάριτες, σὲ Λογγῖνε κατεφώτισαν, καὶ φωστῆρα κόσμου ἐφανέρωσαν.
Νεκρὸν κείμενον ἔνδοξε, βλέπων ὑπὸ πόδας τοῦ νεκρωθέντος σαρκί, τὸν πολέμιον ἐκήρυξας, τὴν τοῦ πεπονθότος θείαν δύναμιν.
Στερεώσας τὸ φρόνημα, ἐπὶ τὴν ἀσάλευτον πέτραν ἔνδοξε, ἀπερίτρεπτος διέμεινας, προσβολαῖς ἀθέων μὴ δονούμενος.
Ἐν τοῖς ὅπλοις τῆς πίστεως, τὰς τῶν θεοκτόνων Μάρτυς διέκοψας, παρατάξεις τε καὶ φάλαγγας, καὶ λαμπρὸν κατ’ αὐτῶν ἦρας τρόπαιον.
Θεοτοκίον
Ῥυπωθέντα τοῖς πάθεσι, πλῦνον Θεοτόκε ταῖς ἱκεσίαις Σου, καὶ ἀξίωσον ἡμᾶς καθαραῖς, διανοίαις ὑμνεῖν Σου τὴν κύησιν.

ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς.
Γῆς πάσης ἀληθῶς, γεγονὼς παρεπίδημος, ἐν στίγμασιν Ἀθλοφόρων, ὡραιώθης Λογγῖνε, καὶ γῆν πραέων ᾤκησας.
Ἴσχυσας τοῦ Σταυροῦ, τῇ δυνάμει φραξάμενος, ἀνίσχυρον τῶν τυράννων, Ἀθλοφόρε Λογγῖνε, τροπώσασθαι ἀπόνοιαν.
Στήσας ἐν ἀσφαλεῖ, θεμελίῳ καρδίας σου, Ἀήττητε τὰς κινήσεις, πειρασμῶν ἐπικλύσει, ἀσάλευτος διέμεινας.
Θεοτοκίον
Τὴν μόνην τὸν Θεόν, ἀπειράνδρως κυήσασαν, ὑμνήσωμεν Θεοτόκον, δι' αὐτῆς οἱ σωθέντες, καὶ πόθῳ μακαρίσωμεν. 

Ἕτερος. Φώτισον ἡμᾶς.
Μύρῳ νοητῷ, τοῦ Χριστοῦ τῷ θείῳ αἵματι, κεχρισμένος Μάρτυς ἔνδοξε, τὴν τούτου γνῶσιν, εὐωδίασας τοῖς πέρασιν.
Ἄνω τῆς ψυχῆς, ἀνατείνας σου τὰ ὄμματα, πρὸς τὴν γνῶσιν τῆς Θεότητος, τῶν ὁρωμένων τὴν πλάνην, Μάρτυς ἐξέφυγες.
Ῥήσεις Προφητῶν, πληρωμένας ἐν τῷ πάθει Χριστοῦ, ἐννοήσας Μάρτυς ἔνδοξε, τοῦ πεπονθότος τὴν εὐδόκησιν ἀνύμνησας.
Θεοτοκίον
Γνώσεως φωτί, κατελάμφθημεν τῷ τόκῳ Σου, Θεοτόκε ἀειπάρθενε, καὶ ἀθεΐας τοῦ σκότους ἠλευθερώθημεν.

ᾨδὴ ς'. Θύσω σοι, μετὰ φωνῆς.
Ὄρη τε, καὶ τὴν γῆν σαλευθεῖσαν θεώμενος, ἐν τῇ τοῦ πάθους ἡμέρᾳ, ἀπιστίας στάσεως ἐσαλεύθης, καὶ τῇ πίστει, ἐνιδρύθης Λογγῖνε τοῦ πάσχοντος.
Νόησιν, ἀληθῆ καὶ τελείαν καὶ ἔμφρονα, ἀναλαβεῖν ἠδυνήθης, καθορῶν τὴν κτίσιν ἀλλοιουμένην, καὶ πρὸς θεῖαν, ἠλλοιώθης Λογγῖνε ἐπίγνωσιν.
Ὑπέστης, χαλεπὴν τιμωρίαν γηθόμενος, καὶ τὸν αὐχένα τῷ ξίφει, ἀδιστάκτῳ γνώμῃ τμηθεὶς Λογγῖνε, διακόπτεις, κεφαλὰς δυσμενῶν διὰ πίστεως.
Θεοτοκίον
Μάρανον, καὶ προρρίζους Πανάμωμε ἔκτιλον, τὰς ἀκανθώδεις ἐννοίας, τῆς ἐμῆς καρδίας, καὶ καρποφόρον, ταύτην δεῖξον, μεσιτείᾳ σου Κόρη πανάμωμε.
Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Τὸν ἄδυτον κατιδών, Σταυρῷ κρεμάμενον Ἥλιον, καὶ ἥλιον αἰσθητόν, ἀκτῖνας συστέλλοντα, διανοίας ὄμματα, ταῖς τοῦ σταυρουμένου, ἐφωτίσθης Μάρτυς χάρισιν.
Ὑπέταξας τῷ νοΐ, ἀμφισβητήσεως ἔνστασιν, καὶ πίστεως ἀσφαλοῦς, Λογγῖνε ἐκράτυνας, διὰ τῆς ἀθλήσεως, καὶ ὁμολογίας, ἀναμφίβολον βεβαίωσιν.
Συνέθλασας ἀσεβῶν, ὡς κεφαλὰς τὰ βουλεύματα, καὶ ἀντιθέους φωνάς, ὡς ξίφει διέκοψας, ἀληθείας ῥήμασι, καὶ θεογνωσίας, ἀριστεύων παναοίδιμε.
Θεοτοκίον
Ἰάσασθαι διὰ Σοῦ, τῆς φύσεως τὰ συντρίμματα, ὁ Πλάστης καὶ Ποιητής, θελήσας παρέσχετο, ἰατρεῖον θεῖόν Σε, τοῖς ἐν ἀσθενείαις, Θεοτόκε Σοὶ προστρέχουσιν.

Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Εὐφροσύνως γέγηθεν ἡ Ἐκκλησία, ἐν τῇ μνήμῃ σήμερον, τοῦ ἀοιδίμου ἀθλητοῦ, Λογγίνου ἀνακραυγάζουσα· Σύ μου τὸ κράτος Χριστὲ καὶ στερέωμα. 
Ὁ Οἶκος
Τὸν οὐρανὸν σκότει πολλῷ, τὴν γῆν τε σειομένην, καὶ πέτρας ῥηγνυμένας, ναοῦ τε τὸ καταπέτασμα σχισθὲν εἰς δύο θεωρῶν ἐν τῷ θείῳ πάθει τοῦ Χριστοῦ ὁ ἀθλητής, Θεοῦ Υἱὸν αὐτὸν ἐγνώρισε, πάσχοντα τῇ οἰκείᾳ εὐσπλαγχνίᾳ, ἀπαθῆ δὲ ὄντα τῇ θεότητι καὶ δόξῃ, σὺν τῷ Πατρὶ καὶ Πνεύματι Ἁγίῳ συνέχοντα τὸ πᾶν καὶ διακρατοῦντα, ὡς Θεὸν ἀληθινὸν καὶ Βασιλέα· ὅθεν ἐν χαρᾷ Λογγῖνος ἀνακραυγάζει· Σύ μου τὸ κράτος Χριστὲ καὶ στερέωμα. 
Συναξάριον.
Τῇ ΙΣΤ΄  τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λογγίνου τοῦ Ἑκατοντάρχου.
Υἱὸν Θεοῦ λέγων σε Χριστὲ καὶ πάλιν,
Λογγῖνος ὡς πρὶν τέμνεται τὸν αὐχένα.
Ἕκτῃ καὶ δεκάτῃ Λογγῖνον ἄορ κατέπεφνεν.
Ἐπὶ Τιβερίου Καίσαρος ἦν οὗτος, ἐκ τῆς χώρας Καππαδοκῶν, Ἑκατοντάρχης ὑπάρχων ὑπὸ τὸν Πιλάτον τὸν ἡγεμόνα τῆς Ἰουδαίας. Προσετάγη δὲ παρ’ ἐκείνου, ὑπηρετῆσαι εἰς τὰ τίμια πάθη τοῦ Χριστοῦ, καὶ τὴν σταύρωσιν, καὶ μετὰ τῶν ὑπ’ αὐτὸν 100 στρατιωτῶν, φυλάξαι τὸν τάφον μετὰ τῆς κουστωδίας, Ἥτις ἦν τάγμα στρατιωτῶν. Ἰδὼν δὲ τὰ ἐπὶ τοῦ Χριστοῦ γενόμεθα θαύματα, τὸν σεισμόν, τὴν τοῦ ἡλίου εἰς σκότος μεταβολήν, τοὺς ἀνοιγέντας τάφους, καὶ τοὺς ἐξ αὐτῶων νεκροὺς ἐκπηδήσαντας, καὶ τὰς σχισθείσας πέτρας, ἀνεβόησε μέγα, εἰπών: «Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος»· ὅθεν καὶ τὰ διδόμενα αὐτῷ ἀργύρια παρὰ τῶν Ἰουδαίων ἐπὶ διαβολῇ τῆς Ἀναστάσεως, ἀπεσείσατο μεθ’ ἑτέρων δύο στρατιωτῶν, οἳ ὕστερον σὺν αὐτῷ ἐμαρτύρησαν.
Καταλιπὼν οὖν τὴν ἐπικειμένην αὐτῷ στρατείαν, καὶ τὴν οἰκείαν χώραν καταλαβών, ἀποστολικῶς τὸν Χριστὸν ἀνεκήρυττε Θεόν. Πεισθεὶς δὲ ὁ Πιλάτος, μᾶλλον μενοῦν διαφθαρεὶς ὑπὸ τῶν Ἰουδαίων χρήμασι, διὰ γραμμάτων ακτηγορεῖ τοῦ Λογγίνου πρὸς τὸν Τιβέριον, ὡς κατέλιπε τὴν οἰκείαν στρατείαν, καὶ ὡς ἐν τῇ πατρίδι αὐτοῦ διάγει, τὸν Χριστὸν καταγγέλων Θεόν. Τέμνεται οὖν αὐτίκα τὴν κεφαλὴν μετὰ τῶν σὺν αὐτῷ δύο στρατιωτῶν, τοῦτο τοῦ Τιβερίου κελεύσαντος καὶ ἤχθη ἡ κεφαλὴ αὐτοῦ ἐκ Καππαδοκίας εἰς Ἱερουσαλήμ, τοῦ πληροφορίαν λαβεῖν τὸν Πιλάτον καὶ τοὺς Ἰουδαίους τῆς αὐτοῦ ἀναιρέσεως, ἐφ’ ᾧ τὸν Πιλάτον λαβεῖν τὰ συμπεφωνηθέντα· καταχώννυνται δὲ πρὸς τῆς πόλεως ἡ τιμία αὐτοῦ κεφαλὴ ἐν κόπρῳ τινί.
Χρόνοις δὲ πολλοῖς ὕστερον, γυνή τις ἐκ Καππαδοκίας τὴν ἐνέργειαν ἀποβαλοῦσα τῶν ὀφθαλμῶν, καὶ τὴν ὀπτικὴν ἀπολέσασα δύναμιν, τὰ Ἱεροσόλυμα κατέλαβε μεθ’ υἱοῦ μονογενοῦς, ὡς ἐν τοῖς Ἁγίοις τόποις εὑρεῖν δυνησομένη τῆς πηρώσεως ἴασιν. Προστεθείσης δὲ αὐτῇ καὶ τῆς ἀποβιώσεως τοῦ παιδός, διπλῆν ἐτραγώδει τὴν συμφοράν. Ὄναρ δὲ ταύτῃ ἐπιφανεὶς ὁ μακάριος Λογγῖνος, καὶ ὃς εἴη γνωρίσας αὐτῇ, καὶ ἔνθα κέκρυπται ἡ τούτου κεφαλὴ μηνύσας, προτρέπει αὐτήν, ἀνορύξασαν ταύτην λαβεῖν, καὶ οὕτω τυχεῖν τῆς ἰάσεως, καὶ τὸν υἱὸν αὐτῆς ἐν δόξῃ ὄντα θεάσασθαι. Ἐπεὶ δὲ πρὸς ταῦτα, πρόθυμος ἐγένετο ἡ γυνή, διϋπνισθεῖσα, καὶ τὴν κόπρον εὑροῦσα καὶ ταῖς χερσὶ διασκάψασα, τὴν κεφαλὴν ἀνείλετο· καὶ ἐκ τῆς ἀβλεψίας, τὴν ὀπτικὴν ἐνέργειαν ἔλαβε, καὶ τὸν υἱὸν ἐν δόξῃ ὄναρ ἰδεῖν συνόντα τῷ Ἁγίῳ καὶ τῆς παρ’ αὐτῷ τιμῆς ἀπολαβόντα.
Ἐν μιᾷ οὖν σορῷ τό τε λείψανον τοῦ παιδός, καὶ τοῦ Ἁγίου τὴν κεφαλὴν κατατίθησι· τοῦτο γὰρ παρ’ αὐτοῦ προσετέτακτο, καὶ τὴν Καππαδοκίαν κατέλαβε, παθοῦσα τῷ Σαοὺλ παραπλήσια, ὃς τὰς πατρικὰς ὄνους ζητῶν, βασιλείαν εὕρατο, καὶ αὕτη τῶν ὀφθαλμῶν τὴν πήρωσιν ἀποβαλέσθαι ζητοῦσα, καὶ τούτου τετύχηκε, καὶ θερμὸν προστάτην τὸν Ἅγιον ἔκτοτε εὕρατο· ὅθεν καὶ ναὸν τῷ Μάρτυρι περικαλλῆ ἀνεγείρασα, κἀκεῖ τὸ Μαρτυρικὸν καταθεῖσα λείψανον, πηγὰς ἰαμάτων καὶ αὐτῇ, καὶ πᾶσι τοῖς πιστοῖς κατεπλούτησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν σὺν τῷ Ἁγίῳ Λογγίνῳ ἀναιρεθέντων δύω Στρατιωτῶν.
Φθαρτὴν στρατείαν ἐκλελοιπυῖα ξίφει,
Δυὰς συνάθλων ἐστρατεύθη Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Λεόντιος, Δομέτιος, Τερέντιος καὶ Δομνίνος, πυρὶ τελειοῦνται
Τρεῖς Λεόντιε, τοὺς συναθλοῦντας ἔχων,
Λεόντιόν τι τῆς πυρᾶς ἄλλῃ μέσον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μαλοῦ
Μαλὸς βραχεῖαν γῆς λιπὼν παροικίαν,
Πόλου κατοικεῖ τὴν μακρὰν κατοικίαν.
Οὗτος καταλιπὼν πλοῦτον καὶ συγγένειαν, ἐν ἐρήμοις καὶ ἀοικήτοις τόποις προσεκαρτέρει, νηστείαις καὶ ἀγρυπνίαις καὶ πάσαις ἄλλαις κακοπαθείαις χαίρων. Ἦν δὲ τὸ εἶδος ἀεὶ χαροποιός· θαύματα ἐξαίσια τῇ ἐπικλήσει τοῦ Χριστοῦ ἐργαζόμενος, λεπροὺς καθαρίζων, δαίμονας ἀπελαύνων, τυφλοῖς το βλέπειν χαριζόμενος· καὶ ταῦτα μὲν ἐποίει ἔτι ζῶν. Ἀπελθὼν δὲ πρὸς Κύριον, καὶ τὸ σῶμα αὐτοῦ τῇ γῇ καταλιπών, εὐῶδες μύρον ἀπὸ τούτου πηγάζειν, εἰς ἴασιν καὶ ἀποτροπὴν παντὸς ἐναντίου συναντήματος, καὶ νοσημάτων ἀνηκέστων, ἐκ Θεοῦ χάριν εἴληφε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Γάλλου (Gall)

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ ἐκ Τουρκολέκα τῆς Ἀρκαδίας, ἐν Μονεμβασίᾳ, ἐν ἔτει 1816ῳ, ξίφει τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Λογγίνου τοῦ φύλακος τῆς θύρας τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἰακώβου Νετσέτωφ, ἱεραποστόλου Ἀλάσκας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ.
Νομίμως Μάρτυς, ἐναθλήσας ἀνδρείᾳ γνώμῃ ψυχῆς, πάσας ἀνομούντων ᾔσχυνας τὰς βουλάς, καὶ νομίμως ἐστεφάνωσαι· Εὐλογημένος εἶ ἀναβοῶν, τῆς δόξης ὁ Κύριος
 θεία χάρις, ἐπιφοιτῶσα τοῖς λειψάνοις σου, πᾶσαν ἀλγηδόνα λύει τῶν εὐσεβῶς, προσιόντων σοι Μακάριε, καὶ κηρυττόντων σε, ἀληθείας ἀήττητον Μάρτυρα.
Σαρκὸς θνῃσκούσης, οὐκ ἐφείσω Λογγῖνε διὰ Χριστόν, θύειν ἀπηρνήσω δαίμοσι καὶ σαυτόν, τῷ Θεῷ θυσίαν ἄμωμον, χαίρων προσήγαγες, διὰ ξίφους τμηθεὶς ἀξιάγαστε
Θεοτοκίον
Ὡς καθαρὰν σε, ὁ καθαρὸς Λόγος κατῴκησε, Κόρη διὰ σοῦ καθάραι τοὺς μολυσμοὺς τῶν ἀνθρώπων προελόμενος· εὐλογημένος γὰρ ὁ καρπός, τῆς κοιλίας σου πέφυκεν. 

Ἕτερος. Οἱ ἐκ τῆς Ἰουδαίας.
 πολύφωτος χάρις τῶν παθῶν σε τοῦ Κτίστου Μάρτυς κατηύγασε, καὶ ἔδειξεν ἐν κόσμῳ, φωστῆρα θείαν αἴγλην, εὐσεβείας ἐκλάμποντα, καὶ διανοίας πιστῶν, ἐνθέως δᾳδουχοῦντα.
Ὑποτάξας τὸ ψεῦδος τῇ Χριστοῦ ἀληθείᾳ Λογγῖνε ἔνδοξε, ἐν λόγοις τε καὶ ἔργοις, ἐδείχθης εὐσεβείας, βραβευτὴς ἀναμέλπων Χριστῷ· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γυμνωθεὶς τῶν παρόντων ἐνεδύσω τὴν ὄντως δόξαν ἀοίδιμε· διὸ καὶ σὺν Ἀγγέλοις, χορεύων ἀνακράζεις, τῷ Δεσπότῃ τῆς κτίσεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀπεξήρανας Μάρτυς τοὺς χειμάῤῥους τῆς πλάνης πυρὶ τοῦ Πνεύματος, καὶ νάματα σοφίας, τῆς γνώσεως τοῦ Κτίστου, ἀναβλύζων ἐκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
 ἐκ γῆς πλαστουργήσας τῶν ἀνθρώπων τὴν φύσιν ὡς Ποιητὴς καὶ Θεός, φθαρεῖσαν ἀναπλάττει, ἐκ Σοῦ Θεογεννῆτορ, ταύτην ἀναλαβόμενος, καὶ μυστικῆς ἀξιοῖ, ἁγνὴ υἱοθεσίας.
ᾨδὴ η'. Χεῖρας ἐκπετάσας.
Κοιμίσας τὸ πρὶν τὰς τῆς σαρκός, κινήσεις Ἔνδοξε, ταῖς ἐγρηγόρσεσι, ταῖς πρὸς τὸν Κύριον ὕπνωσας, τὸν γλυκὺν ὕπνον ἀοίδιμε, θανατωθεὶς διὰ Χριστόν, τόν ἐπὶ ξύλου Σταυροῦ, ἀφυπνώσει θείᾳ, νεκροῖς τὴν ζωὴν ἀναβλύσαντα.
Λόγχῃ κεντηθέντα τὴν πλευράν, Μακαριώτατε, καὶ αἷμα βλύσαντα, Θεὸν ἑώρακας ἄνθρωπον, διὰ σπλάγχνα χρηματίσαντα, καὶ κατετρώθης τῷ αὐτοῦ ἡδίστῳ ἔρωτι, ἀναμέλπων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ἔσβεσας πυρὰν εἰδωλικήν, αἱμάτων ῥεύμασι, Λογγῖνε πάνσοφε, καὶ κατενέπρησας ξόανα, καὶ ἀνίδρυτα σεβάσματα, τῷ θείῳ ζήλῳ τὴν ψυχὴν ἀναφλεγόμενος, καὶ κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ὄμματα καρδίας φωτισθείς, ταῖς θείαις λάμψεσι, τοῦ ἀμαυρώσαντος ἡλίου πάνσοφε ἔλλαμψιν, τὴν ἀχλὺν Λογγῖνε ἔλιπες, τῆς δυσσεβείας καὶ φωστήρ, ὤφθης φωτίζων ἡμᾶς, τοὺς βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Στόματι καὶ γλώσσῃ καὶ ψυχῇ, ἀνακηρύττω σε θεογεννήτριαν, καὶ ἱκετεύω σε Ἄχραντε· Τὴν καρδίαν μου κατάγαυσον, τῷ φωτισμῷ σου, καὶ δεινοῦ σκότους με λύτρωσαι, ἐκβοῶντα· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ἕτερος. Ἑπταπλασίως κάμινον.
Σὺ νοητοῖς τοῖς ὄμμασι, τοῦ σαρκὶ ὁρωμένου Θεοῦ, βλέπων ἀνυπέρβλητον, ἰσχὺν ἀνέδραμες, εἰς ὕψος τῆς γνώσεως, τῆς τούτου Μάρτυς ἔνδοξε, καὶ ἐν καρτερίᾳ, ἐναθλῶν ἀνεβόας· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Εὐαριθμήτου ἔνδοξε, στρατιᾶς καθηγούμενος, ἐν ταῖς μυριάσι, τοῦ ἐχθροῦ ἠρίστευσας· διὸ ἀναρίθμητα, τὰ πονηρὰ στρατεύματα, ἐν τῇ δυναστείᾳ, τοῦ Χριστοῦ ἐτροπώσω, ἀπαύστως ἀνακράζων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νυκτομαχοῦσαν ἔλιπες, τῶν θεοκτόνων ἔνδοξε, τὴν συναγωγήν, καὶ τὸν χορὸν κατέλαβες, τὸν αἴγλῃ τοῦ Πνεύματος, καὶ ταῖς αὐτοῦ λαμπρότησι, καταφαιδρυνόμενον, καὶ οὕτως βοῶντα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ὑπερφυὴς ὁ τόκος Σου, ὥσπερ ἐδείχθη πάναγνε, οὕτω καὶ ἡ χάρις, ὑπὲρ νοῦν θαυμάζεται, ἡ Σὴ ἐν τοῖς πέρασι, καινοπρεπῆ τελοῦσα ἀεί, θαύματα δι’ ὧν, εὐεργετεῖ τοὺς βοῶντας· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'. Λίθος ἀχειρότμητος.
Ἰσχύς μου καὶ ὕμνησις Λόγος, ὁ ἐν Σταυρῷ χεῖρας ἁπλώσας, Μάρτυς τοῖς ἀνόμοις ἐβόας, αὐτοῦ τὸ πάθος τὸ παμμακάριστον, ἐξεικονίζων θάνατον, ἐθελουσίως καθυφίσταμαι.
Ὡς περικαλὴς ἀθλοφόρος, χαριτωθεὶς Μάρτυς Λογγῖνε, ὅλος ὡραιότατος ὤφθης, καὶ τῷ ὡραίῳ Λόγῳ παρίστασαι, τὰς ἀμοιβὰς τῶν πόνων σου, πλουσιωτάτως κομιζόμενος.
Σὲ τὸν διαυγίᾳ φανέντα, ἥλιον ἄδυτον Λογγῖνε, καὶ μαρμαρυγαῖς ἰαμάτων, τὴν οἰκουμένην πᾶσαν φωτίζοντα, καὶ τὴν ἀχλὺν σκεδάζοντα, τῆς ἀγνωσίας μακαρίζομεν.
Ἤρθης πρὸς μονὰς οὐρανίους, καὶ τοῖς χοροῖς συνηριθμήθης, πάντων τῶν ἁγίων Μαρτύρων, μεθ' ὧν Λογγῖνε Μάρτυς μνημόνευε, τῶν εὐσεβῶς τὴν μνήμην σου, ἑορταζόντων παμμακάριστε.
Θεοτοκίον
Φωτὸς οἰκητήριον ὤφθης, τοῦ ἀνεσπέρου Θεοτόκε, δι' οὗ οἱ ἐν σκότει καὶ σκιᾷ, τῆς ἁμαρτίας φῶς ἐθεάσαντο· διό μου φωταγώγησον, τὰ τῆς καρδίας αἰσθητήρια.
Ἔτερος. Σὲ τὴν ἀπειρόγαμον.
Θέμενος τὸν Ὕψιστον, καταφυγήν σου Ἀθλοφόρε, τῶν ἐπιβουλῶν ὑπέρτερος, τοῦ ἀλλοτρίου γέγονας· θείᾳ γὰρ Ἀγγέλων συνεργίᾳ φρουρούμενος, ἐφυλάχθης ἐν ταῖς ὁδοῖς τοῦ μαρτυρίου σου.
Ἔτεμες τὸ βλάσφημον, τῶν θεοκτόνων Ἰουδαίων, τῆς θεολογίας ῥήμασιν, καὶ σὺν Ἀποστόλοις τὸ τῆς πίστεως, κήρυγμα ἐν τῷ κόσμῳ, Μάρτυς Λογγῖνε κατετράνωσας.
Ἄϋλοι χορεῖαί σε, ἐκ τῶν ἐνύλων Ἀθλοφόρε, ὠς τροπαιοφόρον σήμερον, εὐφροσύνως ἐδέξαντο· ἀλλὰ σὺν αὐτοῖς τὸν στεφοδότην, ἱκέτευε ὑπὲρ πάντων, Λογγῖνε Μάρτυς τῶν τιμώντων σε.
Θεοτοκίον
Ὕψωσον τὸ φρόνημα, τὸ τῆς ψυχῆς μου Θεοτόκε, ἐκ τῶν χαμαιζήλων πράξεων, πρεσβείαις Σου καὶ ποίησον, μόνα τὰ οὐράνια ζητεῖν καὶ ἀΐδια, καὶ ἀπαύστως ἐν παῤῥησίᾳ μεγαλύνειν Σε.

Ἐξαποστειλάριον. Ἦχος β'. Τοῖς Μαθηταῖς.
Ὁρῶν τὸν πάντων Κύριον, καὶ Θεὸν ἀφυπνοῦντα, ἐπὶ Σταυροῦ θελήματι, κλονουμένην τε πᾶσαν, καιρῷ τοῦ πάθους τὴν κτίσιν, Ἀθλοφόρε Λογγῖνε, Ληστῇ σὺν τῷ εὐγνώμονι, ὡμολόγησας τοῦτον, Υἱὸν Θεοῦ, ὑπὲρ οὗ καὶ χαίρων ἐσφαγιάσθης, καὶ νῦν ὡς Μάρτυς ἄριστος, ὑπὲρ πάντων πρεσβεύεις. 
Θεοτοκίον
Κενοῦται ἐν τῇ μήτρᾳ σου, ὁ πληρέστατος Λόγος, κόλπων πατρῴων ἄχραντε, οὐκ ἐκστὰς ἀπορρήτως, καὶ σάρξ ὁρᾶται καὶ βρέφος τίκτεται Θεοτόκε. Ὃν ἐκτενῶς ἱκέτευε, λυτρωθῆναι κινδύνων, καὶ πειρασμῶν, καὶ πταισμάτων Δέσποινα καὶ γεέννης, τοὺς εὐσεβῶς κηρύττοντας, τοῦ Θεοῦ σε Μητέρα.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!
Ὢ τοῦ παραδόξου θαύματος! ὑπὲρ ἡλίου αὐγάς, ἀνατείλασα σήμερον, μνήμη ἡ χαρμόσυνος, τοῦ Λογγίνου τοῦ Μάρτυρος, καταπυρσεύει κόσμου τὰ πέρατα, τῇ φωταυγείᾳ τῆς θείας χάριτος· δεῦτε οὖν φίλαθλοι, ἱερῶν χορεύσωμεν τοῦ Ἀθλητοῦ, ἐν ψαλμοῖς γεραίροντες, τὰ κατορθώματα.

Ὢ τοῦ παραδόξου θαύματος! Σαλευομένης τῆς γῆς, ἐν τῷ πάθει τοῦ Κτίσαντος, ἀπιστίας στάσεως, ἐσαλεύθης πανεύφημε, καὶ ἐνιδρύθης θείᾳ ἐν χάριτι, τῇ ἀμωμήτῳ πίστει τοῦ Πάσχοντος· ὅθεν διήλεγξας, τὴν δεινὴν ἀπόνοιαν τῶν σταυρωτῶν, ὡς ἀνδρείας ἔμπλεως, Λογγῖνε ἔνδοξε.

Ὢ τοῦ παραδόξου θαύματος! Ταῖς ἐκ Σταυροῦ ἀστραπαῖς, φωτισθεὶς τὴν καρδίαν σου, πλάνην τὴν πολύθεον, τῶν εἰδώλων κατέλιπες, καὶ διὰ ξίφους ἀθλήσας ἄριστα, ᾔσχυνας πᾶσαν ἐχθρῶν ἐπίνοιαν. Ὢ τῆς ἀνδρείας σου, τῆς ἀῤῥήκτου ἔνδοξε! Δι’ ἧς τρανῶς, τὸν Χριστὸν ἐδόξασας, τὸν πολυεύσπλαγχνον.

Ὢ τοῦ παραδόξου θαύματος! ὑπὲρ Χριστοῦ τὴν σφαγήν, ὦ Λογγῖνε δεξάμενος, ἤρθης αὐχενότμητος, πρὸς τὰ ἄνω σκηνώματα, καὶ κοινωνήσας δόξης τῆς κρείττονος, ἄρδην προχέεις, θαυμάτων νάματα, πᾶσι τοῖς χρήζουσιν, ὥς τις ἀειῤῥέεθρος θεῖος κρουνός· ὅθεν σε γεραίρομεν, ἐπαγαλλόμενοι.

Δόξα. Ἦχος πλ. α΄.
Σὲ τὸν διακρατοῦντα τὴν κτίσιν βουλήματι, καὶ συνέχοντα τὸ πᾶν σὺν Πατρί τε καὶ Πνεύματι, ἐν τῷ Σταυρῷ κρεμάμενον θεασάμενος, Λογγῖνος ὁ Ἑκατόνταρχος Κύριε, Υἱὸν Θεοῦ σε ἀληθῆ ἐγνώρισε, δι’ εὐσπλαγχνίαν ἀδίκως πάσχοντα· ἐντεῦθεν τοῖς Ἰουδαίοις μὴ αἱρούμενος συμφρονεῖν, ὡς πρὶν καὶ πάλιν Υἱὸν Θεοῦ ὁμολογῶν σε, τῷ ξίφει ἀπηνῶς ἐσφαγιάσθη ὡς ἀμνός· ὅθεν νικηφόρος μεταστὰς εἰς οὐρανούς, τὴν Ἐδὲν εἰς κατοικίαν αἰώνιον ἀπέλαβε, καὶ πρεσβεύει ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Ὅτε ἐθεάσω ἐν τῷ Σταυρῷ, πάσχοντα ἀδίκως, ὦ Λογγῖνε τὸν Λυτρωτήν, τότε ἐφωτίσθης, τὰς κόρας τῆς ψυχῆς σου, καὶ κοινωνὸς ἐδείθχης, τούτου ἀθλήσει σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου