Δευτέρα 12 Δεκεμβρίου 2011

Παράκληση εις τους Αγίους Ευστράτιον, Αυξέντιον, Ευγένιον, Μαρδάριον και Ορέστην τους μάρτυρας. 13 Δεκεμβρίου




ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΜΑΡΤΥΡΑΣ
ΕΥΣΤΡΑΤΙΟΝ, ΑΥΞΕΝΤΙΟΝ, ΕΥΓΕΝΙΟΝ,
ΜΑΡΔΑΡΙΟΝ ΚΑΙ ΟΡΕΣΤΗΝ
                               
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

Εὐλογησαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ' ὃ τὸ Θεὸς Κύριος καὶ τὸ ἑξῆς.
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τοὺς καταφεύγοντας ὑμῶν τῇ πρεσβείᾳ, καὶ ἐκζητοῦντας τὴν ὑμῶν προστασίαν πάσης ἀνάγκης ῥύσασθε καὶ θλίψεως, ἔνδοξε Εὐστράτιε, καὶ Αὐξέντιε μάκαρ, Εὐγένιε, Μαρδάριε, καὶ Ὀρέστα θέοφρον, καὶ ἐξαιτεῖσθε πάντοτε ἡμῖν, λύσιν πταισμάτων, καὶ χάριν καὶ ἔλεος.

Δόξα. Ἦχος δ'. Ταχὺ προκατάλαβε
Πεντάριθμον φάλαγγα τῶν Ἀθλοφόρων Χριστοῦ· ὑμνήσωμεν ᾄσμασι σὺν φιλεόρτοις πιστοὶ Εὐστράτιον πάνσοφον, ἔνδοξόν τε Ὀρέστην καὶ Μαρδάριον θεῖον, ἅμα σὺν Εὐγενίῳ καὶ Αὐξέντιον θύτην· αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν' Ψαλμός. Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς· «Μαρτύρων σῷζε Λόγε λιταῖς μέ. Γερασίμου»
δὴ α'. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας
Μαρτύρων χορεία ἡ ἐκλεκτή, Εὐστράτιε μάκαρ, καὶ Αὐξέντιε  ἱερέ, Εὐγένιε ἅμα καὶ Ὀρέστα, σὺν Μαρδαρίῳ τὸν ὕμνον μου δέξασθε.

Ἀθλήσει νεκρώσαντες τὸν ἐχθρόν, τῆς τούτου κακίας, διασώσατε ἀσινεῖς, πεντάριθμοι Μάρτυρες Κυρίου, τοὺς προσιόντας ὑμῖν μετὰ πίστεως.

Ῥυσθῆναί με πάσης ἐπιβουλῆς, καὶ πάσης ἀνάγκης, κατὰ σῶμά τε καὶ ψυχήν, τῷ Κτίστῃ πρεσβεύσατε τῶν ὅλων, θαυματουργοὶ Ἀθλοφόροι πεντάριθμοι.
Θεοτοκίον
Τὸν πάντων Δεσπότην καὶ Ποιητήν, λυτρούμενον κόσμον, παραβάσεως χαλεπῆς ἀφράστως τεκοῦσα Θεοτόκε, τῆς τῶν παθῶν δεσποτείας με λύτρωσαι.
δὴ γ'. Οὐρανίας ἁψίδος

Ὑπερήφανον ὄφιν, τὸν καθ' ἡμῶν πάντοτε, τρόποις ἐφορμῶντα ποικίλοις, κατασυντρίψατε, Ἅγιοι Μάρτυρες, καὶ ἐν εἰρήνῃ τελείᾳ, τὴν ζωὴν τηρήσατε, ἡμῶν δεόμεθα.
Ῥέει ἄφθονος χάρις, οἷα πηγὴ ἄϋλος, ἡ σορὸς ὑμῶν τῶν λειψάνων, Ἅγιοι Μάρτυρες, καὶ κατευφραίνει ἀεί, καὶ ἁγιάζει καὶ σῴζει, δωρεᾷ τῇ κρείττονι, ἡμᾶς ἑκάστοτε.
Ὡς Χριστοῦ στρατιῶται, πάσης φθορᾶς ῥύσασθε, ἔνδοξε Εὐστράτιε Μάρτυς θεῖε Αὐξέντιε, σὺν Εὐγενίῳ ὁμοῦ, καὶ Μαρδαρίῳ, Ὀρέστα, τοὺς θερμῶς προστρέχοντας, ὑμῶν τῇ χάριτι.
Θεοτοκίον
Νεκρωθεὶς τῇ κακίᾳ, γέλως ἐχθρῷ πρόκειμαι· ἀλλ' ὡς τὴν ζωὴν τῶν ἁπάντων σαρκὶ κυήσασα, ζώωσον Ἄχραντε, τὴν νεκρωθεῖσαν ψυχήν μου, καὶ ζωῆς τῆς κρείττονος, μέτοχον δεῖξόν με.

Διάσωσον ἡ πενταυγὴς τῶν Ἁγίων Μαρτύρων φάλαγξ, πάσης βλάβης καὶ ἐπηρείας καὶ θλίψεως, τοὺς αἰτουμένους τὴν θείαν ἡμῶν προστασίαν.

Ἐπίβλεψον,  ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε,  ἐπὶ  τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β'. Πρεσβεία θερμὴ
Προστάται θερμοί, καὶ θεῖοι ἀντιλήπτορες, καὶ πρέσβεις ἡμῶν, πρὸς Κύριον ὑπάρχοντες, Εὐστράτιε, Αὐξέντιε, καὶ Ὀρέστα ὁμοῦ καὶ Μαρδάριε, σὺν Εὐγενίῳ τῷ κλεινῷ, παντοίων κινδύνων ἡμᾶς ῥύσασθε.


δὴ δ'. Εἰσακήκοα Κύριε

Συνοδεία πεντάριθμε, Ἅγιοι Κυρίου Μεγαλομάρτυρες, τῇ δοθείσῃ ὑμῖν χάριτι, τάς ἡμῶν ἐννοίας χαριτώσατε.

Ὡς πηγὴ ἁγιάσματος, ἡμῶν τῶν λειψάνων ἡ θήκη Ἅγιοι, ἰαμάτων βλύζει νάματα, καὶ καθαγιάζει τοὺς προστρέχοντας.

Ζωτικαῖς ἐπισκέψεσι, τῆς ζωῆς τὰς τρίβους ἡμῶν εὐθύνατε, πρὸς Θεοῦ τὸ θεῖον θέλημα, Ἀθληταὶ Κυρίου ἀξιάγαστοι.

Θεοτοκίον
Ἐπηρείας τοῦ δράκοντος, τῆς ἐκπιεζούσης καὶ τυραννούσης με ταῖς ῥοπαῖς, ταῖς πρὸς τὰ χείρονα, ῥῦσαί με Παρθένε ὡς φιλάγαθος.

δὴ ε'. Φώτισον ἡμᾶς
Λύχνοι φαεινοί, Ἐκκλησίας θεῖοι Μάρτυρες, τῷ φωτὶ τῆς ἀντιλήψεως ἡμῶν, νοσημάτων ἐξ ἡμῶν τὸ σκότος λύσατε.

Ὅμιλε στερρέ, στρατιῶται Χριστοῦ ἄριστοι, πρὸς ἀρίστους ἐπιδόσεις ἀρετῶν, κατευθύνατε ἡμῶν τὰ διαβήματα.

Γένοιτο ἡμῖν, ἡ πρεσβεία ὑμῶν Μάρτυρες, ἐν κινδύνοις προστασία ἀσφαλής, πειρασμῶν ἀποσοβοῦσα ἐπανάστασιν.

Θεοτοκίον
Ἔργοις τῷ ἐχθρῷ, συνηθείᾳ εἴκω πάντοτε· ἀλλὰ τούτου τῆς ἀπάτης καὶ φθορᾶς, θείῳ φόβῳ με ἀπάλλαξον Πανάμωμε.

δὴ στ'. Τὴν δέησιν, ἐκχεῶ

Λαπτῆρες, τῆς τοῦ Κυρίου ἀγάπης, ὦ Εὐστράτιε θεόσοφε μάρτυς, σὺν Αὐξεντίῳ, Εὐγένιε μάκαρ, καὶ σὺν Ὀρέστῃ, θεόφρον Μαρδάριε, ἐν ὁμονοίᾳ ἀσφαλεῖ, καὶ ἀγάπῃ ἡμᾶς συντηρήσατε.

Ἰάσασθε, τῶν ψυχῶν τὰς ὀδύνας, καὶ τοῦ σώματος δεινὰς καχεξίας, τῶν προσιόντων ὑμῶν τοῖς λειψάνοις, ἐν εὐλαβείᾳ καὶ πίστει ἑκάστοτε, Εὐστράτιε θαυματουργέ, μετὰ τῶν συμμαρτύρων σου Ἅγιε.

Τὸν πάντων, Δημιουργὸν καὶ Δεσπότην, ἱλεώσασθε ἡμῖν ἀθλοφόροι, ἵνα ῥυσθῶμεν παθῶν καὶ κινδύνων, καὶ τῆς μελλούσης φρικτῆς ἀποφάσεως, Εὐστράτιε θαυματουργέ, μετὰ τῶν συμμαρτύρων σου ἔνδοξε.

Θεοτοκίον
Ἀγγέλων ὑψηλότερα ὑπάρχεις, πολλῷ πλεῖον ὡς Θεὸν τετοκυῖα, Εὐλογημένη Ἁγνὴ Θεοτόκε· ὅθεν τὸν νοῦν μου ἀνύψωσον δέομαι, ἀπὸ κοπρίας τῶν παθῶν πρὸς ὑψώσεις ζωῆς τῆς βελτίονος.

Διάσωσον ἡ πενταυγὴς τῶν Ἁγίων Μαρτύρων φάλαγξ, πάσης βλάβης καὶ ἐπηρείας καὶ θλίψεως, τοὺς αἰτουμένους τὴν θείαν ὑμῶν προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν   ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β' Τοῖς τῶν αἱμάτων σου

Μαρτυρικὴ διαπρέποντες χάριτι, τῶν ἐν ἀνάγκαις προΐστασθε Μάρτυρες, τῶν πόνων τὰ βάρη κουφίζοντες, καὶ τὴν ὑγείαν τοῖς πάσχουσι νέμοντες, Εὐστράτιε, μετὰ τῶν συνάθλων σου.
Τὸ Προκείμενον.
          Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Καὶ τὸ Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων ἐπιβαλοῦσι γὰρ ἐφ' ὑμᾶς τάς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ἡμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τάς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι, πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν, καὶ συγγενῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τάς ψυχὰς ὑμῶν.

Δόξα. Ταῖς τῶν ἀθλοφόρων... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...
Καὶ τὸ τροπάριον, Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι

Μάρτυρες πεντάριθμοι, τῶν Ἀθλοφόρων ἡ δόξα, εὐσεβῶν οἱ πρόμαχοι, Ἐκκλησίας θέμεθλοι ἀρραγέστατοι, πειρασμῶν ῥύσασθε, καὶ παντοίων πόνων, τοὺς θερμὼς ὑμῖν προστρέχοντας, ἡμῖν αἰτούμενοι, ἄφεσιν πταισμάτων καὶ ἴασιν, πάσης πληγῆς καὶ μάστιγος, καὶ βιοτικῆς περιστάσεως, Εὐστράτιε παμμάκαρ, Αὐξέντιε, Ὀρέστα οἱ κλεινοί, σὺν Εὐγενίῳ, Μαρδάριε, Ἀσωμάτων σύσκηνοι.

δὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας

Ἰαμάτων τὰ ῥεῖθρα, ἀναβλύζοντες κόσμῳ Ἅγιοι Μάρτυρες, δεινῶν ἀρρωστημάτων, καὶ πόνων βαρυτάτων, πῦρ τὸ ἄσπετον σβέσατε, καὶ εὐρωστίαν ἡμῖν, καὶ εὐφροσύνην δότε.

Συνοδεία ἀρίστη, τῶν Ἁγίων Μαρτύρων ἡ θεοσύλλεκτος, Εὐστράτιε παμμάκαρ, Αὐξέντιε, Ὀρέστα, καὶ θέοφρον Μαρδάριε, σὺν Εὐγενίῳ ὁμοῦ, ἡμᾶς περιφρουρεῖτε.

Μἀρτυρίου τὴν τρίβον, διανύσαντες σθένει τοῦ θείου Πνεύματος, σθενώσατε τὸν νοῦν μου, πρὸς τρίβον μαρτυρίου,
τοῦ Θεοῦ ἀεὶ βαίνειν με, ταῖς ἱκεσίαις ὑμῶν, πεντάριθμοι
ὁπλῖται.
Θεοτοκίον
Ἐμακρύνθην Παρθένε, τῆς ὁδοῦ τῆς ἀγούσης πρὸς τὰ οὐράνια, καὶ ἄγομαι ἀβούλως, τρίβους ἀπωλείας, ἀλλὰ σύ με ἀνθέλκυσον, πρὸς ἐνταλμάτων Χριστοῦ, πορείαν τὴν ἁγίαν.
δὴ η'. Τὸν Βασιλέα
 Γαλήνην θείαν, καὶ εὐπραγίαν ἐν βίῳ, χορηγήσατε ὑμῶν τῇ προστασίᾳ τοῖς ὑμᾶς τιμῶσι, Μάρτυρες τοῦ Σωτῆρος.

Ὁ  ἐκ τῶν ἁγίων, ἡμῶν λειψάνων πηγάζει, χάρις ἄφθονος Μάρτυρες Ἀθλοφόροι καὶ καθαγιάζει, ὑμῶν τάς διανοίας.

Ῥῦσαι Οἰκτίρμον, πάσης ἀνάγκης καὶ βλάβης, ταῖς δεήσεσι τῶν θείων σου Μαρτύρων, τοὺς ἐν μετανοιᾳ προσπίπτοντάς σοι Λόγε.

Θεοτοκίον

 Ἄνευ ὠδίνων, τὸν Θεὸν Λόγον τεκοῦσα, τῆς καρδίας μου τάς χαλεπὰς ὀδύνας, ἴασαι, Παρθένε, καὶ λάμπρυνον τὸν νοῦν μου.

δὴ θ'. Κυρίως Θεοτόκον

Συνόντες τοῖς ἀγγέλοις, σὺν αὐτοῖς αἰτεῖσθε, ὑπὲρ ὑμῶν ἀθλοφόροι τὸν Κύριον, ἵνα ῥυσθῶμεν κινδύνων καὶ περιστάσεων.

Ἰλύος ἁμαρτίας, ταῖς ὑμῶν πρεσβείαις, καὶ νοσημάτων καὶ θλίψεων ῥύσασθε τοὺς προσιόντας τῇ σκέπῃ ὑμῶν μακάριοι.

Μαρτύρων συναυλία, Εὐστράτιε θέοφρον, σὺν τοῖς ἁγίοις συνάθλοις σου πάντοτε, ὑπὲρ ὑμῶν τῇ Τριάδι θερμῶς πρεσβεύσατε.

Ὁλόφωτον  παστάδα,  νῦν  περιπολοῦντες,  δεδοξασμένοι πεντάριθμοι Μάρτυρες ἐκ σκοτασμοῦ παθημάτων ἡμᾶς λυτρώσασθε.

Θεοτοκίον
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, τῆς χαμαιζήλου ῥοπῆς τε καὶ σχέσεως, ἵνα τὴν δόξαν θεάσωμαι τῆς σῆς χάριτος.

Τὸ Ἄξιόν ἐστιν. Καὶ τὰ Μεγαλυνάρια ταῦτα.

Χαίροις τῶν Μαρτύρων φάλαγξ σεπτή, Εὐστράτιε μάκαρ, καὶ Αὐξέντιε ἱερέ, σὺν τῷ Εὐγενιῳ, Μαρδάριε, Ὀρέστα, τῆς Ἐκκλησίας στῦλοι οἱ ἀρραγέστατοι.

Σοφίᾳ καὶ χάριτι θεϊκῇ, καὶ λόγῳ ἐκλάμπων, ἠγωνίσω μαρτυρικῶς, Εὐστράτιε μάκαρ καὶ μιμητάς σου ἔσχες, τοὺς μετὰ σοῦ ἀθλήσαντας καρτερώτατα.

Πεντάριθμε δῆμε τῶν ἀθλητῶν, Εὐστράτιε μάκαρ καὶ Αὐξέντιε ἱερέ, Μαρδάριε, Ὀρέστα, ἡμῶν τάς ἱκεσίους δεήσεις δέξασθε.

Χαίρετε ὁπλῖται Χριστοῦ στερροί· χαίρετε προστάται, εὐσεβούντων καὶ ἀρωγοὶ· χαίρετε οἱ πάντων, πληροῦντες τὰς αἰτήσεις, πεντάριθμοι Κυρίου Μεγαλομάρτυρες.

Οἷα πολυτίμητον θησαυρόν, ὑμῶν τῶν λειψάνων, θησαυρίσαντες τὴν σορόν, ἐξ αὐτῶν ὑγείαν, καρπούμεθα καὶ ῥῶσιν, γενναῖοι Ἀθλοφόροι Χριστοῦ πεντάριθμοι.

Πάσης δυσπραγίας, πάσης πληγῆς, δεινῶν νοσημάτων, καὶ κινδύνων καὶ συμφορῶν, ἀσινῆ τηρεῖτε, ἡμῶν ἀεὶ τὸν βίον, πεντάριθμοι ὁπλῖται Χριστοῦ δεόμεθα.
Πᾶσαι τῶν Ἀγγέλων ...
Τὸ Τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενής.
Καὶ τὸ παρόν, Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου

Μάρτυρες Χριστοῦ πανευκλεεῖς, ἔνδοξε Εὐστράτιε μάκαρ, θεῖε Αὐξέντιε, ἅγιε Εὐγένιε, σεπτὲ Μαρδάριε καὶ Ὀρέστα μακάριε, ἡμῶν τάς δεήσεις, εὐμενῶς προσδέξασθε, καὶ πᾶσι δίδοσθε, λύσιν πειρασμῶν τῶν ἐν βίῳ, καὶ πολυειδῶν συμπτωμάτων, καὶ παρὰ Θεοῦ πταισμάτων ἄφεσιν.

Δέσποινα πρόσδεξαι. Τὴν πᾶσαν ἐλπίδα μου...
Καὶ ἀπόλυσις.
Δίστιχον
Πεντάριθμοι Μάρτυρες τῇ παρακλήσει
Γερασίμου νεύσατε ἣν ὑμῖν φέρει.
http://analogion.gr/glt/texts/Dec/13a1.uni.htm#parak

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου