(28/12)
Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον , μεθ᾿ ὅ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καί τὸ ἑξῆς· Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς νήσου Χίου τὸν θειότατον γόνον, πνευματοφόρον οἰκιστὴν ὄρους Ἄθω, τῆς Ἰκαρίας σέμνωμα, τῆς Πάτμου πυρσόν, τῶν Λειψῶν κοσμήτορα καί Σκιάθου τὸ κλέος, Νήφωνα τὸν ὅσιον, εὐφημήσωμεν πόθω, ἀναβοῶντες· ῥῦσαι συμφορῶν, καὶ νοσημάτων, τοὺς σοὶ καταφεύγοντας.
Δόξα. Τὸ αὐτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε…
Εἶτα ὁ Ν´ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· Νήφων νέε ὅσιε, νήφειν ἀεὶ ἀξίωσόν με. Χ.
Ωδὴ α´. Ἦχος πλ. δ´. Ὑγρᾶν διοδεύσας.
Νεοφωτε λύχνε ἡσυχαστῶν, καί φέγγος πατέρων, Νήφων ὅσιε ἀσκητά, τοῦ βίου μου φώτισον τὰς τρίβους, ἵνα ὁδὸν διανύσω χρηστότητος.
Ἡλίου ἀκτίσι τοῦ νοητοῦ, λαμπόμενος Νήφων, σκοτομήνην μου τῶν παθῶν, πρεσβείαις σου λύσον φωτοφόροις, πρὸς τὸν φωτίζοντα πάντα τὰ πέρατα.
Φλεγόμενος οἴμοι ὑπὸ πυρὸς, παθῶν χαμαιζήλων δρόσισόν με σὲ δυσωπῶ, τῷ ὕδατι παρακλήσεών σου, πρὸς τὸν Χριστὸν μόνον σωζειν δυνάμενον.
Θεοτοκίον.
Ὡς μήτηρ φιλεύσπλαγχνος τοῦ Χριστοῦ, Παρθένε Μαρία, τῆς ψυχῆς μου τὸν μολυσμὸν ῥοαῖς τῶν ἄμετρων οἰκτιρμῶν σου, εὐλογημένη ταχὺ ἀποκάθαρον.
Ωδὴ γ´. Οὐρανίας ἁψίδος.
Νεαυγέστατον ἄστρον τῆς τοῦ Χριστοῦ πίστεως, Νήφων θαυμαστέ, ὁ δομήσας μάνδραν περιδοξον, τὴν τοῦ Εὐαγγελισμοῦ ἐν τῇ Σκιάθῳ, σκοτείαν ἀγνωσίας σκέδασον τῶν προστρεχόντων σοι.
Νῦν θερμῶς δυσωπῶ σε· ἀπὸ κακῶν, ὅσιε καὶ ἐπηρειῶν ψυχοκτόνων τοῦ πολεμήτορος ἁπάλλαξόν με ταχῦ τῷ ἀδιστάτῳ καρδίᾳ, πόνους σου γεραίροντι, Νήφων πρὸς θέωσιν.
Ἐπώδυνων ταχέως τὴν συνοχήν, ὅσιε, λύσον καί τῶν θλίψεων ζάλην παῦσον προσφυγῶν σου, ὡς δεδεγμένος πολλήν, παρὰ Ὑψίστου τὴν χάριν, Νήφων ἀξιάγαστε, Πνεύματος σκήνωμα.
Θεοτοκίον.
Εὐεργέτην τοῦ κόσμου, σωματικῶς τέξασα, τῶν σωματικῶν ἀλγηδόνων, Δέσποινα, ῥῦσαί με, καὶ τὴν στολήν μου ψυχῆς, ἐκ λογισμῶν ἀκαθάρτων, Μῆτερ ἀποκάθαρον, σοῦ τῇ χρηστότητι.
Χαρίτωσον, καὶ καταξίωσον νήφειν τοὺς σοὺς ἰκέτας, πνευματέμφορε ἀσκητά, σοφὲ Νήφων, ὅσιε, νεοφωτε φάρε τῆς εὐσέβειας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ
τὴν
ἐμὴν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς
ψυχῆς
μου τὸ
ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Πρεσβεύων Χριστῷ ἀπαύστως τῷ οἰκτίρμονι, μὴ παύσῃ, σεπτέ, ὑπὲρ τῶν εὐφημούντων σε, Νήφων, πάτερ ἰσάγγελε, τοῦ Αἰγαίου νήσων διάκοσμε, ἵνα τοῦ βίου πέλαγος καλῶς, οἱ σὲ ἀνυμνοῦντες διαπλεύσωμεν.
Ωδὴ δ´. Εἰσακήκοα, Κύριε.
Οἱ πιστῶς καταφεύγοντες, σοῦ τῇ προστασίᾳ πληροῦνται χάριτος, Νήφων, καὶ εὐχαριστήριον, ὕμνον ἐξυφαίνουσι σοὶ χαίροντες.
Σωτηρίαν ἑξαίτησαι καί ζωῆς ἀγήρω μετόχους ποίησον, Νήφων μάκαρ, τοῖς ἰκέταις σου, ἡσυχίας κόσμημα πολύτιμον.
Ἱερώτατον σκήνωμα προσευχῆς καὶ νήψεως, Νήφων πάνσοφε, νήφειν πάντας καταξίωσον τοὺς ἀνευφημοῦντάς σου τὰ σκάμματα.
Θεοτοκίον.
Εὐσυμπάθητε Δέσποινα, τὸν κυριευθέντα ὑπό του δαίμονος ἀπολύτρωσαι καὶ δεῖξόν μοι, μετανοίας τρίβον τὴν σωτήριον.
Ωδὴ ε´. Φώτισον ἡμᾶς.
Νήφων θαυμαστέ, τῆς μανίας τοῦ ἀλαστορος, καὶ δεινῶν δυσχερειῶν ῥῦσαι ἡμᾶς, καταφεύγοντας τῇ θείᾳ ἀντιλήψει σου.
Ἥμάρ μοι λαμπρόν, μετανοίας ἑξανάτειλον, τῷ ἐν σκότει ἀνομίας ζοφερῳ, Νήφων ἔνθεε ἱκέτη σου καθεύδοντι.
Φέγγει σῶν εὐχῶν, οὐρανόθεν Νήφων σκέδασον, τὴν σκοτόμαιναν κακότητος δεινῆς, κατ᾿ ἀνόμου πολιτείας μου, κραυγάζω σοι.
Θεοτοκίον.
Ἔπιδε ἡμῖν ἐκ τοῦ θρόνου Μητροπάρθενε, σοῦ Υἱοῦ προσδεχομένη τὰς λιτὰς τοῦ σοῦ δούλου καὶ παράσχου μοι τὰ πρόσφορα.
Ωδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Ἰσχύος με πλῆσον, Νήφων ὅσιε θριαμβεῦσαι τὸν μισόκαλον ὄφιν, ὁ τὰς αὐτοῦ πανουργίας συντρίψας σκληραγωγίᾳ νηστείᾳ καὶ δάκρυσιν ἐν τοῖς ἐσχατοις τοῖς καιροῖς, ἀσκητῶν τῶν ἀρχαίων ὁμόζηλε.
Νηφάλιε, ἄκακε, πραύτατε, καὶ σεμνὲ ἡσυχαστά, Νήφων μάκαρ, ἡσυχασμοῦ ὁ μεταλαμπαδεύσας, φῶς εἰς τὰς νήσους Αἰγαίου τοῦ Ἄθωνος, δεόμενος τοῦ Λυτρωτοῦ, ὑπὲρ πάντων μὴ παύση τιμώντων σε.
Ἀναστησον ἐκ βυθοῦ φαυλότητος, τοὺς πιστῶς ἀποζητοῦντας σὴν χάριν, δομῆτορ θεῖε μονῆς περιδόξου, ἐν τῇ Σκιάθῳ τῇ νήσῳ, θεόφιλε Νήφων, τοῦ Εὐαγγελισμοῦ, τῆς σεμνῆς καὶ πανάγνου θεόπαιδος.
Θεοτοκίον.
Ἐπίβλεψον, οὐρανόθεν, Δέσποινα, καὶ ἐπισκεψαί τοὺς σὲ ἀνυμνοῦντας, εὐλογημένη Παρθένε, Μαρία, ὡς ἀκαταίσχυντος πάντων ἀντίληψις, παραμυθία, βοηθὸς καὶ προστάτις ἀεὶ τῶν τιμώντων σε.
Χαρίτωσον, καὶ καταξίωσον νήφειν τοὺς σοὺς ἰκέτας, πνευματέμφορε ἀσκητά, σοφὲ Νήφων, ὅσιε, νεοφωτε φάρε τῆς εὐσέβειας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἥμερων τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τῇ ἀντιλήψει σου Νήφων, προστρέχοντες δυσπραγιῶν καὶ κίνδυνων λυτρούμεθα καὶ θείας πληρούμεθα χάριτος καλῶς ἀνῦσαι τὸ στάδιον θλίψεων διόπερ ἐκθύμως ὑμνοῦμέν σε.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στίχος: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ,
Εὐαγγέλιον κατὰ Λουκᾶν (κέφ. στ´ 17 33): Τῷ καιρῷ ἐκείνῳ ἐστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ....
Δόξα: Ταῖς τού Σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον...
Ἰδιόμελον, Ἦχος πλ. β´. Ὅλην ἀποθεμένοι. Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἑξάλειψον τὸ ἀνόμημά μου.
Βίον ἀκηλίδωτον, ἐν προσευχῇ ἀκτησίᾳ, νήψει καί ἀσκήσεως, πόνοις, Νήφων ὅσιε, πεπολίτευσαι, καί ζωῆς κρείττονος, ἤδη ἠξιώθης, ἡσυχίας ἐγκαλλώπισμα, κρηπὶς σεμνότητος, καὶ φιλανθρωπίας διάκοσμε· διὸ παρακαλοῦμέν σε· δέχου ἱκετῶν σου αἰτήματα, καί Χριστὸν δυσώπει, ἤμας ἐν εὐπραγία καί χαρὰ, καὶ ὁμονοίᾳ τὸ βρότειον, διανύειν στάδιον.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...
Ωδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰατρεύων τὰς νόσους τῶν ψυχῶν καὶ σωμάτων μὴ παύση, ὅσιε, τῶν ἐπικαλουμένων τὸ θεῖον ὄνομά σου, Νήφων, πίστεως σέμνωμα, καί βάθρον νεοπαγὲς εὐχῆς καὶ ἡσυχίας.
Ἁγιάζεις ἀπαύστως τοὺς πιστῶς ἐκζητοῦντας τὴν θείαν χάριν σου, πνευματοφόρε Νήφων, ἐκβλάστημα τῆς Χίου εὐθαλὲς καί ἀνάστημα τοῦ Ἄθω πνευματικόν, ἁγιασμοῦ ὡς ρεῖθρον.
Ξύλου νῦν ἀπολαύων τῆς ζωῆς σὺν Ἄγγελοις ἐν θείοις δώμασι Χριστὸν ἀεὶ δυσώπει καὶ τοὺς προσφεύγοντάς σοι ἀξιῶσαι τῆς κρείττονος καί ἀενάου χαρᾶς τῆς ἐν τῷ πόλῳ Νήφων.
Θεοτοκίον.
Ἰατρὲ τῆς ψυχῆς μου τῆς δεινῶς ἀσθενούσης, Θεογεννήτρια, ἀποκρουσον μανίαν τὴν κατ᾿ ἐμοῦ τοῦ πλάνου βροτοκτόνου καί σῶσόν με, ἵνα ἐκ βάθους ψυχῆς ἀεὶ σὲ μεγαλύνω.
Ωδὴ η´. Τὸν Βασιλέα.
Ὡς ἡσυχίας πυρσὸν καὶ νήψεως φάρον σὲ ἀεί μεγαλύνοντες, Νήφων, τὰς πρὸς τὸν Δεσπότην αἰτούμεθα λιτᾶς σου.
Σκέδασον πάσαν ἐπιφορὰν τοῦ ἐχθίστου καὶ συγχώρησιν αἰτεῖ πταισμάτων, Νήφων, τοῖς ἐν πίστει σε ἀνυμνολογοῦσι.
Ὁδήγησόν με πρὸς ἀτραποὺς μετανοίας, ὁ σαφῶς ὁδηγήσας ἀζύγων, Νήφων, τὰς χορείας πρὸς δόμους σωτηρίας.
Θεοτοκίον.
Νῦν δυσωπῶ σε· Θεοκυῆτορ Παρθένε, ἐκ δεινῶν νοσημάτων ἄτρωτους φύλαττε σοὺς δούλους, ἰάτειρα ὡς θεία.
Ωδὴ θ´. Κυρίως Θεοτόκον.
Μὴ παύση οὐρανόθεν πάντων προστατεύειν τῶν εὐφημούντων τὴν πάνσεπτον μνήμην σου, Ὁσίων κλέϊσμα, Νήφων, νέον της πίστεως.
Εἰρήνευσον τὸν βίον, Νήφων, σῶν προσφύγων τῶν ὡς βροτόν σε Ἰσάγγελον μέλποντα καὶ ζηλωτῶν ἡσυχίας θεοφορούμενον.
Χαρίτων σου τὸ πλῆθος, Νήφων, ἀνυμνοῦντες τὴν σὴν αἰτούμεθα θείαν ἀντίληψιν, ἣν δίδου πᾶσι τοῖς πόθω σὲ μακαρίζουσι.
Θεοτοκίον.
Μητράνανδρε Παρθένε, Νήφωνος πρεσβείαις παθῶν ὑπέρτερον δεῖξον τὸν δοῦλόν σου, ἵνα ὑμνῶ σὲ ἀπαύστως ὡς κόσμου σώτειραν.
Ἄξιόν ἐστι... καὶ τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις, νήσου Χίου γόνος λαμπρός, σέμνωμα τοῦ Ἄθω, ἐγκαλλώπισμα τῆς Λειψοῦς, Σάμου, Ἰκαρίας, Σκιάθου τε καί Πάτμου, κοινοβιάρχα νέε, Νήφων μακάριε.
Πύργος εὐσέβειας νεοπαγὴς καί φανὸς σοφίας τῆς ἐνθέου νεολαμπῆς ὠφθης, Νήφων μάκαρ, ἡσυχαστῶν λαμπρότης καὶ ἀγωγῆς ἀρίστης στύλε νεοφωτε.
Χαίροις, εὐσυμπάθητε ἀσκητά, ὁ μονὴν δομήσας θείαν τοῦ Εὐαγγελισμοῦ τῆς ἁγνῆς Παρθένου ἐν νήσῳ τῆς Σκιάθου, πνευματοφόρε Νήφων, θεοειδέστατε.
Χαίροις, εὐσεβούντων ὁ ἀρωγός, Νήφων, καὶ προστάτης, τῶν σπευδόντων σοι ταπεινῶς, καὶ ἐκδεχομένων, ταῖς θείαις σου πρεσβείας, πρὸς τὸν Θεὸν τῶν ὅλων τὸν εὐσυμπάθητον.
Χαίρων ἠκολούθησας τῷ Χριστῷ, Νήφων δι᾿ ἀγώνων ἐγκρατείας καὶ προσευχῆς καὶ τὸν νοῦν καθάρας της τῶν παθῶν κηλίδος ἐλλάμψεως ἐπλήσθης θείας θεσπέσιε.
Εὐαγγελιστρίας σεπτῆς μονῆς, τῆς Σκιάθου, δεῦτε, τὸν δομήτορα εὐλαβῶς, Νήφωνα τὸν θεῖον, ὡς εὐσέβειας κέρας, καὶ νήψεως πυξίον, ἀνευφημήσωμεν.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἀρετὴν τὸν ἀρτίως φιλοῦντα, νήφοντα καὶ τῶν πατέρων τῶν πάλαι ἀσκητικὴν ἀγωγὴν, τὸν ζηλοῦντα, θεῖον Νήφωνα, τιμήσωμεν, φάρον ὡς νήσων τηλαυγῆ, τοῦ Αἰγαίου ἀστραπαῖς, φωτίζοντα εὐσέβειας, ψυχᾶς τὰς ἐζοφωμένας, θερμᾶς αὐτοῦ λιτᾶς αἰτούμενοι.
Ἕτερον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Νήσου Χίου τὸν γόνον, ὄρους Ἄθωνος ἄνθισμα καὶ ἡδύπνουν νήσων Αἰγαίου ἄνθος ὑμνοις τιμήσωμεν, τὸν κτίτορα τοῦ Εὐαγγελισμοῦ μονῆς ἐν τῇ Σκιάθῳ τῆς λαμπρᾶς, θεῖον Νήφωνα, ἐκθύμως ὡς ἀσκητὴν θεοπνουν ἀνακράζοντες· Δόξα, τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα, τῷ σὲ στεφανώσαντι, δόξα τῷ δεδοκότι σοὶ ἡμῖν πρέσβυν ἀκοίμητον.
Ἐκτενὴς καί Ἀπόλυσις, μεθ᾿ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β´. Ὀτε ἐκ τοῦ Ξύλου.
Ἔχων παῤῥησίαν πρὸς Θεόν, Νήφων, θεοείκελε πάτερ, ὡς νέος ἡσυχαστής, καί ἀλείπτης ἄριστος ἀζύγων, πρέσβευε περιστάσεων ῥύεσθαι, κίνδυνων, ἀνάγκης, βλάβης τὲ κακώσεως καὶ πάσης θλίψεως πάντας τοὺς προσφεύγοντας πίστει τῇ σῇ ἀντιλήψει, παμμάκαρ, ἵνα βίον ἤρεμον ἀνύσωμεν.
Δέσποινα, προσδεξαι…
Τὴν πάσαν ἐλπίδα μου…
Δίστιχον.
Δίδου σὴν χάριν, Νήφων κοινοβιάρχα,
Χαραλάμπει σπεύδοντα σῇ μεσιτείᾳ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου