Τρίτη, 11 Δεκεμβρίου 2012

Χαιρετισμοί στον Άγιο Ιωάννη τον Χρυσόστομο


Ποίημα Γεράσιμου Μοναχοῦ Μικραγιαννανίτου

 Κοντάκιον. Ἦχος πλ. δ΄ Τή ὑπερμάχω.
Τόν ποταμόν τῆς Ἐκκλησίας τόν χρυσορρειθρον. καί εὐσεβείας τήν κιθάραν τήν χρυσοφθόγγον. τόν Χρυσόστομον αἰνέσωμεν
Ἰωάννην χρυσουργία γάρ τοῦ λόγου κατεχρύσωσε, τάς καρδίας τῶν πιστῶν καί τά νοήματα, τούτω λέγοντες• Χαῖρε, θεῖε Χρυσόστομε.

γγελος σαρκοφόρος, καί λαμπρός θεηγόρος. ἐδείχθης Χρυσολόγε τῷ κόσμω, (τρίς) (Στίχος: Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ, πρέσβευε ὑπέρ ἠμῶν.) καί ἐν τή χρυσέη σου φωνή, τήν τοῦ Χριστοῦ ἀναφαίνεις χρηστότητα• διό σου τήν λαμπρότητα, ἀγάμενοι πιστῶς βοώμεν•
Χαῖρε δί’ ὕυ οἱ πιστοί χρυσούνται•
χαῖρε δί οὐ οἵ ἐχθροί θαμβοῦνται.
Χαῖρε τῆς σοφίας πλημμύρα τῆς ἀνωθεν•
χαῖρε τῆς παιδείας κινύρα τῆς κατωθεν.
Χαῖρε ὕψος περιλάλητον οὐρανίων ἀρετών•
χαῖρε βάθος πολυθαύμαστον θεοσδότων δωρεῶν.
Χαῖρε ὅτι ὠράθης τῷ νοί ὑψιβάμων•
χαῖρε ὅτι τυγχάνεις ἀκραιφνής θεοφράδμων.
Χαῖρε φωστήρ τῆς ἄνω λαμπρότητος•
χαῖρε κρατήρ τῆς θείας χρηστότητος.
Χαῖρε δί’ οὗ φρυκτωρεῖται ἡ κτίσις•
χαῖρε δί’ οὗ γεωργεῖται ἡ πίστις.
Χαῖρε. θεῖε Χρυσόστομε.

Βλέποντες ἐν Ἀθήναις, τῆς σοφίας οἱ μύσται, τούς τρόπους καί τά χρύσεα ἤθη, τῆς σῆς ἀμέμπτου διαγωγῆς, τήν τῆς ψυχῆς σου ἠγάσθησαν ἔλλαμψιν Χριστῷ γάρ ὤ Χρυσόστομε, ἔργω καί λόγω ἀνεβόας•
Ἀλληλούϊα.

Γνώσει τή οὐρανίω τῆς σοφίας τῆς κάτω, ἐρρύθμισας πανσόφως τόν πλούτον• ἔνθεν της θεαρχικῆς βουλῆς, ἐν ἐπιστήμη ἀληθεῖ τοῦ Πνεύματος, μυσταγωγός πολυσοφός, ὤφθης ἀκούων παρά παντων•
Χαῖρε σοφίας τό πρυτανείον•
χαῖρε τῆς χάριτος ἀριστεῖον.
Χαῖρε φυτοκόμε ἠθῶν τῆς σεμνότητος•
χαῖρε ριζοτόμε παθῶν τῆς κακότητος.
Χαῖρε γνώσεως θησαύρισμα θείας καί πολυειδούς•
χαῖρε Πνεύματος ἐναύλισμα δωρεᾶς ἀμφιλαφούς.
Χαῖρε ὅτι ἠράσθης ἐκ παιδός τῆς σοφίας•
χαῖρε ὅτι μετέσχες πολυσόφου παιδείας.
Χαῖρε σοφῶν σεμνόν παιδαγώγημα•
χαῖρε πιστῶν λαμπρόν φωταγώγημα.
Χαῖρε χρυσοῦν καθαρότητος γέρας•
χαῖρε ψυχῶν οὐρανόσδοτον κέρας.
Χαῖρε. θεῖε Χρυσόστομε.

Δύναμιν ἕν τῷ λόγω. καί πειθώ ἐν τῷ τρόπω, ἐκτήσω ὡς σοφός καί ἀγχίνους• ἐντεῦθεν χρυσέω στόματι, χρυσά ρεῖθρα διδασκαλίας ἔβλυζες. ὡς ἐκ πηγῆς Χρυσόστομε, εὐφραίνοντα τούς ἐκβοώντας•
Ἀλληλούϊα.


λαμψας ἐν χορεία, Μοναζόντων ὁσία, Χριστοῦ ζυγόν τόν θεῖον ὡς ἦρθες, καί ἔξω κόσμου τέ καί σαρκός, ἀγγελική σου πολιτεία γέγονας• τή σή δέ Πάτερ χάριτι, ἠμᾶς πυρσεύεις τοῦ βοάν σοί•
Χαῖρε ὁ φοῖνιξ τῆς ἀπαθείας•
χαῖρε τό σκεῦος τῆς ἐγκρατείας.
Χαῖρε ὑποφήτα σεπτῶν ἀναβάσεων•
χαῖρε ὑποδείκτα τῶν ἔνδον καθάρσεων.
Χαῖρε ἄμπελε περκάζουσα βότρυας τούς γλυκερούς•
χαῖρε σάλπιγξ ἡ ἐγείρουσα πρός ἀγώνας νοητούς.
Χαῖρε ὅτι ἐδέξω τῆς σοφίας τό χύμα•
χαῖρε ὅτι ἐκτήσω τό οὐράνιον λῆμμα.
Χαῖρε ζωῆς ἁγίας διδάσκαλε•
χαῖρε λαμπτήρ τῆς χάριτος πάμφωτε.
Χαῖρε τερπνή καί μελίρρυτε γλώσσα•
χαῖρε πιστῶν θεοδόξαστε δόξα.
Χαῖρε. θεῖε Χρυσόστομε.

Ζήλω πεπυρσευμένος, οὐρανίω καί θείω, ἐπλήσθης θεαυγούς ἐπιπνοίας• ὁ γάρ τῆς βροντῆς πάτερ υἱός, ἐπιστᾶς σοί θαυμαστούς ἐν ὀράματι. συμβολικῶς ἐμύησε. τά κρείττονα σέ ἐκβοώντα•
Ἀλληλούϊα.

στραψας ταῖς ἀκτίσι, τῶν σοφῶν σου ρημάτων, καί εὐαγγελικῶν διδαγμάτων, ἐν Ἀντιόχεια τηλαυγῶς, ὡς ἑωσφόρος χρυσίζων τῆς χάριτος, πρός φέγγος ἄγων ἄδυτον, τούς ἐν φωτί σοῖ ἐκβοώντας•
Χαῖρε ὁ ρήτωρ τῆς Ἐκκλησίας•
χαῖρε ὁ μύστης τῆς Θεαρχίας.
Χαῖρε ἀληθείας τό στόμα τό εὔλαλον•
χαῖρε τῆς κακίας τό ξίφος τό εὔθηκτον.
Χαῖρε λύρα θεοκίνητος διδαγμάτων ἱερών•
χαῖρε πλοῦτος πολυτίμητος χαρισμάτων δαψιλῶν.
Χαῖρε ὅτι τόν ρύπον τῶν ψυχῶν ἐκκαθαίρεις•
χαῖρε ὅτι πρός κτῆσιν τῶν κρειττόνων θερμαίνεις.
Χαῖρε φωτός ἀΰλου σελάγησις•
χαῖρε ψυχῶν ἀνίας κατάλυσις.
Χαῖρε Χριστοῦ μιμητά εὐσπλαγχνίας•
χαῖρε φωνή θεϊκῆς, συμπαθείας.
Χαῖρε. θεῖε Χρυσόστομε.

Θαύματα ἐκτελοῦντα. καί ψυχῶν γεωργούντα. τήν κάθαρσιν καί θέωσιν ἅμα. ἐν δυνάμει λόγου ὑψηλοῦ, ὁ τῶν Ἀντιοχέων ὁρῶν δῆμος σέ, ἠγάλλετο Χρυσόστομε, καί ἔνθους τῷ Θεῶ ἐβόα•
Ἀλληλούϊα.

εράρχης φώσφορος, καί ἀστήρ σελασφόρος. καί μέγας ἀληθῶς ποιμενάρχης, ἐδείχθης ψήφω τή θεϊκή, τῆς βασιλίδος τῶν πόλεων ὄσιε• ἐντεῦθεν κατεφώτισας. τήν κτίσιν πάσαν σοί βοώσαν•
Χαῖρε ὁ μέγας ἀρχιεράρχης•
χαῖρε ὁ ἔνθους ἱεροφάντης.
Χαῖρε οἰκουμένης φωστήρ χρυσαυγέστατε•
χαῖρε Ἐκκλησίας ἀτίνακτε πρόβολε.
Χαῖρε ἥλιε πολύφωτε, καταυγάζων πάσαν γήν•
χαῖρε νάβλα δωδεκάχορδε, πάσαν τέρπουσα ψυχήν.
Χαῖρε ὅτι βλυστάνεις ἀφθαρσίας τό νάμα•
χαῖρε ὅτι παρέχεις ἀμβροσίας τό μάννα.
Χαῖρε χρυσούς καί γλώσση καί φθέγματι•
χαῖρε γλυκύς καί λόγω καί βλέμματι.
Χαῖρε πηγή ἐξ Ἐδέμ προϊούσα•
χαῖρε ἀλκή τάς ψυχᾶς κραταιοῦσα.
Χαῖρε. θεῖε Χρυσόστομε.

Κῆρυξ μέγας ὠράθης, τρανοφθώγγω σου γλώσση, κηρύττων τόν τῆς χάριτος λόγον, καί πάντας προς κτῆσιν τῶν καλῶν, διεγείρων ὡς θείου φωτός ἔμπλεως, δί’ οὗ φωτίζεις πάντοτε. Χρυσόστομέ τους ἐκβοώντας•
Ἀλληλούϊα.

Λάμπων ἱεραχία, καί λόγου δαψιλεία, καί θείων ἀρετῶν δαδουχία, σεαυτόν τύπον παντός καλοῦ, ἀποστολικῶς παρέστησας ὄσιε• ἔνθεν βασιλεῖς καί ἄρχοντες, σύν δημοταις σοῖ ἐβόων•
Χαῖρε ἡ στήλη ἀρίστων ἔργων•
χαῖρε ἡ βρύσις χρυσέων λόγων.
Χαῖρε χρυσολόγε Χρυσόστομε πάγχρυσε•
χαῖρε μυστογράφε τοῦ Πνεύματος πάνσοφε.
Χαῖρε ρεῖθρον τό χρυσορρειθρον διδαγμάτων χρυσαυγών•
χαῖρε στόμα τό χρυσοφθόγγον οὐρανίων ἀγαθῶν.
Χαῖρε ἱεραρχίας ἱερώτατος τύπος•
χαῖρε θεολογίας εὐωδέστατος κῆπος.
Χαῖρε τερπνόν της χάριτος ὄργανον•
χαῖρε χρυσοῦν τοῦ κρείττονος ἄροτρον.
Χαῖρε ζωῆς γλυκασμόν ὁ προρρέων•
χαῖρε βυθόν ἁμαρτάδων ξηραίνων.
Χαῖρε. θεῖε Χρυσόστομε.

Μετανοίας τήν χάριν, ἐγγυώμενος πάσιν, ὡς ἄλλος βαπτιστής Ἰωάννης, ἐδείχθης Χρυσολόγε σοφέ,
ταῖς χρυσοειδέσι σου παραινέσεσιν ἐντεῦθεν Θεῶ ἴθυνας, τούς ἐπιγνώμονας κραυγάζειν•
Ἀλληλούϊα.

Νέος ὤφθης Ἠλίας, σύν πολλή παρρησία, ἐλέγχων βασιλεῖς ἀνομούντας• ἔνθεν ἀδικούντων παιδευτῆς, καί ἀδικούμενων βοηθός γέγονας, πασχόντων δέ περίθαλψις, καί προστασία τῶν βοώντων•
Χαῖρε παιδεία τῶν ἀνομούντων•
χαῖρε ἀλείπτα τῶν εὐδρομούντων.
Χαῖρε Ἡλιοῦ τόν Θεσβίτην μιμούμενος•
χαῖρε τόν Χριστόν ἠμίν Ἐλεούμενος.
Χαῖρε χάριτος τοῦ Πνεύματος θησαυρός ἀνελλιπής•
χαῖρε θείας ἀγαθότητος ἱερός ὑφηγητής.
Χαῖρε ὅτι ἐλέγχεις ἄνασσαν ἀτακτούσαν•
χαῖρε ὅτι ἐκτήσω ἔλλαμψιν χρυσαυγοῦσαν.
Χαῖρε Γραφῶν τῶν θείων σαφήνεια•
χαῖρε χηρῶν καί ξένων βοήθεια.
Χαῖρε τεμῶν τήν φιλάργυρον πλάνην•
χαῖρε πλουτῶν τήν πολυόλβον χάριν.
Χαῖρε. θεῖε Χρυσόστομε.

Ξένος ὧν ἕν τῷ κόσμω, ὡς Χριστοῦ κληρονόμος, καί θεῖος θεηγόρος τρισμάκαρ, ὑπέστης ἀνενδότω ψυχή,
τῆς βασιλίδος τόν θυμόν Χρυσόστομε, καί ἐξορίας ἤνεγκας. καρτερικῶς Κυρίω ψάλλων•
Ἀλληλούϊα.

μβροφόρος νεφέλη. τό ἀλλόμενον ὕδωρ, ὀμβρίζουσα τῷ κόσμω πλουσίως, δί’ οὗ μεθύσκεις κατά Δαβίδ, τάς τῶν ψυχῶν ὤ Χρυσολόγε αὔλακας, τή Ἐκκλησία πέφηνας• διό θερμῶς σοί ἀνακράζει•
Χαῖρε τό πέλαγος τῶν δογμάτων•
χαῖρε ὁ ἔμπλεως χαρισμάτων.
Χαῖρε ποταμός τῆς σοφίας μελίρρυτος•
χαῖρε ὑπουργός τῆς Τριάδος πολυσοφός.
Χαῖρε φῶς τοῦ κόσμου ἄδυτον, ὥσπερ ἔφη ὁ Σωτηρ•
χαῖρε ἅλας γής θεοφθεγκτον, παῦον σῆψιν νοητήν.
Χαῖρε ὁ ρητορεύων τά Θεοῦ μεγαλεία•
χαῖρε ὁ διεκφαίνων τήν αὐτοῦ εὐσπλαγχνίαν.
Χαῖρε δεινῶν αἱρέσεων ἔλεγχος•
χαῖρε ψυχῶν παρήγορος ἔνθεος.
Χαῖρε κλεινῶν νομοστάθμη ποιμένων•
χαῖρε σεπτῶν ὡραιότης Πατέρων.
Χαῖρε. θεῖε Χρυσόστομε.

Παρακλήτου τήν χάριν, ὡς σοφός Ἱεράρχης, λαμπρῶς ἠμφιεσμένος παμμάκαρ. ἐπτοήθης οὐδόλως σοφέ, τήν κατά σου κεκινημένην Σύνοδον, βουλή ἀδίκω ὅσιε, ἀλλ' ἐν εἰρήνη ἀνεβόας•
Ἀλληλούϊα.

Ρημάτων σου ὁ φθόγγος, καί δογμάτων ἡ χάρις, εἰς πάσαν ἐξελήλυθε κτίσιν ἀπ' οὐρανοῦ γάρ ἔσχες σαφῶς, τό τῆς σοφίας Χρυσορρῆμον δώρημα. δί' οὗ πάσαν κατηύφρανας, τήν Ἐκκλησίαν σοί βοώσαν•
Χαῖρε ἡ δόξα τῆς Ἐκκλησίας•
χαῖρε ὁ ἄκμων τῆς καρτερίας.
Χαῖρε Ἀποστόλων τήν χάριν δεξάμενος•
χαῖρε μετανοίας τούς τρόπους φθεγξάμενος.
Χαῖρε τῆς Χριστοῦ κενώσεως ὀξυγράφος γραμματεύς•
χαῖρε τῆς αὐτοῦ χρηστότατος θεηγόρος ἐρμηνεύς.
Χαῖρε ὅτι Ἀρείου θριαμβεύεις τό θράσος•
χαῖρε ὅτι Τριάδος καταγγέλλεις τό κράτος.
Χαῖρε κανών ποιμένων Θεοκριτος•
χαῖρε εἰκών δογμάτων ὀθρότητος.
Χαῖρε φυτῶν γεωργέ ἀθανάτων•
χαῖρε θεσμῶν ἄγγελε ἀκηράτων.
Χαῖρε. θεῖε Χρυσόστομε.

Συμπνους καθάπερ πέλων, βίω ἅμα καί λόγω, τῷ οὐρανοφοίτη θείωυ Παύλω, αὐτόν ἔσχηκας μυσταγωγόν, ἀναπτύσσων τά θεία αὐτοῦ ρήματα, ὡς Προκλός ἐθεάσατο. Χριστῷ ἐν εὐφροσύνη ψάλλων•
Ἀλληλούϊα.

Τῆς πίκρας ἐξορίας, ἀνενδότω ἀνδρεία, ὑπέστης εὐχαρίστως τάς θλίψεις, ἐν ἡ τόν δρόμον τῆς ἀρετῆς, τετελεκῶς πρός τά ἄνω βασίλεια, μετέστης  ἀγαλλόμενος, ἀκούων παρ' ἠμῶν τοιαύτα•
Χαῖρε τοῦ Παύλου τό ἐκμαγείον•
χαῖρε Τριάδος λαμπρόν δοχεῖον.
Χαῖρε τῆς ἐν λόγω ζωῆς ὀποτύπωσις•
χαῖρε τῆς ἀξίας τῆς ἔνδον ἐκδήλωσις.
Χαῖρε ὕψος ταπεινώσεως καί δαδοῦχος θεαυγής•
χαῖρε βάθος ἱλαρότητος καί ἀγάπης μυητῆς.
Χαῖρε ὅτι ὑπέστης χαλεπᾶς ἐξορίας•
χαῖρε ὅτι ἐπέβης, εὐκλειούς εὐκληρίας.
Χαῖρε στερρῶν Μαρτύρων ὁμότροπε•
χαῖρε γερῶν αὐτῶν ἰσοστάσιε.
Χαῖρε ψυχῶν ρυθμιστά πρός τό κρείττον•
χαῖρε σοφῶς στηλιτεύων τό χεῖρον.
Χαῖρε. θεῖε Χρυσόστομε.

δατος ἀλλομένου, πρός ζωήν αἰωνίαν, κτησάμενος πηγήν ἐν καρδία, θεορρημοσύνης ποταμούς, ἐκ τῶν χειλέων σου πάτερ ἀνέβλυσας, ἐξ ὧν πίνοντες πάντοτε, πνευματικῶς Θεῶ βοώμεν•
Ἀλληλούια.

Φῶς ἐκλάμπουσα θεῖον, ἡ ἁγία σου θήκη, μετεκομίσθη ἐκ τῶν Κομάνων, ὥσπερ ἁγίασμα νοητόν, τή βασιλίδι τῶν πόλεων ὅσιε, ἁγιασμόν καί λύτρωσιν, πηγάζουσα τοῖς ἐκβοώσι•
Χαῖρε τό ἔαρ τῶν τεθλιμμένων•
χαῖρε ὁ πλοῦτος τῶν πενομένων.
Χαῖρε μεταγνόντων θερμόν ἰλαστήριον•
χαῖρε ἀπορούντων τό μέγα προσφύγιον.
Χαῖρε βίβλος θείας γνώσεως καί πυξίον ἀρετών•
χαῖρε δόναξ καί ἐχέγγυον οἰκτιρμῶν τῶν θεϊκῶν.
Χαῖρε ὅτι τῷ λόγω πάσαν γῆν καταρδεύεις•
χαῖρε ὅτι τά κρείττω ἐν ἠμίν ταμιεύεις.
Χαῖρε πυρσός ἐκλάμπων τοῖς περασι•
λαμπρῶς ἐξάρχων ἐν ρήτορσι.
Χαῖρε Χριστοῦ λειτουργέ θεηγόρε•
χαῖρε ἠμῶν ὁδηγέ φωτοφόρε.
Χαῖρε. θεῖε Χρυσόστομε.

Χρυσορρήμονι γλώσση, καί χρυσέη καρδίη, χρυσαυγεῖς συγγραφόμενος δέλτους, καταλέλοιπας ταύτας ἠμίν, ὡς θησαυρόν ἀναφαίρετον ὅσιε, δί' ὧν ἀεί τά κρείττονα. μυούμενοι Θεῶ βοῶμεν.
Ἀλληλούια.

Ψαλμοσύνθετον μέλος, ἐξ ἀπόρου καρδίας, χειλέων δέ ἀναγνων ὤ πάτερ. δέχου ὡς συμπαθής δυσωπῶ, καί τῶν παθῶν μου τόν ζόφον διαλυσον, πταισμάτων μοί τήν ἄφεσιν. αἰτούμενος ἴνα βοῶ σοί•
Χαῖρε ὁ κῆρυξ τῆς μετανοίας•
χαῖρε ἡ σάλπιγξ τῆς σωτηρίας.
Χαῖρε χελιδών τῶν ἀρρήτων πολυφωνος•
χαῖρε ἀηδών τῶν μελλόντων ἠδύφωνος.
Χαῖρε ὄργανον χρυσοφωνον τῶν ρημάτων τῆς ζωής•
χαῖρε στήριγμα χρυσοτευκτον Ἐκκλησίας τῆς σεπτῆς.
Χαῖρε ἁμαρτανόντων ἀληθής παρακλήτωρ•
χαῖρε μετανοούντων πρός Θεόν εἰσηγήτωρ.
Χαῖρε δί’ οὗ κακίας ρυσθήσομαι•
χαῖρε δί’ οὗ τῷ νῶ ἑλλαμφθήσομαι.
Χαῖρε πατήρ συμπαθής τῶν σῶν τέκνων•
χαῖρε κάμου ὁ ἀεί προστατεύων.
Χαῖρε. θεῖε Χρυσόστομε.

κλεινέ ἱεράρχα. μυστηπόλε τῶν ἄνω, Χρυσόστομε Πατέρων τό κλέος• (τρίς) (Στίχος: Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ, πρέσβευε ὑπέρ ἠμῶν.) τοῖς ἀΰλοις συνῶν λειτουργοῖς, σύν αὐτοῖς ὑπέρ ἠμῶν ἀεί πρέσβευε, ἴνα διά τῶν λόγων σου. φωτιζόμενοι ἐκβοῶμεν
Ἀλληλούϊα.

Καί αὔθις, τό Κοντάκιον. Ἦχος πλ. δ'. Τή ὑπερμάχω.
Τόν ποταμόν τῆς Ἐκκλησίας τόν χρυσορρειθρον. καί εὐσεβείας τήν κιθάραν τήν χρυσοφθόγγον. τόν Χρυσόστομον αἰνέσωμεν Ἰωάννην χρυσουργία γάρ τοῦ λόγου κατεχρύσωσε, τάς καρδίας τῶν πιστῶν καί τά νοήματα, τούτω λέγοντες• Χαῖρε, θεῖε Χρυσόστομε.

Δίστιχον.
Χρυσόστομε χρύσωσον χρυσέοις λόγοις,
 Γεράσιμον χαῖρε σοί πόθω βοώντα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου