ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ κάτωθι. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Χαίροις ὦ Πάτερ Μητρόφανες μεγάλως, ὡς καλῶς ποιμάνας σύ, ποίμνην Χριστοῦ ποτέ, καιρῷ εἰρήνης καὶ οὐ φυγών,
ἐμφανισθέντων,
λύκων καθάπερ ποιοῦσι
μισθωτοί, ᾗ
συμπαριστάμενος, πολλὰς
συνέταξας, περὶ σὲ πρόβατα ὅτε δέ, ἄγριοι
λύκοι, καὶ
κατεσπάρασσον ὡς καλὸς ποιμήν, ἦρχες ἐκείνων ἑπομένων σοι, ἔνθα μία ἡ ποίμνη καὶ εἷς ποιμήν, ὁ ζωῆς αἰωνίου, δοὺς λειμῶνος τὴν ἀπόλαυσιν. (Δίς)
Ὁ παλαιὸς πάλαι
δράκων Νεομάρτυς, λόγχη ἀληθείας σύ, ὃν ἐξεκέντησας, τῇ ἀπωλείᾳ ἐῤῥίφθη ὡς, οἰκεῖν τῷ σκότει, αἱρετισάμενος καὶ
θαμβούμενος, σοῦ ἐκ θείας λάμψεως, καὶ γὰρ οὐκ ἔφερεν, εἰς κόσμον ὃν ὑπετόπασεν, ἴδιον κτῆμα,
Σταυρὸν
Χριστοῦ τε καὶ τὴν ἀλήθειαν,
ἀξιωθῆναι τοῦ σεβάσματος, προσκυνῆσαι βιάζων σὲ εἴδωλα, καὶ σὲ
κτείνας ἐκτάνθη,
τῇ στεῤῥᾷ ὁμολογίᾳ σου. (Δίς)
Ὅτε ἀθλήσας ἐν Κίνᾳ σου τὸ αἷμα, Μάρτυς σὺ ἐξέχεας,
νέα καὶ ἄφθαρτος, ἡ δυναστεία τῆς
χάριτος, Χριστοῦ ἀνῆλθε, σὺ δ’ ἀνακτόροις ναίεις παντάνακτος, τοῖς ἀχειροτεύκτοις τε, χρυσῷ καὶ
χρώμασι, λίθοις τιμίοις ὁ Ὕψιστος,
οἷς ἐφίδρυσας, ὡς θεμελίοις ἐν οἷς τ’ ἐνώκησε, δικαιοσύνη καὶ ἀλήθεια,
ὁ ἑσμὸς ἔνθα
μέλπει τρισάγιον, τῶν στολὰς ἐκπλυνάντων, ἑαυτῶν Ἀμνοῦ τῷ Αἵματι.
Προσενεγκεῖν μὴ θελήσαντες εἰδώλοις,
Μάρτυρες θυμίαμα, σώματα ἴδια, Χριστῷ θυσίαν
εὐπρόσδεκτον,
ὥσπερ εὐῶδες, ὑμεῖς θυμίαμα προσηνέγκατε, μὴ καταπτοούμενοι, πάσας τὰς ἀπειλάς,
ἀξιωθέντες
ᾀσμάτων
τε, θείων Ἀγγέλων,
μεθ’ ὧν
πρεσβεύετε πρὸς τὸν Κύριον, ἐλεηθῆναι τοὺς γεραίροντας, χοϊκῇ ἡμᾶς γλώσσῃ τὴν εἴσοδον,
τὴν ὑμων φωτοστέπτων, Ἀθλοφόρων εἰς παράδεισον.
Δόξα. Ἦχος γ΄.
Σκιρτῶσα αἰνεσάτω τὸν
Κύριον πᾶσα ἡ γῆ, ἄσατε τῷ ἀποκαλύψαντι τὴν ἀλήθειαν Αὐτοῦ, πάντα
τὰ ἔθνη. Χαῖρε ὦ γῆ τῆς Κίνας, σὺ γὰρ τὴν σωτηρίαν Αὐτοῦ ἑώρακας, ὁ χοῦς σου τῷ αἵματι, τῶν γηγενῶν Μαρτύρων σου ἐβράχη,
καὶ τὸ πένθος κατεστάλη, ὑπὸ τῆς ἀληθείας τοῦ Χριστοῦ. Τὰ τέκνα σου τὰ ἄρτι, ὑπὲρ Χριστοῦ
μαρτυρήσαντα, νῦν αὐλίζονται, εἰς τὰς αὐλὰς τοῦ
Κυρίου, καὶ
μεσιτεύουσι τῷ
παντοδυνάμῳ, ὑπὲρ τοῦ κόσμου
ὃν ἔπλασε.
Καὶ νῦν. Θεοτοκίον.
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.
Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.






