Τρίτη 16 Ιουνίου 2015

Ἀκολουθία τῶν ἐν Κίνᾳ Ἁγίων ΝΕΟΜΑΡΤΥΡΩΝ

Ψαλλομένη τῇ 11η Ἰουνίου

ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ κάτωθι. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Χαίροις ὦ Πάτερ Μητρόφανες μεγάλως, ὡς καλῶς ποιμάνας σύ, ποίμνην Χριστοῦ ποτέ, καιρῷ εἰρήνης καὶ οὐ φυγών, ἐμφανισθέντων, λύκων καθάπερ ποιοῦσι μισθωτοί, ᾗ συμπαριστάμενος, πολλὰς συνέταξας, περὶ σὲ πρόβατα· ὅτε δέ, ἄγριοι λύκοι, καὶ κατεσπάρασσον ὡς καλὸς ποιμήν, ἦρχες ἐκείνων ἑπομένων σοι, ἔνθα μία ἡ ποίμνη καὶ εἷς ποιμήν, ὁ ζωῆς αἰωνίου, δοὺς λειμῶνος τὴν ἀπόλαυσιν. (Δίς).

Ὁ παλαιὸς πάλαι δράκων Νεομάρτυς, λόγχη ἀληθείας σύ,ὃν ἐξεκέντησας, τῇ ἀπωλείᾳ ἐῤῥίφθη ὡς, οἰκεῖν τῷ σκότει, αἱρετισάμενος καὶ θαμβούμενος, σοῦ ἐκ θείας λάμψεως, καὶ γὰρ οὐκ ἔφερεν, εἰς κόσμον ὃν ὑπετόπασεν, ἴδιον κτῆμα, Σταυρὸν Χριστοῦ τε καὶ τὴν ἀλήθειαν, ἀξιωθῆναι τοῦ σεβάσματος, προσκυνῆσαι βιάζων σὲ εἴδωλα, καὶ σὲ κτείνας ἐκτάνθη, τῇ στεῤῥᾷ ὁμολογίᾳ σου. (Δίς).

Ὅτε ἀθλήσας ἐν Κίνᾳ σου τὸ αἷμα, Μάρτυς σὺ ἐξέχεας,νέα καὶ ἄφθαρτος, ἡ δυναστεία τῆς χάριτος, Χριστοῦ ἀνῆλθε, σὺ δ’ ἀνακτόροις ναίεις παντάνακτος, τοῖς ἀχειροτεύκτοις τε, χρυσῷ καὶ χρώμασι, λίθοις τιμίοις ὁ Ὕψιστος, οἷς ἐφίδρυσας, ὡς θεμελίοις ἐν οἷς τ’ ἐνώκησε, δικαιοσύνη καὶ ἀλήθεια,ὁ ἑσμὸς ἔνθα μέλπει τρισάγιον, τῶν στολὰς ἐκπλυνάντων, ἑαυτῶν Ἀμνοῦ τῷ Αἵματι.

Προσενεγκεῖν μὴ θελήσαντες εἰδώλοις, Μάρτυρες θυμίαμα, σώματα ἴδια, Χριστῷ θυσίαν εὐπρόσδεκτον, ὥσπερ εὐῶδες, ὑμεῖς θυμίαμα προσηνέγκατε, μὴ καταπτοούμενοι, πάσας τὰς ἀπειλάς, ἀξιωθέντες ᾀσμάτων τε,θείων Ἀγγέλων, μεθ’ ὧν πρεσβεύετε πρὸς τὸν Κύριον, ἐλεηθῆναι τοὺς γεραίροντας,χοϊκῇ ἡμᾶς γλώσσῃ τὴν εἴσοδον, τὴν ὑμων φωτοστέπτων, Ἀθλοφόρων εἰς παράδεισον.

Δόξα. Ἦχος γ΄.
Σκιρτῶσα αἰνεσάτω τὸν Κύριον πᾶσα ἡ γῆ, ἄσατε τῷ ἀποκαλύψαντι τὴν ἀλήθειαν Αὐτοῦ, πάντα τὰ ἔθνη. Χαῖρε ὦ γῆ τῆς Κίνας, σὺ γὰρ τὴν σωτηρίαν Αὐτοῦ ἑώρακας, ὁ χοῦς σου τῷ αἵματι, τῶν γηγενῶν Μαρτύρων σου ἐβράχη, καὶ τὸ πένθος κατεστάλη, ὑπὸ τῆς ἀληθείας τοῦ Χριστοῦ. Τὰ τέκνα σου τὰ ἄρτι, ὑπὲρ Χριστοῦ μαρτυρήσαντα, νῦν αὐλίζονται, εἰς τὰς αὐλὰς τοῦ Κυρίου, καὶ μεσιτεύουσι τῷ παντοδυνάμῳ, ὑπὲρ τοῦ κόσμου ὃν ἔπλασε.

Καὶ νῦν. Θεοτοκίον.
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴδεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν,καὶ πλησθήσεσθε Πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος,ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Κύριε, ἐκπληρωθήτω ὁ ψαλμὸς ὁ λέγων· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς, τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Σὺ γὰρ προσελάβου, καὶ ἐκ γῆς τῆς Κίνας, νέους ὁμολογητὰς καὶ Μάρτυρας, τῆς πρὸς Σὲ ἀμωμήτου ὀρθοδόξου πίστεως,πρὸς οὓς ἀθροισθέντες νῦν βοῶμεν· χαῖρε ὦ Μητρόφανες, καλλὲ τοῦ Χριστοῦ καὶ πιστὲ θεράπον, ὁ φιλοπόνως ἐργασάμενος, ἐν τῷ τοῦ Κυρίου σου ἀμπελῶνι, ὃν καὶ τῷ αἵματί σου κατήρδευσας· χαῖρε, ὦ στρατιῶτα Ἡσαΐα, ὁ πλῆγμα ξίφους δεξάμενος,καὶ πεσεῖν ἀναγκάσας, τὰ τοῦ ἀνθρωποκτόνου ἐχθροῦ, μισάνθρωπα τάγματα· χαῖρε ὦ Ἰωάννη, ὁ ἐν τῷ ἁπαλῷ νεανικῷ σου σώματι, καθυποστὰς βασάνους, και μυκτηρίσας τῇ καρτερίᾳ σου, τὸν ἀρχέκακον ἐχθρόν. Σὺν τοῖς συνάθλοις σου τῷ Χριστῷ,μεσίτευσον ὑπὲρ ἡμῶν.

Ὁ αὐτός.
Πεπλήρωται Κύριε, ὁ ψαλμὸς ὁ λέγων· ταραχθήσονται ἔθνη, καὶ φοβηθήσονται τα πέρατα, ἀπὸ τῶν σημείων σου. ᾨκονόμησας τῇ προνοίᾳ σου, ἔνδοξον γενέσθαι, τὴν ἐκ τοῦ βίου ἔξοδον, τῶν σῶν Νεομαρτύρων, καὶ τοῖς πιστοῖς σου πανευφρόσυνον. Δι’ ὃ καὶ ἡμεῖς αυτοῖς νῦν βοῶμεν· χαῖρε ὦ Μαρία,μετὰ γὰρ τῶν παρθένων ἠκολούθησας, τῇ Ἀειπαρθένῳ Θεοτόκῳ, καὶ προσήχθης Χριστῷ,τῷ Βασιλεῖ καὶ Θεῷ· χαῖρε ὦ Παῦλε, ὅτι τῆς ἀγάπης τοῦ Χριστοῦ, οὐδὲν σὲ χωρῖσαι ἴσχυσε· χαῖρε ὦ Ἴα, ἡ τῇ ὀρθῇ ὁμολογίᾳ σου, τὸν σινικὸν δολιχόσχημον δράκοντα, ὥσπερ ξίφει κατασφάξασα. Χριστῷ σὺν τοῖς συνάθλοις σου, μεσίτευε ὑπὲρ ἡμῶν.

Ὁ αὐτός.
Ἀληθὴς ὁ λόγος Σου Κύριε ὁ λέγων· καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης. Ταῦτα γὰρ τῆς φωνῆς σου ἤκουσαν, καὶ ὡς γνωρίμῳ Σοι ἠκολούθησαν, τυθέντα Σοι προθύμως, πρὸς ἃ βοῶμεν λέγοντες· χαῖρε ὦ Κλήμη, ὁ τῆς ἀγάπης σου πρὸς Χριστόν, σοφώτερος ὅλων τῶν σοφῶν, τῶν ὑπὸ τῶν προγόνων σου τιμωμένων γεγονώς· χαῖρε ὦ Ἄννα, ἡ μὴ φοβηθεῖσα, ὡς εἶπεν ὁ Κύριος, ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν ἀποκτεῖναι μὴ δυναμένων· χαίρετε ὦ Ματθαῖε καὶ Βίτε, οἱ ὁμομήτριοι ἀδελφοί, ὑπὲρ Χριστοῦ τῷ ξίφει οἱ σφαγέντες, οὗ καὶ κατὰ τὴν χάριν, διὰ τοῦ μαρτυρίου, ἀδελφοὶ γεγόνατε, ἀεὶ πρὸς Χριστὸν πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος α΄.

Χαίροις ὦ Κίνα, ἡ τῇ πονηρᾷ πλάνη τῶν εἰδώλων γηράσασα, ἀνεκαινίσθη γὰρ ὡς ἀετοῦ ἡ νεότης σου, διὰ τοῦ θαυματοβρύτου ῥείθρου τῶν αἱμάτων, τῶν τοῦ Χριστοῦ τοῦ μόνου Θεοῦ, ἐκ σοῦ ἀναδειχθέντων Νεομαρτύρων,ὧν τὴν μνήμην σήμερον γεραίροντες, πρὸς αὐτοὺς εὐφήμως βοῶμεν· χαίρετε πάντες,οἱ τῆς Κίνας Μάρτυρες, ἐν ὑμῖν γὰρ πεπλήρωται, ὁ ἐν τοῖς ψαλμοῖς ὕμνος λέγων· ὅτι κρίνει Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοῖς δούλοις Αὐτοῦ παρακληθήσεται.Γενναιοτάτῃ τῇ ἀθλήσει, τὰ εἴδωλα τὼν ἐθνῶν λογχίσαντες, εὐλογεῖτε νῦν τὸν Θεόν, σὺν παντὶ τῷ νέῳ Ἰσραήλ. Πρεσβεύετε οὖν ἀπαύστως πρὸς Αὐτόν, ὑπὲρ τῶν πίστει ἐκτελούντων, τὴν ἀεισέβαστον μνήμην ὑμῶν.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Χαῖρε ἁγνὴ Θεοτόκε καὶ ἀειπάρθενε, ἡ τὸν Θεὸν ἀσπόρως, θαυμαστῶς συλλαβοῦσα, ὃν σαρκὶ ἀπέτεκες Λυτρωτήν, τὸ διεῖργον μεσότειχον, ἀπὸ Θεοῦ τοὺς πεσόντας ἡμᾶς βροτούς, καθελόντι καὶ ῥυσάμενον.

Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ὦ Κίνα πεπλήρωται ἐν σοί, ἡ εὐχὴ παντάνακτος, Χριστοῦ τοῦ κόσμου τοῦ αἴροντος, τὰ πταίσματα παντός, προνενοηκότος, ἀμητοῦ πρὸς ἔκβασιν, ἐργάτας δὲ Πατρὸς ἐξαιτήσαντο, Μαρτύρων στάχυας, ἐκ σπορᾶς θείου κηρύγματος, τοῦ θερῖσαι, ὑπὲρ ἡμῶν πρεσβεύων.

Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ὡς ξένοι τοῖς ξένοις τῷ Θεῷ, παρεπιδημήσαντες, ἐξωτικὴν χώραν Ἅγιοι, οἰκοῦντες εὐσεβῶς, Χριστοῦ δι’ ἀγάπην, ὡς Αὐτὸς ᾐκίσθητε, καὶ πᾶσαν λοιδορίαν ὑπέστητε, πρὸς Ὃν πρεσβεύετε, Ἀβραὰμ ἐν κόλποις μένοντες, τοῦ σωθῆναι, τοὺς ὑμᾶς γεραίροντας.

Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αυτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Πτωχὴ Γαλιλαία ἀπὸ σοῦ, ὡς μακρὰν ἡπλώθησαν, σῶν ἁλιέων τὰ δίκτυα, ἴδε εἰς πέρατα, γῆς ἁπάσης ἄχρι, Σινικῆς θαλάσσης τε, Μαρτύρων τοὺς ἰχθύας συγκλείσαντα, νέων ἐκ Κίνας νῦν, δυσωποῦντων τὸν Χριστὸν ἡμῖν, δωρηθῆναι, πᾶσι μέγα ἔλεος.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὕμνους αἰνέσωμεν, τοὺς μαρτυρήσαντας, ἐν Κίνᾳ Μάρτυρας, Χριστοῦ οἱ ποίμνιον, ὄντες δοξάζοντες αὐτούς, σεβόμενοι ἐν ἀγάπῃ, πίστιν ὡς κηρύξαντας, τήν  Ὀρθόδοξον ῥήμασιν, ἔργους γενομένους τε, ἀθλητὰς γενναιόφρονας, κραυγάζοντες· Χριστὸν δυσωπεῖτε, σώζεσθαι τοὺς ὑμᾶς τιμῶντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦκαταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ἀθλήσαντες στεῤῥῶς, ὑπὲρ πίστεως θείας, ἐλάβετε λαμπρῶς, τῶν ἀγῶνων τὰ γέρα, διὸ καὶ τὰ πανένδοξα, ὑμῶν θεῖα σκηνώματα, πᾶσι πνέουσι, διηνεκῆ εὐωδίαν, καὶ παρέχουσι ψυχῶν ὁμοῦ καὶ σωμάτων, ἰάσεις ἑκάστοτε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότα εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους Σου.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσὴφ.
Κατεπλάγησαν ποτέ, τῶν ἀνομούντων ὁ λαός, τὸ ἀνδρεῖον τῶν ψυχῶν, βλέποντες Μάρτυρες ὑμῶν, καὶ ἡμεῖς οἱ πιστεύοντες κραυγάζομεν· Δόξα Σοι Χριστὲ παντοδύναμε· Σὺ γὰρ εἶ Θεὸς, ἄλλον οὐκ οἴδαμεν, ὁ ἐνεργῶν παράδοξα θαυμάσια, ἐν τοῖς Ἁγίοις Σου Μάρτυσιν· Ὧν ταῖς πρεσβείαις, Σωτὴρ τοῦ κόσμου, φώτισον τοὺς ὑμνοῦντάς Σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγησαν Ἁγνὴ, πᾶντες Ἀγγέλων οἱ χοροὶ, τὸ μυστήριον τῆς Σῆς, κυοφορίας τὸ φρικτὸν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτὸς, ταῖς Σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν, ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι; Καὶ Σὲ ὡς ὄντως, Θεοῦ Μητέρα εὐφημοῦντες δοξάζουσι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν βασάνων τὰ νέφη τὰ χαλεπά, Ἀθληταὶ παριδόντες μαρτυρικῶς, ὡς ἥλιοι χάριτι, τοῦ Σωτῆρος ἐλάμψατε· καὶ θεϊκῇ στοργῇ δέ, ἐνθέως συνδούμενοι, ἐφ’ ὁμοίοις πόνοις, λαμπρῶς ἐδοξάσθητε· ὅθεν μετὰ τέλος, ἀτελεύτητον χάριν, ἐξ ὕψους ἐδέξασθε, θεραπεύειν νοσήματα, Ἀθλοφόροι πανεύφημοι· πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐνθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ, ἔργα πράξας αἰσχύνης ὁ ῥυπαρὸς, ἄξια καὶ δέομαι, Θεοτόκε πανύμνητε, πρὸ τοῦ τὰς πύλας φθάσαι, θανάτου ἐπίστρεψον, πρὸς τὴν τῆς μετάνοιας, ὁδὸν ὁδηγούσά με, ἵνα εὐχαρίστως προσκυνῶν ἀνυμνῶ Σου, τὴν ἄμετρον δύναμιν, καὶ τὴν θείαν ἀντίληψιν,Παναγία Θεόνυμφε· πρεσβεύουσα τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸν πανάγιον Τόκον Σου.

Οἱ Ἀναβαθμοὶ· τὸ ἀ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον. Ἰδοὺ δὴ τὶ καλὸν ἤ τὶ τερπνόν, ἀλλ’ ἤ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό.
Στ. Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ἡμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ Βασιλεῖς καὶ Ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον· θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾷν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πᾶντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε  δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν καὶ φίλων, καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ἡμῶν.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον· Ἦχος πλ. β΄. Στ. Ἐλεήμον, ἐλέησόν με ὁ Θεός...
Κύριε, ἐκπληρωθήτω ὁ ψαλμὸς ὁ λέγων· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς, τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Σὺ γὰρ προσελάβου, καὶ ἐκ γῆς τῆς Κίνας, νέους Ὁμολογητὰς καὶ Μάρτυρας, τῆς πρὸς Σὲ ἀμωμήτου Ὀρθοδόξου πίστεως, πρὸς οὓς ἀθροισθέντες νῦν βοῶμεν· χαῖρε ὦ Μητρόφανες, καλὲ τοῦ Χριστοῦ καὶ πιστὲ θεράπον, ὁ φιλοπόνως ἐργασάμενος, ἐν τῷ τοῦ Κυρίου σου ἀμπελῶνι, ὃν καὶ τῷ αἵματί σου κατήρδευσας· χαῖρε, ὦ στρατιῶτα Ἡσαΐα, ὁ πλῆγμα ξίφους δεξάμενος καὶ πεσεῖν ἀναγκάσας, τὰ τοῦ ἀνθρωποκτόνου ἐχθροῦ, μισάνθρωπα τάγματα· χαῖρε ὦ Ἰωάννη, ὁ ἐν τῷ ἁπαλῷ νεανικῷ σου σώματι, καθυποστὰς βασάνους, καί μυκτηρίσας τῇ καρτερίᾳ σου, τὸν ἀρχέκακον ἐχθρόν. Σὺν τοῖς συνάθλοις σου τῷ Χριστῷ, μεσίτευσον ὑπὲρ ἡμῶν.

Οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τῶν Ἁγίων.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Διαπρυσίως ὑμῖν πόθῳ ᾄδομεν Μάρτυρες νέοι Χριστοῦ, οἱ ἐν Κίνᾳ δόξαν, θείαν προσπορίσασι, καὶ φῶς δι’ οὗ ἐφωτίσατε, νοῦν ἡμῶν καὶ τὴν γλῶσσαν, εἰς τὸ ὑμνεῖν ὑμᾶς ἔνδοξοι, ὡς θεοφιλῶς ἐναθλήσαντας.

Νῦν ὄντως τέκνα Του ἐδείχθητε ἐν διωγμοῖς χαλεποῖς, ὡς δοκιμασθέντες, μέλη ἀφαιρούμενοι, ζῶντες πυρὶ ῥιπτόμενοι, ἄλλοι κάραν τμηθέντες, προεικισθέντες και χαίρετε, σὺν τοῖς προαθλήσασι Μάρτυσι.

Θεοῦ σοφίας ἐρασταὶ ὑπάρχοντες οἶκον ὑμῶν τῆς ψυχῆς, ἐπὶ πέτραν ὄντως, Ὀρθοδόξου πίστεως, καὶ οὐκ ἐπ’ ἄμμου Μάρτυρες, ἀνηγείρατε, ὅνπερ, οὐ κατηδάφισαν λαίλαπες, αἱ τῶν διωγμῶν ὡς ἀκλόνητον.

Θεοτοκίον.
Οὐκ ἐξισχύει νοῦς νοεῖν ἀνθρώπων Θεογεννῆτορ Ἁγνή, πῶς Παρθένος μένεις, καὶ σαρκὶ ἐκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, πρὸ αἰώνων τεχθέντα, Λόγον ἐκ Σοῦ προσλαβόμενον, σάρκα τῆς ἀρᾶς ἡμᾶς λύσαντα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ἱερεὺς τοῦ Ὑψίστου καὶ ταπεινὸν φρόνημα, ἔχων ὦ Μητρόφανες ὤφθης, ὑπὲρ εἰρήνης τε, καὶ ὁμονοίας καλῆς, πάντων ἀνθρώπων εἰργάσω,τῇ σφαγῇ διδοὺς σαὐτόν, ὑπὲρ τῆς ποίμνης σου.

Ὦ σεμνὴ Τατιάνα, ὡς τὸν Χριστὸν ἔξω σε, σύραντες οἱ θῆρες τοῦ τείχους, καὶ κατασφάξαντες, Τοῦτον ὡς ἔξω πυλῶν, ὑπὲρ ἡμῶν πεπονθότα, συναντῆσαι χαίρουσαν, Μάρτυς ἠξίωσαν.

Ἡσαΐα γενναῖε τῷ τοῦ Χριστοῦ αἵματι, προαγιασθεὶς στρατιώτης, Τούτου γεγένησαι, καὶ Ἰωάννης σὺν σοί, σοφὸς κᾄν μείραξ ἐδείχθη, ὡς ἀμνὸς σφαττόμενος, χαίρων ὑπὲρ Αὐτοῦ.

Θεοτοκίον.
Ποταμούς μοι δακρύων χάρισαι οἷς πλῦναί μου, τὴν ψυχὴν Πανάμωμε Κόρη, εἴ πως δυνήσωμαι, ῥύπου πταισμάτων δεινῶν, ὠκεανὸν τοῦ ἐλέους, ἐξ ἀφθόρου μήτρας Σου, Χριστὸν ἡ τέξασα.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐξ εἰδώλων ἡ Κίνα ζόφου τοῦ πρίν, ἀληθείας νῦν εἶδε φῶς τοῦ Χριστοῦ, δι’ οὗ κατηυγάσθησαν, καὶ ὡς Μάρτυρες ἔλαμψαν, Ἱερεὺς Μητροφάνης,  αὐτοῦ σὺν συνάθλοις τε, οὓς ἐρασταὶ τοῦ σκότους, ἀνεῖλον οἰόμενοι, φῶς τὸ τούτων σβέσαι, ἀλλὰ μείζονα φλόγα, ἀνῆψαν ξηράνασαν, ὑετοὺς τῶν διώξεων, καὶ τὸν κόσμον φωτίζουσαν, ἀληθείας πυρσεύμασι, τῶν ὑπὲρ Χριστοῦ τὴν σφαγήν, ὑπενεγκόντων πρὸς Ὅν πρεσβεύουσι, ἱλασμὸν ἡμῖν, τῶν πταισμάτων δωρήσασθαι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, χαῖρε Κόρη καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὺς ἀλουγόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε, χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα, χαῖρε ἔνδοξε Νύμφη ἡλιοστάλακτε, χαῖρε μόνη, ψυχῆς μου εὐπρέπεια.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν πρωΐαν ὡς ἥλιος, ἐν Ἑώᾳ Μάρτυρες ἐξανέτειλον, ὧν ἐν γῇ κᾄν ὦσι σώματος, αἰ ψυχαὶ οἰκοῦσι φῶς ἀνέσπερον.

Μιμητὴς ὢν Μητρόφανες, τοῦ καλοῦ ποιμένος πιστὸς καὶ δίκαιος, ὑπὲρ ποίμνης Χριστοῦ τέθυσαι, εἰς Ἐδὲμ λειμῶνας ἣν ὡδήγησας.

Εἰ σοφὴ Κίνα πέφυκας, σκίρτα νῦν λυθεῖσα τῆς πρὶν στειρώσεως, ὡς καρπὸν γαστρὸς γεννήσασα, τῶν Χριστοῦ Μαρτύρων θεῖα σφάγια.

Θεοτοκίον.
Εἰς χαρὰν λύπην ἔτρεψας, τὴν ἀπελπισίαν ἡ καταργήσασα, καὶ ἀρὰν ἐξαφανίσασα, τῶν ἡμῶν Σωτῆρα Χριστὸν τέξασα.

ᾨδὴ ε΄. Ἵνα τὶ μὲ ἀπώσω.
Ἐν στολαῖς βασιλείοις, ὡς κεκοσμημένοι νῦν, οἰκεῖτε Μάρτυρες, ἐν τῇ ἄνῳ πόλει, προσκυνοῦντες ὑμᾶς τὸν δοξάσαντα, Κύριον τῆς δόξης, Οὗ πρὸς ἡμᾶς τὴν εὐσπλαγχνίαν, ταῖς ὑμῶν ἱκεσίαις κινήσατε.

Οἷον ἄῤῥητον κάλλος, οἵα χάρις Μάρτυρες, ὑμῖν δεδώρηται, ὑφ’ ἡμῶν τοῦ Πλάστου, ὡραιότης ἣν βλέπειν οὐδεὶς ποτέ, κόρον οὐκ ἄν λάβοι, ὡς ἀγαστοῖς καὶ τοῖς Ἀγγέλοις, θεοστέπτοις ὑμῖν τοῖς προσβλέπουσι.

Δεδωκότες ὀλίγα, νῦν πολλὰ ἐλάβετε, ὦ Νεομάρτυρες, καὶ γὰρ δόντες αἷμα, βασιλείαν ἐκτήσασθε ἄληκτον· οὕτω παρ’ ἡμῶν νῦν, τοὺς πενιχροὺς ὕμνους δεχθέντες, δυσωπεῖτε Χριστὸν ἡμᾶς ῥύσασθαι.

Θεοτοκίον.
Οὔποτε ἄλλη παρθένος, Σοῦ ὡραιοτέρα τις, οὐδ’ ἁγνοτέρα τε, θεοφιλεστέρα, οὐδαμῶς οὐδὲ Μήτηρ ἀπείρανδρος, πλὴν τῆς μόνης ὄντως, ἀειπαρθένου Θεοτόκου, Σοῦ ἐγένετο Σὲ μεγαλύνομεν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁ δράκων με, ἐφαμάρτου ἔξεως, ἑαυτοῦ με ζοφερᾷ ἐν κοιλίᾳ, καταπιών, Ἰωνᾶν ὡς τὸ κῆτος, κρατεῖ ὦ Μάρτυρες, ἀλλὰ δεήσεσι, πρὸς Κύριον ὑμῶν θερμαῖς, κολαφίζοντες τοῦτόν με ῥύσασθε.

Ὦ Ἴα σύ, δὶς βασάνους ἤλγησας, τὸν Χριστοῦν διπλοῦν ταῖς φύσεσι γνοῦσα, πρὸ ἀσεβῶν, ὃν ἐκήρυξας οὗπερ, ἐνεργειῶν τῶν ἀκτίστων μετείληφας, ἀμείψαντός σου τὰς πληγάς, δι’ Αὐτὸν ὃς ὑπέμεινον.

Ὡς σύγγονοι, τῇ σαρκὶ καὶ αἵματι, νῦν ὁμαίμονες καὶ τῷ μαρτυρίῳ, οἱ ἀδελφοί, ὁ Ματθαῖος καὶ Βίτος, τῆς αἰωνίου ζωῆς μετεσχήκασι,Ἁγίων Πάντων σὺν χοροῖς, ὦν λιταῖς πρὸς Θεὸν λυτρωθείημεν.

Θεοτοκίον.
Ὁ πλᾶνός με, τῆς αἰσχύνης ἔνδυμα, καὶ των θλίψεων ἀπάτῃ ἐνδύσας, δι’ ἡδονῆς, δελεάσας καὶ δόξης, ἀπογυμνώσας στολῆς καὶ ἁγνότητος, ἀλλ’ ὡς τὸν ἄσωτον Χριστέ, Σῆς Μητρὸς ταῖς πρεσβείαις μὲ ἔνδυσον.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Μητροφάνης ἤθλησε, σὺν τῷ ποιμνίῳ, καὶ τὴν Κίνα ἔστεψε, ῥείθροις αἱμάτων ἱερῶν, ὃν ὕμνοις ὅθεν γεραίρομεν, ἄχρι θανάτου, Χριστῷ πιστὸν μείναντα.
Ὁ Οἶκος.
Παρωχημένοις ἐν καιροῖς, ὦ Θεέ μου καὶ πλάστα, ἔμποροι Βαβυλῶνος, ἀρώματα μετάξας, καὶ καρυκεύματα ὁμοῦ, σύν τε ληκύθοις ἀργυραῖς, ἔφερον εἰς Δύσιν, ἀλλ’ οὐκ ἔμπορος Σὺ εἶ, ὁ μαργαρίτης Κύριε, ὃν καὶ ὁ Ζαχαρίας, ἐκάλεσε πάλαι Ἀνατολήν τε, ὃς ἐλθὼν οὐ φθαρτὸν πλοῦτον, ἐκόμισας ἀλλὰ θεῖον ὄλβον, τοὺς Μάρτυράς σου τοὺς κλεινούς, τοὺς ἐν Κίνᾳ, Σὲ κηρύξαντα Θεόν, σφαγῇ κτανθέντας, καὶ ἐν οὐρανοῖς, Ἀγγέλους συνοικισθέντας, ἄχρι θανάτου, Χριστῷ πιστοὺς μείναντας.
Συναξάριον
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Μητροφάνους Τσὶ-Τσούνγκ, Ἱερέως τῆς Ὀρθοδόξου ἱεραποστολῆς ἐν Πεκίνῳ, τῆς Μάρτυρος συζύγου αὐτοῦ Πρεσβυτέρας Τατιανῆς, τῶν υἱῶν αὐτοῦ Ἰωάννου καὶ Ἡσαΐου μετὰ τῆς μνηστῆς αὐτοῦ Μαρίας, τοῦ Παύλου Οὐὰν Κατηχητοῦ τῆς ἱεραποστολῆς, τοῦ Ματθαίου Χάϊ-Τσούγη καὶ ἀδελφοῦ του Βίτου, τοῦ Κλήμεντος Κούϊ-Κίν, τῆς Ἄννης Τσού καὶ ἑτέρων Νεομαρτύρων, ἐν συνόλῳ 222, σφαγιασθέντων ὑπὸ τῶν ἀθέων ἐν ἔτει 1900 μ. Χ.
Ὡς ὀπτοηθέντες ἐν βασάνων κλιβάνῳ,
δόξης δοχεῖα ἡ σποδὸς ἡμῶν ὤφθη,
τράπεζα σινικοῖς Χριστοῦ,
σκεύεσιν κοσμηθεῖσα.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οἰ ἐκ τῆς Ἰουδαίας.
Μαρίας πῶς αἰνέσω ἑκούσιαν πορείαν πρὸς αἰκισμοὺς ἀλγεινούς, ὑπὲρ Χριστοῦ οὓς ἔτλη, ἤ ἄλλους φυγαδεύσαι, τῆς σφαγέων χειρώσεως, προκινδυνεύσασα πρίν, ἀγάπης θείῳ νόμῳ.

Ματαίως σου τὰς φλέβας οἱ σφαγεῖς σου Μαρία ἔταμον, σὴ γὰρ σποδός, ἐσχάτῃ ἀναστάσει, μεταμεμορφωμένη, ἀναστήσεται ἄφθαρτος, τοῦ κεραμέως Χριστοῦ εἰκόνα δόξης σχοῦσα.

Διδάγματα τὰ θεῖα σὺ ἐμπράκτως Μαρία ὑπομονῇ αἰκισμῶν, ὑπὲρ τῆς εὐσεβείας, ἐδίδαξας ὡς ηὔχου, πρὸς Χριστὸν οὗ τῇ χάριτι, τοῦ μαρτυρίου σταυρόν, ὑπέστης ἑκουσίως.

Θεοτοκίον.
Ἡμέραν καθ’ ἑκάστην ἁμαρτίας πτωμάτων ἐξανιστᾷς με Ἁγνή, καὶ πῶς Σοι Θεοτόκε, ἐκτίσω μου τὸ χρέος; Τοιγαροῦν μεγαλύνων Σε, τῷ Σῷ Υἱῷ καὶ Θεῷ, βοῶν· εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Οὐκ ἀνέμενέ τις ὑμᾶς ἐν Κίνᾳ, ἀντιστῆναι στεῤῥῶς ἄχρι πικροῦ θανάτου, ὑπὲρ Χριστοῦ ἐσχάτως Νεομάρτυρες, Κύριον ὑμνοῦντες, σὺν ἐσμῷ Μαρτύρων, εἰς πάντας τοὺς αἰῶνας.

Κλήμη Ἄννα καὶ ὧν οὐκ ἴσμεν κλήσεις, τοῦ Χριστοῦ ἀθληταί, ἐν χώρᾳ τῇ τῆς Κίνας, οἱ ταύτης γῆν τοῖς λύθροις χαριτώσαντες, ἱλασμὸν αἰτεῖσθε, τοῖς ὑμᾶς ὑμνοῦσιν, ἐν τῇ ἐσχάτῃ κρίσει.

Ἡ Χριστοῦ τοῦ Θεοῦ ὡς νύμφη χαίρει, Ἐκκλησία ἐν γῇ, στρατευομένη πᾶσα, ἐν τελετῇ Μαρτύρων μνήμης σήμερον, ταύτης ὡς ἐπιγόνων, μεθ’ὧν συνδοξάζει, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Οὐρανίων ταγμάτων Θεοτόκε, σὺν Μαρτύρων χοροῖς, ὑμνούντων καὶ δικαίων, τίς  ἐξ ἐμῶν χειλέων Σοι ἐπάξιος, ὕμνος; ἀλλὰ δέχου, ὥσπερ ὁ Υἱός Σου, τὸ δίλεπτον τῆς χήρας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Οἱ τύραννοι ἐκράτησαν ἐπὶ γῆς, ἀλλ’ ὡς ἄνθρωποι ὄντες ἐξέλιπον, ὧν ἀληθῶς, οὐχ εὑρέθη τόπος φησὶ Δαβίδ· Σοῦ δὲ Χριστὲ αἰώνιος, μένει βασιλεία ἡ κραταιά, ἐν ᾗ δεδοξασμένους, Σοὺς Μάρτυρας ἐδέξω, μεθ’ ὧν ἐλεύσῃ κρῖναι ἅπαντας.

Ἡ δόξα τῶν Μαρτύρων διὰ παντός, διαμένει ὡς αἴγλη ἀνέσπερος, παρὰ Θεοῦ, τούτοις χαρισθεῖσα ὧν τὴν σεπτήν, εἰκόνα κατοπτεύοντες, πίστει προσκυνοῦμεν οἱ εὐσεβῶς, αὐτῶν τελοῦντες μνήμην, ὧν πρὸς Χριστὸν πρεσβείαις, πταισμάτων τύχοιμεν ἀφέσεως.

Τῶν Σῶν Νεομαρτύρων Χριστὲ λιταῖς, τῶν τοῦ βίου δεινῶν ἡμῶν κούφισον, φόρτον βαρύν, ἡμᾶς καταθλίβοντα καὶ ἡμῶν, τῆς διανοίας φρόνημα, νέκρωσον Σῷ φόβῳ τῷ χοϊκῷ, διὰ τῆς μετανοίας, τυχεῖν τῆς σωτηρίας, καταξιῶν ἡμᾶς ὡς εὔσπλαγχνος.

Ἡττᾶται ὕμνος ἅπας ὡς ἀληθῶς, συνεκτείνεσθαι σπεύδων χαρίσμασι, τοῖς παρά Σοῦ, Σῶτερ πεμπομένους Σου τοῖς πιστοῖς, δι’ ὃ πτωχὸν ἐφύμνιον, δέξαι εὐγνωμόνως Σοι παρ’ ἡμῶν, διὰ τῶν Σῶν Μαρτύρων, τολμώντων Σοὶ προσᾶξαι, ὧν ἱκεσίαις ἡμᾶς λύτρωσαι.

Ἐν Κίνᾳ Νεομάρτυρες τοῦ Χριστοῦ, ἐν τῷ βίῳ ἡμῶν ἡμῖν πάρεστε, ὡς ἀῤῥωγοί, καὶ τῷ τῆς ἐξόδου ἡμῶν καιρῷ, τῶν ψυχῶν θεῖοι πρόμαχοι, κατὰ τῆς δαιμόνων ἐπιδρομῆς, τῆς κρίσεως ἐν ὥρᾳ, ὑπὲρ ἡμῶν αἰτοῦντες, παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.

Θεοτοκίον.
Ὑπεραγία Μῆτερ Θεοῦ Ἁγνή, ἀειπάρθενε ῥῦσαι πρεσβείαις Σή, σοὺς ὑμνητάς, τοῦ ἐν τῇ γεέννῃ φρικτοῦ πυρός, δι’ ὑπὲρ ψάμμον πταίσματα, ἡ Σὴ γὰρ ἀγάπη τοῦ Σοῦ Υἱοῦ, κινεῖ τὴν εὐσπλαγχνίαν, ὑπὲρ ἡμῶν τῶν ὕμνοις, ἀξιοχρέως Σε δοξάζοντας.

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ἐν πνεύματι τῷ ἱερῷ.
Μητρόφανες ὡς Ἱερεύς, σὺν συνάθλοις σου χαῖρε, νηπίῳ Ἰωάννῃ τε, Ἡσαΐᾳ καὶ Παύλῳ, Μαρίᾳ Ἄννῃ καὶ Ἴᾳ, Βίτῳ καὶ τῷ Κλημέντι, Ματθαίῳ σὺν τοῖς λοιποῖς τε, ἱκετεύοντες Χριστόν, δυναμοῦν ἡμᾶς τήρειν, τὰς ἐντολὰς τοῦ σωθῆναι.
Θεοτοκίον.
Ὃν ἔφη πρὶν Ἀνατολήν, ἐκ παρθένου τεχθέντα, καὶ κόσμον καταυγάσαντα, ὁ Προφήτης ἀκτῖσι, τῆς ἀληθείας γῆς ἄκρα, ἐξ ἑώας ἔφανε, δυσμῶν ἄχρις ἑπομένους, σὺν Μητρὶ τοὺς ἀθλητάς, ἔχων στίλβοντας φωτός, μαρμαρυγαῖς θείας δόξης.

Αἶνοι. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὡς ἐξ Ἀνατολῆς, ὁ ἥλιος ἀνίσχει, νέων ἑσμὸς Μαρτύρων, φωτὶ τῆς ἀληθείας, ἐκεῖθεν κόσμῳ ἔλαμψεν. (Δίς).

Κίνα νῦν ἀπὸ σοῦ, τὰ εἴδωλα καὶ μύθους, ἀπόθου καὶ εὐφήμει, Μάρτυρας σὲ εἰδώλων, τῆς πλάνης ἐκκαθαίροντας.

Σοῦ μετὰ τῶν σεπτῶν, συνάθλων ἐκδυσώπει, Μητρόφανες θεόφρον, Χριστὸν συγκληρονόμους, ὑμῶν ὑμᾶς ἐκδέξασθαι.

Δόξα. Ἦχος δ΄.
Ὑμεῖς ἐστὲ ἡ δόξα τῶν Μαρτύρων, καὶ ἡ χαρὰ τῶν Ἀγγέλων, οἱ ἐν Κίνᾳ ἀναδειχθέντες Νεομάρτυρες, Χριστοῦ τοῦ Θεοῦ, τὸ καύχημα ἡμῶν, καὶ ἀθεΐας ῥύπου, ὁ καθαρμὸς τῆς Κίνας, πιστῶν Ὀρθοδόξων ἡ ἀνάπαυσις, καὶ πτῶσις τῶν δαιμόνων· οὐκέτι δούλους ὑμᾶς, ἀλλ’ Ἑαυτοῦ ἀδελφοὺς ὁ Χριστὸς ἀποκαλεῖ, ὅτι βίᾳ καὶ ὁδύνῃ μαρτυρίου, τῆς θείας υἱοθεσίας ἠξιώθητε. Πρέσβεις κραταιοὶ πρὸς Χριστόν, καὶ πεπαῤῥησιασμένοι γεγόνατε, ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, βοώντων πρὸς ὑμᾶς· πρεσβεύσατε τῷ Κυρίῳ, ἔλεος παρασχεῖν, ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δεσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Πηγή:http://orthodoxhymnography.blogspot.co.nz/

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου