Τρίτη 3 Μαρτίου 2020

ΕΓΚΩΜΙΑ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΝΕΙΛΟΝ ΤΟΝ ΜΥΡΟΒΛΥΤΗΝ




Ἡ μνήμη αὐτοῦ τελεῖται τῇ ΙΒ΄ Νοεμβρίου.

Ὁ Κανὼν φέρει τήνδε τὴν ἀκροστιχίδα·

«Νείλου μυροβλύτου,* Ὁσίου Ἁγιορείτου,*
ἐκ Κυνουρίας ἐγκώμιον. Χ.»

ΣΤΑΣΙΣ Α΄
Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.

Μακαρίζομέν σε,
Κυνουρίας βλαστέ,
Νεῖλε μάκαρ, μυροβλύτα πανεύφημε,
ὄρους Ἄθωνος τρισμάκαρ ἀσκητά.
Μακαρίζομέν σε,
Ἀθωνῖτα σεπτέ,
τῶν καμάτων Σιναΐτου ὁμόζηλε
φερωνύμου σου, ὦ Νεῖλε, ἀσκητοῦ.

Καὶ τὰ ἑπόμενα φέροντα Ἀκροστιχίδα·
«Νείλου μυροβλύτου»

Νεῖλε μυροβλύτα,
παιδιόθεν Χριστὸν
ἀγαπήσας ἀσκητῶν δρόμον ἤνυσας
καὶ σοῖς πόνοις εὐηρέστησας Αὐτῷ.

Εὐκλεῆ κονίστραν
παλαισμάτων τῶν σῶν,
Νεῖλε Ὅσιε, τὸ πρῶτον ἀνέδειξας
Μαλεβῆς Θεογεννήτορος Μονήν.

Ι'σχυρὸς ἐν μάχαις
κατ’ ἐχθροῦ πεφηνὼς
νικητὴς πρὸς πόλου δόμους ἀνέδραμες
σὺν Ἀγγέλοις, Νεῖλε, χαίρειν ἐσαεί.

Λαμπηδὼν ἀγώνων
ὑπερφώτων, αὐγαῖς
σῆς ἀσκήσεως ἐφώτισας σύμπαντα,
Νεῖλε μάκαρ, ἀσκητῶν ὑπογραμμέ.

Ορος ἐγκαυχᾶται
τοῖς σπαργάνοις τοῖς σοῖς
Μαλεβοῦ καὶ Ἄθως, Νεῖλε, ἀσκήσει σου
ἰσαγγέλῳ, μυροβλύτα θαυμαστέ.
Υμνοις, Νεῖλε, θείοις
σὲ τιμῶμεν λαμπρῶς
ἐν Ναῷ τοῦ Πειραιῶς φερωνύμῳ σου,
ὅνπερ σκέπεις καὶ φρουρεῖς διηνεκῶς.

Μαλεβὸς καυχᾶται,
Ἄθως ἅμα τοῖς σοῖς,
Νεῖλε, πόνοις καὶ θερμῇ προστασίᾳ σου
σὸς φερώνυμος Ναὸς ἐν Πειραιεῖ.

Υπερεύχου πάντων
σὲ ὑμνούντων φαιδρῶς,
Νεῖλε Ὅσιε, Χαρίτων τοῦ Πνεύματος
ἀδαπάνητον ταμεῖον, ἀσκητά.

Ρῦσαι δυσθυμίας
καὶ δεινῶν πειρασμῶν
τοὺς ἐν πίστει τῇ σῇ χάριτι σπεύδοντας,
Νεῖλε Ὅσιε, σεμνότης ἀσκητῶν.

Ολβος ἀκτησίας,
ἀκραιφνοῦς ἀγωγῆς
καὶ εὐχῆς ἀδιαλείπτου πολύτιμος,
Νεῖλε, ὤφθης, Ἀθωνῖτα θαυμαστέ.

Βρύσις ἰαμάτων
ὤφθη τμῆμα σεπτὸν
σοῦ λειψάνου ἐν Ναῷ φερωνύμῳ σου,
πάτερ Νεῖλε, θεοφόρε, Πειραιῶς.
Λυπηρῶν ὁμίχλην
καὶ παθῶν ζοφερῶν
ἱκετῶν σου διασκέδασον ζόφωσιν,
Νεῖλε Ὅσιε, λιτῶν σου ἀστραπαῖς.

Υμνητάς σου ῥῦσαι
πειρασμῶν χαλεπῶν
παῤῥησίᾳ σου, ἣν ἔχεις πρὸς Ὕψιστον,
Νεῖλε σῶφρον, ὡς ὁσίων καλλονή.

Τὴν διαγωγήν σου
εὐλογῶν ὁ Θεός,
Νεῖλε, μύρου ποταμὸν ἀνεξάντλητον
μετὰ πότμον σκῆνος ἔδειξε τὸ σόν.

Δόξα. Τριαδικόν.

Ο Πατήρ, ὁ Λόγος
καὶ τὸ Πνεῦμα πιστοὺς
τὸ Πανάγιον, Τριὰς ἡ ἰσότιμος,
εὐλογεῖ καὶ ἁγιάζει εὐσεβεῖς.

Καὶ νῦν. Θεοτοκίον.

Υμνῳδίαις θείαις
μέλπομέν σε, ἁγνὴ
Θεοτόκε, μυροβλύτου παλαίσματα
οἱ τιμῶντες Νείλου νῦν, τοῦ θεαυγοῦς.

Καὶ αὖθις τὸ πρῶτον.

Μακαρίζομέν σε,
Κυνουρίας βλαστέ,
Νεῖλε μάκαρ, μυροβλύτα πανεύφημε,
ὄρους Ἄθωνος τρισμάκαρ ἀσκητά.

ΣΤΑΣΙΣ Β΄.
Ἦχος πλ. α΄. Ἄξιόν ἐστι.

Α
ξιόν ἐστι
μεγαλύνειν σε, θεόφρον Νεῖλε,
ὅνπερ ἀντεδόξασεν ὁ Θεάνθρωπος
ἀναβλύσει μύρου σκήνους σου σεπτοῦ.

Α
῎ξιόν ἐστι
μεγαλύνειν σε χαρίτων, Νεῖλε,
ποταμὸν ἀστείρευτον Θείου Πνεύματος,
Ἀθωνῖτα θεοφόρε ἀσκητά.

Καὶ τὰ ἑπόμενα φέροντα Ἀκροστιχίδα·
«Ὁσίου Ἁγιορείτου»

Ο
σιε Χριστοῦ,
ἐκ νεότητος ὁ τὰ ἡδέα,
Νεῖλε, ὡς φθαρτά, γεώδη καὶ πρόσκαιρα
παριδὼν κατευηρέστησας Χριστῷ.

Σ
κέπην κραταιὰν
τὴν θεόνυμφον Μητέρα, Νεῖλε,
ἔχων τὴν στενὴν ὁδὸν πίστει ὥδευσας,
τὴν ἀπάγουσαν πρὸς πόλου πλατυσμόν.
Ι
θυνας καλῶς
πρὸς Σεμνείου Μαλεβῆς σοὺς πόδας,
Νεῖλε, ἀρχικῶς καὶ εἶτα πρὸς Ἄθωνος
μυροβόλους, θεοφόρε, παρυφάς.

Ο
ρνις ἀληθῶς
ὡς φιλέρημος ἀσκήσεώς σου
καλιὰν ἐν Ἄθωνι, μάκαρ, ἔπηξας,
Νεῖλε, μόνος τῷ Θεῷ προσομιλῶν.

Υ
῞μνοις καὶ ᾠδαῖς
σὸν ἰσάγγελον τιμῶμεν βίον,
Νεῖλε, ταπεινώσεως, σῶφρον, νήψεως
καὶ εὐχῆς ἀδιαλείπτου ἀηδών.

Α
ἴγλης θεϊκῆς
ἀπολαύων ἀσκητὴς ὡς μέγας,
Νεῖλε οὐρανόφοιτε πάτερ, ἅπαντας
καταξίωσον αὐτῆς σοὺς ὑμνητάς.

Γ
έρας τιμαλφὲς
ὁσιότητος, μυροβλυσίᾳ,
Νεῖλε, σοῦ τὸ σκήνωμα ὁ Θεάνθρωπος
ἐπεβράβευσε τὸ θεῖον, ἀσκητά.

Ι
λεων ἡμῖν,
Νεῖλε ὅσιε, σημειοφόρε,
τὸν Θεὸν ἀπέργασαι, τὸν φιλάνθρωπον,
Ὃν ἐδόξασας ἀμέμπτῳ ἀγωγῇ.
Ο
τοῦ ἀσκητοῦ
φερωνύμου σου τοῦ Σιναΐτου
ζηλωτὴς ἀγώνων σεπτῶν, θειότατε
Νεῖλε, χαίρεις αἰωνίως σὺν αὐτῷ.

Ρ
ῦσαι συμφορῶν
τοὺς προστρέχοντας εἰς τὸν Ναόν σου,
Νεῖλε, Πειραιῶς κλεινόν σου φερώνυμον,
ἐκζητῆσαι σὴν ἑτοίμην ἀρωγήν.

Ε
χομεν φρουρόν,
Νεῖλε Ὅσιε, καὶ παραστάτην
οἱ ἐν Πειραιεῖ πιστῶς ἀσπαζόμενοι
τοῦ λειψάνου σου τὴν θήκην εὐλαβῶς.

Ι
ασαι ἡμῶν
ἀσθενείας ἀνιάτους, Νεῖλε,
χάριτι ἀεὶ οἰκούσῃ σοι, Ὅσιε,
τῶν ψυχῶν καὶ τῶν σωμάτων ἰατρέ. 

Τ
όμον ἀρετῆς
ὡς θεόγραφον σὲ ἀνυμνοῦμεν,
Νεῖλε, καὶ σφραγίδα ὡς ἀνεξίτηλον
Παρακλήτου τοῦ πανσέπτου, ἀσκητά.

Δόξα. Τριαδικόν.

Ο
μβρισον ἡμῖν
χάριτός Σου ὑετὸν θεόθεν,
Νείλου Ἀθωνίτου σεπταῖς δεήσεσιν,
ὁμοούσιε, ὑπέρθεε Τριάς.
Καὶ νῦν. Θεοτοκίον.

Υ
μνων μελιχρῶν
καταστέφομέν σε, Θεοτόκε,
ἴοις ἡδυπνεύστοις, Μῆτερ Παντάνασσα,
εὐσεβῶν ἐν πειρασμοῖς καταφυγή.

Καὶ αὖθις τὸ πρῶτον.

Α
ξιόν ἐστι
μεγαλύνειν σε, θεόφρον Νεῖλε,
ὅνπερ ἀντεδόξασεν ὁ Θεάνθρωπος
ἀναβλύσει μύρου σκήνους σου σεπτοῦ.

ΣΤΑΣΙΣ Γ΄.
Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.

Α
ἱ γενεαὶ πᾶσαι
μακαρίζομέν σε,
πνευματοφόρε Νεῖλε.

Α
ἱ γενεαὶ πᾶσαι
τιμῶμεν θεῖον Νεῖλον,
ὡς θείου μύρου κρήνην.

Καὶ τὰ ἑπόμενα φέροντα ἀκροστιχίδα·
«Ἐκ Κυνουρίας Ἐγκώμιον. Χ.»

Ε
ὐκλείας οὐρανίου
κατηξιώθης, Νεῖλε,
σὺν τῶν Ἀγγέλων δήμοις.
Κ
αυχᾶται, Νεῖλε, Ἄθως
ἀσκήσεώς σου πόνοις
συντόνοις, μυροβλύτα.

Κ
αλλώπισμα Ὁσίων,
ὁ Μαλεβὸς σπαργάνοις
σεμνύνεται σοῖς, Νεῖλε.

Υ
μνοῦμεν τὴν σὴν χάριν
ἐν φερωνύμῳ, Νεῖλε,
τοῦ Πειραιῶς Ναῷ σου.

Ν
ικήτωρ ἀνεδείχθης
κατὰ τοῦ παλαμναίου
ἐν μάχαις, πάτερ Νεῖλε.

Ο
δὸν ἡμῖν ἀρίστην
ἀπάγουσαν πρὸς πόλον,
θεόφρον Νεῖλε, δεῖξον.

Υ
πὲρ σῶν ὑμνηπόλων
λιτάζων μὴ ἐλλείπῃς
τὸν Ζωοδότην, Νεῖλε.

Ρ
αίνομεν τὴν θήκην
λειψάνων σου τιμίων
τοῖς μύροις, μάκαρ Νεῖλε.

Ι
λέωσαι τὸν Κτίστην
τοῖς μακαρίζουσί σε
ἐν κατανύξει, Νεῖλε.

Α
κτημοσύνης κέρας,
τὴν μέλλουσαν ἐπόθεις
πατρίδα, μάκαρ Νεῖλε.

Σ
τηρίζων μὴ ἐλλείπῃς
τὴν νεολαίαν, Νεῖλε,
εὐχάς σου δεχομένην.

Ε
πάτησας συντόνῳ
ἀσκήσει ἐπηρμένην
ὀφρὺν Βελίαρ, Νεῖλε.

Γ
ηθόμενοι ὑμνοῦμεν
ἐν Πειραιεῖ σὴν χάριν,
οἱ εὐσεβοῦντες, Νεῖλε.

Κ
ατάστειλον κινήσεις
ἡμῶν σαρκὸς εὐχαῖς σου
θεοπειθέσι, Νεῖλε.

Ω
ράϊσμα ὁσίων
πατέρων τῶν ἐν Ἀθῳ,
ἐθαυμαστώθης, Νεῖλε.

Μ
ετὰ τοῦ φερωνύμου
ὁσίου Σιναΐτου
πιστοὺς εὐλόγει, Νεῖλε.

Ο
ὐράνωσον, θεόφρον,
τὸ φρόνημα τῶν πίστει
σὲ μελῳδούντων, Νεῖλε.

Δόξα. Τριαδικόν.

Ν
αοὺς χρηστοηθείας
πρεσβείαις Νείλου δεῖξον
ἡμᾶς, Τριὰς Ἁγία.

Καὶ νῦν. Θεοτοκίον.

Χ
αρᾶς καρδίας πλῆσον
τῶν σὲ μακαριζόντων
ἀπαύστως, Θεοτόκε.

Καὶ αὖθις τὸ πρῶτον.

Α
ἱ γενεαὶ πᾶσαι
μακαρίζομέν σε,
πνευματοφόρε Νεῖλε.

ΕΥΛΟΓΗΤΑΡΙΑ
Ἦχος πλ. α΄.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Ὅσιον Νεῖλον μέλψαι.

Τ
ῶν Ἀγγέλων ὁ δῆμος,
ὁσιώτατε Νεῖλε,
κατεπλάγη ὁρῶν σου
τοὺς συντόνους, ἀσκητά,
πρὸς τελείωσιν, πόνους,
γόνε Μαλεβοῦ
καὶ Ἄθωνος σέμνωμα,
ὁ μυροβλυσίας
χάριν δεξάμενος.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Ὅσιον Νεῖλον μέλψαι.

Ω
σπερ μύρον
σὰς ῥοὰς προσήνεγκας
τῶν δακρύων σου Κυρίῳ
καὶ ἀφθόνως παρ’ Αὐτοῦ ἀπείληφας
μετὰ πότμον τὴν μυροβλυσίαν
σκήνους σου σεπτοῦ,
ὡς δῶρον οὐράνιον,
θεοφόρε
Νεῖλε, κρήνη τῆς χάριτος.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Ὅσιον Νεῖλον μέλψαι.

Λ
ίαν θερμῶς
οἱ πιστοὶ αἰνοῦμέν σε
καὶ λειψάνου σου τιμίου θήκην
προσκυνοῦμεν εὐλαβῶς,
ἐν Ναῷ φερωνύμῳ
σοῦ τοῦ Πειραιῶς,
σεπτὲ Νεῖλε, ὅσιε,
ὁ ἀσκήσει στεῤῥᾶ
ἁγίασας Ἄθωνα.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Ὅσιον Νεῖλον μέλψαι.

Μ
υροφόροι ὡς ἄλλαι
καταῤῥαίνομεν μνήμην
σὴν ὑπέρτιμον ὄντως, πάτερ, ὕμνοις,
σεπτὲ ἀσκητά,
Ἀθωνῖτα θεόφρον,
Νεῖλε θαυμαστέ,
ὁ νήψει καὶ δάκρυσι
προσελκύσας
τὴν χάριν τοῦ Πνεύματος.

Δόξα. Τριαδικόν.

Ε
ὐλαβῶς προσκυνοῦντες
τὴν Ἁγίαν Τριάδα,
τὸν Πατέρα, τὸν Λόγον
καὶ τὸ Ἅγιον Πνεῦμα,
ἐν μιᾷ τῇ οὐσίᾳ
Νείλου ἱεροῦ
δοξάζομεν σκάμματα,
τοῦ ἀσκήσει
Αὐτὴν μεγαλύναντος.

Καὶ νῦν. Θεοτοκίον.

Ζ
ωοδότην τεκοῦσα,
Ἰησοῦν, τὸν Σωτῆρα
μεροπείου τοῦ γένους,
Παναγία Παρθένε,
δυσωποῦσα μὴ παύσῃ
Τοῦτον ἐκτενῶς
διδόναι ὑγίειαν
ἄμφω πᾶσι
τοῖς σὲ μακαρίζουσι.

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, δόξα Σοι, ὁ Θεός. (ἐκ γ΄)

Δίστιχα.

Νεῖλε Ὅσιε, Πειραιεῖς περιφρούρει,
σὲ λαμπρῶς τιμῶντας, Χαραλάμπης ψάλλει.

Σεραφεὶμ καὶ Δημήτριον, Νεῖλε, σκέπε,
σεπτὲ μυροβλύτα, Χαραλάμπης ψάλλει.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου