(Ἐκ τοῦ: Εὐχαὶ Κατανυκτικαί, Τεργέστη,
1804)
Ωδὴ α΄. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.
Πᾶσι κακοῖς γεγηρακὼς ὁ
δείλαιος, τί πράξω νῦν;
ἀπορῶ μετανοεῖν θέλω, ἔχω μὴ ἐποίησάν
με, τὴν ποιηθὲν συνήθειαν. Τίς με ῥύσηται ταύτης; Τίς ἐγερεῖ με τοῦ πτώματος; Εἰ μὴ
Σὺ Χριστὲ βοηθήσῃς μοι.
Ὁ Μιχαὴλ καὶ Γαβριὴλ οἱ πρόκριτοι, τοῦ τῶν
Ἀγγέλων χοροῦ, αἱ νοεραὶ πᾶσαι,
στρατιαὶ οὐράνιοι, μεθ’ ὧν καὶ Σὺ
πιστότατε, τῆς ἑμῆς
ζωῆς φύλαξ, Χριστὸν ἀεὶ παρίστασθε, μέμνησθε πρεσβεύειν σωθῆναί με.
Πέτρε καὶ Παῦλε Ἰωάννη πρόκριτε, Θεολογίας πηγή, καὶ ὁ
λοιπὸς ἅπας, Ἀποστόλων σύλλογος, Μαρτύρων καὶ Ὁσίων
τε, καὶ ἁπάντων Ἁγίων, Χριστῷ πρεσβεύειν μὴ παύσητε ὑπὲρ
τῆς ἐμῆς συγχωρήσεως.
Θεοτοκίον.
Ἐκ στειρευούσης
κυηθεῖσα Πάναγνε, Σὺ παραδόξως γαστρός, τίκτεις Θεὸν Λόγον, ὑπὲρ
λόγον ἄφθορος, καὶ μετὰ τόκου μείνασα. Τοῦτον ᾀεὶ
δυσώπει, σὺν τοῖς σεπτοῖς Σου γεννήτορσι, δοῦναί μοι πταισμάτων συγχώρησιν.
Ωδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἐν τῇ Δευτέρᾳ Χριστέ, καὶ φοβερᾷ Παρουσίᾳ, σύνταξόν με δεξιοίς Σου προβάτοις, τῆς εὐκταίαις Σου φωνής, καταξιῶν ὡς
εὔσπλαγχνος. Ἀλλὰ
καὶ Ὀρθοδόξους, Χριστιανοὺς πάντας οἴκτειρον.
Ἐκ τῶν σκανδάλων τοῦ ἐχθροῦ, ὠ
Σεραφὶμ ῥύσασθέ με, Ἐξουσίαι Χερουβίμ, ἱκετεύω Κυριότητες Ἀρχαί, καὶ Θρόνοι καὶ Ἀρχάγγελοι,
σὺν τοῖς Ἀγγέλοις
πᾶσι, τὸν Λυτρωτὴν ἱκετεύσατε.
Ἐπιθυμίας βλαβερᾶς, θυμοῦ δεινῆς ἀκηδίας,
καὶ παθῶν παντοδαπῶν ῥύσασθέ
με, Ἱεράρχαι τοῦ Χριστοῦ, Βασίλειε Γρηγόριε καὶ ὁ
Χρυσοῦς τὴν γλῶσσαν, καὶ πάντες θεῖοι Διδάσκαλοι.
Τῆς Θηβαΐδος οἱ βλαστοί, ὁ Παῦλος σὺν Ἀντωνίῳ, καὶ Εὐθύμιος
ὁ μέγας, σὺν ἅμα
Ἰωάσαφ τῷ σοφῷ, Σάββας Ἐφραίμ, Ὀνούφριος οἱ Ὅσιοί
τε πάντες, δότε μοι βίου διόρθωσιν.
Θεοτοκίον.
Ἡ τετοκυῖα τὸν Κτίστην, Αὐτὸν
δυσώπει, Παρθένε, σὺν
Παρθένοις τε καὶ Μάρτυσιν ἅμα, καὶ Ὁσίαις
Γυναιξί, Ματρώνῃ Θεοκτίστῃ τε καὶ ταῖς λοιπαῖς ἀμνάσι,
τοῦ οἰκτειρῆσαι καὶ σῶσαί
με.
Ωδὴ δ΄. Σύ μου ἰσχύς.
Ἔργοις κακοῖς γεγηρακὼς ὁ
ἄσωτος, παροργίζω Σοῦ τὴν
ἀγαθότητα, καὶ πᾶσαν
ὥραν διηνεκῶς λόγοις τε καὶ ἔργοις,
παραπικραίνω Φιλάνθρωπε, ἀλλὰ ταῖς τῆς Μητρός Σου καὶ τῶν
Ἁγίων ἁπάντων, ἱκεσίαις μοι δὸς τὴν συγχώρησιν.
Ἴδε Χριστέ, καὶ μὴ
παρίδῃς με δέομαι, ἁμαρτίαις πάσαις συνεχόμενοι, ἀλλ’ ἱκεσίαις τῶν ἱερῶν, πάντων Σου Ἀγγέλων, Μαρτύρων καὶ Ἀποστόλων
Σου, οἰκτείρησον καὶ σῶσόν,
καὶ τῆς Σῆς Βασιλείας, κληρονόμον με καὶ σῶσον,
καὶ τῆς Σῆς Βασιλείας, κληρονόμον με δεῖξον, ὡς εὔσπλαγχνος.
Τῆς ζοφερᾶς ὄψεως
ἐν τῇ ἐξόδῳ μου, τῶν δαιμόνων ῥύσασθέ με δέομαι, οἱ τοῦ Χριστοῦ θεῖοι Ἀθληταί, Στέφανε ὁ πρῶτος, σὺν Θεοδώροις Γεώργιε, Δημήτριε Ἀρέθα, καὶ οἱ
ἐν Σεβαστείᾳ, σὺν αὐτοῖς
δὲ καὶ πάντες οἱ Μάρτυρες.
Θεοτοκίον.
Πλήν Σου Ἁγνή, ἄλλην οὐκ ἔχω βοήθειαν, καὶ ἐκτός Σου σκέπην οὐκ ἐπίσταμαι. Σύ
μου ἐλπίς. Σὺ καταφυγή, Σύ μου εὐεργέτις. Σύ μου ἑτοίμη ἀντίληψις, καὶ Σὲ
ἐπικαλοῦμαι, ἀπὸ
πάσης ἀνάγκης, ἐξελοῦ με καὶ σῶσον
τὸν δοῦλόν Σου.
Ωδὴ ε΄. Ἵνα τι με ἀπώσω.
Φοβερά Σου ἡ Κρίσις λίαν καὶ ἀδέκαστος,
ἀλλὰ
καὶ ἀπαραίτητος καὶ δικαία καὶ ὁ
ταύτης οὐδεὶς ἐξαιρούμενος,
μόνον Σὺ ὁ μόνος, ἔχων Χριστέ, τὴν ἐξουσίαν,
ἐν ἐκείνῃ τῇ
ὥρᾳ
με οἴκτειρον.
Νοεραί Σε
Δυνάμεις, νῦν καθικετεύουσιν
εὔσπλαγχνε Κύριε, Ἐξουσίαι Θρόνοι Σεραφίμ, Κυριότητες Ἄγγελοι, σὺν τοῖς Ἀρχαγγέλοις,
καὶ ταῖς Ἀρχαῖς, ἵλεως ἔσο τῷ λαῷ Σου, καὶ σῶσον
ὡς εὔσπλαγχνος.
Τοῦ Χριστοῦ Ἱεράρχαι,
σοφὲ Ἀθανάσιε, Πάτερ Νικόλαε, Ἄνθιμε Σπυρίδων καὶ Παρθένιε, Κύριλλε Λέοντες, καὶ πᾶς
ἄλλος μύστης, ὑπὲρ
ἡμῶν
τῶν ἀναξίων,
ἱκετεύειν μὴ παύσητε Ἅγιοι.
Αἱ Χριστοῦ τῆς
Ἁγίας, κλῆσιν Ἀναστάσεως φέρουσαι Μάρτυρες, καὶ Αἰκατερίνα
σὺν αὐταῖς
ἡ γενναία καὶ Πάνσοφος, Θέκλη τε καὶ πᾶσαι,
διὰ Χριστὸν θανατωθεῖσαι, τὴν νεκράν μου ψυχὴν ἀναστήσατε.
Θεοτοκίον.
Ἡ Κυρία τοῦ κόσμου, τὸν κυριευθέντα με τοῖς παραπτώμασι, δοῦλον τοῦ Υἱοῦ Σου καταξίωσον Κόρη, γενέσθαι με, ὅνπερ ἐκδυσώπει, σὺν τοῖς Ἁγίοις
Αὐτοῦ
ὅπως, ἐξαλείψῃ πληθὺν τῶν πταισμάτων μου.
Ωδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ὁ Μανασσῆς ἐν
τῇ γῇ,
στῆλη τῆς Σῆς ἀγαθότητος,
ἐγὼ
δὲ μείζων Χριστὲ τῆς
φιλανθρωπίας Σου, ἔσομαι
διήγημα, ὅτι θαῦμα μέγα νεκρωθέντα με ἐζώωσας.
Σὺν Μιχαὴλ Γαβριήλ, οἱ τοῦ Θεοῦ Ἀρχιστράτηγοι,
καὶ ὁ φρουρῶν με ᾀεὶ
σωτήριος Ἄγγελος, καὶ πάντες Ἀσώματοι, πρὸς μετάνοιάν με, νῦν πρὸ τέλους ἐπιστρέψατε.
Πεφωτισμένοι
Χριστοῦ, φωτίσατέ με Ἀπόστολοι, τὸν σκοτισθέντα δεινῶς κακοῖς καὶ γηράσαντα, αἰσχρῶς τε βιώσαντα, καὶ σὺν
τῷ Προδρόμῳ, τὸν Κριτήν μοι εὐμενίσατε.
Θεοτοκίον.
Τὴν Σὴν Μητέρα Χριστέ, καὶ τοὺς Ἁγίους
Σου ἅπαντας, προσδέχου
ὑπὲρ
ἐμοῦ,
πρεσβεύοντας εὔσπλαγχνε, καὶ δός μοι τὴν ἄφεσιν,
τῶν πολλῶν πταισμάτων, καὶ κολάσεως με λύτρωσαι.
Ωδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Ὁ πλάσας με σῶσόν με, τὸν ἐμπεσόντα
κακῶν εἰς βάθος Χριστέ, ὡς Θεὸς Ἐλεήμων,
ἐλέησόν με καὶ τοῦ ἀσβέστου
πυρός, τὴν ταπεινήν μου
ψυχήν ἐλευθέρωσον, ὅπως δοξάζω ᾀεὶ
τὴν εὐσπλαγχνίαν Σου.
Φωτὸς φῶτα δεύτερα τοῦ πρώτου ὄντες Ἅγιοι Ἄγγελοι, ἐν μεθέξει ἀΰλῳ
καὶ πανολβίῳ καταφαιδρύνεσθε, ὅθεν κραυγάζω τὸν νοῦν μου φωτίσατε, ἐσκοτισμένον ,ἀεὶ
βίου τοῖς πάθεσι.
Παμμέγιστε
Πρόδρομε, σὺν Ἱεράρχαις Ἁγίοις, καὶ Ἀσκηταῖς, καὶ τοῖς Μάρτυσι πᾶσι, πρεσβεύατε συμφώνως Χριστῷ τῷ
Θεῷ, ὅπως μοι δώσῃ πταισμάτων συγχώρησιν, καὶ ἀξιώσῃ τυχεῖν τοῦ Παραδείσου τρυφῆς.
Μαρτύρων ἡ ἔξαρχος,
Θέκλη, Μαρίνα, Εἰρήνη καὶ σὺν
αὐταῖς,
ἡ θεόφρων Βαρβάρα, Αἰκατερίνα, Ἀναστασίαι σεμναί, καὶ πᾶσαι
ἄλλαι Χριστοῦ Νύμφαι πάναγνοι, δότε κᾀμοὶ
κατ’ ἐχθρῶν τῶν ψυχοφθόρων ἰσχύν.
Θεοτοκίον.
Οὐ κέκτημαι δάκρυα, οὐκ ἔχω
πένθος, οὐδὲ μετάνοιαν, Πάναγνε Παρθένε, ἡ ἐκ
προσώπου ἀφελομένη τῆς γῆς δάκρυον ἅπαν δίδου μοι κατάνυξιν, ἵνα δακρύσας πικρῶς ἐκπλύνω
μου τὴν ψυχήν.
Ωδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ὅλος ἐγὼ
τοῖς πάθεσιν, ἐδουλώθην ὁ δείλαιος, καὶ τοῖς ἀνοήτοις
ὡμοιώθην κτήνεσι, Χριστὲ μὴ
παρίδῃς με, τὸν παραβάτην Σῶν ἐντολῶν, ἀλλ’ ὡς χορηγὸς τῶν ἀγαθῶν δώρησαί μοι, πηγὰς θερμῶν δακρύων, δι’ ὧν τὰς ἀνομίας
ἐκπλύνω μου καὶ τύχω χαρᾶς τῆς τῶν δικαίων.
Κατὰ τὰ
ἔργα Κύριε, τὰ δεινά μου μὴ κρίνῃς με, ταῖς τοῦ Μιχαὴλ καὶ Γαβριὴλ ἐντεύξεσι,
καὶ πάντων τῶν Ἀγγέλων
Σου, παρισταμένων θρόνῳ
τῷ Σῷ,
μηδὲ αἰφνιδίῳ τὴν
ψυχήν μου θανάτῳ, χωρίσῃς Ἐλεῆμον, τοῦ ἀθλίου
μου σκήνους, πρεσβείαις τῆς
Μητρός Σου καὶ πάντων τῶν Ἁγίων.
Νοῦν ἐμπαθῆ καὶ ἄσεμνον,
τὸν ἐμὸν ἁγιάσατε,
πανηγιασμένοι τοῦ Χριστοῦ Ἀπόστολοι,
ὦ Πέτρε μακάριε, σὺν Ἰωάννη
Παῦλε σοφέ, πάντες οἱ λοιποὶ τῶν
Μαθητῶν τοῦ Σωτῆρος, σὺν τῷ σεπτῷ Προδρόμῳ καὶ πᾶσι
τοῖς Ἁγίοις, Προφήταις καὶ Ὁσίοις,
καὶ Μάρτυσι Κυρίου.
Νῦν οἱ πρὸ νόμου Ἅγιοι καὶ ἐν
νόμῳ καὶ χάριτι, Δέσποτα Χριστέ, ὑπὲρ
ἐμοῦ
Σοι δέησιν, προσφέρουσιν ἅπαντες,
καὶ σὺν αὐτοῖς
ἡ θεία πληθύς, τῶν ὑπερκοσμίων
καὶ ἀΰλων ταγμάτων, ὧν ταῖς λιταῖς ἁπάντων,
κατοικτείρησον σῶσον, ψυχὴν ἀπεγνωσμένην
καὶ κατακεκριμένην.
Θεοτοκίον.
Νενεκρωμένην
ζώωσον, συμπτωθεῖσαν ἀνάστησον, τετραυματισμένην τὴν ψυχήν μου ἴασαι, τὸν νοῦν καταστόρεσον, τῶν πειρασμῶν τὰ κύματα, πράϋνον Ἁγνή, καὶ ἐκβοῶντά με σῶσον· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.
Ωδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐξέστησαν Ἀγγέλων αἱ στρατιαί, κατιδοῦσαι τεχθέντα Σε Δέσποτα ἐκ γυναικός, πλεῖστα δὲ θαυμάσια ἐπ’ ἐμοί, εἰ συμπαθῶς ἁρπάσῃς με, Λόγε τῆς γεέννης ἥν ἐμαυτῷ, δι’ ἔργων παρανόμων, ἡτοίμασα ὁ τάλας, ἀκαθαρσίαις μιαινόμενος.
Ἁγίων ἅπας δῆμος Πατριαρχῶν, Προφητῶν Ἀποστόλων
Μαρτύρων τε Ἱεραρχῶν, Ὁσίων Ἀνδρῶν τε καὶ Γυναικῶν, Χριστὸν ἐκδυσωπήσατε
παῤῥησίαν ἔχοντες πρὸς Αὐτόν, τυχεῖν ἡμᾶς ἐλέους,
τοὺς πόθῳ ἐκτελοῦντας, ὑμῶν
τὴν μνήμην πανσεβάσμιοι.
Ὀρθόδοξος ὑπάρχει χριστιανός, ὁ προσώποις τρισὶν ἕνα
Κύριον, ἕνα Θεόν, καὶ ψυχῇ καὶ γλώσσῃ ὁμολογῶν, τοὺς οὕτω γοῦν πιστεύοντας, καὶ ὁμολογήσαντας
χριστιανούς, Τριὰς εὐλογημένη, Πάτερ Υἱὲ καὶ Πνεῦμα, τῆς Βασιλείας Σου ἀξίωσον.
Θεοτοκίον.
Πανύμνητε
Παρθένε Μήτηρ Θεοῦ,
τῶν Ἁγίων
ἁπάντων δεήσεσι, πασῶν ὁμοῦ, Γυναικῶν Μαρτύρων Μοναζουσῶν, ὁ ὕμνος
οὗτος γένοιτο, τῷ Μονογενεῖ Σου Υἱῷ καὶ Σοί, εὐπρόσδεκτος καὶ τέλος, παράσχου δεξιόν μοι, ὅπως σωθῶ, ᾀεὶ δοξάζω Σε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου