Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ' ὅ τὸ Θεὸς Κύριος καὶ τὰ ἐξῆς:
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τὸν Σωτῆρα τῶν ἁπάντων τεκοῦσα, μετὰ Θεὸν σώτειρα ὤφθης τοῦ κόσμου, καὶ διασῴζεις μητρικῇ πρεσβείᾳ σου, πάντας τοὺς προστρέχοντας, τῇ σεπτῇ σου Εἰκόνι, ἥ προσφόρως κέκληται, Διασῴζουσα Κόρη, ἐξ ἧς πηγάζεις πᾶσι δαψιλῶς, τῶν σῶν θαυμάτων, τὴν χάριν τὴν ἄφθονον.
Δόξα. Καὶ νῦν.
Ἡ νῆσος Πάτμος ὡς θησαύρισμα θεῖον, τὴν χαριτόβρυτόν σου Κόρη Εἰκόνα, καταπλουτοῦσα μέλπει σου τὰ θαύματα· πάντας διασῴζεις γάρ, τοὺς αὐτὴν προσκυνοῦντας, καὶ παρέχεις ἅπασι, τοῖς ἐγγὺς καὶ τοῖς πόῤῥω, ἀπαλλαγὴν παντοίων ὀδυνῶν, καὶ πάσης βλάβης, ἀεὶ Διασῴζουσα.
Ὁ Ν΄ ψαλμὸς καὶ ὁ κανὼν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σωτῆρα τεκοῦσα καὶ Ποιητήν, ἀεὶ διασῴζεις, ἐκ κινδύνων πολυειδῶν, μόνη Διασῴζουσα Παρθένε, τοὺς προσιόντας τῇ θείᾳ Εἰκόνι σου.
Ὡς πλοῦτον οὐράνιον ἀληθῶς, πάλαι κεκτημένη, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἡ Πάτμος εὐσήμως μεγαλύνει, τὴν πρὸς αὐτὴν Διασῴζουσα χάριν σου .
Ζωὴν εἰρηναίαν καὶ εὐσταθῆ, ἐν ἔργοις Ἁγίοις, διανύειν εἰλικρινῶς, ἡμᾶς καταξίωσον Παρθένε, τοὺς πεποιθότας στεῤῥῶς τῇ πρεσβείᾳ σου.
Θεοτόκιον.
Ἐν πάσῃ ὀδύνῃ καὶ συμφορᾷ, ἀεὶ ἡμῖν δίδου, τὴν ταχεῖάν σου ἀρωγήν, καὶ πλήρου χαρᾶς καὶ εὐφροσύνης, τὰς διανοίας ἡμῶν Διασῴζουσα΄.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Διασῴζεις ἀπαύστως ὡς συμπαθὴς Δέσποινα, τοὺς πιστῶς φωνοῦντας ἐν θλίψει, τὴν θείαν κλῆσίν σου, ᾧ Διασῴζουσα· ὅθεν τὴν σὴν προστασίαν, καὶ θερμὴν ἀντίληψιν ἀνακηρύττομεν.
Ἰατρεύουσα πάθη τὰ χαλεπά, Δέσποινα, ἡ τῆς θαυμαστῆς Σου Εἰκόνος χάρις σωτήριος, προφθάνει ἅπαντας, τοὺς ἐν κινδύνοις τελοῦντας, καὶ διώκει ἅπασαν, ἐχθρῶν ἐπήρειαν.
Ἁγιάσματος κρήνη, ὡς ἀληθῶς πέφηνεν, ἡ θαυματουργός σου ἐν Πάτμῳ Εἰκὼν Πανάχραντε, καθαγιάζουσα, καὶ διασῴζουσα πάντας, Κόρη Διασῴζουσα τοὺς ταύτῃ σπεύδοντας.
Θεοτόκιον.
Σωτηρίαν καὶ ῥῶσιν, καὶ τῶν παθῶν ἴασιν, καὶ ἀπαλλαγὴν πάσης νόσου, καὶ πάσης θλίψεως, δίδου Πανάχραντε, τοῖς εὐλαβῶς προσκυνοῦσιν, ἥνπερ ἐχαρίτωσας θείαν Εἰκόνα σου.
Διάσωσον, ὡς Διασῴζουσα Δέσποινα φερωνύμως, πάσης βλάβης καὶ ἐπηρείας καὶ θλίψεως, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἐπίβλεψον...