Τρίτη, 18 Δεκεμβρίου 2012

Παρακλητικός Κανών Αγίας Μυρόπης Μάρτυρος


Απολυτίκιον. Ήχος α`. Της ερήμου πολίτης.
Καλλιμάρτυς Μυρόπη, και Χριστού Νύμφη άφθορε, νυν Αυτώ παρεστώσα ως ωραία και πάγκαλος, ως λίθους φαιδρούς και διαυγείς, τα στίγματα φέρουσα σαρκός, και αιμάτων την πορφύραν ως βασιλίς περικειμένη ένδοξε, δυσώπει αυτόν υπέρ ημών, των εκ πόθου ευφημούντων σου, ύμνοις επινικίοις και ωδαίς την θείαν άθλησιν.

Ο ν ψαλμός.
Ο κανών της Αγίας.
Ωδή α`. Ήχος α.` Ωδήν επινίκιον.
Δυσώδης και βέβηλος, εγώ υπάρχων, Μυρόπη φερώνυμε, την αγνήν και άμωμον, και ευωδίαν Χριστού, σε ευφημήσαι εγχειρώ, αλλά μοι σύγγνωθι.

Ποθούντι ουν άσμασι, της σης Μυρόπης, υμνήσαι αθλήσεως, τους αγώνας χάριν μοι, εξ ύψωμα των ιερών, κατάπεμψον ταις σαις λιταίς θεοχαρίτωτε.

Τηρούσα αλώβητον, το κατ` εικόνα, Θεού και ομοίωσιν, εκ παιδός αοίδιμε, ηξίωσαι κοινωνός, των παθημάτων του Χριστού, γενέσθαι ένδοξε.
Θεοτοκίον.
Το φως η κυήσασα τον Λυτρωτήν μου, του σκότους με λύτρωσαι, και βασάνων Άχραντε, των αιωνίων εκεί, όπως σωζόμενος υμνώ τα μεγαλεία Σου.

Ωδή γ`. Στερεωθήτω η καρδία μου.
Τω θείω τάφω προσεδρεύουσα, τω της Ερμιόνης Μυρόπη σεπτή, το αναβλύζον εξ αυτού, θείον μύρον διένειμες, και εκ τούτου κλήσιν είληφας, την όντως φερώνυμον.

Του διωγμού κατακρατήσαντος, πάσαν την Ασίαν και δη και την σε, εναγκαμένην απηνώς, την περίπτυστον Έφεσον, την μητρός πατρίδα εύρηκας, την Χίον προσφύγιον.

Την προσευχή αεί σχολάζουσα, και τη εγκρατεία και νήψει σεμνή, τας ακαθέκτους των παθών, ορμάς πάσας ενέκρωσας, και Χριστού μύρον γεγένησαι, βίου καθαρότητι.

Τω θείω πόθω και τω έρωτι, τω του Αθλοφόρου Μυρόπη σεμνή, κατασχεθείσαν την ψυχήν Ισιδώρου απέβαλες, πάντα φόβον και το λείψανον, το τούτου αφήρπασας.
Θεοτοκίον.
Της στειρευούσης διανοίας μου, ακαρπίαν πάσαν απέλασον` και καρποφόρον αρεταίς, την ψυχήν μου ανάδειξον, Παναγία Θεοτόκε των πιστών η βοήθεια.

Κάθισμα. Ήχος δ`. Επεφάνης σήμερον.
Αικισμών ταις στίγμασι, πεποικιλμένη, και βαφαίς αιμάτων σου, πεφοινιγμένη νοερώς, Χριστού εν δόξη παρίστασαι, τω θείω θρόνω, Μυρόπη αοίδιμε.
Θεοτοκίον.
Χαίρε θρόνε πύρινε του Βασιλέως, και λυχνία πάγχρυσε, φωτός του θείου τας ψυχάς, και διανοίας λαμπρύνουσα, των ανυμνούντων Σε Κόρη πανύμνητε.

Ωδή δ`. Εν Πνεύματι προβλέπων.
Ως μέγα σου το έργον, και λίαν θαυμαστόν, πως εις μέσον ήλασας λειψάνου των φρουρών, και αφελούσα Μυρόπη, ως ευψυχίας, ήρεμα πάνυ, και ουκ έγνωσαν το δράμα, οι τηρούντες τούτο στερρόψυχε.

Του πόθου σου τυχούσα, Μυρόπη θαυμαστή, και το θείον λείψανον κατέχουσα χερσίν, ύμνοις ηυλόγεις εδόξαζες εκ καρδίας, Θεού το δώρον τον Ισίδωρον και πίστει, περιπτυσομένη εμύριζες.
Κηδεύσασα εντίμως, το σώμα το σεπτόν, έχαιρες κατέχουσα ως θείον θησαυρόν, αλλά μαθούσα ζητείσθαι προ του τυράννου, τούτο συλήσαι, έφησας ταις ερευνώσι μηδέν πτοηθείσα το θάνατον.
Θεοτοκίον.
Παρθένε Παναγία αμόλυντε σκηνή, μολυνθέντα πταίσμασι καθάρισον με νυν, των οικτιρμών σου ρανίσι καθαρωτάταις, και δος μοι χείρα βοηθείας ίνα κράζω, δόξα σοι Αγνή θεοδόξαστε.


Ωδή ε`. Την σην ειρήνην δος ημίν.
Ανδρικώ φρονήματι γενναία ψυχή, έστης απτοήτως Μυρόπη πανθαύμαστε, προ της τυράννου σοβαρότητος, και καθομολόγεις το σώμα κεκλοφέναι.

Ω θαύμα πως ουκ έπτηξας το λίαν σοβαρόν, και το ιταμόν του τυράννου και άγριον, και την μανίαν και απήνειαν, θαυμαστή Μυρόπη, αλλ` ήλεγξας ευτόλμως.

Πως τούτο ετόλμησας ειπόντος του δεινού, έφης ανδριόφρον την σην καταπτύουσα, ταλαιπωρίαν και ασέβειαν, ω των σων Μυρόπη, λόγω της ευτολμίας;
Θεοτοκίον.
Δυσώπησον ον έτεκες Παρθένε υπέρ νουν, σώζεσθαι τους πίστει σοι κράζοντας, χαίρε Παρθένε Παναμώμητε, χαίρε ευλογημένη, του Κόσμου προστασία.

Ωδή στ`. Τον Προφήτην Ιωνάν.
Υπερβαίνει αληθώς, και υπέρκειται η ση, παρρησία η πολλή, την εκ λόγων τεχνικών, παράστασιν, και διατύπωσιν αξιάγαστε.

Τις ισχύσει εξειπείν, και δηλώσαι ικανώς, και εκφράσαι εναργώς, τον σον πόθον προς Χριστόν, πανεύφημε, δι ον θανάτου κατευμεγέθησας.

Το απτόητον της σης, αξιάγαστε ψυχής, και των λόγων η πολλή, ευτολμίαν τον δεινόν, εξέμυναν, τύραννον Μάρτυς ον εμυκτήρισας.
Θεοτοκίον.
Ευδοκία του Πατρός, εσαρκώθη ο Υιός, διά Πνεύματος Θεού, εν τη μήτρα σου Αγνή, και έσωσε την πριν εικόνα, Θεοκυήτωρ σαφώς.

Κοντάκιον. Ήχος γ`. Η Παρθένος σήμερον.
Φερωνύμως άφθονα, ω Αθληφόρε Μυρόπη, μύρα βρύεις χάριτας, τας των θαυμάτων και νέμεις, άπασι τοις δεομένοις και εκζητούσι, πίστει τε και ευλαβεία προσερχομένοις, τη σορώ σου τη πανσέπτω, ήτις κατέχει Μάρτυς την κόνιν την σην.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Μάρκον (Ἐ΄ 24 - 34).
Τῷ καιρῶ ἐκείνω ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καί συνέθλιβον αὐτόν. Καί γυνή τίς, οὖσα ἐν ρύσει αἵματος ἔτη δώδεκα, καί πολλά παθοῦσα ὑπό πολλῶν ἰατρῶν, καί δαπανήσασα τά παρ’ ἑαυτῆς πάντα, καί μηδέν ὠφεληθεῖσα ἀλλά μᾶλλον εἰς τό χεῖρον ἐλθοῦσα, ἀκούσασα περί τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν, ἤψατο τοῦ ἱματίου αὐτοῦ, ἔλεγε γάρ. Ὅτι, καν τῶν ἱματίων αὐτοῦ ἄψωμαι, σωθήσομαι. Καί εὐθέως ἐξηράνθη ἡ πηγή τοῦ αἵματος αὐτῆς, καί ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπό τῆς μάστιγος. Καί εὐθέως ὁ Ἰησοῦς ἐπιγνούς ἐν ἐαυτῶ τήν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄχλω, ἔλεγε. Τίς μου ἤψατο τῶν ἱματίων; Καί ἔλεγον αὐτῶ οἱ μαθηταί αὐτοῦ. Βλέπεις τόν ὄχλον συνθλίβοντα σέ, καί λέγεις. Τίς μου ἤψατο; καί περιεβλέπετο ἰδεῖν τήν τοῦτο ποιήσασαν. Ἡ δέ γυνή, φοβηθεῖσα καί τρέμουσα, εἰδυία ὅ γέγονεν ἐπ’ αὐτή, ἦλθε, καί προσέπεσεν αὐτῶ, καί εἶπεν αὐτῶ πάσαν τήν ἀλήθειαν. Ὁ δέ εἶπεν αὐτή. Θύγατερ, ἡ πίστις σου σέσωκε σέ, ὕπαγε εἰς εἰρήνην, καί ἴσθι ὑγιής ἀπό τῆς μάστιγός σου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων

Ωδή ζ`. Η κάμινος Σωτήρ εδροσίζετο.
Κελεύσαντος ροπάλοις μαστίζεσθαι, του ιταμού τυράννου το σώμα σου, υπήνεγκας τους πικρούς, κα αλγεινούς πειρασμούς.

Το σώμα σου πληγαίς κατεξαίνετο, ροαίς δε των αιμάτων εχραίνετο, αλλά τω πόθω Χριστού, ήνεγκας τα πάντα στερρώς.

Βαφαίς ταις εξ αιμάτων εφοίνιξας, στολήν παρθενικήν παναοίδιμε, και ενυμφεύθης Χριστώ τω Βασιλεί του παντός.
Θεοτοκίον.
Νεφέλην σε γινώσκω Θεόνυμφε, τον ήλιον της δόξης κυήσασαν, φωταγωγούντα πάντα, τα νυκτώδη μου εγκλήματα.

Ωδή η`. Ον φρίττουσιν Άγγελοι.
Νουμέριον ήσχυνας, τον άμοιρον νοός, και όλως παράφρονα, και θήρα ιταμόν, τον κελεύσαντα σε, εις αισχύνην την σην, εκ των πλοκάμων έλκεσθαι εν τη Πόλει.

Αικίζοντες άπαν σου, το σώμα αφειδώς, και έλκοντες βίαν σε εκ των της κεφαλής, πλοκάμων παρθένε του θανάτου εγγύς, είασαν Μυρόπη εν τω δεσμωτηρίω.

Νυκτός ευχομένη σου, θερμώς εν τη ειρκτή, φως μέγα επέλαμψε, και Άγγελοι φαιδροί, επέστησαν άφνω, και ο σος, ποθητός, Ισίδωρος έφη ειρήνη σοι Μυρόπη.
Θεοτοκίον.
Ανάστησον κείμενον εις βάθη με κακόν, τους νυν πολεμούντας με πολέμησον εχθρούς` τρωθείσαν ατόποις ηδοναίς την ψυχήν, Αγνή μη παρίδης, αλλ` οίκτειρον και σώσον.

Ωδή θ`. Την φωτοφόρον νεφέλην.
Την λαμπροτάτην ψυχήν σου, η των Αγγέλων χορεία, συν Ισιδώρω τω κλεινώ, μετ` ειρήνης λαβόντες, ανήγαγεν εις ουρανούς, Χριστώ τω Νυμφίω σου ως άμωμος, ον συνέταξε ταύτην ταις Παρθένοις, εις παστάδα νοητήν.

Της αληθούς αφθορίας, την φανωτάτην λαμπάδα, κατέχουσα εν ταις χερσί, και διάδημα κάλλους, και αλουργίδα μυστικήν, χρωσθείσαν βαφαίς ταις των αιμάτων σου, Αθληφόρε λαμπρώς περικειμένη, βασιλεύεις συν Χριστώ.

Των αικισμών τας οδύνας, και ελκηθμούς, των πλοκάμων και σπαραγμούς της κεφαλής, και αιμάτων την χύσιν, και τα του σώματος παντός, πανίερα στίγματα προσάγαγε, τω Χριστώ, εις πρεσβείαν, υπέρ πάντων, των τιμώντων σε πιστώς.
Θεοτοκίον.
Φιλαμαρτύρων υπάρχων, εν αμελεία διάγω, και το κριτήριον Αγνή, το αδέκαστον τρέμω` εν ω με τήρησον ταις σαις, αγίαις δεήσεσι Θεόνυμφε, ακατάκριτον όπως ως προστάτην, μακαρίζω Σε Αγνή.

Αξιον εστί….
Μεγαλυνάριο
Ἦχος γ΄
Χίου Πρωτομάρτυς ἐν γυναιξί ἐδείχθης, Μυρόπη, προσενέγκασα τῷ Χριστῷ τό αἷμά σου ὡς μῦρον ἐκχέον εὐωδίαν, δι’ ὅ οἱ Χῖοι πάντες ὕμνοις τιμῶμεν σε.

Πάσαι …

Εις τους Αίνους. Ήχος δ`. Ως γενναίον εν Μάρτυσι.
Τω Χριστώ θείω έρωτι, τετρωμένη πανεύφημεχαίρουσα εισέδραμες εις το στάδιον του μαρτυρίου, και ήνεγκας, αικίαις και τραύματα, και κατέβαλες εχθρών, την οφρύν, και το φρύαγμα, τη ενστάσει σου, Αθληφόρε Μυρόπη, και το στέφος εκομίσω και τα γέρα, των σων αγώνων επάξια.

Το πανίερον λείψανον, Ισιδώρου πανθαύμαστε ανδρικώς αρπάσασα και κηδεύσασα, και ως προστάτην πλουτήσασα, αυτόν ακαταίσχυντον, τον λαμπρόν εν Αθληταίς, υπεισήλθες τα σκάμματα της αθλήσεως, καλλιμάρτυς Μυρόπη ος επέστη, εν ειρκτή σοι βηβλημένη, θείαν ειρήνην δωρούμενος.

Τους τελούντας την μνήμην σου, και τους άθλους γεραίροντας, σκέπε φρούρει φύλαττε, ταις πρεσβείαις σου, ταις ευπροσδέκτοις προς Κύριον, Μυρόπη πανεύφημε καλλιμάρτυς του Χριστού, Αθληφόρε αήττητε, και περίδοξε, εκ παντοίων δεινών τε και κινδύνων, και λοιμού, του φρικαλαίου, αεί την έφοδον κώλυε. [Δις].

Δόξα. Ήχος πλ. Δ`.
Μάγους αστή οδηγήσας, δορωφόρους σοι τω νοητώ της δικαιοσύνης ηλίω παρέστησε, Χριστέ ο Θεός, υπέρ ημών νηπιάσαντι, το φως δε του θείου νόμου την καλλιπάρθενον Μυρόπη ποδηγετήσαν, εν δεξιά καθημένω του Πατρός, αντί μεν χρυσού, την της παρθενίας λαμπρότητα, αντί δε λιβάνου, φερωνύμως τα μύρα των αρετών, και αντί σμύρνης, τον υπέρ σου εκούσιον θάνατον, δωροφορούσαν ανήγαγεν` ην ταις ευπροσδέκτοις πρεσβείαις, και ημάς αξίωσον τηρήσαι τας σωτηρίου σου εντολάς, και σώσον ως Αγαθός και Φιλάνθρωπος.

Απολυτίκιον. Ήχος α`. Της ερήμου πολίτης.
Καλλιμάρτυς Μυρόπη, και Χριστού Νύμφη άφθορε, νυν Αυτώ παρεστώσα ως ωραία και πάγκαλος, ως λίθους φαιδρούς και διαυγείς, τα στίγματα φέρουσα σαρκός, και αιμάτων την πορφύραν ως βασιλίς περικειμένη ένδοξε, δυσώπει αυτόν υπέρ ημών, των εκ πόθου ευφημούντων σου, ύμνοις επινικίοις και ωδαίς την θείαν άθλησιν.


Κοντάκιον
Ἦχος γ΄
Φερωνύμως ἄφθονα, ὦ Ἀθληφόρε Μυρόπη, μῦρα βρύεις χάριτας, τάς τῶν θαυμάτων καί νέμεις, ἅπασι τοῖς δεομένοις καί ἐκζητοῦσι, πίστει τε καί εὐλαβείᾳ προσερχομένοις, τῇ σορῷ σου τῇ πανσέπτῳ, ἥτις κατέχει Μάρτυς τήν κόνιν τήν σήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου