Ψαλλομένη
τῇ 11η Μαΐου
Ποίημα
Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
ΜΙΚΡΟΣ
ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους
δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ὅλην ἐκ
νεότητος, σαὐτὴν Θεῷ ἀνατέθεικας, Ὀλυμπία ἀοίδιμε, καὶ χαίρουσα ἔδραμες, ἐν
Μονῇ τῇ θείᾳ, Καρυῶν τῆς Λέσβου, ἀγγελικὴν διαγωγήν, βιωσαμένη ἐνθέῳ ἔρωτι, καὶ
πόνοις τῆς ἀθλήσεως, καὶ μαρτυρίου τοῖς αἵμασι, τὸν ἐχθρὸν κατεπάτησας, ὡς
παρθένος πολύαθλος.
Θῆρες ὥσπερ
ἄγριοι, οἱ πειραταὶ ἐπιθέμενοι, τῇ σῇ ποίμνῃ πανεύφημε, ταύτην διεσκόρπισαν,
φονικῇ μανίᾳ, καὶ σὲ πολυτρόποις, καὶ ἀνυποίστοις αἰκισμοῖς, ὑποβαλόντες πικρῶς
ᾐκίσαντο· ἀλλ’ ἤνεγκας ὡς ἄσαρκος, τὴν τῶν μελῶν σου κατάφλεξιν, Ὀλυμπία καὶ
ἔδραμες, πρὸς Χριστὸν τὸν Νυμφίον Σου.
Ἄγνωστα
διέμειναν, χρόνοις πολλοῖς καλυπτόμενα, τῷ τῆς λήθης καλύμματι, τὰ τοῦ
μαρτυρίου σου, ἆθλα Ὀλυμπία, ἀλλ’ ἐν ταῖς ἡμέραις, ἡμῶν προνοίᾳ θεϊκῇ, γῆθεν τὰ
πάντα πιστοῖς ἐγνώσθησαν, καὶ ἅπαντες ἐθαύμασαν, μετὰ τῶν θείων λειψάνων σου,
ἐφευρόντες τὰ ὄργανα, τοῦ φρικτοῦ μαρτυρίου σου.
Ὤφθης ἐν
ὁράματι, τῇ εὐδοκίᾳ τοῦ κρείττονος, Ὀλυμπία πανθαύμαστε, ἀνδρὶ τῷ θεόφρονι, καὶ
τούτῳ ἐξεῖπας, τὴν σεπτήν σου κλῆσιν, καὶ τὴν πατρίδα σου σεμνή, καὶ τῆς
ἀθλήσεως τὰ παλαίσματα, ὅπερ οὐδεὶς ἠπίστατο, καὶ τὰ σὰ τίμια λείψανα, ὑπὸ γῆν
ὄντα πρότερον, εὐλαβῶς ἀνεκόμισαν.
Δόξα. Ἦχος β΄.
Θαυμαστὸς εἶ
Κύριε ἐν τοῖς Ἁγίοις Σου, ὁ ἐν αὐτοῖς δοξασθείς, καὶ λαμπρῶς αὐτοὺς δοξάσας, ἐν
σημείοις καὶ τέρασι, καὶ θαυμάτων ἐνεργείας· ἰδοὺ γὰρ Ὀλυμπία ἡ ἔνδοξος, ἡ Ὁσία
καὶ Μάρτυς, ἐτῶν πολλῶν ἐλίξεσι, κεκρυμμένην ὑπὸ γῆν, ἄρτι ἡμῖν ἀνέθορεν, ὡς
κρίνον εὐῶδες, ἁγιασμοῦ ὀσμὴν παρέχουσα, καὶ τὴν δόξαν ἣν ἐκτήσατο, τοῖς
πιστοῖς ἐκφαίνουσα. Αὐτῇ οὖν βοήσωμεν· Ὁσιομάρτυς θεόφρον, τῷ σῷ Νυμφίῳ Χριστῷ
πρέσβευε, ἱλασμὸν ἡμῖν δοῦναι, καὶ κινδύνων ἀπολύτρωσιν.
Καὶ νῦν. Τῆς
ἑορτῆς.
Ἀπόστιχα. Ἦχος
β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὤφθης ἀπὸ
παιδός, ἀνάθημα Κυρίῳ, θεόφρον Ὀλυμπία, καὶ μαρτυρίου πόνοις, νομίμως
ἠνδραγάθησας.
Στ. Ὑπομένων
ὑπέμεινα τὸν Κύριον καὶ πρόσχε μου καὶ εἰσήκουσε τὴν φωνὴν τῆς δεήσεώς μου.
Σῶμά σου τὸ
σεπτόν, περονηθεῖσα ἥλοις, χερσὶ ταῖς μιαιφόνοις, διήνυσας ἀνδρείως, τὸ σκάμμα
τῆς ἀθλήσεως
Στ. Καὶ
ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ἤσκησας ἱερῶς,
τῶν Καρυῶν τῇ Μάνδρᾳ, καὶ ἤνυσας ἐν ταύτῃ, ἀθλητικοὺς ἀγῶνας, Ὁσιομάρτυς
πάνσεμνε.
Δόξα. Τριαδικόν.
Ῥῦσαι τὸν Σὸν
λαόν, Τρισήλιε Θεότης, Πάτερ Υἱὲ καὶ Πνεῦμα, λιταῖς τῆς Ὀλυμπίας, πάσης ἐχθρῶν
κακώσεως.
Καὶ νῦν.
Θεοτοκίον.
Ὄμμα τὸ τῆς
ψυχῆς, ἡ Ὀλυμπία κόρη, ἔχουσα ἀνενδότως, πρὸς Σὲ Θεογεννῆτορ, ἠγώνισται ὡς
ἄσαρκος.
Νῦν ἀπολύεις,
Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως μονάσασα
τῶν Καρυῶν τῇ Μονῇ, ἐν ταύτῃ ἐνήθλησας τῶν πειρατῶν τῇ χειρί, κτανθεῖσα
θεόληπτε· ὅθεν ἄρτι γνωσθεῖσα, ἐπινεύσει τῇ θείᾳ, ἔδειξας Ὀλυμπία, τὴν σὴν
ἄθλησιν πᾶσι· διό σε Ὁσιομάρτυς, Χριστοῦ μακαρίζομεν.
Δόξα. Ἕτερον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Θεῷ ἀνατεθεῖσα
ἐκ νεότητος πάνσεμνε, ἐμόνασας ὁσίως, καὶ ἀνδρείως ἐνήθλησας· διὸ ἐπιφανεῖσα
μυστικῶς, ἐδήλωσας τὴν ἄθλησιν τὴν σήν, ἣ ὑμνοῦμεν Ὀλυμπία ᾀσματικῶς βοῶντες
Ὁσιομάρτυς· δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ τοῖς Ἁγίοις Ἀθληταῖς, λαμπρῶς σε
ἀριθμήσαντι.
Καὶ νῦν. Τῆς
ἑορτῆς.
Ἀπόλυσις.
ΜΕΓΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν
Προοιμιακόν τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄
καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τῆς Ἁγίας. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὤμοις, τοῦ Σωτῆρος τὸν Σταυρόν, Μῆτερ
ἀπαλῶν ἐξ ὀνύχων, προθύμως ἄρασα, χαίρουσα προσέδραμες, τῶν Καρυῶν τῇ Μονῇ, τῇ
ἐν Λέσβῳ καὶ πράξεσιν, ἐμπρέψασα θείαις, ταύτης θείῳ Πνεύματι, ἡγήσω πάνσεμνε·
ὅθεν καὶ Μαρτύρων τοὺς ἄθλους, ἤνυσας στεῤῥῶς Ὀλυμπία, καὶ Ὁσιομάρτυς ὤφθης
ἔνδοξος.
Ὅτε, μιαιφόνοι πειραταί, ἦλθον τῇ
Μονῇ σου θεόφρον, καὶ διεσπάραξαν, τὴν ἁγίαν ποίμνην σου, ὡς θῆρες ἄγριοι, ὡς
ἀμνάδα σε ἔνθεον, Χριστοῦ τοῦ Σωτῆρος, πόνοις ἐθανάτωσαν, καὶ ἀλγηδόσι πικραῖς·
ὅθεν πρὸς ἀθάνατον λῆξιν, ἤρθης εὐκλεῶς Ὀλυμπία, καὶ τῆς ἄνω δόξης κατηξίωσαι.
Ὄψει, καθωράθης μυστικῇ, μετὰ
πολυχρόνιον Μάρτυς, ἐν γῇ κατάκρυψιν, καὶ σαφῶς ἐδήλωσας, τὴν θείαν κλῆσίν σου,
καὶ πατρίδος τὸ ὄνομα, ἡμῖν Ὀλυμπία, καὶ τοῦ μαρτυρίου σου, τὰς ἀνυποίστους
ποινάς· θάμβους δὲ ἐπλήσθησαν πάντες, ὅτε σου τὰ λείψανα εὗρον, καὶ τὸν σὲ
δοξάσαντα ἐδόξασαν.
Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν
Μάρτυσι.
Ὡς ἀνδρείως ὑπέμεινας, τῶν βαρβάρων
τὴν ἔφοδον, Ὀλυμπία ἔνδοξε θείῳ ἔρωτι, μαρτυρικῶς ἠνδραγάθησας, καὶ πᾶσαν
κατέβαλες, τὴν μανίαν τοῦ ἐχθροῦ, κατὰ σοῦ ἐφορμήσαντος, τῇ ἐνστάσει σου· διὰ
τοῦτο θαλάμων οὐρανίων, μυστικῶς κατηξιώθης, Ὁσιομάρτυς πανθαύμαστε.
Ταῖς λαμπάσι τὸ σῶμά σου, ἐχθρικῇ
ἰταμότητι, φλεγομένη πάνσεμνε ἐκαρτέρησας· πῦρ γὰρ τὸ θεῖον ἐγκάρδιον, δροσίζον
σε ἔσχηκας, Ὀλυμπία θαυμαστή, ἐμπαρεῖσα τὰ ὦτα δέ, ὥσπερ ἄσαρκος, πυρωθέντι
σιδήρῳ τὸν ἀγῶνα, ἐξετέλασας τὸν θεῖον, καὶ πρὸς Χριστὸν ἀνελήλυθας.
Ὡς ἐγνώσθησαν ἅπασι, τὰ τοῦ βίου σου
πάνσεμνε, καὶ τὰ εἶδη ἅπαντα τῆς ἀθλήσεως, τῇ μυστικῇ ἐμφανείᾳ σου, δυνάμει τοῦ
Πνεύματος, ἑορτήν σοι ἱεράν, συγκροτοῦμεν γηθόμενοι, μακαρίζοντες, μετὰ σοῦ,
τοὺς σὺν σοὶ ἐνηθληκότας, Καρυῶν τῇ θείᾳ Μάνδρᾳ, Ὁσιομάρτυς ἀήττητε.
Δόξα. Ἦχος πλ. β΄.
Μοναστικῶς βιώσασα, καὶ ἀθλητικῶς
τελειωθεῖσα, δι’ ἀμφοτέρων Χριστῷ εὐηρέστησας, Ὁσιομάρτυς Ὀλυμπία· ἀγάπῃ γὰρ
θείᾳ ἐπορεύθης, τὴν ὁδὸν τῶν θείων ἐντολῶν, καὶ πρὸς τὸν σκοπὸν τῆς ἄνω
κλήσεως, ὡς ἐπόθεις κατέπαυσας· ὅθεν τὰ σά, ἄγνωστα ἐτέλει τοῖς πιστοῖς, ὑπὸ
χρόνιον κατάκρυψιν ὄντα, καὶ ἔναγχος ἡμῖν φανερωθέντα, ἐπιστασίαις θείαις,
ἅπαντα διήγειραν, πρὸς αἶνον καὶ δόξαν Χριστοῦ τοῦ Θεοῦ, τοῦ ἐνδοξαζομένου ἐν
τοῖς Ἁγίοις Αὐτοῦ. Διὸ καὶ ἡμεῖς, ἐν μυήσει γενόμενοι τῶν σῶν καμάτων, τὴν σὴν
ἁγίαν μνήμην ἑορτάζομεν, καὶ πιστῶς βοῶμέν σοι· ὡς Ὁσίων καὶ Μαρτύρων κοινωνός,
σὺν αὐτοῖς ἱκέτευε δεόμεθα, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον
τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. λ΄
10-26).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει;
τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ᾿ αὐτῇ ἡ καρδία
τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ
ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν
εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν,
συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα
τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις· θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ
δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς
τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι
καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην
τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας
αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν
δὲ ἐξέτεινε πτωχῷ, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που
χρονίζῃ· πάντες γὰρ οἱ παρ᾿ αὐτῇ ἐνδεδυμένοι εἰσί. Διττὰς χλαίνας ἐποίησε
τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα, περίβλεπτος
δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ
τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας
ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι καὶ περιζώματα τοῖς Χαναναίοις. Ἰσχὺν
καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (γ΄ 1-9).
Δικαίων ψυχαὶ ἐν
χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα·
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς
ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (ε΄ 15-23, στ΄ 1-3).
Δίκαιοι εἰς τὸν
αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ
τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ
αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες
ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ
πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ
θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ
ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε·
μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι
ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ
Ὑψίστου.
Εἰς τὴν Λιτήν,
Ἰδιόμελον τῆς τυχούσης ἑορτῆς ἕν. Καὶ τῆς Ἁγίας. Ἦχος α΄.
Ἀθλητικὸν μέγα
στάδιον, ἐν τῇ παλαίστρᾳ τῆς ἀσκήσεως, περιφανῶς ἠγωνίσω, Ὀλυμπία θεόφρον·
ἀπτοήτῳ γὰρ ψυχῇ, τὴν τῶν τυράννων ἔφοδον, ὡς πόλις ἀχείρωτος, στεῤῥῶς
ἀπεκρούσω. Καὶ γυναικείῳ σώματι, στομωθὲν τῇ ἄνωθεν ῥοπῇ, πλείστων πόνων
κατεφρόνησας, καὶ Μαρτύρων ἰσότιμος, ἀληθῶς ἐδείχθης. Μεθ’ ὧν ἱκέτευε, ὑπὲρ τῶν
τιμώντων σε.
Ἦχος β΄.
Πελοποννήσου
θεῖον βλάστημα, ὑπάρχουσα Ὁσία, τῆς ἐν Λέσβῳ Μονῆς τῶν Καρυῶν, ἀσκητικὸν
γεώργημα, μυστικῶς ἀνεδείχθης· ἐν αὐτῇ γὰρ ἐγεώργησας, ἐναρέτοις πράξεσιν,
παθῶν ἀπονέκρωσιν, ψυχικὴν λαμπρότητα, καὶ μαρτυρίου καρποὺς ἡδυτάτους, ὡς
δένδρον κατάκαρπον. Πειρατικαῖς γὰρ χερσί, δοκιμασθεῖσα ὡς χρυσός, τῶν παθῶν
τοῦ Σωτῆρος, ἔμψυχος ὤφθης εἰκών, καὶ τῆς Αὐτοῦ Ἀναστάσεως, τὴν ἔλλαμψιν ἐδέξω.
Ἀλλ’ ὦ κλεινὴ Ὁσιομάρτυς, τῷ σῷ Νυμφίῳ Χριστῷ πρέσβευε, Ὀλυμπία σεμνή, σώζεσθαι
τοὺς σὲ μακαρίζοντας.
Ἦχος γ΄.
Ἐπιδραμόντων
βαρβάρων, τῇ τοῦ ἀοράτου ἐχθροῦ φορᾷ, ἀθλητικόν σοι ἠνέῳκται στάδιον,
Ὁσιομάρτυς Ὀλυμπία θεόνυμφε. Καὶ ἡ μὲν τῆς σῆς ποίμνης συγκρότησις, χερσὶν
αὐτῶν λέλυται, σὺ δὲ ὡς σφάγιον ἄμωμον, καὶ λογικὴ προσφορά, Χριστῷ
προσενήνεξαι, μαρτυρικαῖς ἐνστάσεσι. Λαμπάσι γὰρ φλεχθεῖσα πυρός, τῷ αἰωνίῳ
φωτὶ ἐξεδήμησας, θέσει θεουμένη, ὡς παρθένος καὶ Μάρτυς ἀήττητος. Καὶ νῦν
ἀπαύστως ἱκέτευε, μετὰ τῶν σῶν συμμαρτύρων, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος δ΄.
Ἐμφανῶς
καθελοῦσα τὸν ἐχθρόν, καὶ λαμπρῶς ἐν οὐρανοῖς δοξασθεῖσα, ἀφανὴς ἡ σὴ ἄθλησις
γέγονε, κρυβεῖσα τῇ τοῦ χρόνου ῥύμῃ, καὶ λήθης βυθῷ· ἀλλὰ νεύσει θείᾳ ἄνωθεν
ἐπιστᾶσα, ἀοράτῳ ὄψει, πάντα τὰ σὰ ἀπεκάλυψας, ἐν ταῖς ἡμέραις ταύταις, Ὀλυμπία
παμμακάριστε. Καὶ πάντες ἐξέστησαν, τοῦ σοῦ ὁσίου βίου λαβόντες γνῶσιν, καὶ τῆς
στεῤῥᾶς ἀθλήσεως, μαθόντες τὴν νίκην. Καὶ δοξάζουσι Χριστόν, τὸν ἐν ἀσθενείᾳ
φύσεώς σε ἐνισχύσαντα, καὶ παρέχοντα διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ὁ αὐτός.
Ὡς ἀστὴρ
νεοφανής, εἰ καὶ πάλαι ἤθλησας, τῇ Ἐκκλησίᾳ ἐκλάμπεις, παραδόξῳ ἐκφάνσει,
Ὀλυμπία Ὁσιομάρτυς ἔνδοξε. Δίκαιοι γὰρ εἰς τὸν αἰῶνα ζῶσι, κατὰ τὴν θείαν
ῥῆσιν, ὅτι ἐν χερσὶ Κυρίου αἱ ψυχαὶ αὐτῶν, τοῦ φυλάσσοντος τὰ ὀστᾶ αὐτῶν, καὶ
πληροῦντος αὐτὰ ἁγιαστικῆς χάριτος. Διὸ καὶ ἡμεῖς, τὰ τίμιά σου λείψανα
κυκλοῦντες, τὴν σὴν ἄθλησιν γεραίρομεν, αἰτούμενοι τυχεῖν θείων οἰκτιρμῶν, ταῖς
πρὸς Χριστὸν πρεσβείαις σου.
Καὶ νῦν. Τῆς
ἑορτῆς.
Εἰς τὸν Στίχον.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
Ὁσιομάρτυς Χριστοῦ, Πελοποννήσου ἐνθεώτατον βλάστημα, ἡ πόνοις τῆς ἐγκρατείας,
ἐν τῇ Μονῇ Καρυῶν, τῇ ἐν Λέσβῳ πίστει διαπρέψασα, καὶ πᾶσαν τὴν ἔφοδον, τῶν
βαρβάρων ἐνέγκασα, γνώμῃ ἀνδρείᾳ, οἷα πλήρης φρονήσεως, καὶ ἐλλάμψεως, Ὀλυμπία
τῆς χάριτος· ὅθεν τῶν ὑπὲρ ἔννοιαν, βραβείων ἠξίωσαι, καὶ οὐρανίων θαλάμων,
συγκληρονόμος γεγένησαι, Χριστὸν δυσωποῦσα, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα
ἔλεος.
Στ. Ὑπομένων
ὑπέμεινα τὸν Κύριον, καὶ πρόσχε μου καὶ εἰσήκουσε τὴν φωνὴν τῆς δεήσεώς μου.
Πάλαι, τῇ σῇ
ἁγίᾳ Μονῇ, ἐπιδραμόντες πειραταὶ φοινικώτατοι, ἐδήωσαν ταύτην Μῆτερ, βιαιοτάτῃ
χειρί, καὶ σὲ θῦμα θεῖον ἀπετέλεσαν· λαμπάσι γὰρ ἔφλεξαν, Ὀλυμπία τὸ σῶμά σου,
καὶ ἐν σιδήρῳ, πυρωθέντι ἐνέπειραν, τὰ εὐήκοα, θείοις ῥήμασι ὦτά σου· ὅθεν τὴν
καρτερίαν σου, Χριστὸς προσδεξάμενος, μαρτυρικῆς σε εὐκλείας, τῷ διαδήματι
ἔστεψεν, ἀεὶ δυσωποῦσαν, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ. Καὶ
ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ὄψει, ἐπιφανεῖσα
σεπτῇ, μετὰ κατάκρυψιν σεμνὴ πολυχρόνιον, ἐγνώρισας τοῖς ἀνθρώποις, τοῖς μὴ
εἰδόσι τὸ πρίν, τῆς σῆς πολιτείας τὰ παλαίσματα, καὶ κλῆσιν τὴν θείαν σου, καὶ
πατρίδος τὸ ὄνομα, νεύματι θείῳ, καὶ τὸ ἔτος ᾧ ἤθλησας, καὶ ἡμέραν δέ, τοῦ
μηνὸς ᾗ ἠρίστευσας· ὅθεν σὲ μακαρίζομεν, ὡς θεῖον ἀδάμαντα, καὶ θεοφόρον Ὁσίαν,
καὶ Ἀθληφόρον περίδοξον, Χριστὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα
ἔλεος.
Δόξα. Ἦχος πλ.
δ΄.
Παράδοξα Κύριε,
ἐν τοῖς Σοῖς Μάρτυσιν εἰργάσω, τοῖς τὰ στίγματά Σου βαστάσασιν, ἐν τῷ ἀπείρῳ
ἐλέει Σου· τὸ γὰρ γεῶδες σῶμα, τῇ Σῇ ἀγάπῃ στομώσαντες, οὐρανοχάλκευτον
φάσγανον ἔδειξαν, κατὰ τῶν ἐναντίων δυνάμεων. Μεθ’ ὧν καὶ Ὀλυμπία ἡ θεόληπτος,
ἡ ἄρτι ἡμῖν ἀνατείλασα, ἐκ τῶν λαγόνων τῆς γῆς, ὥσπερ κρίνον τοῦ ἀγροῦ, διττῶς
διαπρέψασα, τῶν Σῶν λόγων ἐκφαίνει τὴν ἔκβασιν. Καὶ τῆς αἰωνίου Σου δόξης
τυχοῦσα, αἰτεῖταί Σε τὸν εὔσπλαγχνον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς
ἑορτῆς.
Νῦν ἀπολύεις,
Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως μονάσασα
τῶν Καρυῶν τῇ Μονῇ, ἐν ταύτῃ ἐνήθλησας τῶν πειρατῶν τῇ χειρί, κτανθεῖσα
θεόληπτε· ὅθεν ἄρτι γνωσθεῖσα, ἐπινεύσει τῇ θείᾳ, ἔδειξας Ὀλυμπία, τὴν σὴν
ἄθλησιν πᾶσι, διό σε Ὁσιομάρτυς, Χριστοῦ μακαρίζομεν.
Δόξα. Ἕτερον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Θεῷ ἀνατεθεῖσα
ἐκ νεότητος πάνσεμνε, ἐμόνασας ὁσίως, καὶ ἀνδρείως ἐνήθλησας· διὸ ἐπιφανεῖσα
μυστικῶς, ἐδήλωσας τὴν ἄθλησιν τὴν σήν, ἣ ὑμνοῦμεν Ὀλυμπία ᾀσματικῶς βοῶντες
Ὁσιομάρτυς· δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ τοῖς Ἁγίοις Ἀθληταῖς, λαμπρῶς σε
ἀριθμήσαντι.
Καὶ νῦν. Τῆς
ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄
Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ὡς θῦμα καθαρόν,
τῷ Χριστῷ προσηνέχθης, χερσὶ βαρβαρικαῖς, τέλος θεῖον δεχθεῖσα, διό σε
μακαρίζομεν, Ὀλυμπία θεόληπτε, καὶ δοξάζομεν, Χριστὸν τὸν ἄρτι σε κόσμῳ,
φανερώσαντα, καὶ διὰ σοῦ χορηγοῦντα, ἡμῖν θεῖον ἔλεος.
Δόξα. Καὶ νῦν.
Τῆς ἑορτῆς.
Μετὰ τὴν β΄
Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὰ θεῖά σου
λείψανα μετὰ τῶν ἥλων ὁμοῦ, δι’ ὧν σε προσήλωσαν, οἱ δυσσεβεῖς ἀπηνῶς, εὑρόντες
θεόπνευστε, ᾔνεσαν τὸν Σωτῆρα, οἱ μαθόντες ἐκ τούτων, ἔνδοξε Ὀλυμπία, οὓς
ὑπήνεγκας πόνους, δι’ ὧν τῆς ἀθανάτου ζωῆς, λαμπρῶς κατηξίωσαι.
Δόξα. Καὶ νῦν.
Τῆς ἑορτῆς.
Μετὰ τὸν
Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀπαλῶν ἐξ ὀνύχων
μετὰ σπουδῆς, ἠκολούθησας Μῆτερ τῷ Ἰησοῦ, καὶ βίον κατάλληλον, ἐν Μονῇ
πεπολίτευσαι, τῶν Καρυῶν ἐν Λέσβῳ, καὶ ταύτης ἡγήτειρα, ὡς τύπος καλῶν ἔργων
ἐγένου τῷ Πνεύματι· ὅθεν Ὀλυμπία, καὶ ἐν ταύτῃ βαρβάρων, ὑπέστης τὴν ἔφοδον,
καὶ ἀνδρείως ἠγώνισαι, πλείστοις πόνοις ἀθλήσασα· διὸ τῆς οὐρανίου χαρᾶς,
ἠξιώθης σὺν Μαρτύρων τάξεσι, τὸν Χριστὸν δυσωποῦσα, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν.
Τῆς ἑορτῆς.
Οἱ Ἀναβαθμοί· τὸ
α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Ὑπομένων
ὑπέμεινα τὸν Κύριον καὶ πρόσχες μου καὶ εἰσήκουσε τὴν φωνὴν τῆς δεήσεώς μου.
Στ. Καὶ
ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον τῶν
Δέκα Παρθένων. Ζήτει αὐτὸ τῷ ΙΖ΄ Σαββάτῳ τοῦ Ματθαίου.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς
τῆς Σῆς Ὁσίας...
Καὶ νῦν. Ταῖς
τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος
πλ. β΄. Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἀσκητικαῖς
λαμπρυνομένη πράξεσιν, ἀθλητικοὺς ἀγῶνας ἤνυσας, Ὀλυμπία θεόφρον. Καὶ
βαρβαρικὴν αἰσχύνασα μανίαν, μαρτυρικῆς ἐπέβης κληρουχίας, μηδόλως φεισαμένη
τοῦ οἰκείου σώματος· ἀλλ’ ὡς ἔχουσα παῤῥησίαν, τῷ σῷ Νυμφίῳ Χριστῷ, πρέσβευε
ὑπὲρ τῶν εὐφημούντων σε.
Εἶτα οἱ Κανόνες·
τῆς Ἑορτῆς καὶ τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Τῇ
Ὀλυμπίᾳ αἴνεσιν τήν δε. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος α΄.
Σοῦ ἡ τροπαιοῦχος.
Τίμιος ὁ θάνατος
ὁ σός, ἔναντι Μάρτυς τοῦ Κτίστου σου γέγονε· ὅθεν ὤφθης μέτοχος, τῆς τῶν
Μαρτύρων τιμῆς καὶ λαμπρότητος, ἡμῖν Ὀλυμπία, φῶς ἐξαιτοῦσα καὶ λύτρωσιν.
Ἤνθησας ὡς ἄνθος
μυστικόν, Πελοποννήσου ἐκ χώρας θεόληπτε, καὶ ὀσμὴν διέπνευσας, ἐν τῇ Μονῇ
Καρυῶν θείων πράξεων, Μάρτυς Ὀλυμπία, ἐν ταύτῃ ἀνδραγαθήσασα.
Ὄψει ἐκστᾶσα
μυστικῇ, Ὁσιομάρτυς ἡμῖν ἀπεκάλυψας, τὰ τῆς σῆς ἀθλήσεως, κεκαλυμμένα τελοῦντα
τὸ πρότερον· ὅθεν σου τὴν μνήμην, πανευλαβῶς ἑορτάζομεν.
Θεοτοκίον.
Λάμψον λυχνία
χρυσαυγής, τοῦ Πατρικοῦ ἀπαυγάσματος Δέσποινα, ἔλλαμψιν σωτήριον, ὡς ἂν φωτὸς
ἐν ταῖς τρίβοις πορεύσομαι, καὶ κληρονομήσω, φῶς τῆς ζωῆς τὸ ἀνέσπερον.
ᾨδὴ γ΄. Ὁ μόνος
εἰδώς.
Ὑπέστης δεινὴν
ἐπαγωγήν, βαρβαρικῆς σκληρότητος, ἐπιδραμόντων τῇ θείᾳ ποίμνῃ σου, ἀνδρῶν
αἱμάτων καθάπερ γέγραπται, Ὀλυμπία πάντιμε, Χριστῷ ἀτενίζουσα, τῷ διδόντι σοι
δύναμιν ἄνωθεν.
Μαρτύρων
ἀνδρείαν σταθεράν, ἐν τῷ πικρῶς στεβλοῦσθαί σε, ὑπὸ ἀνόμων ἀνδρῶν ἐπέδειξας,
καὶ φλεγομένη σεμνὴ τὰς σάρκας σου, δρόσον θείας χάριτος, Ὀλυμπία δέδεξαι,
νοητῶς τῇ εὐθείᾳ καρδίᾳ σου.
Παθῶν
κοινωνήσασα Χριστοῦ, ἐν ἀσθενείᾳ φύσεως, πολλῶν βασάνων πεῖραν ὡς ἔλαβες,
Ὁσιομάρτυς ἀξιοθαύμαστε, καὶ τῆς Ἀναστάσεως Τούτου ὤφθης μέτοχος, θεωθεῖσα
μεθέξει τῇ κρείττονι.
Θεοτοκίον.
Ἰδεῖν τοῦ Υἱοῦ
Σου τὰς αὐγάς, ἀξίωσόν με Ἄχραντε, τὸ τῆς ψυχῆς ὄμμα καθάρασα, τὰς χορηγούσας
χαρὰν τὴν κρείττονα, καὶ ζωὴν οὐράνιον, καὶ τρυφὴν ἀκήρατον, Θεοτόκε ψυχῆς μου
προσφύγιον.
Κάθισμα. Ἦχος
πλ. δ΄. Τὸν Συνάναρχον Λόγον.
Ὁσιότητος
χλαῖναν καὶ τῆς ἀσκήσεως, τοῖς οἰκείοις σου αἵμασι προφυρώσασα, πρὸς νυμφῶνα
νοητὸν χαίρουσα ἔδραμες, Ὀλυμπία θαυμαστή, ὡς παρθένος ἐκλεκτή, καὶ Μάρτυς
ἠγλαϊσμένη, καὶ τῷ Κυρίῳ πρεσβεύεις, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν.
Τῆς ἑορτῆς.
ᾨδὴ δ΄. Ὄρος σε
τῇ χάριτι.
Ἄσκησιν
ἐνάρετον, ὑπῆλθες θεόσοφε, ἐν τῇ Μονῇ τῶν Καρυῶν, ἀνατεθεῖσα τῷ Θεῷ, καὶ πόνοις
ἀθλήσεως, μαρτυρικῶς τῷ Χριστῷ προσενήνεξαι, ὡς ὁλοκάρπωμα θεῖον καὶ τέλειον.
Ἄνδρες καθὰ
γέγραπται, αἱμάτων ἐπέδραμον, τῇ σῇ Μονῇ οἷα λησταί, φθόνῳ ἐχθροῦ τοῦ νοητοῦ,
καὶ ταύτην δηώσαντες, τὰς μοναζούσας ἀτίμως ᾐκίσαντο, ὡς ὑφηγήσω ἡμῖν ὄψει
κρείττονι.
Ἵστασο
ἀκλόνητος, Χριστῷ ἀτενίζουσα, φλογιζομένη χαλεπῶς, ἅπαν τὸ σῶμά σου σεμνή· τὸ
πῦρ γὰρ τὸ ἄϋλον, ἐν τῇ ψυχῇ Ὀλυμπίᾳ πλουτήσασα, καρτερικῶς τὰ ἐπίπονα ἔφερες.
Θεοτοκίον.
Νέον ἀπεκύησας,
παιδίον Πανάχραντε, τὸν προαιώνιον Θεόν, ἐκ τῶν αἱμάτων Σου ἁγνῶς· διὸ κἀμὲ
καίνισον, παλαιωθέντα πολλοῖς ἁμαρτήμασι, καὶ βιοτεύειν ἁγνῶς με ἐνίσχυσον.
ᾨδὴ ε΄. Ὁ
φωτίσας τῇ ἐλλάμψει.
Ἐπιστᾶσα ἀοράτως
τῷ ἀνδρὶ ὡς ηὐδόκησας, Ὀλυμπία πανθαύμαστε, τούτῳ ἀπεκάλυψας σαφῶς, τὸν
ἄγνωστόν σου βίον, καὶ τρόπον τὸν τῆς ἀθλήσεως.
Σὲ τὴν ἄσπιλον
ἀμνάδα τοῦ Σωτῆρος οἱ ἄνομοι, περισχόντες ἐν μανίᾳ πολυτρόπως ᾐκίζοντο, καὶ δι’
ὀβελίσκων φλογερῶν, ἐτίτρωσκον τὰ ὦτα, τοῖς θείοις λόγοις ὑπήκοα.
Ἰσχυρῶς
ἀντιταχθεῖσα πειρατῷν τῇ σκληρότητι, ὡς σοφὴ καθηγουμένη Ὀλυμπία ὑπέμεινας,
ἅπασαν τὴν ἔφοδον αὐτῶν, καὶ τύπος εὐανδρείας, ταῖς μοναζούσαις γεγένησαι.
Θεοτοκίον.
Νέκρωσον τὰ τῆς
σαρκός μου Θεοτόκε φρονήματα, καὶ παράσχου τῇ ψυχῇ μου ζωῆς θείας τὸν ἔρωτα, ὡς
ἂν ἐναρέτως τὸν λοιπόν, βίον μου διανύσω, ὁ καταφεύγων τῇ σκέπῃ Σου.
ᾨδὴ στ΄.
Ἐκύκλωσαν ἡμᾶς.
Τὸν βίον σου
θεόφρον καὶ τὴν ἄθλησιν, καὶ τὴν πολλὴν πρὸς Κύριον, παῤῥησίαν Ὀλυμπία
θαυμαστή, θείᾳ σου ἐμφάσει ὡς ἐγνώκαμεν, περιχαρῶς, τὴν σὴν τελοῦμεν μνήμην
ἐτήσιον.
Ἡνίκα σου τὰ
λείψανα τὰ τίμια, μετὰ τῶν ἥλων εὕραντο, Ὀλυμπία ὑπὸ γῆν χρόνοις πολλοῖς, δι’
ὧν ἀσεβεῖς σε ξύλῳ ἥλωσαν, τὴν θαυμαστήν, ὑπομονήν σου Μάρτυς ἠγάσθησαν.
Νεκρὰν
καταφλεχθεῖσαν ὡς ἑώρακας, τὴν Εὐφροσύνη πάνσεμνε, ὑπ’ ἀνδρῶν τῶν παρανόμων
ἀπηνῶς, ταύτης ἐμιμήσω τὴν στεῤῥότητα, καὶ σὺν αὐτῇ, ὦ Ὀλυμπία Χριστῷ
παρέστηκας.
Θεοτοκίον.
Δυνάμει τοῦ ἐκ Σοῦ τεχθέντος
Δέσποινα, ἐνθέως κραταιούμεναι, αἱ ἀθλήσασαι Μονῇ τῶν Καρυῶν, ὅσιαι μονάστριαι
κατήσχυναν, τοῦ πονηροῦ, τὰς ἐπινοίας καὶ τὰ βουλεύματα.
Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ
Σταυρῷ.
Ἐν τῇ Θέρμῃ εὐαρεστοῦσα Κυρίῳ, τοῦ
μαρτυρίου διανύεις τοὺς ἄθλους, βαρβαρικῇ ἐπιδρομῇ θεόληπτε· ὅθεν τὰ τοῦ βίου
σου, ἐπιστᾶσα κατ’ ὄναρ, πᾶσιν ἀπεκάλυψας, καὶ τὸ θεῖόν σου τέλος, Ὁσιομάρτυς
στήριγμα ἡμῶν, διό σε πάντες, Ὀλυμπία μέλπομεν.
Ὁ Οἶκος.
Ἀνατεθεῖσα ἐκ παιδὸς τῷ Κυρίῳ, καὶ ἐν
Μονῇ τῶν Καρυῶν τῇ ἐν Λέσβῳ, βίον βιώσασα σεμνόν, καὶ ὡς θεόφρον καὶ σοφή,
ταύτης ἡγήσω ἀσφαλῶς, ἐν Πνεύματι Ἁγίῳ. Καὶ πειρατῶν ἐπιδραμόντων ἐν ταύτῃ, βίᾳ
καὶ μανίᾳ τοῦ ἀρχαίου πτερνιστοῦ, μαρτυρικὸν δρόμον διήνυσας, ποικιλοτρόπως
βασανισθεῖσα, καὶ σκληρῶς θανατωθεῖσα Ὁσιομάρτυς ἔνδοξε· ἔνθεν πρὸς ἀθάνατον
ζωήν, χαρμονικῶς ἐσκήνωσας, τὰ δὲ θεῖά σου λείψανα, χρόνοις πολλοῖς ὑπὸ γῆν
τεθαμμένα, ἀφανῆ καὶ ἄγνωστα ἡμῖν ἐτέλουν· ἀλλ’ εὐδοκίᾳ θεϊκῇ ἐν ταῖς ἐσχάταις
ἡμέραις ἐπιφανεῖσα, πάντα τὰ σὰ ἀπέκαλυψας, τῇ τοῦ Χριστοῦ στρατευομένῃ
Ἐκκλησίᾳ, Ὁσιομάρτυς στήριγμα ἡμῶν, διό σε πάντες, Ὀλυμπία μέλπομεν.
Συναξάριον.
Τῇ ια΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν
Ἁγίων Ὁσιομαρτύρων Ὀλυμπίας καὶ Εὐφροσύνης, τῶν ἐν τῇ Ἱερᾷ Μονῇ τῶν Καρυῶν
Θέρμης Λέσβου ἀθλησάντων, ἐν ἔτει
1235.
Ὁσίως βιώσασα ἡ Ὀλυμπία,
Χειρὶ πειρατῶν Μάρτυς ὤφθη Κυρίου.
Ἐνδεκάτῃ Ὀλυμπία δυσηλεγῆ τέτληκε
μῦρον.
Ἡ μακαρία Ὀλυμπία ἐγεννήθη ἐν
Πελοποννήσῳ, ἐν ἔτει 1200, ἐκ γονέων εὐσεβῶν, καταγομένων ἐκ
Κωνσταντινουπόλεως. Ὁ πατὴρ αὐτῆς ἧν Ἱερεύς, ἡ δὲ μήτηρ θυγάτηρ Ἱερέως,
μετοικήσαντες ἐν τῇ τοῦ Πέλοπος ἄγνωστον πότε καὶ διατί. Τῷ δεκάτῳ ἔτει τῆς
ἡλικίας ἀποφαρνισθεῖσα γονέων, τέλει βίου χρησαμένων, ἀπέσταλται ὑπὸ τῶν
προσηκόντων αὐτῇ, τῇ Μονῇ τῶν Καρυῶν λεγομένην, κειμένην παρὰ τὴν Θέρμην τῆς
νήσου Λέσβου, ἔνθα ἡ ἡγουμένη καὶ πρὸς μητρὸς αὐτῆς θεία, ὀνόματι Δωροθέα, καὶ
ὁλοκλήρως ἀφιερώθη τῷ Θεῷ. Τὸ 19ον ἔτος τῆς ἡλικίας ἤδη
ἄγουσα, ἐκάρη μοναχή, ἐν ἔτει 1219ῳ, καὶ τῷ 25ῳ ἔτει, θανούσης τῆς ἡγουμένης
Δωροθέας, ἐγένετο ἡγουμένη τῆς αὐτῆς Μονῆς, ἐν ἔτει 1225.
Παρεληλυθότων 10 ἐνιαυτῶν, τῇ 11η Μαΐου
τοῦ ἔτους 1235, πειρατῶν σμῆνος ἐπιδραμὸν τῇ Μονῇ, δίκην ἀγρίων λύκων,
διεσκόρπισαν αὐτήν, δηωσάντων καὶ καταστρεψάντων πάντα. Τότε ἦσαν ἀσκούμεναι 30
μονάστριαι, ἐξ ὧν τινες ἠτιμάσθησαν ὑπὸ τῶν ἀνημέρων βαρβάρων, αἱ δὲ λοιπαί,
φυγῇ χρησάμεναι, ᾤχοντο πρὸς τὰ ὄρη. Ἀλλ’ ἡ Ὀλυμπία, ὡς ἡγουμένη, παραμείνασα
μετά τινος ἀδελφῆς προβεβηκυίας τῇ ἡλικίᾳ, ἧ ὄνομα Εὐφροσύνη, ὑπέστησαν τὴν
λυσσώδη τῶν βαρβάρων ἔφοδον. Τὴν γὰρ Εὐφροσύνην αἰωρήσαντες ἐκ δένδρου,
παρέδοσαν τῷ πυρί, τῆς δὲ μακαρίας Ὀλυμπίας δι’ ἀνημμένων λαμπάδων ἔκαιον τὸ
σῶμα· εἶτα πυρώσαντες σιδηρὰν ῥάβδον, διέτρωσαν διαμπὰξ τὰ ὦτα αὐτῆς, καὶ οὕτως
ἐτελειώθη ἡ μαρτυρία αὐτῆς. Τότε, οἱ βαρβαρικῆς μανίας ἔμπλεοι πειραταί,
λαβόντες τὸ σῶμα τῆς Μάρτυρος, προσήλωσαν αὐτὸ ἐπί τινος σανίδος, καὶ οὕτως
ἐνεταφιάσθη, μετὰ τὴν φυγὴν τῶν βαρβάρων, ὑπὸ τῶν πιστῶν Χριστιανῶν,
ἀδυνατούντων ἀποκαθηλῶσαι αὐτό· ἐκόπτοντο γὰρ αἱ σάρκες τῆς μακαρίας ἐν τῇ
ἐξαγωγῇ τῶν ἥλων, οἵτινες ἦσαν 20, ὡς εἶτα εὑρέθησαν μετὰ τῶν ὀστῶν τῆς
Μάρτυρος, ἐν τῇ ἀνερεύσει τοῦ τάφου αὐτῆς.
Ταῦτα πάντα ἐτέλουν ἀφανῆ καὶ ἄγνωστα
τῇ Ἐκκλησίᾳ, τάφῳ σιγῆς καλυπτόμενα, καὶ λήθης βυθῷ κεχωσμένα, δι’ ἐπελθούσας
συμφορᾶς τῷ Γένει ἡμῶν, καὶ πλείστας ἀτάκτων ἐθνῶν ἐπιδρομάς. Ἐπ’ ἐσχάτων τῶν
ἡμερῶν τούτων, θείᾳ εὐδοκίᾳ, ἀπεκαλύφθησαν ἡμῖν, ὅτε ἐν ἔτει 1959,
ἐνεφανίσθησαν οἱ Ἅγιοι Ῥαφαὴλ καὶ Νικόλαος, οἱ ἐκεῖσε ἀσκήσαντες καὶ
ἀθλήσαντες. Τότε ἐνεφανίσθη καὶ ἡ Ὁσιομάρτυς Ἁγία Ὀλυμπία εὐλαβεῖ τινι νέῳ, καὶ
ἐξεῖπεν αὐτῷ πάντα τὰ ἑαυτῆς· τὴν κλῆσιν, τὸ τῆς πατρίδος ὄνομα καὶ τὰ λοιπὰ ὡς
ἀνωτέρω ἱστόρηνται. Εἶτα ὤφθη καὶ ἑτέροις προσώποις καὶ κατ’ ὄναρ καὶ καθ’
ὕπαρ. Μετὰ ταῦτα ἄνευρον καὶ τὸν τάφον αὐτῆς, ἔνθα τὰ ὀστᾶ μετὰ τῶν 20 μεγάλων
σιδηρῶν ἥλων, δι’ ὧν καθηλώθη, λαβόντες ἄνωθεν τὴν πληροφορίαν ὅτι ταῦτα εἰσὶν
Ὀλυμπίας τῆς Ὁσιομάρτυρος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ
ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Σὲ τὴν νοητήν.
Ἐν τοῖς μυχοῖς, κεκρυμμένα πρότερον,
χρόνων πολλῶν περιτροπαῖς, Ὀλυμπία Μάρτυς τῆς γῆς, τὰ σεπτά σου λείψανα, νῦν
ἐφανερώθησαν, καὶ τὴν ἁγίαν σου ἄθλησιν, τρανῶς ὑπέδειξαν πᾶσι, τοῖς σὲ μακαρίζουσι.
Γνώμῃ στεῤῥᾷ καθυπέστης πάνσεμνε,
πειρατικὴν ἐπιδρομήν, καὶ ἐνστάσει μαρτυρικῇ, καρτερῶς ἐνήθλησας, πόνους
ὑπομείνασα, ὦ Ὀλυμπία κραυγάζουσα· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς σύ με ἐνίσχυσον.
Ἐν τῇ φλογί, τῆς ἀγάπης ἔνδοξε,
δροσιζομένη τοῦ Χριστοῦ, τὴν κατάφλεξιν τῶν σαρκῶν, ἄλλου πάσχοντος, Ὀλυμπία
ἤνεγκας, μετὰ τῶν Παίδων κραυγάζουσα· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ
ὑπερένδοξος.
Θεοτοκίον.
Ῥῦσαι ἡμᾶς, τοῦ δολίου δράκοντος,
ἐπηρειῶν τῶν χαλεπῶν, καὶ ἐνίσχυσον κραταιῶς, τοῦ πατεῖν Πανάχραντε, τούτου τὰ
βουλεύματα, καὶ πονηρὰ μεθοδεύματα, ἵνα σωζόμενοι Κόρη, ὑμνῶμέν Σου τὰς
χάριτας.
ᾨδὴ η΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Αἱμάτων σου πάνσεμνε, χυθέντες οἱ
κρουνοί, πορφύραν σοι ὕφαναν, λαμπρὰν ἐν οὐρανοῖς, ἣν νῦν Ὀλυμπία, φοροῦσα
σεμνῶς, τῶν ὑπερκοσμίων, τρυφᾶς ἀπαυγασμάτων.
Σαρκὸς οὐκ ἐφρόντισας, στεῤῥότητι
φρενῶν, καὶ γνώμην ἀγνώμονα, ἀθέων πειρατῶν, ἐπάτησας ὄντως, Ὀλυμπία σεμνή, καὶ
τοῦ μαρτυρίου, τὸ στέφος ἀνεδήσω.
Ἰδόντες σε ἔνδοξε, οἷς ὤφθης ἐμφανῶς,
καὶ γνῶσιν τὴν ἄγνωστον, μαθόντες παρὰ σοῦ, τῶν θείων σου ἄθλων, Ὀλυμπία σεμνή,
ἐκήρυξαν πᾶσι, τὸ ἅγιόν σου βίον.
Θεοτοκίον.
Μαρία πανάχραντε, Κυρία τοῦ παντός,
παθῶν κυριότητος, θερμῶς Σε δυσωπῶ, ἀπάλλαξον τάχος, τὴν ψυχήν μου Ἁγνή, καὶ τῷ
θείῳ φόβῳ, συνέτισον τὸν νοῦν μου.
ᾨδὴ θ΄. Τὴν ζωοδόχον πηγήν.
Ὅλῃ ψυχῇ τῷ Χριστῷ ἠκολούθησας, καὶ
δι’ Αὐτὸν τὸν ἐπώδυνον θάνατον, πειρατῶν σκληρότητι, Ὀλυμπία ἤνεγκας, σὺν
Εὐφροσύνῃ ἀθλήσασα νομίμως, μεθ’ ἧς τῆς ἄνω ζωῆς ὤφθης μέτοχος.
Ὑπερφυῆ καρτερία ἐπέδειξαν, οἱ ἐν
Μονῇ Καρυῶν ἐναθλήσαντες, Ῥαφαὴλ Νικόλαος, καὶ Εἰρήνη Δέσποτα, καὶ πρὸς αὐτῶν
Ὀλυμπία ἡ θεόφρον, ὧν ταῖς πρεσβείαις Χριστὲ ἡμᾶς οἴκτειρον.
Ὑπὲρ ἡμῶν τῶν ἐν πίστει τιμώντων σε,
Ὁσιομάρτυς Χριστὸν καθικέτευε, Ὀλυμπία ἔνδοξε, σὺν τοῖς ἄλλοις Μάρτυσι, τοῖς ἐν
Θέρμῃ ἱερῶς ἠγωνισμένοις, ὡς ἂν κινδύνων παντοίων ῥυώμεθα.
Θεοτοκίον.
Ὕδωρ ζωῆς τὸν Χριστὸν ἡ κυήσασα, τὸν
ἀναβλύζοντα χάριν καὶ ἔλεος, καὶ ζωὴν αἰώνιον, καὶ χαρὰν ἀΐδιον, τὴν
νεκρωθεῖσαν ψυχήν μου ἁμαρτίαις, Θεοχαρίτωτε Κόρη ἀνάστησον.
Ἐξαποστειλάριον. Γυναῖκες
ἀκουτίσθητε.
Ἀσκήσει διαπρέπουσα, ἀθλητικὴν
διήνυσας, πορείαν Ὁσιομάρτυς, καὶ τὸν Σωτῆρα κατ’ ἄμφω, ἐδόξασας θεόπνευστε,
τὸν σὲ πρὸς τὰ οὐράνια, ἐνδόξως μετοικίσαντα, Ὃν Ὀλυμπία δυσώπει, ὑπὲρ τῶν σὲ
ἀνυμνούντων.
Καὶ τὸ τῆς Ἑορτῆς.
Αἶνοι. Ἦχος
πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! Πῶς μετὰ
χρόνων πολλῶν, ἐν τῷ τάφῳ κατάθεσιν, ἄρτι πεφανέρωται, Ὀλυμπία ἡ ἔνδοξος; Καὶ
καταυγάζει πιστῶν τὸ πλήρωμα, ψυχῆς ἀνδρείᾳ καὶ βίῳ κρείττονι· ὦ τῆς προνοίας
σου, τῆς σοφῆς Φιλάνθρωπε δι’ ἧς ἡμῖν, ἤδη ἀπεκάλυψας, Μαρτύρων ὅμιλον.
Ὢ τοῦ παραδόξου θαύματος! Πῶς ὡς
ἀδάμας στεῤῥός, Ὀλυμπία ἡ ἔνδοξος, πειρατῶν ὑπέμεινε, πολυώδυνα βάσανα; ἀλλ’ ἡ
δυνάμει τοῦ θείου Πνεύματος, ἄναλκις φύσις λαμπρῶς ἠρίστευσεν· ὦ τῶν ἀγώνων
σου! ὦ τῆς καρτερότητος Μάρτυς σεμνή, δι’ ὧν καταβέβληκας, ἐχθρῶν τὸ φρύαγμα.
Μάρτυς, Ὀλυμπία πάνσεμνε, ἐν Καρυῶν
τῇ Μονῇ, ἀρεταῖς διαλάμπουσα, ἐν αὐτῇ διήνυσας, μαρτυρίου τὰ σκάμματα· καὶ μετὰ
χρόνων πολλῶν παρέλευσιν, ὡς νέον ἄστρον ἡμῖν ἀνέτειλας· ὅθεν γεραίρομεν, τὴν
σὴν θείαν ἄθλησιν, καὶ τὴν σεπτήν, μνήμην σου θεόληπτε, πανηγυρίζομεν.
Μάρτυς, Ὀλυμπία πάντιμε, σὺν
Εὐφροσύνῃ ὁμοῦ, καὶ τοῖς ἄλλοις ἀθλήσασιν, ἐν Μονῇ σου Μάρτυσιν, καὶ τοῖς πρώην
καὶ ὕστερον, ἀεὶ δυσώπει τὸν Πανοικτίρμονα, διδόναι λύσιν τῶν παραπτώσεων, καὶ
ἀπολύτρωσιν, πάσης περιστάσεως τοῖς εὐλαβῶς, τὴν ἁγίαν μνήμην σου,
πανηγυρίζουσι.
Δόξα. Ἦχος πλ. α΄.
Ἀθλητικῇ ἀρετῇ, τὸ τοῦ βίου σου
ἄμεμπτον, Ὁσιομάρτυς ἐφαίδρυνας. Τὴν κατὰ σοῦ γὰρ μανίαν, τοῦ παλαμναίου
ἐχθροῦ, πᾶσαν κατέλυσας, τοῖς αἰσθητικοῖς αὐτοῦ ὀργάνοις, μέχρι αἵματος
ἀντικαταστᾶσα· ἡμῖν δὲ ἀρτιφανῶς ἀνέτειλας ἐπιστασίαις θείαις, χάριν καὶ ἔλεος,
καὶ εὐφροσύνην θείαν, προξενοῦσαι ταῖς ψυχαῖς ἡμῶν, ἀλλ’ ἀπαύστως πρέσβευε,
Ὀλυμπία θεόφρον, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.
Καὶ νῦν. Τῆς
ἑορτῆς.
Δοξολογία Μεγάλη
καὶ Ἀπόλυσις.
ΕΙΣ
ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ
Μακαρισμοί καὶ ἐκ τοῦ Κανόνος τῆς Ἁγίας ἡ γ΄ καὶ στ΄ ᾠδή.
Ἀπόστολον, ζήτει
τῇ ΙΕ΄ Κυριακῇ.
Εὐαγγέλιον, τῇ
Τετάρτῃ τῆς Γ΄ ἑβδομάδος Ματθαίου.
Κοινωνικόν: Εἰς
μνημόσυνον αἰώνιον, ἔσονται δίκαιοι. Ἀλληλούϊα.
Μεγαλυνάριον.
Χαίροις Ὀλυμπία
νύμφη Χριστοῦ, Ὁσιομαρτύρων ἰσοστάσιος ἐν παντί· χαίροις μὲν ἡ πάλαι, ἀθλήσασα
νομίμως, ἀρτίως δὲ γνωσθεῖσα, Θεοῦ εἰς αἴνεσιν.
Πηγή:Ὁρθόδοξος Ὑμνογραφια
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου